Festal Letters (Paschal Homilies) · §logos27-open

Festal Letters Logos 27 opening

Logos 27.

Paschal Logos 27: festal exhortation; theoria of the passion and resurrection.

Greek

ΛΟΓΟΣ ΚΖʹ. αʹ. Πάλιν ἡμᾶς ἐπὶ τὸν συνήθη θίασον καὶ τὴν πάναγνον ἑορτὴν ὁ λαμπρὸς τῶν ἁγίων συναγείρει χορὸς, καὶ τῷ πάντων Σωτῆρι Χριστῷ χαριστηρίους ᾠδὰς ἀναπέμπεσθαι δεῖν ἐπιτάττειν, λέγων· "Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.".Πάλαι μὲν γὰρ διὰ τοῦ πανσόφου Μωσέως τῆς ἐν Αἰγύπτῳ θητείας ὁ Ἰσραὴλ ἀπηλλάττετο. Τὰ δὲ λοιπὰ τῶν ἐθνῶν, τὰ ἐξ ἠοῦς εἰς δύσιν καὶ τὰ ἕτερα τῶν κλι μάτων, ἀνοσίῳ τυράννῳ κατεζευγμένα, φημὶ δὴ τῷ Σατανᾷ, καὶ ἀναπόβλητον ἔχοντα τῆς ἁμαρτίας τὸν ζυγὸν, ἀθλιότητος ἦν ἐπίμεστα τῆς ἐσχάτης. Ἐπει δὴ δὲ βεβασίλευκε Χριστὸς τῆς ὑπ' οὐρανὸν, τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπιφωνῶν τε καὶ λέγων· "Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς·" τῆς τοῦ πονηροῦ καὶ ἀποστάτου δαίμονος βδελυρίας ἀπηλλαγμένοι, καὶ τὰ πικρὰ τῶν δαιμόνων διαφυγόντες στίφη, μονον ουχὶ δὲ προτροπάδην ἀλλήλοις ἐπιβοῶντες, καὶ λέγοντες· "∆ιαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν·" θυμη δίας τε τῆς εἰς λῆξιν ἀναπιμπλάμενοι, τῆς σωτηρίας τὸν χορηγὸν, καὶ τὸν ἁπάσης αὐτοῖς εὐημερίας πρύ τανιν, ταῖς αὐτῷ πρεπούσαις εὐφημίαις καταγεραί ρουσιν, ἐκεῖνό τέ φασι, τὸ διὰ φωνῆς τοῦ θεσπε σίου ∆αβίδ· "Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος, ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ." ∆εξιὰν δὲ καὶ βραχίονα τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζουσι τὸν Υἱόν. ∆ι' αὐτοῦ γὰρ τὰ πάντα παρήχθη πρὸς γένε σιν, καὶ αὐτός ἐστιν ἡ πάντων ἰσχὺς, ἅτε δὴ καὶ ὑπάρχων τῶν δυνάμεων Κύριος, οὗτος ὁ μέγας καὶ ἀξιάγαστος, καὶ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ λόγου βραχίων τοῦ Θεοῦ καὶ Πατρὸς, ἔσωσεν αὐτῷ τὸ ἐπὶ γῆς δηλονότι γένος· δι' αὐτοῦ γὰρ τὴν καταλλαγὴν ἐσχήκαμεν, καὶ αὐτὸς ἡμᾶς προσεκόμισε τῷ Θεῷ καὶ Πατρί. Καὶ γοῦν ἔφασκεν ἐναργῶς, "Οὐδεὶς ἔρ χεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ." Οὐκοῦν ὡς προσημμένοι δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ, θείας τε φύ σεως γεγονότες μέτοχοι, καὶ γένος Θεοῦ χρηματίζον τες, καὶ τὸ λαμπρὸν τῆς υἱοθεσίας λαχόντες ἀξίωμα, μνημονεύσωμεν ἑνὸς τῶν ἁγίων ἀποστόλων, ὡδὶ γε γραφότος· "Εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπο λήπτως κρίνοντα, κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε· εἰ δότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ ἠλευθερώ θητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαρα δότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ." ∆εῖ δὴ οὖν ἄρα τοῖς τοῦ πράγ ματος θελήμασι τὸν τῆς διανοίας ὑπενεγκεῖν αὐχένα, καὶ τοῖς σωτηρίοις αὐτοῦ θεσπίσμασι κατακολουθεῖν ἐπείγεσθαι, καὶ μάλιστα νεανικῶς, "διακθαίροντας ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντάς τε τὴν ἁγιωσύνην ἐν φόβῳ Θεοῦ," καθὰ γέγραπται. βʹ. Ἅπας μὲν οὖν καιρὸς τοῖς ἐπιεικέσιν ἐπιτή δειος, εἴ[ς] γε τὸ δεῖν τὴν εὐαγῆ καὶ ἀμώμητον τῆς δικαιοσύνης ἰέναι τρίβον, καὶ εὐθὺ τῶν ἀρί στων φέρεσθαι σπουδασμάτων, ὅλοις ὥσπερ ἱστίοις εἰς τοῦτο διᾴττοντας· πρέποι δ' ἂν μάλιστα ταῖς εἰς τοῦτο ῥοπαῖς εὖ μάλα κατακαλλύνεσθαι, κα 77.932 τά γε, φημὶ, τὸν ἐνεστηκότα, εἴπερ ἐστὶν ἀναγ καῖον, ὡς ἔνι διεσμιγμένους, καὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασιν ἐκλελαμπρυσμένους, διελάσαι μὲν εἴσω τῶν ἱερῶν καταπετασμάτων, ὀφθῆναί τε οὕτω τῷ πανάγνῳ Θεῷ. Τὸ δὲ ἁμαρτεῖν καιροῦ καὶ τῶν παρ' αὐτοῦ, φαίην ἂν ἔγωγε, τοῖς αὐτὸ παθοῦσιν οὐκ ἀζήμιον. Τίς γὰρ ἐπαινέσει γηπόνον, εἰ μετὸν ἀροῦν, καίτοι καιροῦ νέμοντος αὐτῷ τοῦτο δρᾷν, ἀφιλεργήσας ὁρῷτο, καὶ τὸν ἀδρανῆ καὶ ἄμισθον ἀγαπήσας ὄκνον; Ἢ ποῖος οὐκ ἔσται πλωτῆρσιν ὁ μῶμος, εἰ τῶν ἐξ οὐρίας πνευμάτων ὀλιγωρήσαντες, εἶτα παρηβήσαντος τοῦ καιροῦ, ἐξώρου τε ἤδη τοῦ δύνασθαι πλεῖν γεγονότος, ζητεῖν ἕλοιντο παρὰ τὸ εἰ κὸς ἐκεῖνά που πάντως, ὧν ἐξ ἀμαθίας ἐστέρην ται; Οὐκοῦν, καθὰ καὶ ὁ πάνσοφος γράφει Παῦλος, "Ἕως καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας." Ἐπισφαλὲς γὰρ τὸ ῥᾴθυμον, καὶ οὐκ ἂν ἁμάρτοι τἀληθοῦς, εἴπερ τις ἕλοιτο, ὡς ἔστι τὸ χρῆμα πάντη τε καὶ πάντως ὀλέθρου πρόξενον. Γέγραπται γὰρ, ὅτι "Οὐαὶ οἱ ποιοῦντες τὸ ἔργον Κυρίου ἀμελῶς." Εἰ δὲ καὶ αὐτὸ τὸ δρᾷν οὐκ ἀζή μιον, εἰ μὴ τελοῖτο μετὰ σπουδῆς, ποία τις ἕψεται δίκη τοῖς εἰς ἅπαν ἀπονενευκόσιν ἐπὶ τὸ μὴ βούλε σθαι δρᾷν αὐτό; Φέρε τοίνυν, ὡς γοῦν ἔφη τις τῶν τοῦ Σωτῆρος μαθητῶν, "Ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ," μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέ σαντα ὑμᾶς ἅγιον, καὶ αὐτοὶ ἅγιοι

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.