Fragmenta in libros Regum Biblos Αʹ opening
Biblos Αʹ.
Lemma-led open — ΒΙΒΛΟΣ Αʹ. . Καὶ ἔλαβε Σαμουὴλ ἄρνα γαλαθηνὸν ἔνα. Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας. Ὁρ
Greek
ΒΙΒΛΟΣ Αʹ. 69.680 Καὶ ἔλαβε Σαμουὴλ ἄρνα γαλαθηνὸν ἔνα. Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας. Ὁρᾷς ὅπως μεσίτην ὁμοῦ καὶ τῆς σωτηρίας πρύτανιν ἐποιεῖτο Χριστόν; καὶ τὸ ἐπ' αὐτῷ μυστήριον, ὅπλον οἷάπερ ἀῤῥαγὲς, ταῖς τῶν ἀλλοφύλων ἐφόδοις ἀντανιστὰς σέσωκε τὸν Ἰσραήλ; Ἄρνα γὰρ γαλαθηνὸν ἔθυσεν εἰς τύπον Χριστοῦ, καὶ πάλαι βοῶντος διὰ φωνῆς προφητῶν· Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων. Ἐπιτήρει δὲ ὅπως τῆς θυσίας ἡ δύναμις ἑτοιμότερον πρὸς τὴν ἐπικουρίαν τοῖς ἐπὶ τοῖς κάμνουσιν ἀποτετέλεκεν τὸν Πατέρα. Κατεβρόντησεν γὰρ τῶν δι' ἐναντίας μέγα τι καὶ ἐξαίσιον· καὶ τοῖς προσάγουσι τὴν θυσίαν μισθὸν ἐδίδου τὴν σωτηρίαν εἰς τύπον μυστηρίου τοῦ κατὰ Χριστόν. Καὶ νῦν κατάστησον ἐφ' ἡμᾶς βασιλέα.
About this text
Cyril of Alexandria, Fragmenta in libros Regum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in libros Regum — new OET from PG 69 Greek.
Witnesses
- Copy-text PG 69 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.