Festal Letters (Paschal Homilies) · §logos26-open

Festal Letters Logos 26 opening

Logos 26.

Paschal Logos 26: festal exhortation; theoria of the passion and resurrection.

Greek

ΛΟΓΟΣ Κϛʹ. αʹ. Κεχρήσομαι πάλιν ταῖς τοῦ πανσόφου Παύλου φωναῖς, καὶ δὴ καὶ ἐρῶ τοῖς ἐν πίστει δεδικαιωμέ νοις, καὶ ἡγιασμένοις ἐν πνεύματι· "Χαίρετε ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε, τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις·" καιρὸς καρτε ρίας καὶ ὑπομονῆς· καιρὸς ἐξαιρέτων ἀνδραγαθη μάτων, καὶ νοητῆς εὐανδρίας. Εἰσελαύνει γὰρ πάλιν τῆς ἁγίας ἡμῶν ἑορτῆς ὁ καιρός. Σεπτῆς δηλονότι καὶ πανάγνου νηστείας προανισχούσης αὐτοῦ· ἵνα τὴν εὐκλεᾶ καὶ εὐδόκιμον κατορθοῦντες ζωὴν, καὶ διὰ πόνων ἀγαθῶν τοὺς ἐκ τῆς ἁμαρτίας μολυσμοὺς ἀποτριβόμενοι, ἁγίους καὶ ἀμώμους ἑαυτοὺς παρα στήσωμεν τῷ Χριστῷ, μονονουχὶ βοῶντας, καὶ λέ γοντας· "Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγα θόν ἐστιν." Οἶμαι δὲ δεῖν τοὺς, οἵπερ ἂν εἶεν τῆς εὐαγγελικῆς εὐζωΐας ἐπιστήμονες, καὶ τῶν τοῖς ἁγίοις ηὐτρεπισμένων γερῶν ἐρασταὶ, προθυμίαις τισὶν ἀμάχοις ἐκτεθηγμένους πρὸς τοῦτο ἰέναι, τὸν ἀδρανῆ καὶ ἄμισθον διαῤῥιπτοῦντας ὄκνον, τῆς ἑαυ τῶν διανοίας ὡς ἀπωτάτω, καὶ οἷον ἐῤῥῶσθαι φρά σαντας ταῖς ἀνοήτοις ἀφιλεργίαις. Οὐ γάρ τοι βά σιμα τὰ ἐξαίρετα τῶν πραγμάτων τοῖς νενευκόσιν ἐπὶ τὸ ῥᾴθυμον· οὔτε μὴν ἁλώσιμα τὰ παρὰ Θεοῦ. Φιλεῖ γὰρ ἱδρῶτας ἡ ἀρετὴ, καὶ τρίβον λαχοῦσα τὴν εὐθὺ φέρουσαν αὐτῆς, σκληρὰν καὶ ἀνάντη τοῖς τλη παθεῖν ἑλομένοις, ψιλήν τε αὐτὴν καὶ εὐήλατον ἀπο φαίνει, τὸ εὐδοκιμεῖν ὅτι μάλιστα πεφυκὸς σαγη νεύουσα γένος καὶ καλοῦσα πρὸς ἑαυτὴν, ἀπο σοβοῦσα δὲ ὥσπερ τὸ ἀφιλεργὲς καὶ ἀφιλοπόλεμον. Ἐρᾷ γὰρ, ὡς ἔφην, τῶν ἐξειλεγμένων. Τοιοῦτόν τι καὶ ὁ προφήτης φησίν· "Εὐθεῖαι αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς." Οὐκοῦν, ὡς ὁ θεσπέσιος γράφει Παῦλος, "Τοῦ λοιποῦ ἐνδυναμοῦσθε ἐν Κυ ρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ· ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. ∆ιότι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκρά τορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις· διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι." Ὥσπερ γὰρ ἡ βαρβάρων χώρα γείτονά τε καὶ ὅμορον οἰκοῦντες πόλιν, οἱ μέν τινες εἶεν ἐμπει ροπόλεμοι, καὶ τῶν τακτικῶν ἐπιστήμονες, ὀλίγου παντελῶς ἀξιοῦσι λόγου τὰς ἐκείνων ἐμβολάς· ἥτ τους δὲ ὄντες τοῦ χρῆναι πονεῖν, καὶ ἀντεξάγειν ἀνδρικῶς τοῖς καταδῃοῦν ᾑρημένοις, ἑτοιμοτάτῃ κεί σονται θήρᾳ· οὕτω καὶ οἱ τῆς ἐν νόμῳ ζωῆς ἐπιμελη ταί· ὧν εἰσι μὲν ἐγγὺς οἱ μαχόμενοι. Πλεῖστοι γὰρ οὗ τοι καὶ πικροί. Ἀλλ' οἵ γε τὸν νοῦν ἔχοντες ἐῤῥωμένον, καὶ οἷά τινα παντευχίαν πνευματικὴν τὴν εἰς Χρι 77.916 στὸν εὐσέβειαν ἐναρμοσάμενοί τε καὶ ἀντεξάγοντες, ἀμείνους μὲν ἔσονται τῆς ἐκείνων σκαιότητος. Ἄτρωτον δὲ καὶ ἀπλῆγα τὴν ἑαυτῶν καρδίαν τηρή σαντες, χαριστηρίους ᾠδὰς ἀνάψουσι τῷ Χριστῷ, λέγοντες· "Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανιστα μένους ἡμῖν." Χριστοῦ τοιγαροῦν συνασπίζοντος τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ εἰς εὐτολμίαν ἁγιοπρεπῆ καταθήγοντος τοὺς τοῖς εὐαγγελικοῖς θεσπίσμασιν ἕπεσθαι δεῖν ᾑρημένους, καταθλήσωμεν τῆς σαρκὸς, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ· μνη μονεύσωμεν τῆς θείας λεγούσης Γραφῆς, "Πορνεία δὲ, καὶ ἀκαθαρσία πᾶσα, καὶ πλεονεξία μηδὲ ὀνομα ζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις. Καὶ αἰσχρότης, καὶ μωρολογία ἢ εὐτραπελία, ἂ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία. Τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἣ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ." Καὶ πάλιν· "Ἆρ' οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῇν. Εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. Ὅσοι γὰρ πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσι." Γραφόμεθα γὰρ ἐν τέκνοις Θεοῦ, τῆς ἐν Χριστῷ πολιτείας τὸ κάλλος ταῖς ἑαυτῶν διανοίαις εἰσ οικισάμενοι, καὶ διὰ τῶν εἰς εὐσέβειαν σπουδασμάτων πρὸς αὐτὸν εὖ μάλα διαμορφούμενοι. Ὅτε τοίνυν ἡμῖν οἱ τῆς ἀκηράτου φύσεως χαρακτῆρες ἐλλάμ πουσι, γεγράμμεθα δὲ καὶ ἐν τέκνοις Θεοῦ, καὶ ἀδελ φότητα πεπλουτήκαμεν, τὴν πρός γέ φημι τὸν τῶν ὅλων παμβασιλέα Χριστὸν, αὐτῷ τὴν οἰκείαν καθ ιεροῦντες ζωὴν, φαιδροὶ διαμένωμεν. Ἐσόμεθα γὰρ οὕτω θιασῶται γνήσιοι, πανηγυρ[ι]άρχην ἕχοντες αὐ τόν. Καὶ εἴπερ ἐσ

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.