Logos 7 rem close
Rem CLOSEOUT: Logos 7 CLOSEOUT.
Greek
ημμελημάτων ἀποπαυσώμεθα· προσίωμεν δὲ τῷ φιλοικτίρμονι Θεῷ, δαψιλὲς μὲν βλεφάρων καταχέοντες δάκρυον, λέγον τες δὲ καθ' ἕνα τῶν προφητῶν· "Τίς, Θεὸς, ὥσπερ σύ; ἐξαίρων ἀνομίας, καὶ ὑπερβαίνων ἀδικίας, καὶ οὐ συνέσχες εἰς μαρτύριον ὀργὴν αὑτοῦ, ὅτι θελητὴς ἐλέους ἐστί;" Καὶ πάλιν· "Αἱ ἀνομίαι ἡμῶν ἀντ έστησαν ἡμῖν, Κύριε, ποίησον ἡμῖν ἕνεκεν τοῦ ὀνό ματός σου, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σου· ὅτι σοι ἡμάρτομεν, ὑπομονὴ Ἰσραὴλ, Κύριε· καὶ σώζεις ἐν καιρῷ κακῶν." Οὕτω γὰρ, οὕτω μετα γινώσκουσι τὴν γλυκεῖαν ἐκείνην χαριεῖται φωνήν· "Ἰδοὺ, ἐγὼ ἐξαποστελῶ ὑμῖν τὸν σῖτον, καὶ τὸν οἶνον, καὶ τὸ ἔλαιον, καὶ ἐμπλησθήσεσθε αὐτῶν. Θάρ σει, γῆ, χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι. Θαρσεῖτε, κτήνη τοῦ πεδίου, ὅτι βεβλά στηκε τὰ παιδία τῆς ἐρήμου. Ὅτι ξύλον ἐξήνεγκε τὸν καρπὸν αὑτοῦ, ἄμπελος, καὶ συκῆ, καὶ ῥοὰ ἔδωκαν τὴν ἰσχὺν αὑτῶν. Καὶ τὰ τέκνα Σιὼν, χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ Κυρίῳ τῷ Θεῷ ὑμῶν, διότι δέδωκεν ὑμῖν βρώματα εἰς δικαιοσύνην, καὶ βρέξει ὑμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον, καθὼς ἔμπροσθεν. Καὶ ἐμπλη σθήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου. Καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν ὧν κατέφαγεν ἡ ἀκρὶς, καὶ ὁ βροῦχος, καὶ 77.549 ἡ ἐρυσίβη, καὶ ἡ κάμπη. Καὶ φάγεσθε, καὶ ἐμπλη σθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ ὑμῶν, ἃ ἐποίησε μεθ' ὑμῶν θαυμάσια." Μὴ γὰρ ἐνδοιάσῃς, ἄνθρωπε, μηδὲ λογίζου κατὰ σαυτὸν, ὡς εἴπερ αὐτῷ προσίοις μετανοῶν, οὐκ ἐπιδώσει προ χείρως τὸν ἔλεον. Ἔχεις καὶ νῦν οὐκ εὐκαταφρόνητον ἀῤῥαβῶνα τῆς κατ' εὐχὴν ἐλπίδος, ἔχεις ἤδη τῆς φιλανθρωπίας ἐνέχειρον· ἰδοὺ ποταμίοις νάμασιν ὅλην ἐπέκλυσε τὴν γῆν, ἰδοὺ τῆς συνήθους χορηγίας δαψι λεστέραν ἀπόλαυσιν ἁμαρτάνουσιν ἔτι χαρίζεται. Οὔπω τὸ σὸν ἐφάνη δάκρυον, καὶ φιλοικτίρμων ἔτι δέδεικται Θεός. Ὁ δὲ οὔπω δακρύοντας ἐλεεῖν οὐ παρ αιτούμενος, πῶς οὐκ εὐφρανεῖ μετανοοῦντας εὐκό λως; Οὐκοῦν ἀκουέτωσαν οἱ παρ' ὑμῖν Πατέρες, οἱ τῶν ἁγίων θυσιαστηρίων πατέρες, ρεται καὶ λει τουργοί. "Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, ἁγιάσατε νηστείαν, καὶ κηρύξατε θεραπείαν, συναγάγετε λαὸν, ἁγιάσατε Ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέρους· συν αγάγετε νήπια θηλάζοντα μαστούς. Ἐξελθέτω νυμ φίος ἐκ τοῦ νυμφῶνος αὑτοῦ, καὶ νύμφη ἐκ τοῦ πα στοῦ αὐτῆς. Ἀναμέσον τῆς κρηπίδος τοῦ θυσιαστη ρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες τῷ Κυ ρίῳ, καὶ ἐροῦσι· Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, ὅπως μὴ εἴ πωσιν ἐν τοῖς ἔθνεσι· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;" Οὕτως ἡμᾶς προσιόντας ἀμελητὶ, προσδέξεται, καὶ κατελεήσει λέγων· "Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ ἐξαλείφων ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθήσομαι." Ἔσται γὰρ κατά τινα τρόπον ἀπηνὴς εἰς ἡμᾶς, "ὅς γε," κατὰ τὸν Παῦλον," τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν;" Ἐπειδὴ γὰρ ἐν ταῖς τοιαύταις πλημμελείαις οἱ παλαιότεροι ἦσαν, κατεκράτει μὲν, ἵν' οὕτως εἴπω, ὁ διάβολος τῆς ὑφ' ἡλίῳ. Ἐβασίλευε δὲ οὕτως ἐφ' ἡμᾶς ἡ ἁμαρτία, καὶ ὁλοκλήρῳ τῷ γένει διελυμαίνετο, ὡς ὁρᾶσθαι μὲν οὐ δαμοῦ τὸν ποιοῦντα χρηστότητα· μᾶλλον δὲ ὅλως "οὐκ εἶναι, καθά φησιν ὁ Ψαλμῳδὸς, ἕως ἑνός. Πάν τες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν," ἀναγκαίως ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων, καθὼς γέγραπται· "Οὐχ ἁρπαγ μὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών." Καὶ δι' ἡμᾶς ἐν τοῖς καθ' ἡμᾶς ἐλογίσθη, γεννηθεὶς ἐκ γυναικὸς, καὶ ἄνθρωπος ὄντως πεφηνὼς ἐπὶ τῆς γῆς, ἵνα, καθάπερ ὁ Παῦλός φησι, ἐλεήμων γένηται, καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν· ἵνα τὰς ἁπάντων ἡμῶν ἁμαρτίας, καθὼς γέγραπται πάλιν, ἐνεγκὼν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἐξαλείψῃ τὸ καθ' ἡμῶν χειρόγραφον· ἵνα τῆς ἡμετέρας σαρκὸς τὰς ἀσθενείας οἰκειωσάμε νος, ἀπονεκρώσῃ μὲν τὴν ἐν τοῖς μέλεσιν ἡμῶν τυ ραννήσασαν ἡδονήν· ὥσπερ δὲ μαινομένῃ θαλάσσῃ τοῖς ἐν ἡμῖν πάθεσιν εἴπῃ· "Σιώπα, πεφίμωσο·" καὶ πάντα μεταρυθμίσας τὰ ἐν ἡμῖν εἰς ἀμείνονα τάξιν καὶ ἑδραιότητα· τὴν ἀρετὴν δὲ ὅλην ἀναμορ 77.552 φώσῃ τὴν φύσιν, ὡς καὶ πρὸς τὴν ἀρχέτυπον εἰκόνα, καθ' ἣν καὶ πεποίηται. Καὶ οὐ μέχρι τούτων τῶν εἰς ἡμᾶς ἀγαθῶν διὰ τῆς ἐνανθρωπήσεως τὴν χορηγίαν ἔστησεν ὁ Μονογενής. Ζωὴ γὰρ κατὰ φύσιν ὑπάρχων, ὥσπερ οὖν ἐστι καὶ ὁ γεννήσας αὐτὸν, θανάτου κρείτ τονα τὴν, ἐν ᾗ κατῴκηκεν, ἀπέδειξε σάρκα. Ἰουδαῖοι μὲν γὰρ οἱ τάλανες, καὶ δυσσεβείας ἁπάσης ἀνάπλεῳ, σταυρῷ μὲν αὐτὸν καὶ θανάτῳ παραδεδώκασι, ταῖς τοῦ διαβόλου στρατηγίαις κατὰ πάντα πειθόμενοι. Ἀλλ' ἐνίκησε παθὼν, καὶ σωτηρίας ἡμῖν ὑπόθεσιν τὸν τῆς ἰδίας σαρκὸς ἀνέδειξε θάνατον. Ὅλον γὰρ εὐθὺς σκυλεύσας τὸν ᾅδην, καὶ τὰς ἀφύκτους τοῖς τῶν κεκοιμημένων πνεύμασιν ἀναπετάσας πύλας, ἔρημόν τε καὶ μόνον ἀφεὶς ἐκεῖσε τὸν διάβολον, "ἀνέστη τριήμερος, λύσας τὰς ὠδῖνας τοῦ θανάτου," καθὼς γέγραπται, "καθότι οὐκ ἦν δυνατὸν ἀραρέσθαι αὐτὸν ὑπ' αὐτοῦ·" καινοτομήσας δὲ τῇ ἀνθρωπείᾳ φύσει τῆς ἐκ νεκρῶν ἀναστάσεως τὴν ὁδὸν, εἰς αὐτὸν ἀνέβη τὸν οὐρανὸν, "νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν," κατὰ τὴν τοῦ Παύλου φωνήν· ἵνα καὶ τὰ λαμπρὰ τῶν ἀγγέλων ἐνδιαιτήματα βά σιμα τοῖς ἐπὶ γῆς ἀποδείξῃ. Αὐτὸς γάρ "ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἒν," καὶ ἀν θρώπους μὲν ἀγγέλοις εἰς φιλίαν συνάψας, τὴν δὲ παρὰ τῶν ἀγγέλων ἀγάπησιν εἰς ἡμᾶς καταγαγὼν, ἵνα τοίνυν συμβασιλεύσωμεν τῷ Χριστῷ, ἵνα μερι σταὶ καὶ κοινωνοὶ τῆς ἀθανάτου δόξης εὑρισκώμεθα, πάντα μὲν ὄκνον ἀποπεμψάμενοι, καὶ τὴν ἐπ' ἀγα θοῖς ῥᾳθυμίαν, ὥσπερ ἔξω τῆς ἑαυτῶν διανοίας ποιού μενοι, ἥδιστα δὲ λίαν τοῖς ὑπὲρ ἀρετῆς ὁμιλοῦντες ἱδρῶσιν. "Ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας·" μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις σχολάζωμεν, ἀλλ' ἐνδυσώμεθα τὸν Κύριον Ἰησοῦν, ἀναλάβωμεν σπλάγχνα καὶ οἰκτιρμοὺς, τὴν εἰς ἀλλήλους ἀγάπην ἐπιτηδεύσωμεν· τὴν πραότητα, τὴν ταπεινοφροσύνην, τὴν ἐγκράτειαν, τὸν περὶ πέ νητας ἕλεον· καὶ ἁπαξαπλῶς εἰπεῖν, τῆς εἰς Θεὸν ἐξουσίας ἀπρὶξ ἐχόμενοι, καὶ πᾶσαν μελετῶντες εὐλάβειαν. Οὕτω γὰρ, οὕτω, καθαρῷ συνειδότι, καὶ μετὰ φρονήματος ἱλαροῦ τὴν πάναγνον ἐπιτελέσωμεν ἑορτὴν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ τρίτης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνὸς, τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ὀγδόης καὶ εἰκάδος τοῦ Φαμενὼθ μηνὸς, περιλύοντες μὲν τὰς νηστείας τῇ τρίτῃ τοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ Σαβ βάτου, κατὰ τὰς ἀποστολικὰς παραδόσεις· ἑορτάζον τες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ τετάρτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνός· συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Τεσσαρακοστῆς. Οὕτω γὰρ καὶ βασιλείαν οὐρανῶν κληρονομήσομεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.