Festal Letters (Paschal Homilies) · §logos01-rem-mid

Logos 1 rem mid

Rem mid: Logos 1; lemma continues; spiritual reading with the letter.

Greek

ᾶς ἐπὶ τοῦτο δεῖσθαι παραγγελμάτων, ἀκουέτω Παύλου λέγοντος· "Νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν." Οὐ γὰρ δήπου ψιλαῖς ἀσιτίαις, καὶ μόνων βρωμάτων ἀποβολαῖς τὴν ἀληθεστέραν τῆς νηστείας εὑρήσομεν χάριν, οὐδὲ μόνων τούτων ἀπεσχημένοι, καθαροὶ καὶ ἅγιοι πάντως ἐσόμεθα, ἀλλ' ἐκεῖνα τῆς ἑαυτῶν δια νοίας ἀποπεμπόμενοι, δι' ἃ καὶ τὸ τῆς νηστείας ἐξεύρηται φάρμακον. Οὐκοῦν ὑπακούσωμεν τῷ ἁγίῳ λέγοντι· "Καθαρίσατε χεῖρας, ἁμαρτωλοὶ, καὶ ἁγνί σατε καρδίας, δίψυχοι." Οὗτος ἀληθῶς τῆς νη στείας ὁ τρόπος· ἐν τούτοις ἡ τῶν ἀρίστων ἔργων ἐπίδειξις. Μὴ τρέφε τὸν νοῦν ἀκολάστοις ἡδοναῖς· ἀργείτω παρὰ σοὶ τῆς πορνείας τὸ κέντρον· πάθους ἐλευθέραν ἔχε τὴν γνώμην· φεῦγε τῶν ἀκαθάρτων τὴν κοινωνίαν. ∆ιὰ τούτων σαυτὸν ἐπιδείξεις Θεῷ· ταῦτά σοι τῆς δικαιοσύνης προξενήσει τὸν στέφανον. Καλὸν μὲν οὖν καιρῷ καὶ βρωμάτων ἀπέχεσθαι περιττῶν, καὶ περιέργου τραπέζης ἀναχωρεῖν, ἵνα μὴ, τοῖς ὑπὲρ τὴν χρείαν ἐδέσμασιν ἐντρυφήσαντες, κοιμωμένην ἐφ' ἑαυτοῖς τὴν ἁμαρτίαν ἐγείρωμεν. Πιαινομένη γὰρ καὶ σπαταλῶσα διὰ τούτων ἡ σὰρξ, χαλεπή τέ ἐστι, καὶ ταῖς τοῦ πνεύματος ἐπιθυμίαις δυσανταγώνιστος· ἀσθενοῦσα δὲ, καὶ τῷ περιττῷ μὴ βοηθουμένη, ἐξ ἀνάγκης ἐκείνῳ δίδωσι τὸ νικᾷν. Τοῦτο καὶ ὁ μακάριος Παῦλος διδάσκων ἡμᾶς, οὕτως φησί· "Κἂν γὰρ ὁ ἕξω ἡμῶν ἄνθρωπος διαφθείρηται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέραν καθ' ἡμέραν." Οἷς γὰρ γνώμης ἐναντιότης, καὶ τρόπος ἀσύμβατος τὴν φιλίαν ἀναιρεῖ, τούτοις τὸ δύνασθαι τοῦ ἑτέρου κρα τεῖν τὸ πλέον ἔχειν χαρίζεται. Τὸ δὲ νικᾷν ὅτι προσ ήκει τοῖς κρείττοσι, πάντες ἂν, οἶμαι, συμφήσειαν. Τοσοῦτον γὰρ ἡμῖν ἐκ τούτου προσέσται τὸ κέρδος, ὅσον εἰκὸς ἐξ ἐκείνου προσέσται τὸ βλάβος, εἰ λάβοι τὸ τῶν ἀμεινόνων ὑπερτερεῖν. δʹ. Ἀργείτω τοίνυν ἐν ἡμῖν τὸ κακὸν, καὶ πᾶσα μὲν βρωμάτων οἰχέσθω τρυφὴ, ἡ δὲ σώφρων ἡμῖν εἰσίτω νηστεία, ἡ πάσης ἁμαρτίας ἐχθρά· ἧς τὸ κάλ λος ἐξ ἀρχαίων ὑποδειγμάτων, καίπερ εἰδόσιν ὑμῖν, ἐπιδεῖξαι δεῖν ᾠήθην, ἀγαπητοί. Τί γὰρ, εἰπέ μοι, τὸν μακάριον Βαπτιστὴν, ἄνδρα τοσοῦτον καὶ τηλι κοῦτον ἀπέφηνε; Πόθεν δὲ τὴν ἀρίστην ἐκείνην ψῆ φον ἐκέρδανε, λέγοντος περὶ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· "Οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναι κῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ;" Τί δὲ τὸν ἱεροφάντην Μωσέα εἰς τὸν γνόφον εἰσελθεῖν, καὶ παραστῆναι Θεῷ παρεσκεύασεν; Οὐχὶ νηστεία, πά σης. ἡμῖν ἀρετῆς ἰδέαν ἀποτίκτουσα; Νηστεία, τῆς 77.413 ἰσαγγέλου πολιτείας τὸ μίμημα, σωφροσύνης πηγὴ, ἐγκρατείας ἀρχὴ, λαγνείας ἀναίρεσις. ∆ιὰ ταύτης καὶ οἱ τρεῖς νεανίαι φοβεροὶ καὶ ἀκαταμάχητοι τοῖς Βαβυλωνίοις εὑρίσκοντο, οἳ, μετέχειν ἐξὸν τραπέζης βασιλικῆς καὶ λαμπρῶν ἑστιάσεων, ἀπὸ τῶν σπερ μάτων τῆς γῆς οὐ τρέφεσθαι παρεκάλουν· πολυσαρ κίαν μὲν, καὶ σαρκὸς ἐπιθυμίαν Βαβυλωνίοις ἔχειν παραχωρήσαντες, καὶ τὸ κρατεῖν αὐτοῖς ἐπιτρέ ψαντες, ἐν ᾧ τὸ νικᾶσθαι καλὸν, ψιλὴν καὶ ἀπέριτ τον ἀγαπήσαντες τροφήν. Ἀλλ' ὅρα μοι τὸν ἐκ τού του καρπόν. Θείων ὀπτασιῶν ἠξιώθησαν, καὶ πυρὸς ἐφαίνοντο κρείττονες, καὶ βασιλέως ἤλεγχον ἀπειλήν· καὶ λεόντων ἐκράτουν, εἰς τὴν παρὰ φύσιν αὐτοὺς ἡμερότητα μεταβάλλοντες. Τί δὲ τοὺς Νινευΐτας τῆς μεγάλης ἐκείνης διέσωσεν ἀπειλῆς; Ὁ μὲν γὰρ προφήτης ἐκήρυττεν· "Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται." Οἱ δὲ, καθάπερ τι φρούριον ἀῤῥαγὲς καταλαβόντες τὴν νηστείαν, τὴν θείαν ἐδυσ ώπουν ὀργὴν, καὶ τῶν προσδοκηθέντων κακῶν ἀπηλ λάττοντο. Καὶ πολλὰ μὲν ἄν τις ἔχοι λέγειν τῆς νη στείας τὰ χρήσιμα. Τὸ δὲ πᾶσι καταφανὲς καὶ γνώ ριμον ὅτι χρηστὸν εἴη, πειρᾶσθαι δεικνύειν καὶ τοῦτο διὰ πολλῶν, περιττὸν οἶμαι καὶ μάταιον. Ἔχει γὰρ ἐξ ἑαυτοῦ τῆς ἀληθείας τὰ γνωρίσματα. Ἐπειδὴ δὲ τῇ τῶν ἐναντίων ἀντιπαραθέσει, φαιδρότερον αὐτῆς τὸ κάλλος εὑρίσκεται, φέρε δὴ καὶ τὰ ἐκ τρυφῆς βρωμάτων ἐπιδείξωμεν πταίσματα· καὶ τὰ ἐκ ταύτης τισὶ συμβεβηκότα ἀναπτύξαντες, μάρτυρας ὥσπερ τῶν εἰρημένων τοὺς πεπονθότας καλέσωμεν. Ηὐλίζετό ποτε κατὰ τὴν ἔρημον ὁ τῶν Ἑβραίων λαός· καὶ Μωσῆς μὲν ἐπὶ τὸ ὄρος ἀνεκέκλητο τὸ Σι νᾶ, ἐκεῖ παρὰ Θεοῦ τὸν νόμον ὑποδεξόμενος. Οἱ δὲ, τοῦ παιδαγωγοῦντος τὴν ἀπουσίαν ἀφορμὴν ἀβουλίας ποιησάμενοι, καὶ τῆς προλαβούσης εὐταξίας ὀλιγω ρήσαντες, πρὸς ἀλλοκότους ἐπιθυμίας ἐστρέφοντο. "Ἐκάθισε γὰρ, φησὶν, ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν." Τὸ δὲ παίζειν ἐνθάδε, πορ νεύειν ἐστὶν, εὐφήμως παρὰ τῇ θείᾳ Γραφῇ παιδιᾶς ὀνόματι καλυπτόμενον. Καὶ τί τοῖς πεπορνευκόσι τὸ ἐκ τούτου κακὸν, ἄκουε τοῦ Παύλου λέγοντος· "Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο." Τί δὲ πάλιν αὐτοῖς λυ πηρὸν συνέβη παθεῖν, ὅτε τὴν οὐράνιον τοῦ μάννα τροφὴν παρ' οὐδὲν ἡγησάμενοι, τῆς ἐν Αἰγύπτῳ τρο φῆς ἐμέμνηντο λέγοντες· "Ὄφελον ἀπεθάνομεν πλη γέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν, καὶ ἠσθίομεν εἰς πλη σμονήν." Οὐκοῦν καὶ διὰ τούτων ὑμῖν, ὥς γε νομί ζω, σαφῶς ἀποδέδεικται τῆς νηστείας τὸ κέρδος. Ἐρεῖ δέ τις τυχόν· Οἶδα μὲν ὅτι τὸ νηστεύειν οὐκ ἀκερδὲς, ἀλλὰ τὸ πονεῖν οὐκ ἀζήμιον, μᾶλλον τῇ φύσει πολεμιώτατον. Εἶτα πῶς οὐκ αἰσχρὸν καὶ πά σης ἀτοπίας ἀνάμεστον, τῶν μὲν ἀμεινόνων ἐρᾷν, καὶ τὴν τοῦ συμφέροντος κτῆσιν ποιεῖσθαι περὶ πολ λοῦ, τὸ δ' ὅπως προσήκει τῆς ἀπ' αὐτῶν ὠφε 77.416 λείας γενέσθαι κυρίους, ἣ μηδόλως προσίεσθαι τὴν ἀρχὴν, ἢ περὶ αὐτὸ ῥᾳθυμότερόν πως ἔχοντας φαίνε σθαι, καὶ τὸ μὲν νηστεύειν, ὡς οὐκ ἀκερδὲς εἶναι λέγειν, φεύγειν δὲ τοὺς πόνους, δι' ὧν τὸ κέρδος εὑρήσομεν; Ὅνπερ γὰρ τρόπον τὰ ἐκ γῆς ἀνατρέ χειν πεφυκότα βλαστήματα ῥίζαν ἔχει, τῆς γενέσεως τὴν ἀρχὴν ἑτέρως οὐκ εἶναι δυνάμενα· οὕτως ἡ τῆς εὐθυμίας ἀρχὴ, διὰ πόνων εὑρίσκεται, καὶ δι' αὐτῶν ἀνατέλλει καὶ φαίνεται. ∆εῖ τοίνυν ἡμᾶς δυεῖν ἑλέ σθαι θάτερον· ἢ γὰρ τὸ μηδόλως ἐθελῆσαι πονεῖν βουλευσάμενοι, εὐκλείας μὲν πάσης καὶ τιμῆς ἀμοι ρήσομεν, ἐσόμεθα δὲ νεκροῖς παραπλήσιοι, μηδεμίαν τῆς ἑαυτῶν σωτηρίας ποιούμενοι πρόνοιαν· ἢ τὸν ἐκ τοῦ νηστεύειν ἀγαπήσαντες πόνον, κερδανοῦμεν ἐκεῖνα δικαίως, ὅσα μὴ τοῦτο ποιοῦντες ζημίας συμβήσεσθαι. Ὅτε δὲ τὴν ἀρίστην ἐφ' ἑαυτοῖς κυ ρώσαντες ψῆφον, τὸ κρεῖττον τῶν ὠφελεῖν οὐ πεφυ κότων προτιμήσομεν, εἰ τὸ εὖ φρονεῖν αἱρησόμεθα, παντί τῳ σαφές. Εἰ μὲν οὖν τὸ φεύγειν τὰ κάλλιστα τῶν ἐν ἀνθρώποις πραγμάτων, διὰ πόνους μικροὺς, βλάβος οὐδὲν προσοίσει τοῖς κεχρημένοις, ἔξω δὲ πά σης ζημίας καὶ κινδύνου καθίστησι τοὺς μὴ τοῦτο ποιεῖν ἑλομένους, πάντων ἂν ἔγωγε θείην ἀλογωτέ ρους. Εἰ δὲ τὰ μικρὰ παθεῖν παραιτούμενοι, μείζοσι καὶ χαλεπωτέροις περιπεσούμεθα, πῶς οὐκ ἀκόλου θον, μᾶλλον ἐκεῖνο ἑλέσθαι παθεῖν, ᾧ καὶ τῶν πόνων τὸ ἔλαττον, καὶ τὸ κρεῖττον ἀκολουθεῖ; Πυθοίμην ἂν ἡδέως τῶν οὕτω διακειμένων, πότερόν ποτε τὸ νη στεύειν ἐροῦσιν ὀχληρὸν, ἢ τὸ δι' αἰῶνος κολάζεσθαι; Ἀλλ' οἶμαι καὶ ἄκοντας ἂν ὁμολογήσειν, ὅτι τὸ χεῖ ρον εἰς τιμωρίαν ἀποβλητέον. Ἀνάγκης τοίνυν ἡμῖν προσαγούσης ἀμφότερα, τί μὴ, τὸ κρεῖττον ἁρπά σαντες, ἄριστα περὶ ἑαυτῶν βουλευσώμεθα; ∆εῖ γὰρ ἢ πονοῦντας ἡμᾶς, τῶν κακῶν ἀπαλλάττεσθαι· ἢ τοῦτο πράττειν ὀκνήσαντας, πυρὶ ἀσβέστῳ κατακρί νεσθαι. Κἀκεῖνο δὲ τοῖς εἰρημένοις προσθεῖναι καλόν· ὅτι τῶν ἡδέων ἡ χρῆσις τότε μᾶλλόν ἐστι τοῖς ἔχουσι χαριεστέρα, ὅταν τι τῶν μὴ τοιούτων γενέσθαι συμβῇ. Τοῖς μὲν γὰρ διὰ νόσον κειμένοις, τὸ τῆς ὑγείας ἀγαθόν ἐστι καταφανέστερον. Οἱ δὲ πενίᾳ καὶ τῇ τῶν ἀναγκαίων ἀπορίᾳ τριβόμενοι, περὶ τὸ κερδαίνειν εἰσὶ διὰ τοῦτο προθυμότεροι. Ὧν γὰρ οὐκ ἔχουσι, ζητεῖν ἀναγκάζονται τὴν ἀπόλαυσιν· καὶ συλ λήβδην εἰπεῖν τῇ τῶν ἡδέων ἀπολείψει, μείζων ὁ περὶ ταῦτα πόθος γίνεται. Οὕτω καὶ ὁ τῶν πάντων ἀρι στοτέχνης Θεὸς τόδε τὸ πᾶν διεκόσμησεν· ἡλίῳ μετὰ νύκτα τὸ φαίνεσθαι δοὺς, καὶ μετ' ἐκεῖνον αὐτῇ. ἵνα δι' ἀλλήλων ἀμειβόμενοι, χαριεστέραν τῆς ἑαυτῶν παρουσίας ἐπιτελῶσι τὴν χρείαν. Τοῦ μὲν παρόντος ὀλιγωρεῖν τῆς ἀνθρώπου διανοίας εἰθισμένης ἀεί· τῷ δὲ κόρῳ τοῦ φθάσαντος, ἀνηβώσης ἐπὶ τὸ μέλλον καὶ προσδοκώμενον. Κρατήσει δὲ τῶν εἰρημένων ἡ δυνάμις ἐπί τε νηστείας καὶ τρυφῆς. Οὐκοῦν τὸ νηστεύειν οὐκ ἀκερδὲς, ἵνα καιροῦ καλοῦντος ἀπολαύσῃς ἡδύστερον. 77.417 εʹ. Ἀγαπήσωμεν τοίνυν τὴν νηστείαν, ὡς παντὸς ἀγαθοῦ καὶ πάσης εὐθυμίας μητέρα. Ταύτην μὲν Ἑλλήνων ἀτιμάζουσι παῖδες, οἱ δοκήσει σοφοί. Ἰουδαῖοι δὲ πάντας ἀνθρώπους ὑπερβαλλόμενοι τῇ τῶ

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.