Festal Letters (Paschal Homilies) · §logos01-rem-early

Logos 1 rem early

Rem early: Logos 1; festal historia and call to virtue.

Greek

Ὁ μὲν γὰρ ἱεροφάντης Μωσῆς, Θεοῦ τὸν λαὸν ἐξαποστέλλειν ἐπιτάξαντος αὐτῷ, τῆς ἀν θρωπείας φύσεως τὴν δύναμιν ἀναμετρησάμενος, καὶ μείζονα ταύτης ὁρῶν τοῦ κηρύγματος τὴν διακονίαν, ἔλεγεν· "Ἰσχνόφωνός εἰμι καὶ βραδύγλωσσος." Συνῳδὰ δὲ τούτοις καὶ ὁ μακάριος Ἱερεμίας ἐπὶ τὸ προφητεύειν πεμπόμενος, βοᾷ· "Ὁ ὢν, ∆έσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερός εἰμι ἐγώ." Εἰ γὰρ καὶ κάλλιστος ἡμῖν εὐλαβείας ὑπογραμμὸς οἱ ἅγιοι, τὰ τοιαῦτα φθεγγόμενοι φαί νονται, ἀλλά γε τοῖς περὶ τοῦτο δειλίας ὁ τρόπος, οὐ μικρὸν, οὐδὲ ἀκίνδυνον τοῖς ἀσθενέσιν ἀποτίκτει τὸν ὄκνον. ∆υσωπεῖ μὲν γὰρ ἡμᾶς ὁ Θεὸς, καὶ τὸν φόβον ἀποπέμπειν παρακελεύεται, πρὸς μὲν Μωσέα λέγων· "Τίς ἔδωκε στόμα ἀνθρώπῳ, καὶ τίς ἐποίησε δύσ κωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν; Οὐκ ἐγὼ Κύριος ὁ Θεός; Καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου." Πρὸς δὲ τὸν μακάριον Ἱερεμίαν· "Μὴ λέγε· Ὅτι νεώτερός εἰμι ἐγώ· ὅτι πρὸς πάν τας οὓς ἐὰν ἐξαποστελῶ σε, πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι λαλήσεις." Οὐκοῦν ἐπὶ τὸ κη ρύττειν κἀμὲ τὸν ταπεινὸν τοῦ τῆς ἱερωσύνης καλοῦν τος σχήματος, δεδιὼς τὸ γεγραμμένον, "Λάλει καὶ μὴ σιώπα," ἀναγκαίως ἐπὶ τὸ τὰ τοιάδε γράφειν ἔρχομαι. Κρίσει γὰρ Θεοῦ καλῶς τὸν καθ' ἡμᾶς ἀπαλλάξαντος βίον, καὶ πρὸς τὰς οὐρανίους ἀναπτάν τος μονὰς, τοῦ τῆς ἀοιδίμου καὶ πανευφήμου μνή μης Πατρὸς ἡμῶν Θεοφίλου τοῦ γενομένου ἐπισκό που (καθ' ὃν οἶδεν ὁ πάντων ταμίας λόγον, αἰδοῦμαι γράφων), εἰς ἐμὲ τὸν ἐλάχιστον ἡ τῆς ἐπισκοπῆς κατήντησε διαδοχή. Ἀκούων δὲ τοῦ Παύλου γράφον τος· "Οὐαὶ γάρ μοί ἐστιν, ἐὰν μὴ εὐαγγελίζωμαι," φόβῳ λοιπὸν καὶ παρὰ δύναμιν ἐπὶ τὸ κηρύττειν ἐλή λυθα. Τοιγάρτοι τῆς ἁγίας ἡμῶν προλαμπούσης παν ηγύρεως, καὶ πρὸς καθαρὰν καὶ νόμιμον ἡμᾶς κα λούσης ἁγνείαν· τοῖς μὲν ἔτι τῇ κακίᾳ προστετηκό σιν ἀναγκαῖον εἰπεῖν· "Καθαρίσατε χεῖρας, ἁμαρ τωλοὶ, καὶ ἁγνίσατε καρδίας, δίψυχοι." Τοῖς δὲ τὸ βέβηλον τῆς ἁμαρτίας αἶσχος ἀποφυγοῦσι, καὶ σε μνὴν ἐπασκοῦσι πολιτείας ἀγάπην, εὐαγγελιζέσθω ὁ προφήτης, λέγων· "Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀν έτειλεν." Ἐπειδὴ γὰρ οἱ τὴν ὑφ' ἡλίῳ πᾶσαν οἰκοῦν τες ἄνθρωποι, "μερίδες ἀλωπέκων" γενόμενοι, κατὰ τὸ γεγραμμένον, εἰς πολυειδῆ καὶ πολύτροπον ἐμε ρίζοντο κακίαν, καὶ τῷ τῆς ἀγνοίας σκότῳ νικώμε νοι, καθάπερ εἰς βόθρον εἰς βαθεῖαν ἔπιπτον ἁμαρ τίαν· ἀναγκαίως τὸν ἐξ οὐρανοῦ καλῶν ὡς ἡμᾶς Θεὸν Λόγον ὁ Ψαλμῳδὸς ἔλεγεν· "Ὁ ποιμαίνων τὸν 77.408 Ἰσραὴλ, πρόσχες· ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ· ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι ἐναντίον Ἐφραὶμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ· ἐξ έγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς." Ὅταν κειμένοις ἡμῖν καὶ πεπτωκόσιν εὐ καίρως αὐτὸν ἐπιφοιτήσειν αἰσθανόμενος πάλιν ἐβόα· "Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν; Ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψεσιν;" Οὔπω γὰρ τὴν ἡμετέραν ὁμοίωσιν ὁ Σωτὴρ ἀναλαβὼν, μακρὰν ἡμῶν, κατὰ τὸν τῆς ἐνανθρωπήσεως λόγον, ἀφειστή κει. Ἐπειδὴ καὶ πολλὰ τῆς ἀνθρώπων φύσεως, καὶ τῆς τοῦ Θεοῦ Λόγου τὰ μεταξὺ διαστήματα. Ἡμῶν μὲν γὰρ, περὶ τῶν ἁγίων φησίν· "Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός·" περὶ δὲ τῆς τοῦ Μονογενοῦς ὑπάρ ξεως ὁ προφήτης Ἡσαΐας λέγει· "Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;" Εὐκαίρως τοιγαροῦν ἡμῖν, καὶ πολλὴν ὑπομένουσι θλῖψιν, ἐπέλαμψεν ὁ Σωτὴρ γε νόμενος ἐκ γυναικὸς, τὸ κατὰ σάρκα, ἵνα τὸν ἐκ γυ ναικὸς ἄνθρωπον διασώσῃ, καὶ τῶν τοῦ θανάτου τοῦ τον ἀπολύσας δεσμῶν, διδάξῃ χαίροντα λέγειν· "Ποῦ σου τὸ νῖκος, θάνατε; Ποῦ τὸ κέντρον σου, ᾅδη;" Οὐ γὰρ μόνον τὸ τῆς ἀναστάσεως ἡμῖν δῶρον χαρίζε ται, ἀλλὰ καὶ τὸ κέντρον τοῦ ᾅδου, τουτέστι, τὴν πλήττουσαν ἁμαρτίαν ἀμβλύνας, φησίν· "Ἰδοὺ δέ δωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει." Τοῦτο πρὸς τοῖς ἄλλοις τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας κατόρθωμα. Τοιγαροῦν πᾶσα μὲν ἐν γῇ σεμνότης πολιτεύεται· ὁ δὲ τῆς ἀμαθίας ἐλήλαται σκότος. Καὶ τοῦτο τῇ τοῦ θείου Πνεύματος δυνάμει προαναβλέπων ἔλεγεν ὁ Ψαλμ ωδός· "Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. –Εἰ γὰρ ἐχθροὶ ὄντες, καθὰ Παῦλός φησι, κατηλλά γημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ," πλῆθος ἡμῖν ἀνατελεῖ εἰρήνης. Οὗ γεγενημένου, καὶ τὴν σελήνην πάντως ἀναιρεῖσθαι ἀναγκαῖον· τουτ έστι, τὸν τῆς νυκτὸς καὶ τοῦ σκότους ἄρχοντα διά βολον, σελήνην ἐνταῦθα τροπικῶς ὀνομαζόμενον. Οὐκοῦν τοσούτων ἡμῖν καὶ τηλικούτων ὑπερλάμπου σιν αὐγαὶ, καὶ τῆς θείας ἡμῶν ἑορτῆς ἀνίσχει τὸ φῶς, καὶ πάλιν ἡμᾶς ἡ λαμπρὰ πρὸς ἑαυτὴν ἕλκει πανήγυρις. Τὸ μὲν, ὅτι προσήκει τῶν αἰσχίστων ἀνα χωρεῖν, γεγωνότερον συμβουλεύουσα, καὶ λέγουσα· "Λούσασθε, καὶ καθαροὶ γένεσθε, ἀφέλετε τὰς πο νηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν." Εἰ γὰρ σοφός ἐστιν ὁ Παροιμιαστὴς, λέγων· "Τοῖς πᾶσιν ὁ χρόνος," καὶ καιρὸς παντὶ πράγματι, πῶς οὐκ εὐλόγως πάσης μὲν εἶναι πονηρίας ἐχθρὸν τουτονὶ τὸν καιρὸν ὁμολο γήσαιμεν; ἐπ' ἐκεῖνα δὲ μόνα καλεῖν ὅσα καὶ τὸν θεῖον νόμον οἶδε τιμᾷν, καὶ τοῖς κεχρημένοις, ὅτι καλεῖν τῆς εὐνοίας μιμοῦνται τὴν ψῆφον δίδωσι θαῤῥεῖν. Οἱ μὲν οὖν κατὰ τὸν παρόντα βίον ἀγωνο 77.409 θετεῖν προελόμενοι, καὶ πολλῇ χρημάτων ζημίᾳ τὴν ἐπὶ τούτῳ προσηγορίαν ὠνούμενοι, ἱδρῶτα προθέν τες τοῖς νέοις ἁμιλλητήριον, πλουσίοις μὲν ἄλλοις ἄθλοις τὸν νικήσαντα γεραίρουσι, μικρὰ δὲ ὅμως τῶν δοθέντων ἡ χάρις, καὶ μέχρι τῶν τῇδε φέρουσα τὴν ἀπόλαυσιν. Ὁ δὲ τῶν δικαίων ἀγωνοθέτης Θεὸς, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, τοῖς εὐσεβέσι χαρίζε ται. Ὧν γὰρ ὑπὲρ τὴν φύσιν ἡ γνώμη, διὰ τῶν ἔργων εὑρίσκεται, τούτων ὁ τρόπος τῆς δωρεᾶς τὴν ἀνθρώπου διάνοιαν ὑπερβαλεῖται δικαίως. Ξένην γὰρ ἐπιδειξάμενοι τοῦ βίου τὴν ἀγωγὴν, καὶ τοῖς πολλοῖς ἀγνοουμένην διὰ δυσχέρειαν, ἐφάμιλλον μὲν τοῖς πεπραγμένοις εὑρήσουσι τὴν τιμὴν, ἄμετρον δὲ τοῦ ∆εσπότου τὴν φιλανθρωπίαν σπασάμενοι, τοῖς ὑπὲρ τὴν φύσιν ἀγαθοῖς ἐντρυφήσουσι. Φέρε τοιγαροῦν καὶ ἡμεῖς τοὺς εὐσεβείας ἐραστὰς ἐπὶ τὸν ἐτήσιον ἀγῶνα τῶν πόνων καλέσωμεν, καὶ τοῦ προφήτου λέγοντος· "Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν," μέγα τι κεκραγό τες καὶ διαπρύσιον, τὴν ἱερὰν τῆς Ἐκκλησίας κι νήσωμεν σάλπιγγα, εὐσήμῳ δὲ καὶ περιφανεστάτῳ κηρύγματι τῆς ἁγίας ἡμῶν ἑορτῆς τὴν παρουσίαν καταμηνύσωμεν· καὶ τοῦ πανσόφου Θεοῦ λέγοντος πρὸς τὸν ἱεροφάντην Μωσέα· "Ποίησον σεαυτῷ δύο σάλπιγγας, ἀργυρᾶς ποιήσεις αὐτάς· καὶ ἔσονταί σοι ἀνακαλεῖν καὶ ὑπεξελθεῖν τὴν συναγωγὴν," πρὸς τὴν τῶν εἰρημένων δύναμιν, καλῶς ἁρμοσόμεθα. ∆ύο γὰρ εἶναι κελεύει τὰς σάλπιγγας, ὅτι διπλοῦς τί ἐστι τῆς Ἐκκλησίας ὁ λόγος, εἷς μὲν, ἐπὶ τὴν ὀρθὴν τῶν θείων δογμάτων κατάληψιν τοὺς ἀγνοοῦντας ἔτι καλῶν· ἕτερος δὲ, τὸ μὴ δεῖν τοῖς ἀτόποις τῶν ἔρ γων ἐμφύρεσθαι συμβουλεύων. Ἀργυρᾶς δὲ τὰς σάλπιγγας εἶναι προστάττει· λαμπρὸς γὰρ καὶ ἀκη λίδωτος ἐπ' ἀμφοτέρων ὁ λόγος· καὶ τῆς ἐν τοῖς δόγμασι πλάνης ἀποφοιτῶν, καὶ τῶν πρακτέων τὴν αἵρεσιν εἰσηγούμενος. Τρεχέτω τοίνυν ἐντεῦθεν ἡμῖν ὥσπερ ἀπὸ βαλβίδος ὁ λόγος, καθάπερ ἐπ' αὐτὴν καλείτω τὴν σκηνὴν τὸν τοῦ νόμου μακρὰν, ἑλκέτω πρὸς τὴν τοῦ νομοθέτου βούλησιν, τὸν διὰ τῆς ἁμαρ τίας ἔτι κεχωρισμένον, ἁγιαζέτω νηστείαν, κηρυτ τέτω θεραπείαν, καθάπερ ὁ προφήτης φησί. Πῶς δ' ἂν ἑτέρως γενώμεθα τῶν τοιούτων ἐργάται· πῶς δὲ τὴν θείαν ἀποπληρώσαιμεν ἐντολὴν, ἢ πάντως, τὸ μὲν εἶναι κακὸν διαφεύγοντες, καὶ τοῖς αἰσχί στοις προσομιλεῖν φυλαττόμενοι, ὅσα δὲ τοὺς νη στεύοντας ἁγιάζειν ἐπίσταται, ταῦτα περὶ πολλοῦ ποιεῖσθαι σπουδάζοντες; Οὕτω γὰρ οἱ καλῶς ἑορτά ζειν θέλοντες, τὸν ἀγαθὸν ἡμῶν θεραπεύσουσι Θεόν. γʹ Ἡκέτω τοιγαροῦν εἰς μέσον ἡμῶν ὁ Χριστοῦ μαθητὴς, διδασκέτω τῆς νηστείας τὸν τρόπον, αὐτοῦ λέγοντος ἀκουσώμεθα· "Νηστεία καθαρὰ καὶ ἀμίαντος παρὰ Θεῷ καὶ Πατρὶ αὕτη ἐστίν· ἐπισκέπτεσθαι ὀρ φανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν· ἄσπιλον ἑαυ 77.412 τὸν τηρεῖν ἀπὸ τοῦ κόσμου." Ὅπως δὲ, καὶ τίνα τρόπον τῶν εἰρημένων περιεσόμεθα, ῥᾴδιον ἐξευρεῖν. Ἀρκέσειν μὲν γὰρ ἔγωγε τοῖς εὖ φρονοῦσι καὶ αὐ τὸν οἶμαι τὸν τῆς φύσεως νόμον, διδάσκοντα μισεῖν μὲν ὅσα ταῖς θείαις ἐντολαῖς ὑπεναντίως ἔχειν δοκεῖ, τὴν δὲ τοῦ νομοθέτου βούλησιν κρατεῖν ἐν ἡμῖν ἀναπείθοντα. Εἰ δέ τῳ δοκεῖ καὶ σαφεστέρων ἡμ

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.