Fragments on Hebrews · §u08-rem-early

Unit 8 rem early

Rem early: Unit 8; historia and theoria toward Christ.

Greek

ἀτρέπτῳ καὶ ἀμεταποιήτῳ φύσει κεῖσθαι τὸν Υἱὸν ὁμολογεῖ, ὅπερ ἴδιόν ἐστι μόνου τοῦ Θεοῦ καὶ Πατρὸς, ἑτέρῳ δὲ πρόσεστι τῶν γενητῶν οὐδενί. οὐκοῦν εἰ μόνος ἄτρεπτος ὁ Θεὸς καὶ Πατὴρ, ἐν ταυτότητι δὲ φύσεως καὶ ὁ Υἱὸς, ἀεὶ τοῦτο ὢν ὅπερ καὶ ὁ γεννήσας αὐτὸν, πῶς ἂν εἴη τῶν γενητῶν εἷς ὁ μόνος τῷ φύσαντι κατὰ τὸν ἄφραστον τῆς οὐσίας λόγον ἁμιλλώμενος, καὶ τοῦτο ὢν κατὰ φύσιν, ὅπερ ἐστὶν ὁ Πατὴρ, δίχα μόνου τοῦ εἶναι πατήρ; ὅτι γὰρ οὐκ ἀλλοιοῦται γεγονὼς ἄνθρωπος καθ' ἡμᾶς ὁ Λόγος, ἐν τούτοις διαμεμήνυκεν ὁ πνευματοφόρος. καὶ σημαντικὸν μὲν τοῦ παρῳχηκότος χρόνου ποιεῖται τὸ χθὲς, τοῦ γεμὴν ἐνεστῶτος τὸ σήμερον, τοῦ δὲ ἐσομένου καὶ μέλλοντος τό Εἰς τοὺς αἰῶνας· εἰ δὲ τὸ χθὲς καὶ σήμερον ἀντὶ τοῦ προσφάτου τινὲς δεχόμενοι διατείνονται, ὁ χθὲς καὶ σήμερον πῶς ἂν εἴη καὶ εἰς τοὺς αἰῶνας; μεταστήσομεν καὶ ἡμεῖς τὴν τῆς ἐρωτήσεως δύναμιν εἰς τὸ ἔχον ἐναντίως· ὁ γὰρ εἰς τοὺς αἰῶνας ὢν Λόγος, πῶς ἂν λάβοι τὸ χθὲς καὶ σήμερον ἐφ' ἑαυτῷ, εἴπερ ἐστὶν εἷς ὁ Χριστὸς, καὶ οὐ μεμέρισται, κατὰ τὴν Παύλου φωνήν; ἢ δηλονότι Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον σωματικῶς, ὁ αὐτὸς πνευματικῶς καὶ εἰς τοὺς αἰῶνας. ∆ιδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε. Τὸ δὲ παραφέρεσθαι εἴρηται ἐκ μεταφορᾶς τῶν μαινομένων, τῶν τῇδε κἀκεῖσε περιφερομένων· ἢ τῶν εὐπαρα 418 φόρως ἐν ἴσῳ δόναξιν ἐς τὸ ἀεὶ προσωθοῦν εὐκόλως μετακλινομένων, καὶ μηδὲν βέβαιον ἐχόντων· καίτοι Παύλου μὲν διακεκραγότος "Ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι·" αὐτοῦ δὲ τοῦ ∆εσπότου τὸ λίαν εὐπάροιστον καὶ εὐδιαπτόητον τοῦ τρόπου τὴν ἀνωτάτω τοῖς ἔχουσι τιθέντος διαβολὴν, καὶ δίκην 23 ὁρίζοντος τῇ νόσῳ τὴν ἀποστροφήν· ἔφη γὰρ ὧδε περί τινων "̓Ηγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐφείσαντο, καὶ ὁ "Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς·" τὸ γάρ τοι βεβαίως τε καὶ ἀκλινῶς ἱδρυμένον πρὸς πᾶν ὁτιοῦν τῶν τελούντων εἰς ὄνησιν ἀσφαλές τε καὶ ἄσυλον. Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα κ.τ.λ. Εἰσὶ δὲ καὶ ἕτεροι πλεῖστοι λόγοι περὶ τούτων, ἀλλὰ παρείσθωσαν νῦν διὰ τὸ πλῆθος· ἀπέθανε μέντοι κατὰ τὴν σάρκα Χριστὸς, ἵνα ἡμᾶς καθαρίσῃ τῷ ἰδίῳ αἵματι. Τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν κ.τ.λ. Φέρωμεν τοίνυν τὸν ὀνειδισμὸν αὐτοῦ, τουτέστι τὸν ὑπὲρ ἡμῶν σταυρόν· οὕτω καὶ αὐτὸς ἔφη "Ὃς οὐ λαμβάνει τὸν "σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου οὐκ ἔστι μου "ἄξιος·" τὸ

About this text

Cyril of Alexandria, Fragmenta in epistulam ad Hebraeos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta in epistulam ad Hebraeos — new OET from PG 74 Greek.

Witnesses

  • Copy-text PG 74 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.