Festal Letters (Paschal Homilies) · §logos28-rem-mid

Logos 28 rem mid

Rem mid: Logos 28; lemma continues; spiritual reading with the letter.

Greek

ν πάσῃ ἀναστροφῇ γενήθητε· γέγραπται γὰρ, ὅτι Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος." Οὐ γάρ ἐστι τῶν ἐνδεχομένων, ῥυπῶντας καὶ μεμο λυσμένους, ἐγγὺς γενέσθαι τοῦ πανάγνου Θεοῦ. "Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;" κατὰ τὸ γεγραμ μένον. δʹ. Ἔχεις εἰκόνα τοῦ πράγματος τὸν ἱεροφάντην Μωσῆν. Ἐν γάρ τοι τῷ ὄρει Χωρὴβ προβάτων ἀγέλας διαποιμαίνοντι πῦρ ἀπαστράπτον ἐν βάτῳ παραδόξως διεφαίνετο, καὶ κατεβόσκετο μὲν τὸν θάμνον ἡ φλὸξ, ἀδικοῦσα δὲ ὅλως οὐδὲν (κατεπίμπρη γὰρ οὐδαμῶς), μέγα καὶ ἐξαίσιον ἐποίει τὸ θαῦμα· προσῄει δὴ οὖν, τί τὸ χρῆμα τοῦ παραδόξου θεάμα τος, πολυπραγμονῶν ὁ Μωσῆς. Ἦν δὲ ἄρα Θεὸς ἐν εἴδει πυρὸς ἐνιζήσας τῷ βάτῳ. Εἶτά φησι τὸ Γράμ μα τὸ ἱερὸν, ὅτι ἐκάλεσε Κύριος ἐκ τοῦ βάτου τὸν ἄνθρωπον, λέγων· "Μωσῆ, Μωσῆ, μὴ ἐγγίσῃς ὧδε, λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί." Φαίη δ' ἂν πρὸς τοῦτο, οἶμαι, τίς· Ὁποῖος γὰρ ἂν μολυσμοῦ νοηθείη τρόπος τὸ ὑποδεδέσθαι τοὺς πόδας; ἢ πῶς ἀκάθαρ τος ὁ Μωσῆς σανδάλων ἕνεκα καὶ δερμάτων; Τί οὖν ἄρα πρὸς τοῦτό φαμεν; Ῥύπος μὲν οὐδεὶς ἀνθρώπων ψυχαῖς ἐγγένοιτο ἂν ἐξ ὑποδημάτων. Ἐπειδὴ δὲ ἦν ἐν Αἰγύπτῳ Μωσῆς, νενόμιστο δὲ παρὰ τοῖς αὐ τόχθοσι τὸ μὴ χρῆναί τινας τοῖς τῶν εἰδώλων τεμέ νεσιν ἀπερισκέπτως ἐπιφοιτᾷν ἐνηρμοσμένων αὐτοῖς τῶν ὑποδημάτων, ἃ καὶ ζώων εἰσί τε, καὶ μολυσμὸς τὸ χρῆμα, καὶ ἕτερον οὐδὲν ἦν παρ' ἐκείνοις, ταύτῃ τοι καὶ ὁ τῶν ὅλων Θεὸς ἀπροφάσιστον ἑαυτὸν ἀπο φαίνων τοῖς οὔπω κεκαθαρμένοις, ὡς ἀπό γε τῆς κατ' Αἴγυπτον συνηθείας, εἰς πνευματικὴν ἀποκά θαρσιν τὸν ἱερὸν ἐκάλει Μωσέα, λέγων· "Λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἔστηκας, γῆ ἁγία ἐστί." Χρῆναι γὰρ οὕτω γέ φημι τοὺς τῷ παναγίῳ Θεῷ λατρεύοντας, νεκρῶν ἔργων ἀποφοιτᾷν, οὔτε τε τῶν εἰς φθορὰν καὶ βεβήλωσιν ἐπιτηδευμάτων ἀπηλλαγμένους ἐγγίζειν αὐτῷ, κατ' οἰκειότητα δέ φημι τὴν πνευματικήν. Ἔργα δὲ νε κρῶν θεῖεν ἂν φιληδονίαι σαρκικαὶ, κῶμοι καὶ μέθαι, καὶ σεμνότητος ἁπάσης ἐρήμη ζωὴ, λημμά των αἰσχρῶν ἔφεσις, ἁρπαγαὶ καὶ πλεονεξίαι, θυμοὶ καὶ τὰ ἐξ αὐτῶν, καταλαλιαὶ καὶ ὑπεροψίαι, καὶ ἁπλῶς τὰ δι' ὧν ἄν τις ἀπολισθήσειε τῆς εἰς αἰῶνα ζωῆς, τοῖς τῆς ἁμαρτίας βρόχοις ἐνειλημμέ 77.952 νος, καὶ πολυτρόπου φαυλότητος αἰτιάμασιν ἔνοχον τὴν ἑαυτοῦ καταστήσας κεφαλήν. Τῶν τοιούτων ἡμᾶς ἀῤῥωστημάτων ἀποφέρει λέγων ὁ Χριστοῦ μαθητής· "Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ· ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου. Καὶ ὁ κόσμος παράγεται, καὶ ἡ ἐπιθυμία αὐτοῦ. Ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ, μένει εἰς τὸν αἰῶνα." Γράφει δὲ καὶ ὁ πάνσοφος Παῦλος τοῖς τὴν εὐκλεᾶ πολιτείαν κατορθοῦν ᾑρημένοις· "Πορνεία δὲ, καὶ ἀκαθαρσία πᾶσα μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, ἀλλὰ μᾶλλον εὐχαριστία." Τῆς οὕτω κεκαθαρμένης καὶ ἐξαιρέτου ζωῆς τὴν ὁδὸν προανετύ που μὲν πάλαι καὶ ὁ Μωσέως νόμος, διὰ σκιᾶς καὶ τύπων προαναγράφων ἡμῖν τὸ Ἐμμανουὴλ, ἤτοι τῶν δι' αὐτοῦ θεσπισμάτων τὸ εἰλικρινὲς καὶ σωτήριον φῶς. Ἀνέλαμψε δὲ νυνὶ καθαρῶς ἡ ἀλήθεια. Γέγονε γὰρ καθ' ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν, ἵνα τὸ θεῖον ἡμῖν ἐναστράψῃ φῶς, καὶ εὐθὺ πάσης ἀρετῆς ἰέναι διδάξας, υἱοὺς ἀποφήνῃ Θεοῦ. Καθῆκε γὰρ ἑαυτὸν, ὡς ἔφην, εἰς τὰ ἡμῶν, ἵν' ἡμεῖς τὰ αὐτοῦ κερδάνωμεν, ἐπεί τινα τρόπον τῇ αὐτοῦ πτωχείᾳ πεπλουτήκαμεν. Εἰ μὴ γὰρ συνεπτώχευσεν ἡμῖν αὐτὸς, καθεὶς ἑαυτὸν ἐν τοῖς καθ' ἡμᾶς, οὐδ' ἂν ἡμεῖς τὸν αὐτοῦ πλοῦτον ἐσχήκαμεν, τὴν αὐτῷ καὶ μόνῳ πρέπουσαν ἰδικῶς υἱότητα δι' αὐτοῦ τε καὶ παρ' αὐτοῦ κερδαίνοντες. Ἀλλ' ἦν ἀσύνετος Ἰσραήλ. Οὐκ ἐπέγνω μετὰ σαρκὸς παρόντα τὸν Λυτρωτὴν, καίτοι τοῦ πανσόφου Μωσέως πολυτρόπως αὐτὸ προανατυποῦντος τὸ μυστήριον. Ἔφη γοῦν ὁ Χρισ τὸς, τὸ πολὺ λίαν ἀσύνετον καὶ ἀπειθὲς ἐγκαλῶν αὐτοῖς· "Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν." Οὐκοῦν καὶ αὐτῶν ταῖς ἀπειθείαις καταλυπήσαντες τὸν ἰθύνοντα νόμον, μεμενήκασιν ἐν σκότῳ, καὶ φωτὸς ἀμέτοχοι παντε λῶς τοῦ θείου γεγόνασι. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφητῶν περὶ αὐτῶν εἰρημένον. Ὑπομει νάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος· μείναν τες αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν. Πλεισταχοῦ δὲ τὸν Κύριον εὑρήσομεν ἐπιφωνοῦντα αὐτοῖς, καὶ λέ γοντα· "Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἐμοὶ ἀκο λουθῶν οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτείᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς·" καὶ πάλιν, "Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα." Ἵνα δὲ καὶ ἀπροφάσιστον αὐτοῖς καταστήσῃ τὴν ἄγνοιαν, καίτοι καθ' ἡμᾶς ὁρώμενος ἄνθρωπος, θεοπρεπῆ καὶ ὑπερκόσμιον τῆς ἐνούσης αὐτῷ δυνάμεως τὴν ἐπίδειξιν ἐποιεῖτο πανταχοῦ. Τί γὰρ τὸ ἐπέκεινα καὶ λόγου καὶ θαύματος οὐ κατορθώ σας ὁρᾶται; Καὶ γοῦν ἔφη πρὸς αὐτούς· "Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πι στεύετε." Ἀόρατον μὲν γὰρ κατὰ φύσιν ἰδίαν τὸ Θεῖόν ἐστι. Γέγραπται γάρ· "Θεὸν οὐδεὶς ἑώρακε πώποτε." Γινώσκεται δὲ πρὸς ἡμῶν κατά γε τὸ ἐφικτὸν, ἔκ 77.953 τε τῆς μεγαλουργίας καὶ τῆς ἀφράστου δυνάμεως καὶ ὑπερτάτης ὑπεροχῆς. ∆ιακηρύττει δὲ καὶ ἡ κτίσις αὐτόν· ψάλλει γοῦν ὁ ∆αβίδ· "Οἱ οὐρανοὶ δι ηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγ γέλλει τὸ στερέωμα." Ναὶ μὴν καὶ ὁ πάνσοφος Παῦ λος γέγραφε πε

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.