Logos 26 rem close
Rem CLOSEOUT: Logos 26 CLOSEOUT.
Greek
βούλησιν ἡττᾶσθαι τῷ φθόνῳ τοῦ σκολιοῦ καὶ ἀρχεκάκου δράκοντος· ἁδρο τέραν δὲ μᾶλλον τῆς ἐκείνου σκαιότητος ἀναφαίνε σθαι. ∆ιὰ τοῦτο ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ μονογε νὴς τοῦ Θεοῦ Λόγος, καὶ αὐτὸς τὰ πάντα ζωογονῶν, καθῆκεν ἑαυτὸν, ὡς ἔφην, ἐν τοῖς καθ' ἡμᾶς, καὶ τὴν ἡμῶν ἠμπέσχετο σάρκα, ἵνα σὰρξ γένηται ζωῆς, καὶ ἀτονήσῃ λοιπὸν τῆς τοῦ διαβόλου δυστροπίας τὸ κέντρον, μητέρα θανάτου τοῖς ἐπὶ τῆς γῆς ἀνευ ρόντος τὴν ἁμαρτίαν. ∆ύο τοιγαροῦν ἐν αὐτῷ κατώρ θωκεν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος γενόμενος ἄν θρωπος. Ἀπεσόβησε μὲν γὰρ τῶν ἀνθρωπίνων σω μάτων, ὃν οὐ πεποίηκεν αὐτὸς, ἐπισυμβάντα δὲ μᾶλ λον ἐκ τῆς ἁμαρτίας θάνατον. Γέγονε δὲ καὶ εἰς 77.925 πάντας ἡμᾶς ἐλεήμων ἀρχιερεύς. Τί οὖν ἄρα φαίη τις ἄν; Οὐ γὰρ ἦν ἐλεήμων ὡς Θεὸς, καὶ πρὶν γε νέσθαι καθ' ἡμᾶς; Καίτοι πῶς οὐκ ἀγαθὸς κατὰ φύσιν, μᾶλλον δὲ αὐτόχρημα τὸ ἀγαθὸν νοοῖτ' ἂν εἰ κότως, ὁ τῆς ἀνωτάτω φύσεως οὐσιώδης καρπός; Ἆρ' οὖν ἐκ τοῦ μὴ εἶναι κατὰ φύσιν ἀγαθὸς, μετα πεφοίτηκεν εἰς αὐτό; Καίτοι πῶς ἂν οὐκ ὄφλοι γέ λωτα ταῦτα ἔχειν ὀρθῶς, εἰ διενθυμοῖτό τις; Γέγονε δὲ εἰς ἡμᾶς ἐλεήμων ἀρχιερεὺς κατὰ τοιόνδε τινὰ τρόπον. Ὁ μὲν γὰρ δι' ἀγγέλων λαληθεὶς νόμος τοῖς ἐξ Ἰσραὴλ, τοὺς ταῖς παραβάσεσιν ὑποπίπτοντας ἀποτιννύναι δίκας, καὶ τοῦτο ἀμελλητὶ προστέταχε· καὶ μαρτυρήσει γράφων ὁ πάνσοφος Παῦλος· "Ἀθε τήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυ σὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει." Ἦ[ν] οὖν ἀμελέ τητον καὶ ἀνεπιτήδευτον παντελῶς τοῖς κατὰ νόμον ἱερατεύουσι, τὸ κατοικτεῖραί τινας τῶν ἁλόντων ἐπὶ ῥᾳθυμίαις. Γέγονε δὲ Χριστὸς ἐλεήμων ἀρχιερεύς. Οὐ γὰρ ἐζήτησε δίκας τοὺς ἐπὶ τῆς γῆς τῶν ἡμαρτημένων· δεδικαίωκε δὲ μᾶλλον ἅπαντας χά ριτι καὶ οἰκτιρμοῖς. Καὶ προσέτι τούτῳ πνευματικοὺς ἀπέφηνε προσκυνητὰς, λαμπράν τε καὶ ἐναργῆ πα ραστήσας ἡμῖν τὴν ἀλήθειαν, τουτέστι, τὸν ἀληθῆ τῆς εὐζωΐας τρόπον. Ὃς διά γε εὐαγγελικῶν κηρυγ μάτων, εὖ μάλα κατασημαίνεται, καὶ οὐ ταῖς Μω σέως ἐπιτιμήσας ἐντολαῖς, ἤγουν ἀνατρέψας τὰ πά λαι τεθεσπισμένα, παρέδειξε τὴν ἀλήθειαν· ἀποσα λεύσας δὲ μᾶλλον τὴν τοῦ νομικοῦ γράμματος σκιὰν, καὶ μεθιστὰς τοὺς τύπους εἰς τὴν ἐν Πατρὶ καὶ ἀληθείᾳ προσκύνησιν καὶ λατρείαν. Τοιγάρτοι καὶ ἔφασκεν ἐναργῶς· "Μὴ νομίσητε ὅτι ἦλθον καταλῦ σαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦ σαι, ἀλλὰ πληρῶσαι. Λέγω γὰρ ὑμῖν, ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως πάντα γένηται." Τὸ δὲ δὴ τοὺς τύπους μετακομίζειν εἰς ἀλήθειαν, οὐ καταλύοντος ἦν αὐτούς· ἀποπεραί νοντος δὲ μᾶλλον, εἴπερ ἐστὶν ἀληθὲς ὡς οἱ ζω γραφεῖν εἰδότες, ὅτε ταῖς πρώταις σκιαῖς τὸ τῶν χρωμάτων πολυειδὲς ἐπαλείφουσιν, οὐκ ἀναιροῦσιν αὐτὰς, ἄγουσι δὲ μᾶλλον εἰς ὄψιν ἐμφανεστέραν. Τοιοῦτόν τι πέπραχεν ὁ Χριστὸς, τὸ παχὺ τῶν τύ πων κατισχνῶν εἰς ἀλήθειαν. Ἀλλ' οὐ συνῆκεν ὁ Ἰσραὴλ τὸ μυστήριον, καίτοι καὶ νόμου καὶ προφη τῶν πολυτρόπως αὐτὸ προηγορευκότων. Καὶ αὐτοῦ δὲ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ διὰ μυρίων ὅσον ἀποτελεσμάτων ἐννοεῖν ἀναπείθοντος, ὅτι εἰ καὶ πέφηνεν ἄνθρωπος οἰκονομικῶς δι' ἡμᾶς, ἀλλ' οὖν ἐστι καὶ οὕτως ὃ ἦν, Θεὸς δηλονότι. ∆ιὰ τοῦτο, καὶ τὰ πέρα μέτρου τοῦ καθ' ἡμᾶς ἀπετέλει, καὶ θεο πρεπῶν ἥπτετο μεγαλουργημάτων; νεκροὺς ἀνιστὰς ἐκ μνημάτων, ὀδωδότας ἤδη καὶ διεφθαρμένους· τυφλοῖς ἐνιεὶς τὸ φῶς, ὡς ∆ημιουργός· πνεύμασιν ἀκαθάρτοις μετ' ἐξουσίας ἐπιτιμῶν· νεύματι λεπροὺς ἀπαλλάττων τοῦ πάθους. Ἕτερά τε πρὸς τούτοις 77.928 ἀποτελῶν, ἅπαντός ἐστιν ἐπέκεινα καὶ λόγου καὶ θαύ ματος. Τοιγάρτοι καὶ ἔφασκεν· "Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πι στεύετε." Ἀλλ' ἦν καὶ οὕτω σκληρὸς καὶ ἀτερά μων ὁ Ἰσραὴλ, θρασὺς καὶ ἐξήνιος καὶ ἀπαιδαγώ γητος παντελῶς· καίτοι γὰρ δέον ἀμελλητὶ πι στεύειν αὐτῷ, γαῦρον ἀνατείναντες τὸν αὐχένα, λοι δορίαις ἔβαλ[λ]ον, καὶ μέχρι παντὸς διετέλεσαν ἀτιμά ζοντες, καὶ τελευτῶντες ἐσταύρωσαν. Ἦν μὲν οὖν ἐθελοντὶ μὴ παθεῖν, τοὺς τῶν Ἰουδαίων ἀμογητὶ δι εκδῦναι βρόχους· πῶς γὰρ ἥλω Θεὸς, ὡς ἀνθρω πίνης ἰσχύος μειονεκτούμενος; Ἐπειδὴ δὲ τὸ πα θεῖν λύσις ἦν θανάτου καὶ φθορᾶς (οὐ γὰρ ἂν ἐνικήθη θανάτῳ τὸ σῶμα τῆς ζωῆς), ἀφῆκεν ἑκὼν ἰσχύσαι βραχὺ τὰ τῶν Ἰουδαίων τολμήματα Ἵνα τῷ θανάτῳ προσβαλὼν, καὶ ἀναστὰς ἐκ νεκρῶν, ὁδὸς καὶ θύρα γένηται τῇ ἀνθρώπου φύσει πρός γε τὸ δύνασθαι καταθλεῖν αὐτῷ. Ἀνεβίω γὰρ, καὶ ἀνέβη πρὸς τὸν Πατέρα, πρωτόλειον ἀνθρωπότητος ἀνανεωθείσης εἰς ἀφθαρσίαν. Οἱονεί πως ὑπὲρ ἡμῶν ἑαυτὸν πα ραστὰς, καὶ ἔστι τῷ γεννήσαντι σύνεδρος. Ἥξει τε κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἵνα κρίνῃ τὴν οἰκουμένην. "Τοὺς γὰρ πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κο μίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον." δʹ. Οὐκοῦν ὡς παραστησόμενοι κατὰ καιροὺς τῷ πάντων κριτῇ, διὰ πάσης ἀγαθουργίας τὰς ἑαυτῶν καταφαιδρύνωμεν ψυχὰς, ἀποσχώμεθα φιλοσαρκίας καὶ ῥύπων σωματικῶν, ἀναλάβωμεν σπλάγχνα οἰ κτιρμοῦ, τοῖς δεομένοις ἐπικουρήσωμεν, ἐλεήσωμεν ὀρφανοὺς, ἀνακτησώμεθα χήρας· τοὺς ἐν ἀῤῥωστίαις ἐπισκεψώμεθα, τοὺς ἐν δεσμοῖς καὶ ἀνάγκαις· με λετήσωμεν ἀοργησίαν· κατορθώσωμεν ἀνεξικακίαν, πραότητά τε καὶ ἡμερότητα, καὶ ἁπαξαπλῶς πᾶν εἶδος ἀρετῆς. Οὕτω γὰρ τὴν ἁγίαν καὶ πάναγνον ἐπιτελέσομεν ἑορτὴν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσ σαρακοστῆς, ἀπὸ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ πέμπτης καὶ εἰκάδος τοῦ Φαμενὼθ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ τριακάδι τοῦ αὐτοῦ Φαμενὼθ μη νὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτῳ, κατὰ τὴν εὐαγγελικὴν παράδοσιν· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυ ριακῇ τῇ νουμηνίᾳ τοῦ Φαρμουθὶ μηνὸς, συνάπτον τες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντη κοστῆς· ἵνα καὶ τὸν καιρὸν τῆς ἀνέσεως καθάπερ εἰκόνα τινὰ τῆς τῶν ἁγίων ἐν οὐρανοῖς ἀναπαύλης λογιζόμενοι, τῆς αὐτῶν ἀξιωθῶμεν κοινωνίας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύ ματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.