Logos 28 rem early
Rem early: Logos 28; festal historia and call to virtue.
Greek
ς, ὁ ὡς ἐκ φρενὸς ἀγρίας θρασεῖς ἀναβράττων λόγους (τετόλμηκε γὰρ εἰπεῖν "Ἕσομαι ὅμοιος τῷ Ὑψίστῳ"), τῆς ἑαυτοῦ δυστροπίας τὸν ζυγὸν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἐπιθεὶς, αὐτῷ προσκυνεῖν ἐκέλευε, καὶ ὥσπερ τινὶ πηλῷ καὶ πλινθείᾳ, ταῖς περὶ τήνδε τὴν σάρκα σπου δαῖς, ἀμίσθοις τε καὶ ἀνονήτοις περισπασμοῖς ἐγκεῖ σθαι προσέταττεν· ᾔδει γὰρ ὅτι πάντη τε καὶ πάντως εἰς ὄλεθρον καὶ ἀπώλειαν ἡ τῶν ἐπὶ γῆς πραγμάτων ἐκτελευτήσει φροντίς. Ἀλλ' ἐπέλαμψε τῷ κόσμῳ Χριστὸς, δι' οὗ καὶ ἐν ᾧ πᾶσα λύτρωσις, ὁ ἀμνὸς ὁ ἀληθινὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ἐξῃρή μεθα γοῦν διὰ τῆς αὐτοῦ θυσίας τῆς τοῦ πάλαι κρα τοῦντος πλεονεξίας, καὶ τῷ τῶν ὅλων παμβασιλεῖ καὶ Θεῷ τελοῦμεν τὴν ἑορτὴν, τῆς ἀρχαίας ἀπάτης τὸν ῥύπον, ὥσπερ τινὰ λήμην τῶν τῆς διανοίας ὀμ μάτων ἀπονιψάμενοι. Ἐπειδὴ δὲ, ὡς ἔφην, ἐν Χρι στῷ πάντες ἐκλελυτρώμεθα, "ἐσπείραμεν ἑαυτοὺς εἰς δικαιοσύνην, ἐτρυγήσαμεν εἰς καρπὸν ζωῆς," κατὰ τὴν τοῦ προφήτου φωνήν· ἐχόμεθα λοιπὸν ἐγκάρπου σπουδῆς. Ἔμμισθον ἱδρῶτα τετιμήκαμεν, κατορθοῦν σπουδάζοντες τὰ δι' ὧν ἄν τις εὐδοκιμή σειε παρά τε Θεῷ καὶ ἀνθρώποις. γ. Ταύτην εἶναί φαμεν τὴν ἐπὶ ταῖς Ἑβδομάσι καὶ θερισμῷ πυρῶν ἑορτὴν, ἀφιγμένοι τε λοιπὸν εἰς τοῦτο φαιδρότητος, καὶ ἁπάσης ἀρετῆς ἐν καλῷ γε γονότες, καὶ πολυειδοῦς εὐκαρπίας ταῖς ἑαυτῶν ψυχαῖς κατασωρεύοντες πλοῦτον, καὶ οἷον ἐν θησαυ ροῖς ἀποκλείσαντες (γέγραπται γὰρ, ὅτι "Τοὺς καρ ποὺς τῶν πόνων σου φάγεσαι"), τότε δὴ, τότε καὶ ἐν ταῖς ἄνω σκηναῖς καταλύσομεν, καὶ ληψόμεθα παρὰ Θεοῦ τὰς ἐν παραδείσῳ τρυφὰς, καὶ εἰς τὴν ἀρχαίαν ἐκείνην καὶ πολύευκτον ἀληθῶς εὐημερίαν ἀναβη σόμεθα, τὸν ἱδρῶτος δίχα καὶ πόνου παντὸς ἀμέτ οχον παντελῶς διαβιοῦντες βίον. Καὶ τούτου τύπος ἡ τρίτη τε καὶ ἐπὶ σκηναῖς ἑορτὴ, ὅτε καὶ κάλυντρα φοινίκων ἐδέχοντο, καὶ τοὺς ἑτέρους τῶν κλάδων, γράφοντος, οἶμαι, τοῦ τύπου τὰς ἐν παρα δείσῳ τρυφάς. Οὐκοῦν, ἀναβιβάσω γὰρ εἰς τὸ ἐν ἀρ 77.948 χαῖς τὸν λόγον· δεῖ γὰρ, ἔφη, Θεὸς τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ πᾶν ἄρσεν ὀφθῆναι ἐνώπιον αὐτοῦ. Εἶτα πῶς οὐκ ἄξιον τὴν αἰτίαν κατιδεῖν τοῦ θείου τε καὶ ἱεροῦ θεσπίσματος; Καίτοι τῶν ὅλων ἐστὶ δημιουργὸς ὁ ἐπὶ πάντας Θεὸς, καὶ τοῖς αὐτοῦ νεύμασι παρήχθη πρὸς ὕπαρξιν τὸ θῆλύ τε καὶ ἄρσεν γένος. Πῶς οὖν ἀπεσόβησε τὸ θῆλυ τοῦ ὀφθῆναι δεῖν ἐνώπιον αὐτοῦ, τό γε μὴν ἄρσεν τῆς οὕτω λαμπρᾶς καὶ περιφανοῦς εὐκλείας ἀξιοῖ; Φαμὲν οὖν, ὅτι τῆς κατὰ νόμον ἐντο λῆς ἡ δύναμις διὰ σκιᾶς καὶ τύπων εἰς τὴν τῆς ἀλη θείας ἡμᾶς ἀνακομίζει δύναμιν. ∆έχεται τοίνυν τὰ ἐμφανῆ καὶ ὁρώμενα τῶν νοητῶν εἰκόνας, οὕτω τε ἡμᾶς ἰσχναῖς καὶ ἀπεξεμμέναις ἐφίστησι θεωρίαις. Τὸ μὲν γὰρ θῆλυ γένος, ἀσθενὲς ἀεί πώς ἐστι καὶ διανοίᾳ καὶ σώματι· τό γε μὴν ἄρσεν, καθ' ἑκάτερον τῶν εἰρημένων εὐδοκιμεῖ, καὶ ἐν μοίρᾳ νοεῖται κρείτ τονι. Οὐκοῦν ὡς ἄρσεν τὸ ἐν ἀνδρίᾳ τῆ νοητῇ καὶ ἐν φρενὶ τῇ ἐζοφωμένῃ τιμᾶται γένος, καὶ δὴ καὶ πάρ εισιν ἐν ὄψει Θεοῦ, καὶ ἐπισκοπῆς ἀξιοῦνται τῆς παρ' αὐτοῦ. Γέγραπται γὰρ, ὅτι "Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν." Πλὴν ὅσαπερ ἂν εἶεν ἐν λόγῳ παρὰ Θεοῦ, ταῦτα τοῦ μηδε νὸς ἄξια παρά τε τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐ τοῦ, καὶ οὐκ ἔξω τοῦ χρῆναι τῆς παρ' αὐτῶν ὠμό τητος εἰς πεῖραν ἐλθεῖν. Ἐπιφυέται γὰρ ἁγίῳ παντὶ, καὶ τοῖς εὐανδρίαν ἔχουσι τὴν πνευματικὴν ἀγρίως ἐπιπηδᾷ· ἀστοχεῖ δὲ βάλλων ὁ δείλαιος· πάν τα γὰρ ἔξω φέρεται σκοποῦ τῆς ἐνούσης αὐτῷ δυσ τροπίας τὰ εὑρέματα. Ὅτι δὲ τὸ ἄρσεν πνευματι κῶς, οὐ μετρίως αὐτῷ προσκέκρουκε, καὶ λυπεῖ λίαν εὐδοκιμοῦν, ἐκ τῆς τοῦ πανσόφου Μωσέως εἰσό μεθα συγγραφῆς. Ἐπεβούλευε μὲν γὰρ ὁ ἀπόπλη κτος Φαραὼ τοῖς ἐξ αἵματος Ἰσραήλ. Ἐπειδὴ δὲ καὶ ἡ πληθὺς αὐτοῖς τοῦ γένους πέρα λοιπὸν ἀριθμοῦ παντὸς ἐξετείνετο, κατεδήχθη μὲν ἐπ' αὐτῷ δὴ τού τῳ, καὶ μάλα πικρῶς. Προσκαλεσάμενος δὲ, φησὶ, τὰς μαίας τῶν Ἑβραίων, ἐνετείλατο λέγων· "Πᾶν ἄρσεν ὃ ἐὰν τεχθῇ τοῖς Ἑβραίοις, εἰς τὸν ποταμὸν ῥίψατε, καὶ πᾶν θῆλυ, ζωογονεῖτε αὐτό." Περιτι θέντες δὲ πάλιν τὸ τοῦ Φαραὼ πρόσωπον τῇ θεομάχῳ τε καὶ ἀντικειμένῃ δυνάμει, τουτέστι, τῷ Σατανᾷ, φαμὲν, ὅτι τὸ εὐσθενὲς αὐτῷ καὶ πρός γε τούτῳ τὸ ἕμφρον μεμίσηται γένος, καὶ ἔστι πολεμιώτατον. Οὐ γὰρ ἂν ἀνάσχοιτο τῶν αὐτοῦ ζυγὸν, οὐδὲ μὴν ὑφ ήσει τὸν αὐχένα τοῖς ἀνοσίοις αὐτοῦ βουλεύμασιν. Ἀντ ανίσταται δὲ καὶ ἀντεξάγει νεανικῶς, παντευχίαν ἔχον τὴν νοητὴν, καὶ σπουδάσμασι τοῖς εἰς ἀρετὴν, τὴν οἰκείαν ἀεὶ καταφαιδρύνον ζωήν. Τὸ δέ γε θῆλυ, μαλθακὸν, ὡς ἔφην, ἐστὶν, ἄσοφόν τε καὶ ἀδρανές. καὶ ἀπειροπόλεμον, καὶ παρειμένας ἔχον τὰς χεῖρας, καὶ τοξεύειν οὐκ εἰδὸς, καὶ τοῖς ὅπλοις τῆς δικαιο σύνης ἐναρμόσασθαι μὴ δυνάμενον. Τοῦτο φιλεῖ καὶ προσίεται, καὶ αὐτῷ προσνένευκεν ὄλως· τιμᾷ γὰρ, ὡς ἔφην, τὸ ἄνανδρον καὶ ἀφιλόμαχον γένος. Οὐκοῦν, 77.949 καθά φησιν ὁ θεσπέσιος Μελῳδὸς, "Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον." Τίνα δὲ τρόπον καὶ τοῦτο κατορθώ σωμεν, διαδείξει λέγων ὁ Χριστοῦ μαθητής· "∆ιὸ ἀναζωσάμενοι τὰς ὀσφύας ὑμῶν τῆς διανοίας, νήφον τες τελείως, ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις· ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον, καὶ ὑμεῖς ἅγιοι ἐ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.