Fragments on Kings · §b01-rem-early

Biblos Αʹ rem early

Rem early: Biblos Αʹ; historia and theoria toward Christ.

Greek

{Κυρίλλου.} Ἀπεφοίτησε μὲν ὁ Ἰσραὴλ τοῦ βασιλεύεσθαι παρὰ Θεοῦ διὰ προφητῶν· ἐκαλέσατο δὲ βασιλέα ἄνθρωπον. Ταύτῃ τοι καὶ ἀπώλισθε τῆς 69.681 ἐντολῆς· πρῶτος γὰρ Σολομὼν προσεκύνησε τοῖς Βααλείμ· εἶτα μετ' αὐτὸν Ἱεροβοὰμ τὰς δαμάλεις ἀνέστησεν. Καὶ εἶπεν Κύριος πρὸς Σαμουήλ· Ἄκουε τῆς φωνῆς αὐτῶν, κ.τ.λ. {Κυρίλλου.} Ἐχόντων εὖ τῶν πραγμάτων αὐτοῖς, καὶ ἐν τάξει τῇ παναρίστῃ κειμένων, πικρὰ καθ' ἑαυτῶν οἱ δείλαιοι πεφρονήκασιν. Ἀποσειόμενοι δὲ ὥσπερ τῆς ὑπὸ Θεῷ βασιλείας τὸν ζυγὸν, προσῄεσαν λέγοντες τῷ μακαρίῳ Σαμουήλ· Κατάστησον ἐφ' ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς, καὶ τὰ ἑξῆς· Εἶτα τοῦ μακαρίου Σαμουὴλ τὰ δικαιώματα τοῦ βασιλέως καταγγέλλοντος αὐτοῖς, καὶ πολλοῖς ἄγαν καταπτοοῦντος δείμασιν, ἀφιστάντος δὲ καὶ μάλα γοργῶς

About this text

Cyril of Alexandria, Fragmenta in libros Regum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in libros Regum — new OET from PG 69 Greek.

Witnesses

  • Copy-text PG 69 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.