Fragmenta in epistulam ad Hebraeos Unit 8 opening
Unit 8.
Lemma-led open — Ὅταν παραδῷ τὴν
Greek
ὑπεροχὴν τοῦ Υἱοῦ, πεφλυαρηκότας εἰκῆ κατερυθριάσειν οἶμαι τοὺς δι' ἐναντίας· εἰ δὲ δὴ μεθέντες τὸν Υἱὸν, ἀπαραποίητον ἔσεσθαι τοῖς ἁγίοις τὸ βασιλεύειν ἐροῦσι, πρῶτον μὲν ἀμείνους καὶ αὐτοῦ φανήσονται τοῦ Χριστοῦ, καὶ μοῖραν ἤδη λαχόντες τὴν ἐπέκεινα τῶν αὐτοῦ, εἰ ὁ μὲν ἀπόβλητον ποιήσεται τὴν ἀρχὴν, οἱ δὲ ἀμήρυτον λαχόντες τὴν εὐθυμίαν καὶ τὸ ἐν βεβαίῳ κεῖσθαι τῆς δόξης διακεκτήσονται· τὸ δὲ δὴ καὶ ἄγροικον ποιεῖσθαι τὴν συκοφαντίαν, πῶς οὐκ ἀπόβλητον κομιδῆ; τὸ μὲν γὰρ χρῆναι κρατεῖν καὶ βασιλεύειν τῶν ὅλων, προσήκοι ἂν οὐχ ἑτέρῳ μᾶλλον ἢ αὐτῷ τῷ Χριστῷ οὐκ ἐπίκτητον ἢ δοτὸν πλουτοῦντι τὸ χρῆμα, καθάπερ ἡμεῖς, ἀλλὰ τοῖς τῆς φυσικῆς κυριότητος ἑπόμενον λόγοις· οἱ δέ γε συμπάσχοντες καὶ συμβασιλεύσομεν αὐτῷ, καθὼς γέγραπται. οὐκοῦν ὁ μὲν τοῦ κατάρχειν κύριος, εἰσποίητοι δὲ ἡμεῖς καὶ τρόπῳ τῷ κατὰ μέθεξιν ἐκτετιμημένοι· συμβασιλεύσουσι γὰρ βασιλεύοντι τῷ Χριστῷ. εἶτα πῶς ἀσάλευτον ἕξουσι τὴν ἐπὶ τῷδε φιλοτιμίαν καὶ διηνεκῶς βασιλεύσουσιν, εἰ κατασεισθήσεται καὶ καταλήξει τὸ τοῦ Χριστοῦ κράτος, οὗ μετόχους αὐτοὺς εἶναί φαμεν; καὶ εἰ τῆς βασιλείας αὐτοῖς ὁ χορηγὸς καὶ πρύτανις ἀποπεπαύσεται τῆς ἀρχῆς, ποῦ τὰ αὐτῶν ἔτι κείσεται τοῖον ἔχοντα βάραθρον; ποῦ γὰρ ἔτι συμμεθέξουσιν, εἰ τὸ κεκληκὸς εἰς δόξαν ἀσθενεῖ; ἢ οὐκ ἀνάγκη συγκατολισθεῖν τοῖς ἀνέχουσι τὸ ἀνεχόμενον, καὶ τοῖς κατωτάτοις βόθροις ἐνιζῆσαι τὰ ἐπερηρεισμένα, ὑποσπασθέντος τοῦ ἐρείδοντος; ὅτε τοίνυν ἡ τῆς εὐκλείας κρηπὶς καὶ ὁ τῆς εὐημερίας θεμέλιος κατασεισθήσεται κατ' αὐτοὺς, συνοιχήσεταί που πάντως εἰς τὸ δυσκλεές τε καὶ ἐν ὑφέσει καὶ ἡ τῶν ἄλλων ἐλπίς· τὸ οὖν "Ὅταν παραδῷ τὴν "βασιλείαν," οὐ τοιοῦτόν ἐστιν, ὅτι ταύτην ἀποθήσει, ἀλλ' ὅτι ὑφ' ἑτέρων ἐχομένην ἐκσπάσας προσάξει τῷ Πατρί· συγκατάρξει γεμὴν τούτῳ καὶ αὐτός. 417 Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον· ὁ αὐτὸς καὶ εἰς αἰῶνας. Τῶν φωνῶν αἱ μὲν θεοπρεπεῖς, ὡς τό "Ἐγὼ ἐν τῷ Πατρὶ "καὶ ὁ Πατὴρ ἐν ἐμοί·" αἱ δὲ ἀνθρωποπρεπεῖς, ὡς τό "Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀληθείαν λελάληκα ὑμῖν" [αἱ δὲ μέσαι, ὧν αὕτη· Χριστὸν γὰρ εἰπὼν] χθὲς καὶ σήμερον εἶναί φησι καὶ εἰς τοὺς αἰῶνας. ἰδοὺ δὴ σαφῶς ὁ πνευματοφόρος, ὁ παρὰ αὐτοῦ Χριστοῦ τὸ περὶ αὐτοῦ μεμαθηκὼς μυστήριον, τὸ ἐν
About this text
Cyril of Alexandria, Fragmenta in epistulam ad Hebraeos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta in epistulam ad Hebraeos — new OET from PG 74 Greek.
Witnesses
- Copy-text PG 74 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.