Unit 3 rem early
Rem early: Unit 3; historia and theoria toward Christ.
Greek
μὲν γὰρ κατὰ σάρκα Χριστὸς, ἵνα λύσῃ τοῦ κόσμου τὴν ἁμαρτίαν· ἀποθνήσκομεν δὲ ἡμεῖς οὐ κατά γε τὴν σάρκα· πόθεν; ἀλλὰ τῇ ἁμαρτίᾳ, καθὰ γέγραπται, τουτέστιν ἀεργῆ τε καὶ ἄπρακτον ἐν ἑαυτοῖς ἀποφαίνοντες τὴν ἁμαρτίαν διὰ τοῦ κατανεκροῦν "τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρ"σίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν." σύμφυτοι δὴ οὖν γεγόναμεν, οὐχὶ δὴ μόνον τῷ κατὰ σάρκα 191 θανάτῳ Χριστοῦ, ἀλλὰ καὶ τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. τοῦτο δ' ἂν εἶναι νοοῖτο τὸ ὑπὲρ τῆς ἁμαρτίας ἀποθανεῖν, καὶ οὐχ ὑπέρ τε τῆς ἰδίας, πολλοῦ γε καὶ δεῖ· καὶ γάρ ἐστιν ἄμωμος ὁ Θεὸς καὶ τοῦ δύνασθαι πλημμελεῖν ἀπωτάτω· ἀλλ' ἵνα, ὡς ἔφην, ὑπὲρ τῆς τοῦ κόσμου ἁμαρτίας· "ὃ γὰρ "ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ." οὐκοῦν σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. ἐσόμεθα δὲ πάντως σύμφυτοί τε καὶ ταυτοειδεῖς καὶ τῆς ἀναστάσεως αὐτοῦ· ζησόμεθα γὰρ ἐν Χριστῷ, καὶ ἀναβιώσεται μὲν ἡ σὰρξ, ζησόμεθα 7 δὲ καὶ καθ' ἕτερον τρόπον, αὐτῷ τὴν οἰκείαν ἀναθέντες ψυχὴν, μεταστοιχειούμενοι τὲ πρὸς ἁγιασμὸν καὶ εἰς εὐκλεᾶ πολιτείαν ἐν Ἁγίῳ Πνεύματι. Τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος κ.τ.λ. Τίς ὁ παλαιὸς ἡμῶν ἄνθρωπος, ποῖον δὲ δὴ τὸ σῶμα τῆς ἁμαρτίας τὸ καταργούμενον, καὶ τίνα δὴ τρόπον συνεσταυρώθη Χριστῷ, πολυπραγμονεῖν ἀναγκαῖον· ἴσως μὲν οὖν οἰήσονταί τινες ἁμαρτίας εἰρῆσθαι σῶμα τὴν ἀπὸ γῆς σάρκα, καθάπερ ἐν τάξει δίκης τῇ τοῦ ἀνθρώπου δοθεῖσαν ψυχῇ, διὰ τὸ καὶ πρὸ σωμάτων ἡμαρτηκέναι· δοκεῖ γὰρ ὧδέ τισι καὶ φρονεῖν καὶ λέγειν· Ἑλλήνων δὲ οὖσαν τὴν δόξαν ὡς οὐκ ἀληθῆ διωσώμεθα. σῶμα τοίνυν ἁμαρτίας καὶ παλαιὸν ἡμῶν ἄνθρωπον, τὸ σῶμα λέγει τὸ ἀπὸ γῆς, ἔχον ὥσπερ ἐκ παλαιότητος τῆς ἐν Ἀδὰμ τὸ καταφθείρεσθαι δεῖν· καὶ καταδεδικάσμεθα γὰρ ἐν ἐκείνῳ καὶ πρώτῳ· ἠῤῥωστηκὸς δὲ πρὸς τούτῳ καὶ τὸ φιλήδονον· ἔχει γὰρ οὕτω κατὰ φύσιν ἡ σὰρξ ἐξ ἐμφύτων κινημάτων. πῶς οὖν ἄρα συνεσταύρωται τῷ Χριστῷ; γέγονεν ἄνθρωπος ὁ Μονογενὴς, καὶ σάρκα τὴν ἀπὸ γῆς ἠμπέσχετο καταῤῥωστοῦσαν, ὡς ἔφην, ὡς ἐκ παλαιότητος τῆς ἐν Ἀδὰμ τὸν θάνατον· ὠδίνουσαν δὲ ὥσπερ ἐν ἑαυτῇ καὶ τὸ ἐξ ἐμφύτων κινημάτων ἀκονᾶσθαι 192 πρὸς ἁμαρτίαν· κατηρεμεῖ μὲν τῆς ἁμαρτίας ὁ νόμος ἐν τῇ ἁγίᾳ καὶ πανάγνῳ σαρκὶ τοῦ Χριστοῦ· καὶ οὔ τι που κεκινῆσθαί φαμεν ἐν αὐτῷ τὰ τῶν ἀνθρωπίνων παθῶν ἐκτοπώτερα, πλὴν ὅσα τὴν κίνησιν ἀδιάβλητον ἔχει, τὸ πεινῆν δὴ λέγω καὶ τὸ διψῆν καὶ τὸ κοπιᾶν καὶ ὅσα καὶ παρ' ἡμῖν ὁ τῆς φύσεως νόμος ἔξω τετήρηκεν αἰτίας· ὅμως εἰ καὶ μὴ κεκίνηται τυχὸν ἐν Χριστῷ τῆς ἁμαρτίας ὁ νόμος, διά τοι τὸ κατηυνᾶσθαι τῇ τοῦ οἰκονομοῦντος Λόγου δυνάμει τε καὶ ἐνεργείᾳ, ἀλλ' οὖν ὅταν αὕτη καθ' ἑαυτὴν ἡ τῆς σαρκὸς δοκιμάζεται φύσις, κἂν εἰ ἐν Χριστῷ νοοῖτο τυχὸν, οὐχ ἑτέραν οὖσαν παρὰ τὴν ἡμῶν εὑρήσομεν. συνεσταυρώμεθα τοίνυν αὐτῷ, σταυρωθείσης αὐτοῦ τῆς σαρκὸς, καὶ οἷον ὅλην ἐχούσης ἐν ἑαυτῇ τὴν φύσιν· καθάπερ
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Romanos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Romanos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.