Continual morning/evening lambs; Rom 12 living sacrifice; Christ as lamb
Cyril: The continual lambs at dawn and dusk teach the Church’s unceasing offering. (Num 28:3-4)
Present your bodies as a living sacrifice, holy, pleasing to God — your reasonable worship — while Christ himself is the Lamb who takes away the world’s sin. (Rom 12:1; Jn 1:29)
Palladius: So the altar never goes cold.
Cyril: Not while faith and love keep vigil.
Greek
σεις σπονδὴν σίκερα Κυρίῳ. Καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις πρὸς ἑσπέραν, κατὰ τὴν θυσίαν αὐτοῦ, καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσεις εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ.» Συνίης οὖν ὅπως τῶν θυσιῶν τὴν ἀναφορὰν ταῖς ἑορταῖς ὅτι μάλιστα πρέπειν ὁ θεῖος ἡμῖν ἐν τούτοις διισχυρίζεται νόμος· Χρῆναι γὰρ οἶμαι πάντη τε καὶ πάντως εὐωδιάζειν ἡμᾶς ἐν αὐταῖς τῷ Θεῷ τῆς ἐν Χριστῷ πολιτείας τοὺς τρόπους, οἱονεί πως ἐν τάξει ποιουμένους θυμιαμάτων, καὶ εὔοσμον ὁλοκαύτωμα προσκομίζοντας αὐτοὺς τῷ Θεῷ κατ' ἐκεῖνο, οἶμαί που, τὸ μάλα ὀρθῶς εἰρημένον· «Παραστήσατε οὖν τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» Τὴν δέ γε τοῦ ἐνδελεχισμοῦ θυσίαν ἀποπεραίνεσθαι δεῖν εὖ μάλα φησὶν, ἑνὸς μὲν ἀμνοῦ σφαζομένου τὸ πρωῒ, ἑτέρου δὲ αὖ πρὸς ἑσπέραν, συνθυμιωμένης αὐτοῖς σεμιδάλεως, ἐλαίου τε καὶ οἴνου προσεπενηνεγμένων· ἐν παντὶ γὰρ καιρῷ καὶ ἀκαταλήκτως καὶ ἀπαρχῆς μέχρι τέλους ἐν τῇ ἁγίᾳ σκηνῇ, τουτέστιν, ἐν Ἐκκλησίᾳ, διὰ πάσης ἀρετῆς εὐωδιάζομεν ἐν Χριστῷ. Τὸ γὰρ πρωΐ τε καὶ πρὸς ἑσπέραν καπνίζεσθαι τοὺς ἀμνοὺς, ὑποτύπωσις ἂν εἴη πάλιν, τοῦ δι' ἡμᾶς τε καὶ ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας ἀναθρώσκοντος τῷ Πατρὶ, συνανακομίζοντος δὲ ὥσπερ αὐτῷ καὶ τὴν τῶν εἰς αὐτὸν πιστευσάντων ζωὴν, τὸ ἱλαρὸν ἔχουσαν ὡς ἐν ἐλπίδι βεβαίας δόξης τε καὶ βασιλείας. Καὶ πρός γε δὴ τούτῳ, τὸ κατευφραίνεσθαι δεῖν, ταῖς εἰς αἰῶνα τρυφαῖς· σημεῖον δ' ἂν γένοιτο τῆς τοιᾶσδε ζωῆς, σεμίδαλις ἐλαιόδευτος, καὶ οἰνοβραχής. Θυσία δὴ οὖν σωτηρίου τὸ χρῆμα, καθὰ καὶ ἡ τετελεσμένη διὰ Μωσέως ἐν τῷ ὄρει Σινᾶ. Γέγραπται δὲ ἐν τῇ Ἐξόδῳ, ὅτε τοὺς ἐφ' ἅπασι τοῖς πρακτέοις διωρίσατο νόμους τοῦ πάντων κρατοῦντος Θεοῦ· «Ὀρθρίσας,» φησὶν, «ὁ Μωσῆς τὸ πρωῒ ᾠκοδόμησε θυσιαστήριον ἐπὶ τὸ ὄρος, καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· καὶ ἐξαπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώματα καὶ θυσίαν σωτηρίου τῷ Θεῷ, μοσχάρια.» Ἀδιαφορήσει δὲ, οἶμαι, τῆς θυσίας ὁ λόγος, εἴτ' οὖν ἀμνοὶ τὰ ἱερουργούμενα, κἂν εἴτε μοσχάρια λέγοιντο τυχόν· σώζεται γὰρ ἐν ἀμφοῖν τῆς ἀκακίας ὁ τύπος, ὃ δὴ μάλιστα περιθείη τις ἂν τῷ προσώπῳ Χριστοῦ, διὰ φωνῆς Ἱερεμίου λέγοντος· «Ἐγὼ δὲὡς ἀρνίον ἄκακον, ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων.» Εἰ δὲ δή τις ἕλοιτο καὶ καθ' ἕτερον τρόπον, πρωϊνήν τε καὶ ἑσπερινὴν θυσίαν ἐπινενοῆσθαι λέγειν ἐν τῇ ἁγίᾳ σκηνῇ διά τοι τὸν τῆς ἀνθρωπότητος χρόνον, εἶναι μὲν εὐώδη, πρὸ τῆς παραβάσεως τῆς ἐν Ἀδὰμ, τοιουτονὶ δὲ γενέσθαι πάλιν τὸν ἐν ἐσχάτοις καὶ ἐν Χριστῷ, καὶ ἐν τῇ κατ' αὐτὸν νοουμένῃ ζωῇ, φέροιτο οὐκ ἂν ἀπὸ σκοποῦ, καὶ λογιεῖται σοφῶς· ἔχει γὰρ ὧδε τὸ χρῆμα τῇ φύσει.
{ΠΑΛΛ.} Πείθομαι.
{ΚΥΡ.} Τὰς δὲ ἐν τῷ Σαββάτῳ θυσίας ὁρίζεται λέγων εὐθύς· «Καὶ τῇ ἡμέρᾳ τῶν Σαββάτων προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους, καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ
About this text
Cyril continues the dialogue with Palladius. Book 17 of a seventeen-book dialogue — the final book of the series.
English follows Migne PG 68 (Aubert reprint). The PDF and a cleaned text of the same print were checked against each other. This page is Book 17 of seventeen. This is a reading translation for study, not a new critical edition of the Greek.
Witnesses
- Copy-text Migne PG 68 De adoratione Book 17 (Aubert reprint) (Greek · Book 17)
- Checked print PDF of PG 68 De adoratione (Greek · Book 17)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.