Logos 25 rem close
Rem CLOSEOUT: Logos 25 CLOSEOUT.
Greek
ὐρανὸς ἐπακούσεται τῇ γῇ, καὶ ἡ γῆ ἐπακούσεται τὸν σῖ τον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον." Ἀλλὰ καὶ δι' ἑτέρου προφήτου πάλιν· "∆οκιμάσατε δὴ ἐν τούτῳ, λέγει Κύριος παντοκράτωρ. Ἐὰν μὴ ἀνοίξω ὑμῖν τοὺς καταῤῥάκτας τοῦ οὐρανοῦ, καὶ ἐκχεῶ ὑμῖν τὴν εὐλογίαν μου, ἕως τοῦ ἱκανωθῆναι," τουτέστιν, ἐμ πλησθῆναι καὶ σχεῖν ἱκανῶς. Οὐκοῦν "∆εῦτε προσ κυνήσωμεν, καὶ προσπέσωμεν αὐτῷ," καθά φησιν ὁ θεσπέσιος Μελῳδὸς, "καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς." Αἰτήσωμεν παρ' αὐτοῦ τὸ ἐξ ἡμερότητος ἔλαιον. Μεταστήσωμεν τὰς ἑαυτῶν καρ δίας ἐπὶ τὸ δρᾷν ἐθέλειν τὰ ἀγαθά. Καὶ γὰρ εἰσί πως καὶ ἀπροφάσιστα παντελῶς τὰ τῆς ῥᾳθυμίας ἐγκλήματα. Αὐτὸς γὰρ ἡμῖν ἐξ οὐρανῶν ἐπέφανεν ὁ 77.912 Υἱὸς, καὶ παιδευτὴν ἐλάχομεν τὸν καταφωτίζοντα μὲν οὐρανοὺς, καταφαιδρύνοντα δὲ καὶ αὐτὰς τὰς ἄνω δυνάμεις. Θεὸς γὰρ ὢν φύσει, καὶ ἐκ Θεοῦ πεφηνὼς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, μετέσχεν αἵματος καὶ σαρκὸς, καὶ ἐνηνθρώπησεν οἰκονομικῶς, ἵν' ἡμᾶς ἀποφήνῃ καὶ ἀρετῆς ἁπάσης ἐπιστήμονας, καὶ ἀρί στων σπουδασμάτων ἐπιμελητὰς, καὶ τῆς ἀληθοῦς θεογνωσίας γεγονότας ἐν καλῷ. Ἐπειδὴ γὰρ ἄοπτος παντελῶς καὶ ἀόρατος ἡ θεία φύσις ἐστὶ, καὶ ἀπρόσ βλητον ἔχει τὴν δόξαν "(Φῶς γὰρ ἀπρόσιτον οἰκεῖ," κατὰ τὴν τοῦ Παύλου φωνὴν), τῆν ἡμῶν ἠμπέσχετο σάρκα, καὶ τοῖς ἀνθρώποις συνανεστράφη τοῖς τῆς ἀνθρωπότητος μέτροις συγκαθιστάμενος μετὰ τοῦ μεῖναι ὃ ἦν, καὶ ἀπήρξατο μὲν τῶν ἱερῶν θεσπισμά των παρά γε τοῖς ἐξ αἵματος Ἰσραήλ. Ἦσαν γὰρ αὐτῶν αἱ ἐπαγγελίαι. Ἐπειδὴ δὲ γεγόνασι σκληροὶ καὶ ἄτεγκτοι, καὶ πολὺ νοσοῦντες τὸ ἐξήνιον, εἶτα τε λευτῶντες ἐσταύρωσαν, ἀποπεφοίτηκεν αὐτῶν, καὶ ταῖς τῶν ἐθνῶν ἀγέλαις ἑαυτὸν ἐχαρίσατο. Ἦν μὲν γὰρ οὐκ ἀμήχανον αὐτῷ τὸ μὴ ἀνασχέσθαι παθεῖν. Ἐπειδὴ δὲ τὴν τῶν νεκρῶν ἀναβίωσιν ἡμῖν ἐπηγγεί λατο, φορητὸν ἐποιήσατο τὸ παθεῖν· ἵνα πατήσας τὸν θάνατον, καὶ ἀναστὰς ἐκ νεκρῶν, "ἀπαρχὴ γέ νηται τῶν κεκοιμημένων," καὶ ἀραρότως πιστεύω μεν, ὅτι καταλύσει τὴν φθορὰν, καὶ τῶν ἡμετέρων ἀποσοβήσει σωμάτων τοῦ θανάτου τὴν ἔφοδον, ζωὴ κατὰ φύσιν ὑπάρχων καὶ ζωοποιὸς, ὡς Θεός. Ἵνα δὲ πρὸς τούτῳ καὶ αὐτὴν ἡμῖν ἀποφήνῃ βάσιμον καὶ εὐήλατον τὴν εἰς τὰ ἄνω τρίβον, ἀνέβη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκὸς ἐψυχωμένης νοερῶς. Καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Πατρὸς, πᾶσαν ὑπὸ πόδας ἔχων τὴν κτίσιν, ἐπ έκεινα παντὸς γενητοῦ, καὶ ἐν κυριότητι φυσικῇ. Καὶ ἀκατάσειστον τὴν βασιλείαν ἔχων, ἥξει τε κατὰ καιροὺς "ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγ γέλων, ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ," καθὰ γέγραπται. Ὡς οὖν ἀπολογεῖσθαι μέλλοντες τῷ κριτῇ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Κατορθώσωμεν πάντα τρό πον ἐπιεικείας. Τὴν δικαιοσύνην ἀγαπήσωμεν, τὴν ἀγάπην, τὴν ἐγκράτειαν, τὴν φιλαλληλίαν, τὴν φιλο πτωχίαν. Ἐλεήσωμεν ὀρφανοὺς, χήρας δάκρυον ἀνα κόψωμεν, ἐπισκεψώμεθα δεσμίους. Ἀῤῥωστοῦντας ἀνακτησώμεθα ταῖς φιλοφροσύναις, καὶ ἁπαξαπλῶς, πᾶν εἶδος ἀρετῆς κατορθοῦν σπουδάσωμεν. Οὕτω γὰρ, οὕτως εὐαρεστήσομεν τῷ πάντων ἡμῶν Σωτῆρι Χρι στῷ. Ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ πέμπτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ δεκάτης τοῦ Φαρμουθὶ μηνὸς, καταπαύοντες μὲν τὰς νηστείας τῇ πέμπτῃ καὶ δεκάτῃ τοῦ αὐτοῦ μηνὸς, ἑσπέρᾳ βαθείᾳ σαββά του, κατὰ τὴν εὐαγγελικὴν παράδοσιν· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ ἑκκαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Ἵνα καὶ τοῦτον τὸν καιρὸν ὀρθῶς καὶ μετ' εὐσεβείας διαδραμόντες τῆς τῶν ἁγίων ἀξιωθῶμεν κοινωνίας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί.
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.