Logos 7 rem mid
Rem mid: Logos 7; lemma continues; spiritual reading with the letter.
Greek
ν ἄρκτων, καὶ λεόντων 77.544 φείδονται λέοντες. Ὁ δὲ τούτων ἁπάντων ἡγεμονίαν λαχὼν, ὁ φρονήσει καὶ λογισμῷ πρὸς ἕκαστα πηδα λιουχούμενος ἄνθρωπος, εἰς ἐσχάτην ἀβουλίαν οὐκ αἰσθάνεται πεσών. Ἀνδρείας μὲν γὰρ ὑπόληψιν τὸν ἀνήμερον ἡγεῖται τρόπον· καὶ τὸ πολὺ πρὸς ἀγριό τητα βλέπειν, δόξαν ἡγεῖται περιφανῆ· οὐ τὴν κοι νὴν αἰδούμενος φύσιν, οὐ τὸν κτίσαντα τιμῶν, οὐχ ἕτερόν τι τῶν, ὅσα συνάγει πρὸς σώφρονα λογισμὸν, ἐννοῶν· ἀλλ' ἐφ' οἷς ἔδει μᾶλλον ἐρυθριῶντα θρη νεῖν, ἐπὶ τούτοις ἀπαιδεύτως μεγαλαυχούμενος, ἵνα δικαίως εἴπῃ μὲν ὁ Παῦλος· "Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν." Ὁ δέ γε μακάριος προφήτης ἀπο θαυμάζων, λέγει· "Οὐχὶ Θεὸς εἷς ἔκτισεν ἡμᾶς; Οὐχὶ Πατὴρ εἷς ἁπάντων ἡμῶν; Τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὑτοῦ;" Πάντες μὲν γὰρ ὅσοι τὸν περίγειον τοῦτον οἰκοῦμεν χῶρον, ἑνὸς ἐκπεφυκότες πατρὸς εὑρισκόμεθα. Εἷς γὰρ ὁ τοῦ γένους ἡμῶν ἀρχ ηγέτης Ἀδάμ· εἷς δὲ ἡμᾶς ἔκτισε Θεός· οὐχ ἵνα καθ' ἑαυτῶν μεριζώμεθα καὶ διχονοῶμεν, ἀλλ' ἵνα μᾶλλον ὡς ἀπὸ μιᾶς ἀναβλαστήσαντες ῥίζης, καὶ φυσικοῖς τισιν ἀγάπης ὁλκοῖς εἰς φιλαλληλίαν σφιγγόμενοι, τὰς παρὰ φύσιν μανίας παραιτώμεθα, καὶ τὴν ἀδελφοκτόνον ὀργὴν ἔξοικον τῆς ἑαυτῶν διανοίας ποιησώμεθα. βʹ. Καὶ ταῦτά φαμεν ἀρτίως πρὸς ὑμᾶς δὴ μάλιστα τοὺς, ὅσοι τὴν Αἰγυπτίων νέμεσθε χώραν. Ἔδει γὰρ, ἔδει, πατέρας ὄντας πνευματικοὺς, μὴ ἀνουθετή τους ἐᾷν, ἀλλ' ὡς τέκνα χειραγωγεῖν ἐπὶ τὰ συμφέ ροντα καὶ τὴν σύννομον πολιτείαν. Θρύλλοι τοιγαρ οῦν ὡς ἡμᾶς ἀφικνοῦνται δεινοὶ, τὰ πάντων αἴσχι στά τε καὶ χαλεπώτατα τολμᾶσθαι παρά τινων παρ' ὑμῖν ἀπαγγέλλοντες. Νεανίαι γὰρ, ὥς φασι, ταῖς τῶν σωμάτων εὐρωστίαις ἐπιθαρσήσαντες, καὶ τὴν ἐκ τῆς νεότητος χρείαν ἐφ' ἃ μὴ προσῆκεν ἀβουλό τατα παρατρέποντες, ἀνημέρῳ μὲν ξίφει τὴν δεξιὰν ἐξοπλίζουσι, ῥοπαληφορεῖν δὲ διδάσκουσιν, ἀγριώτε ρον ἤπερ ὁ τῆς ἐπιχωρίου συνηθείας δίδωσι νόμος, Εἶτα τοῦ σώματος τὴν ἀκμὴν εἰς ἀνόσιον δαπανῶσι σπουδήν. Ἢ γὰρ ὀργῆς ἀφορμὰς κατὰ τῶν ὁμόρων συλλέγουσι, καὶ τοῖς γείτοσιν ἀλογώτερον ἐπιμαί νονται, ἢ χρημάτων ἀλλοτρίων τὴν ἐπιζήμιον ἀγαπῶν τες ἄφεσιν, ἑαυτοὺς οὐκ αἰσθάνονται βρόχοις ἀφύ κτοις ἐγκατασειροῦντες, θανάτῳ δὲ καὶ κινδύνοις ὑπο τιθέντες πικροῖς. Οὕτω γὰρ γέγραπται· "Παρανο μίαι ἄνδρα ἀγρεύουσι· σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρ τιῶν ἕκαστος σφίγγεται." Ἀλλ', ὦ τεκνία, κατὰ τὸν 77.545 Παῦλον· μεγάλῃ γὰρ ἤδη διαμαρτύρομαι τῇ φωνῇ· "Νουθετεῖτε τοὺς ἀτάκτους, παιδαγωγεῖτε" τοὺς ἐξ ἀχαλίνου νεότητος πρὸς ἀβουλίαν ἔτι πλεονεκτουμέ νους, οἷς καὶ αὐτὸς ἤδη φημί· Καταλήγετε τῶν τοιούτων πλεονεκτημάτων· παύσασθε λυποῦντες καὶ καθ' ἑαυτῶν παροτρύνοντες τὸν ἁπάντων βασιλέα καὶ Κύριον, καὶ τῆς μὲν χειρὸς τὸ μιαιφόνον ἀποτινά ξατε ξίφος, τῆς δὲ διανοίας τὴν ἄδικον τῶν ἀλλοτρίων ἐπιθυμίαν ἀποσείσασθε. Ἀνακόψατε τὰς ἐπ' ἀλλή λοις ὁρμάς· συστείλατε τὸν θυμόν· παύσασθε τῶν ἀνοσίων ἐπιχειρημάτων. Μὴ κατ' ἐκεῖνον ὁρᾶσθε τὸν Καῒν, τὸν ἀδελφοκτόνον φημὶ, τὸν ἀνήμερον, τῆς ἐφ' αἵματι δυσσεβείας τὸν διδάσκαλον. Ἀλλ' ἐκείνῳ μὲν ὁ πάντων ἔφη ∆ημιουργός· "Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς." ∆ιατρέχει δὲ εἰς πάντας τοὺς ὁμοτρόπους ὁ λόγος. Ἀκουέτω γὰρ ἕκαστος τῶν τὰ τοιαῦτα τολμώντων, καὶ νῦν οὐδὲν ἧττον βοῶντος τοῦ Θεοῦ· "Φωνὴ αἵματος τοῦ ἀδελ φοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς." Ἀλλ' ὥσπερ ἐκεί νῳ πάλιν ἐλέγετο· "Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς," οὕτω καὶ ἑκάστῳ τῶν τοιούτων ἐρεῖ πάλιν ὁ τῆς ἀγάπης Θεός. Τί γὰρ τοῦ παρανομοῦντος δειλό τερον; ἢ ποῖος αὐτὸν οὐ καταπτοεῖ λόγος; τίνος δὲ οὐ καταφρίττει καὶ μόνον ὁρῶν εἰς ἑαυτὸν τετραμ μένον τὸ βλέμμα; Ἔσω γὰρ ἀεὶ καὶ καταπίπτει τὸ συνειδὸς, τοῖς εἰς ἁμαρτίαν ἐλέγχοις ἀπονευρούμε νον. "∆ίκαιος μὲν γὰρ ὥσπερ λέων πέποιθε," καὶ πρὸς ἅπασαν ἀγαθοεργίαν ἐλευθέρῳ τῷ συνειδότι μαρτυρούμενος, πάσης αἰτίας καταθρασύνεται. Ψυ χῆς δὲ φιλαμαρτήμονος τὸ χεῖρον εἰς ἀνανδρίαν οὐ δέν. Οὐκοῦν, ἵνα κατὰ τὸν προφητικὸν εἴπωμεν λό γον· "Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὑτῶν· θρηνήσατε, πάντες οἱ πίνοντες οἶνον εἰς μέθην, ὅτι ἐξῆρται ἐκ στόματος ὑμῶν εὐφροσύνη καὶ χαρά." Ἢ γὰρ οὐχὶ καὶ δι' αὐτῆς ὁρᾶται τῆς πείρας ἀληθὴς ἐφ' μᾶς ὁ τοιοῦτος λόγος; Ὦ τῆς Αἰγύπτου γηπόνοι, ποῖον ἡμῖν ἐπὶ τοῦ παρόντος διήγημα; ποῖος δὲ λόγος εὐφροσύνην ἔχει καὶ χαράν; Τίς δὲ τῶν παρ' ὑμῖν ἢ μικρὸς ἢ μέγας ὑπὸ τῆς ἀρτίως ἐπενεχθείσης ὀρ γῆς, εἰς τοῦτο πεσὼν ἀναλγησίας ὁρᾶται, ὡς θρήνου μὲν καὶ ὀδυρμοῦ καταλήγειν ἰσχύσαι, δακρύοις δὲ διάβροχον οὐκ ἐπιδεικνύειν τὴν παρειάν; ὡς εὐ καίρως καὶ νῦν ἐφ' ἡμῖν εἰπεῖν τὸν προφήτην· "Οἱ γεωργοὶ, θρηνεῖτε κτήματα ὑπὲρ πυροῦ καὶ κριθῆς, ὅτι ἀπόλωλε τρυγητὸς ἐξ ἀγροῦ. Ἡ ἄμπελος ἐξηράν θη· καὶ αἱ συκαῖ ὠλιγώθησαν. Ῥοὰ, καὶ φοῖνιξ, καὶ μῆλον, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐξηράνθησαν· ὅτι ᾔσχυναν χαρὰν οἱ υἱοὶ τῶν ἀνθρώπων." Ὁ μὲν γὰρ ἀγαθὸς τῇ φύσει καὶ φιλοικτίρμων Θεὸς, ἱλα ρωτάτῳ κομῶσαν καρπῷ πᾶσαν ἡμῖν ὑπέδειξε τὴν ἄρουραν· καὶ ὑψηλοὶ μὲν ἦσαν οἱ τῶν ἀσταχύων ὀχμοὶ, δαψιλεστάτην τοῖς κεκμηκόσιν ὠδίνοντες τὴν ἐλπίδα, καὶ θυμηδίας ἀνάπλεω τὴν τοῦ γηπονοῦντος ἀποτελοῦντες ψυχήν· ἀλλ' ᾔσχυναν τὴν ἑαυτῶν χαρὰν 77.548 οἱ κατοικοῦντες τὴν γῆν· ἐπειδὴ γὰρ εἰς ἀνδροκτα σίας ἐτράποντό τινες, καὶ ἀνθρωπίνοις αἵμασι τὴν καρποτόκον ἐμέθυσαν γῆν, ἀνέτειναν δὲ τὸ μισάδελ φον ἐπ' ἀλλήλοις ξίφος, καὶ τὸν ἄριστα γηπονοῦντα σίδηρον, διά τε τοῦτο κατὰ τὸ πλεῖστον γεγονότα παρὰ Θεοῦ, τῆς ἐσχάτης ἀπέδειξαν δυσσεβείας ἐργάτην· ὠργίσθη μὲν εὐλόγως ὁ φιλάρετος ἡμῶν Θεός· πυρὶ δὲ τὴν καρποφόρον ἐπεστείρωσε γῆν, καὶ ὥσπερ τινὶ χαλινῷ τὰς προσδοκηθείσας θυμηδίας ἀνακόπτων ἐλ πίδας, εἰς λύπην μετέστησε τὴν χαράν. Καὶ τοῦτο ἦν ἄρα τὸ δι' ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον· "Τάδε λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ· Ἐν πάσαις πλατείαις κοπετός· καὶ ἐν πάσαις ὁδοῖς ῥηθήσεται· Οὐαὶ, οὐαί· κληθήσεται γεωργὸς εἰς πένθος καὶ κο πετὸν, καὶ εἰδότας θρῆνον, ἐν πάσαις ὁδοῖς κοπετὸς, διότι διελεύσομαι διὰ μέσου, εἶπε Κύριος." Ἀλλ' ὅρα μοι πάλιν ὅπως ἀληθὴς ὁ λόγος. Ἦ γὰρ οὐχὶ κοπετοῦ καὶ θρήνων ἀπεράντων ἄξια φήσειε ἄν τις τὰ συμβεβηκότα; Ἰδοὺ τὸ πικρὸν τοῦ λιμοῦ θηρίον ὅλην ἡμῶν καταβόσκεται τὴν χώραν· ἡ δὲ πάσης, ἵν' οὕτως εἴπω, τῆς ὑφ' ἡλίῳ τροφὸς, ἄρτου δεῖται τοῦ παρεμπίπτοντος, καὶ τῆς οὐ σφόδρα πρεπούσης τοῖς ἀνθρώποις τροφῆς, ἵνα καὶ ἐπ' αὐτῇ δικαίως καταθρηνῶν ὁ προφήτης Ἱερεμίας λέγῃ· "Πᾶς ὁ λαὸς αὐτῆς καταστενάζοντες ζητοῦντες ἄρτον." Καὶ πάλιν· "Ἐκολλήθη ἡ γλῶσσα θηλάζοντος πρὸς τὸν φάρυγγα αὐτοῦ ἐν δίψει. Νήπια ᾔτησαν ἄρτον, καὶ ὁ διακλῶν οὐκ ἦν αὐτοῖς. Οἱ ἔσθοντες τὰς τρυφὰς ἠφα νίσθησαν ἐν ταῖς ἐξόδοις." –"Ἐσπείραμεν γὰρ πολλὰ, καὶ εἰσενέγκαμεν ὀλίγα," κατὰ τὸ γεγραμμένον, ὅτι παρωργίσαμεν τὸ Πνεῦμα Κυρίου. Μετανοήσω μεν τοίνυν, καὶ τῶν μὲν ἀρχαίων πλ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.