On Adoration and Worship in Spirit and Truth, Book 17

Cyril of Alexandria · c. 412–423 · Migne PG 68 (Aubert reprint) · Original English Translation

Book 17 opens: holy feasts; Emmanuel as feast-head§1

1ON THE WORSHIP AND SERVICE IN SPIRIT AND TRUTH — BOOK SEVENTEENTH. Concerning the holy feasts. Enough has been said about purity, about prayer, and about the priests.

I think we should next set out carefully what repayment God gives for our labors, and toward what end those who turn will be fattened with the honors that reach their fulfillment, and will share in the hope that lasts forever.

Palladius: How well you put it.

Cyril: It would be fitting, Palladius, for those who have practiced the renowned and chosen life, and who have come to such a measure of the transparent citizenship we have here that they win the best vote of all, to live long in fair days — feasting, rejoicing together, having Emmanuel as the beginning of their festival, and resting in hopes that are firmly set. (Isa 7:14; Mt 1:23)

Palladius: Fitting indeed — and the word is true.

Cyril: Shall we then carefully examine the feasts given in type and according to the law, and narrate the manners of the sacrifices in them, transferring, as far as we can, their force toward the true meaning of the thoughts they hold?

Palladius: I would wish it — how could I not?

Cyril: Since, then, I seem to have seen clearly that these are excellent things, and that we ought lovingly to distinguish and think them through — come, let us search out, before the rest, when and upon what grounds the Lawgiver bids us feast.

Greek · §1

ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΕΠΤΑΚΑΙΔΕΚΑΤΟΣ. Περὶ ἑορτῶν ἁγίων. Ἁγνείας μὲν δὴ πέρι, καὶ τῶν ἐν εὐχαῖς, καὶ μέντοι καὶ ἱερέων εἰρήσθω τάδε. Χρῆναι δὲ οἶμαι λοιπὸν προσενεγκεῖν εὖ μάλα, τίς ἂν γένοιτο παρὰ Θεοῦ τῶν πόνων ἔκτισις, καὶ πρὸς ὅ τι τετραμμένοι, καταπιανθεῖεν ἂν ταῖς εἰς λῆξιν ἡκούσαις τιμαῖς, καὶ ἐλπίδος ἔσονται τῆς εἰς αἰῶνας μέτοχοι.

{ΠΑΛΛ.} Ὡς εὖ γε δὴ φής.

{ΚΥΡ.} Πρέποι γὰρ ἂν, ὦ Παλλάδιε, τοῖς τὴν εὐκλεᾶ καὶ ἀπόλεκτον ἐξησκηκόσι ζωὴν, καὶ πολιτείας τῆς ὧδε διαφανοῦς εἰς τοῦτο ἥκουσι μέτρον, ὡς τὴν ἁπασῶν ἀρίστην ψῆφον ἑλεῖν, ἐν εὐημερίαις εἶναι μακραῖς, ἑορτάζοντάς τε καὶ διευθυμουμένους, καὶ πανηγύρεως ἀρχὴν ἔχοντας τὸν Ἐμμανουὴλ, καὶ ἐν ἐλπίσι κειμένους ταῖς ἐρηρεισμέναις.

{ΠΑΛΛ.} Πρέποι γὰρ ἂν, καὶ ἀληθὴς ὁ λόγος.

{ΚΥΡ.} Βούλει δὴ οὖν, τὰς ἐν τύπῳ καὶ κατὰ νόμον πολυπραγμονῶμεν ἑορτὰς καὶ τῶν ἐν αὐταῖς θυσιῶν τοὺς τρόπους ἀφηγησώμεθα, μεταστοιχειοῦντες, ὡς ἔνι, πρὸς τὸ ἀληθὲς τῶν ἐν αὐταῖς ἐννοιῶν τὴν δύναμιν;

{ΠΑΛΛ.} Βουλοίμην ἄν· πῶς γὰρ οὔ;

{ΚΥΡ.} Οὐκοῦν ἐπεί τοι σαφῶς ἄριστά τε διεσκέφθαι δοκῶ, φιλοκρινεῖν ὅτι πρέποι καὶ τάδε διενθυμούμενος, φέρε δὴ, φέρε καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο διερευνήσωμεν, πηνίκα τε καὶ ἐπὶ τίσιν ἑορτάζειν ἡμᾶς τὸ Γράμμα δεῖν ἔφη τὸ ἱερόν. Ἴοι γὰρ ἂν οὕτω καὶ κατ' εὐθὺ τοῦ πρέποντος ἡμῖν ὁ λόγος· καὶ μέντοι πρὸς τῷδε, τὸ ἀτέχνως πεποιῆσθαι δοκεῖν οὐκ ἀγεννῶς διακρούσεται.

Three annual feasts; Pharaoh resists; plagues begin§2

2Palladius: Go on, then, wherever you please; you will benefit me most richly.

Cyril: When the people of Israel were once gathered in the wilderness under Mount Horeb, the God of all shaped the law that defines what we must do. After he had commanded countless profitable statutes, he added at last: ‘Three times in the year you shall keep a feast to me.’ (Ex 23:14)

And he made plain at once what those times are. He said: ‘You shall keep the feast of unleavened bread; seven days you shall eat unleavened bread, as I commanded you, at the season of the month of new grain; for in it you came out of Egypt. You shall not appear before me empty. And you shall keep the feast of harvest, of the firstfruits of your works that you sow in your field; and the feast of ingathering at the outgoing of the year, when you gather in your works from the field. Three times in the year shall every male appear before the Lord your God.’ (Ex 23:15-17; Ex 34:18-23; Dt 16:16)

That we must fulfill the feasts to God would be fitting for every age — yet Pharaoh resisted, and the plagues began to press Egypt until the destroyer came upon the firstborn.

Greek · §2

{ΠΑΛΛ.} Ἴθι δὴ οὖν ὅποι φίλον· ὀνήσεις γὰρ καὶ μάλα πλουσίως.

{ΚΥΡ.} Συναγηγερμένων ποτὲ κατὰ τὴν ἔρημον ὑπὸ τὸ ὄρος τὸ Χωρὴβ, τῶν ἐξ Ἰσραὴλ, τὸν τῶν πρακτέων ἡμῖν ὁριστὴν διετύπου νόμον ὁ τῶν ὅλων Θεὸς, μυρία δὲ ὅσα καὶ ἐπωφελῆ θεσπίσματα προστεταχὼς, προσετίθει λοιπὸν, «Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ μοι.» Τίνες δ' ἂν εἶεν τοιοίδε καιροὶ, διεσάφει πάλιν. Ἔφη γὰρ εὐθύς· «Τὴν ἑορτὴν τῶν ἀζύμων φυλάξασθε ποιεῖν· ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα, καθάπερ ἐνετειλάμην σοι κατὰ τὸν καιρὸν τοῦ μηνὸς τῶν νέων· ἐν αὐτῷ γὰρ ἐξῆλθες ἐξ Αἰγύπτου· οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός· καὶ ἑορτὴν τοῦ θερισμοῦ πρωτογενημάτων ποιήσεις ἔργων σου, ὧν ἐὰν σπείρῃς ἐν τῷ ἀγρῷ σου, καὶ ἑορτὴν συντελείας ἐπ' ἐξόδῳ τοῦ ἐνιαυτοῦ, ἐν τῇ συναγωγῇ τῶν ἔργων σου, τῶν ἐκ τοῦ ἀγροῦ σου. Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικὸν ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου.» Ὅτι μὲν οὖν τὸ χρῆναι πληροῦν τὰς ἑορτὰς τῷ Θεῷ, πρέποι ἂν ὅτι μάλιστα τοῖς ἀνδριζομένοις, καὶ οὐχὶ δὴ μᾶλλον τοῖς ἀναπεπτωκόσι καὶ ἄναλκιν ἔν γε δὴ σφίσιν ἔχουσι νοῦν, καὶ τεθρυμμένον ἀεὶ πρὸς τὰ σαρκός τε καὶ κόσμου, παρέδειξεν εἰπών· «Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικὸν ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου.» Ἐποπτείας γὰρ ἄξιον τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ τὸ ἀρσενικὸν, κατά γε τοὺς ἤδη προειρημένους τρόπους. Πλὴν ἐνομοθέτει χρησίμως τὸ χρῆναι πληροῦν ἑορτὰς ἁγίας. Ἔδει γὰρ, ἔδει τοῖς εἰς ἀρχὴν ἀναβαίνουσι παιδαγωγίας ὀρθῆς, καὶ ὑπὸ ζεύγλην ἤδη πως ἰοῦσι τὴν ὑπὸ Θεῷ, τῆς ἐν νόμῳ πολιτείας τὸ τέλος, ὅτι πάντη τε καὶ πάντως ἐκτελευτήσειεν ἂν αὐτοῖς εἰς τρυφάς τε καὶ εὐθυμίας, δῆλον δὲ ὅτι τὰς πνευματικὰς, εὖ μάλα παραδηλοῦν. Ταύτῃτοι προσηγορευκὼς τὸν νόμον, καὶ ἀποκρίνας ἀστείως τὸ πεφυκὸς ἀδικεῖν, ἐπαινέσας δὲ τὸ τελοῦν εἰς ὄνησιν, καὶ τῆς ἁνδανούσης αὐτῷ πολιτείας καὶ ζωῆς, παραθεὶς τὴν ὁδὸν, ὅτι καὶ καταλήξει ποτὲ πρὸς τρυφὰς ὁ πόνος αὐτοῖς, ἐφῆκε νοεῖν. Οὐκοῦν πρώτη μὲν ἑορτὴ κατὰ μῆνα τὸν νέον· δευτέρα δὲ ὥσπερ καὶ γείτων εὐθὺς ἡ τοῦ θερισμοῦ τῶν πρωτογενημάτων, τρίτη δὲ καὶ ἐπ' ἐσχάτοις ἡ ἐπ' ἐξόδῳ τοῦ ἐνιαυτοῦ, συγκεκομισμένων ἡμῖν τῶν καρπῶν, ἐν ἑβδόμῳ τοῦ ἔτους μηνί. Ἢ οὐχ ὧδε ἔφη τὸ Γράμμα τὸ ἱερόν;

{ΠΑΛΛ.} Σύμφημι.

{ΚΥΡ.} Οὐκοῦν ἀναγκαῖον, τὸ ἐφ' ἑκάστῳ καιρῷ παρακομίζειν εἰς μέσον, καὶ ὅπως τε καὶ ἐπὶ τίσι τελεῖσθαι πρέποι, διαθρεῖν ὡς ἔνι. Ἀπαίρειν μὲν γὰρ τῆς Αἰγυπτίων ἐκέλευε τότε τοὺς ἐξ Ἰσραὴλ ὁ φιλοικτίρμων Θεὸς, καὶ τῆς ἀφορήτου θητείας ἀποφορτίζεσθαι τὸν ζυγὸν, καὶ πρὸς τὴν τῆς ἐπαγγελίας μεθορμίσασθαι γῆν. Ἀντανίστατο δὲ τοῖς τεθεσπισμένοις ὁ Φαραὼ, καὶ ἀγροικὸν μὲν ἐφίει φωνὴν κατὰ τῆς ἀῤῥήτου δόξης, «Οὐκ οἶδα,» λέγων, «τὸν Κύριον.» Οὐκ ἀνήσειν δὲ τοὺς ἐξ Ἰσραὴλ διεβεβαιοῦτο πλειστάκις· καὶ δὴ καὶ πληγαῖς συχναῖς καὶ ἀλλεπαλλήλοις κατηκίζετο. Ἐπειδὴ δὲ ἦν ἀτεράμων ἔτι, καὶ ἄθραυστον

Destroyer on firstborns; Christ pretyped; Exod 12 lamb command§3

3Cyril: When Pharaoh practiced madness against God, the One who has authority over all sent the destroyer upon the firstborn of the Egyptians and sentenced them to death in a single night. (Ex 12:29) He also took care that the flocks of the Jews should not be swept into that evil, and should stand as far as possible from the destroying hand — that is, from wrath.

But no one could do this otherwise than through Christ, who is life and life-giving, inasmuch as he has sprung from the life of the Father according to nature. (Jn 1:4; Jn 5:26) So the law sketched beforehand the mystery concerning him, saying: ‘The Lord said to Moses and Aaron in the land of Egypt: This month shall be for you the beginning of months; it is the first for you among the months of the year. Speak to all the congregation of the sons of Israel, saying: On the tenth of this month let each take a sheep according to their fathers’ houses, a sheep for each house. And if the household be too few for a sheep, he shall take with him his neighbor who is near…’ (Ex 12:1-4)

Greek · §3

ἐμελέτα κατὰ τοῦ Θεοῦ τὴν ἀπόνοιαν, τοῖς τῶν Αἰγυπτίων πρωτοτόκοις ἐφίει τὸν ὀλοθρευτὴν, καὶ τὸν ἐν μιᾷ νυκτὶ κατεψηφίζετο θάνατον, ὁ πάντων ἔχων τὴν ἐξουσίαν. Προενόει δὲ ὅπως αἱ τῶν Ἰουδαίων ἀγέλαι μὴ ὑπενεχθεῖεν τῷ κακῷ, καὶ ὡς ἀπωτάτω γένοιντο τῆς τοῦ διαφθείροντος χειρὸς, εἴτ' οὖν ὀργῆς. Ἀλλ' οὐκ ἦν ἑτέρως τοῦτο πρᾶξαί τισι, πλὴν ὅτι διὰ Χριστοῦ, ὅς ἐστι ζωὴ καὶ ζωοποιὸς, ἅτε δὴ ζωῆς τῆς κατὰ φύσιν ἐκπεφυκὼς, τοῦ Πατρός. Προανετύπου τοίνυν ὁ νόμος τὸ ἐπ' αὐτῷ μυστήριον, ὧδέ τε φησίν· «Εἶπε δὲ Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν ἐν γῇ Αἰγύπτου, λέγων· Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ. Λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, λέγων· Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ' οἴκους πατριῶν, ἕκαστος πρόβατον κατ' οἰκίαν. Ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν ἐν τῇ οἰκίᾳ, ὥστε μὴ εἶναι ἱκανοὺς εἰς πρόβατον, συλλήψεται μεθ' ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ, κατὰ ἀριθμὸν ψυχῶν, ἕκαστος τὸ ἀρκοῦν αὐτῷ συναριθμήσεται εἰς πρόβατον. Πρόβατον τέλειον, ἄρσεν, ἐνιαύσιον ἔσται ὑμῖν. Ἀπὸ τῶν ἀμνῶν καὶ τῶν ἐρίφων λήψεσθε, καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου, καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἐσπέραν. Καὶ λήψονται ἀπὸ τοῦ αἵματος, καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθμῶν, καὶ ἐπὶ τὴν φλιὰν, ἐν τοῖς οἴκοις ἐν οἷς ἐὰν φάγωσιν αὐτὰ ἐν αὐτοῖς. Καὶ φάγονται τὰ κρέα τῇ νυκτὶ ταύτῃ ὀπτὰ πυρὶ, καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται. Οὐκ ἔδεσθε ἀπ' αὐτῶν ὠμὸν, οὐδὲ ἑψημένον ἐν ὕδατι, ἀλλ' ἢ ὀπτὰ πυρί· κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις. Οὐκ ἀπολείψεται ἀπ' αὐτοῦ ἕως πρωΐ· καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτοῦ. Τὰ δὲ καταλειπόμενα ἀπ' αὐτοῦ ἕως πρωῒ, ἐν πυρὶ κατακαύσετε. Οὕτω δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν, καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς, Πάσχα ἐστὶ Κυρίῳ. Καὶ διελεύσομαι ἐν γῇ Αἰγύπτῳ ἐν τῇ νυκτὶ ταύτῃ, καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἐν πᾶσι τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν, ἐγὼ Κύριος. Καὶ ἔσται τὸ αἷμα ὑμῖν ἐν σημείῳ ἐπὶ τῶν οἰκιῶν ὑμῶν, ἐν αἷς ὑμεῖς ἐστε ἐκεῖ, καὶ ὄψομαι τὸ αἷμα, καὶ σκεπάσω ὑμᾶς, καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτριβῆναι, ὅταν παίω ἐν γῇ Αἰγύπτῳ καὶ ἔσται ἡμέρα ὑμῖν αὕτη μνημόσυνον, καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν Κυρίῳ εἰς πάσας τὰς γενεὰς ὑμῶν, νόμιμον αἰώνιον ἑορτάσετε αὐτήν. Ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε, ἀπὸ δὲ τῆς ἡμέρας τῆς πρώτης, ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν. Πᾶς ὃς ἂν φάγῃ ζύμην, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραὴλ, ἀπὸ τῆς ἡμέρας τῆς πρώτης, ἕως τῆς ἡμέρας τῆς ἑβδόμης. Καὶ ἡ ἡμέρα ἡ πρώτη, κληθήσεται ἁγία, καὶ ἡ ἡμέρα ἡ ἑβδόμη, κλητὴ ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐταῖς, πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ, τοῦτο μόνον ποιηθήσεται ὑμῖν.» Βούλει δὴ οὖν λεπτῶς καὶ ἐπιδρομάδην

New creation age; one house unity; sheep/lamb/kid = Christ§4

4Cyril: Let us take each point in order and say what is fitting. We shall give the wise a starting-point and make it known to the righteous, as it is written. And they themselves may add what is theirs, and be far better for it.

Palladius: Very much so.

Cyril: So then, at the year’s beginning and in the first month, the mystery of Christ is brought to light. For the season of our Savior’s sojourn is a new age for us, transferring all things toward the better and thoroughly remaking into the newness of creation what was growing old and near vanishing. (Heb 8:13) ‘If anyone is in Christ — a new creation; the old things have passed away; behold, they have become new.’ (2 Cor 5:17) And we ourselves no longer live in the Mosaic manner, but have been carried over into evangelical life, Christ renewing us through the Spirit.

Palladius: You have spoken rightly.

Cyril: Each takes the sheep, and the banqueters gather in number into one house. For though we are divided, as it were, so as to exist each according to nature, we are gathered into one house — the Church — and feast together on one Christ. (1 Cor 10:17; Eph 2:19-22)

And whether it is called sheep or lamb or kid, the naming points to Christ: unblemished, male, of a year — perfect and in his prime — given over for us. (Ex 12:5; 1 Pet 1:19; Jn 1:29)

Greek · §4

ἕκαστα διαστείχοντες, τὰ εἰκότα λέγωμεν· Δώσομεν γὰρ σοφοῖς ἀφορμὴν, καὶ γνωριοῦμεν δικαίοις, κατὰ τὸ γεγραμμένον. Προσθεῖεν δ' ἂν καὶ αὐτοὶ τὰ παρά γε δὴ σφῶν αὐτῶν, καὶ ἀμείνους ἔσονται παρὰ πολύ.

{ΠΑΛΛ.} Καὶ μάλα.

{ΚΥΡ.} Οὐκοῦν ἐν ἔτους ἀρχῇ καὶ ἐν πρώτῳ μηνὶ, τὸ Χριστοῦ μυστήριον ἐκφαίνεται· νέος γὰρ ἡμῖν αἰὼν, ὁ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸς, μετατιθεὶς ἅπαντα πρὸς τὸ ἄμεινον, καὶ εἰς καινότητα κτίσεως μεταστοιχειῶν εὖ μάλα, τὸ παλαιούμενον καὶ γηράσκον, καὶ ἐγγὺς ἀφανισμοῦ. «Καινὴ γὰρ κτίσις, τὰ ἐν Χριστῷ, καὶ τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Ζῶμεν δὲ καὶ ἡμεῖς, οὐκέτι Μωσαϊκῶς, ἀπενηνεγμένοι δὲ μᾶλλον εἰς εὐαγγελικὴν ζωὴν, καινουργοῦντος ἡμᾶς διὰ Πνεύματος τοῦ Χριστοῦ.

{ΠΑΛΛ.} Ὀρθῶς ἔφης.

{ΚΥΡ.} Ἕκαστος δὲ λαμβάνει τὸ πρόβατον, καὶ συλλέγονται κατὰ πληθὺν οἱ δαιτυμόνες εἰς οἶκον ἕνα. Μεμερισμένοι γὰρ ὥσπερ καὶ ἡμεῖς εἰς τὸ ὑφεστάναι καθ' ἕνα φυσικῶς, εἰς ἑνότητα τὴν πνευματικὴν συνδεδραμήκαμεν ἐν Χριστῷ. Ψυχὴ γὰρ ἐν ἡμῖν λοιπόν ἐστι μία, καὶ καρδία μία. Πρόβατον δὲ τὸ θυόμενον, ἤγουν ἐξ αἰγῶν, καὶ πρόβατον μὲν, διά τοι τὸ ἀσυγκρίτως ἥμερόν τε καὶ ἄκακον, καὶ πρός γε δὴ τούτῳ τὸ ἔγκαρπον· «Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος.» Ἀμνὸς δὲ, ὅτι τέθυται δι' ἡμᾶς, καὶ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν παρεδόθη, κατὰ τὰς Γραφάς. Ἔριφος δὲ ὑπὲρ ἁμαρτιῶν τὸ θῦμα, κατὰ τὸν νόμον, τέλειόν τε ἄρσεν τὸ πρόβατον· τοῦ μὲν τελείου σημαίνοντος, ἤτοι τὸ μώμου παντὸς ἐλεύθερον, εὔρωστόν τε καὶ ὑγιές. Ἄμωμος γὰρ Χριστὸς, καὶ παντὸς ἐπέκεινα πάθους, ἤτοι τὸ τέλειον ἀληθῶς· παντέλειος γὰρ ὁ Ἐμμανουὴλ, οἴκοθεν ἔχων καὶ φυσικῶς, τὰ δι' ὧν ἐστι Θεὸς, τοῦ γε μὴν ἄρσενος ὅτι πάντων ἐστὶ καθηγητής. Ἡγεμονικώτατον δὲ τὸ ἄρσεν ἀεὶ, καὶ ἐν δευτέρᾳ τάξει τὸ θῆλυ πανταχῆ. Καὶ λαμβάνεται μὲν τὸ πρόβατον, ἀπὸ δεκάτης τοῦ μηνός· ἱερουργεῖται δὲ πρὸς ἑσπέραν τῇ τεσσαρεσκαιδεκάτῃ. Οὐ γάρ τοι νεοφανὲς τὸ Χριστοῦ μυστήριον, οὐδὲ τότε πρῶτον διεγνωσμένον, ὅτε καὶ ἐμπαροινεῖν ἐδόκει τοῖς Ἰουδαίοις αὐτῷ. Ἀρχαιοτέρα δὲ πολὺ τοῦ πάθους ἡ γνῶσις προῆν, προαναφωνούντων ἁγίων, καὶ διακεκραγότος τοῦ νόμου, καὶ τὸ ἐπ' αὐτῷ μυστήριον, τῆς ἁγίας ἡμῖν προανατυπούσης Γραφῆς. Οὐκοῦν εἴχομεν παρ' ἑαυτοῖς ὡς ἐν προγνώσει τέως, τεθυμένον μὲν οὔπω τὸν ἀμνὸν, σφαγήσεται δὲ ὅτι πρὸς ἑσπέραν, οὐκ ἠγνοηκότες. Ἐπ' ἐσχάτοις γὰρ τοῦ αἰῶνος καιροῖς, καὶ πρὸς αὐταῖς ἤδη πως διήκοντος ταῖς τοῦ χρόνου δυσμαῖς ὁ Χριστοῦ πέπρακται θάνατος. Σφάζεται δὲ ὑπὸ παντὸς τοῦ πλήθους· ἀπέθανε γὰρ ὑπὲρ πάντων, ἵν' εἰδεῖεν οὗτοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας προσάγοντες ἀμνὸν, ὅτι τιμῆς ἠγοράσθησαν, οὐκ εἰσὶν ἑαυτῶν, ἀλλ' εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι, καὶ ἐγερθέντι. Ἐπειδὴ γὰρ

Blood on lintels bars death; one night; die once§5

5Cyril: He was handed over for our offenses, and is said to have died for us. (Rom 4:25; 2 Cor 5:14-15) In that sense we too are the ones who slaughter; for those for whom he died are almost clearly workers of the passion, even if something is done through others.

And that the sprinkling of the blood saves those who are anointed, he showed at once by saying that the entrances of the houses must be smeared with the blood — I mean the doorposts and the lintels. (Ex 12:7; Ex 12:22-23) For the mystery of Christ blocks, as it were, and makes death’s entrance impassable. So it is fixed that we too, anointed with the precious blood, shall be stronger than death and shall disregard corruption, making no account of the destroyer. For the blood of life — that is, of Christ — rescues us. (Heb 12:24; 1 Pet 1:2)

And he says the flesh of the lamb must be consumed in a single night; for truly one is the season of the saving passion, and ‘having died once, he dies no more; death no longer lords it over him.’ (Rom 6:9-10)

Greek · §5

ὑπὲρ τῶν ἡμετέρων πλημμελημάτων παρεδόθη, διὰ ἡμᾶς τεθνάναι λέγεται. Ταύτῃ τοι καὶ ἡμεῖς οἱ σφάζοντες. Οἱ γὰρ δι' οὓς ἀπέθανεν ἀναγκαίως, μονονουχὶ τοῦ πάθους εἶεν ἂν ἐργάται σαφῶς, εἰ καὶ δρῷτό τι δι' ἑτέρων. Ὅτι δὲ σώζει τοὺς κεχρισμένους ὁ τοῦ αἵματος ῥαντισμὸς, παρέδειξεν εὐθὺς, χρῆναι τῷ αἵματι καταχρίειν εἰπὼν τῶν δωματίων τὰς εἰσβολὰς, σταθμῶν δὴ λέγω καὶ θυρῶν φλιάς. Ἀποφράττει γὰρ ὥσπερ καὶ ἀνέμβατον ἐργάζεται τῷ θανάτῳ τὴν εἰσβολὴν τὸ Χριστοῦ μυστήριον. Ἄραρεν οὖν, ὅτι τῷ τιμίῳ κατακεχρισμένοι καὶ ἡμεῖς αἵματι, θανάτου κρείττους ἐσόμεθα, καὶ φθορᾶς ἀλογήσομεν, δι' οὐδενὸς ποιούμενοι λόγου τὸν ὀλοθρευτήν. Ἐκρύεται γὰρ ἡμᾶς τὸ αἷμα τῆς ζωῆς, τουτέστι, Χριστοῦ. Χρῆναι δέ φησιν, ἐν νυκτὶ μιᾷ τὰ τοῦ ἀμνοῦ δαπανᾶσθαι κρέα· εἷς γὰρ ἀληθῶς, ὁ τοῦ σωτηρίου πάθους καιρὸς, καὶ ἅπαξ ἀποθανὼν, οὐκέτι ἀποθνήσκει, κατὰ τὸ γεγραμμένον, θάνατος αὐτοῦ οὐκέτι κυριεύσει· ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. Ὀπτὰ δὲ τὰ κρέα, καὶ ἐπ' ἄρτοις ἀζύμοις ἐσθίεται καὶ πικρίσι, τοῦ μὲν ὀπτοῦ, τὴν οἱονεί πως διὰ παθημάτων τοῦ Ἐμμανουὴλ ὑπεμφαίνοντος τελείωσιν. «Ἔδει γὰρ, ἔδει, φησὶ, τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, διὰ παθημάτων τελειῶσαι.» Τοῦ γε μὴν ἐπ' ἀζύμων ἐσθίεσθαι καὶ πικρίδων, αἰνιγματωδῶς ὑπογράφοντος, ὅτι δεήσει καὶ ἡμᾶς αὐτοὺς, οἷς ἂν παρακέοιτο πρὸς μέθεξιν ὁ Χριστὸς, ζύμης ἀπηλλάχθαι τῆς νοητῆς, τουτέστι, κακίας καὶ δόλου, ἀγαπᾷν δὲ ὅτι μάλιστα καὶ τὸ τληπαθεῖν ὑπὲρ τῆς εἰς αὐτὸν ἀγάπης, καὶ πικρῶν ἀνέχεσθαι πόνων, κατόπιν ἰόντας τοῦ δι' ἡμᾶς εἰς θάνατον εἰσελθόντος. Εἰς τοῦτο γὰρ παραθήγων ἡμᾶς, «Οὐκ ἔστι, φησὶ, μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.» «Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πολλῷ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ. Ἀποφάσκει δὴ οὖν ὁ νόμος, τὸ δεῖν ἐσθίειν ὠμὸν, καὶ μέν τοι ἑψημένον ὕδατι, καί τοι μηδενὸς ἂν, οἶμαι, φαγόντος ὠμὸν, κἂν εἰ μὴ ἔφη τυχὸν ὁ νόμος. Ὑποφαίνει τοίνυν αἰνιγματωδῶς, ὅτι τὸ τοῦ Χριστοῦ μυστήριον, οὔτε τὸ ἀπρόσβλητον ἔχει διὰ ψευσμάτων ὑπερβολὴν οὔτε μὴν τὸ ὑδαρὲς καὶ ἐκλελυμένον. Ἑλλήνων μὲν γὰρ οἱ λογάδες ποιηταί τε καὶ συγγραφεῖς, καὶ ὅσον ἧκεν εἰς λόγους σοφοὶ, τὰ τῶν παρὰ σφίσι θεῶν ἀναγράφοντες ὄργια, ψευδοεποῦσιν ἀγρίως, καὶ οἱονεί πως ὠμά τε καὶ ἀπαράδεκτα ταῖς ἀνθρώπων διανοίαις παραφέρουσι διηγήματα, καὶ πολὺ τὸ ὑδαρὲς, ἔν γε δὴ σφίσιν αὐτοῖς, κατηῤῥωστηκότα. Μοιχεῖαί τε γὰρ καὶ γυναίων ἔρωτες, καὶ μειρακίων διαφθοραὶ, καὶ αἰδοίων ἀποκοπαὶ, καὶ παρθένων εἰς δένδρα μεταφυτεύσεις, καὶ ἕτερα ἄττα πρὸς τούτοις πάναισχρά τε καὶ ἀκαλλῆ, μυθάρια τὰ παρ' αὐτοῖς νοούμενα, ἀλήθεια δέ ἐστι, πάντα τὰ ἐν Χριστῷ, εὐπαράδεκτά τε καὶ ἐδώδιμα νῷ, καὶ τὸ χαῦνον, ἢ ὑδαρὲς οὐκ ἔχοντα. Συνάγει γὰρ μᾶλλον εἰς εὐκοσμίαν τοὺς ἐθέλοντας νοεῖν, ἤπερ ἀνίησιν εἰς τρυφὰς καὶ φιλοσαρκίαν, καθάπερ ἀμέλει καὶ τὰ Ἑλ

Eat head/feet/inwards = Christ’s mind, walk, mysteries§6

6Cyril: …leaving aside cold and old-womanish tales of the Greeks. Do you understand clearly what I mean?

Palladius: Very much so.

Cyril: That one who has become a sharer in Christ — by partaking of his holy flesh and blood — must also have his mind and love to go forward through inward achievements, understanding well what concerns him, he hinted at once by saying that head must be eaten with the feet and the inward parts. (Ex 12:9; Jn 6:53-56)

For did we not say that the head is a type of the mind, and the feet everywhere signify the journey in deeds? And did the inward parts of the victims again point to what is inside and hidden?

Palladius: It seemed right to understand it so. But tell me this: what would Christ’s mind be, what his journey, and what the hidden things?

Cyril: Christ’s mind would be to think only what looks toward the glory of God the Father, and to will to accomplish what pleases the One who begot him. ‘I have come down from heaven,’ he says, ‘not to do my own will, but the will of him who sent me.’ (Jn 6:38; Phil 2:5) His journey is the way of the commandments; the hidden things are the mysteries of the gospel, which fatten the mind with spiritual nourishment.

Greek · §6

λήνων ψυχρὰ καὶ γραώδη διηγήματα. Συνίης οὖν ἄρα σαφῶς ὅ φημι;

{ΠΑΛΛ.} Πάνυ μὲν οὖν.

{ΚΥΡ.} Ὅτι δὲ χρὴ τὸν Χριστοῦ γεγονότα μέτοχον, διά γε τοῦ μεταλαχεῖν τῆς ἁγίας αὐτοῦ σαρκός τε καὶ αἵματος, καὶ τὸν αὐτοῦ νοῦν ἔχειν, καὶ διὰ τῶν ἔσω κατορθωμάτων ἰέναι φιλεῖν, συνιέντα εὖ μάλα τὸ ἐπ' αὐτῷ, ὑπέφηνεν ἂν εὐθὺς, δεῖν ἐσθίεσθαι λέγων κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐνδοσθίοις. Ἦ γὰρ, οὐχὶ νοῦ μὲν εἰς τύπον ἐλέγομεν εἶναι τὴν κεφαλὴν, πόδας δὲ αὖ πανταχῆ, τῆς ὡς ἐν ἔργοις πορείας σημαντικούς; παρεδήλου δὲ πάλιν τὰ εἴσω τε καὶ κεκρυμμένα τῶν θυομένων τὰ ἐντόσθια;

{ΠΑΛΛ.} Ἐδόκει μὲν ὧδε νοεῖν ὀρθῶς. Πλὴν, ἐκεῖνο φράσον, τίς ἂν εἴη Χριστοῦ μὲν ὁ νοῦς, τίς δὲ ἡ πορεία, καὶ μέντοι τὰ κεκρυμμένα;

{ΚΥΡ.} Νοῦς μὲν ἂν εἴη Χριστοῦ, τὸ μόνα φρονεῖν τὰ ὅσαπερ ἂν εἰς δόξαν βλέποι τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τὸ βούλεσθαι κατορθοῦν τὸ τῷ γεννήσαντι δοκοῦν. Καταβέβηκα γὰρ, φησὶν, ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.» Τοῦτό τοι φρονεῖν καὶ κατορθοῦν ᾑρημένοι καὶ οἱ θεσπέσιοι μαθηταὶ διαῤῥήδην ἔφασκον· «Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.» Καὶ γοῦν ἐδίδασκον λέγειν ἐν προσευχαῖς· «Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ θέλημά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς.» Ὁρᾷς ὅτι σύμφοροί τε καὶ ὁμογνώμονες Χριστοῦ γεγονότες, καὶ τὸν αὐτοῦ νοῦν ἔχειν διαβεβαιοῦνται σαφῶς; Τοῦτο, οἶμαι, ἐστὶ τὸ τὴν κεφαλὴν ἐσθίεσθαι τοῦ ἀμνοῦ. Πορεία γε μὴν ἡ Χριστοῦ, τὸ κατ' αὐτὸν ἀνατλῆναι γεννικῶς, καὶ μὴ κατοκνῆσαι τὸν θάνατον, ἵν' ὡς Παῦλός φησιν, ἁμαρτωλοὺς σώσῃ· ἑτοιμοτάτους δὲ εἶναι καὶ ἡμᾶς αὐτοὺς εἰς τοῦτο προσήκει, καὶ αὐτὴν ὑπὲρ ἀδελφῶν δαπανῶντας ἑτοίμως τὴν ἐν σώματι ζωήν. Καὶ γοῦν ἔφη τις τῶν ἁγίων μαθητῶν· «Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, καὶ ὑμεῖς ὑπὲρ αὐτοῦ τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε.» Παῦλός γε μὴν ἐπιτιμᾷ τισιν ὡδί πη λέγων· «Τί κλαίετε συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Καὶ αὐτὸς δὲ Χριστὸς τοῖς ἰδίοις ἴχνεσι κατακολουθεῖν ἐπιτάττων· «Ὃς οὐ λαμβάνει,» φησὶ, «τὸν σταυρὸν αὐτοῦ καθ' ἡμέραν, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Ἁγία δὲ καὶ ἑτέρως πανταχῆ, καὶ διὰ πάσης ἀρετῆς, ἡ Χριστοῦ πορεία καὶ ὁδός. Ἐντόσθια δὲ νοήσεις τὸν ἐπ' αὐτῷ κεκρυμμένον τε καὶ ἐν παραβύστῳ λόγον. Θεὸς γὰρ ὢν κατὰ φύσιν, καὶ ἐκ Θεοῦ πεφηνὼς ὁ Μονογενὴς, γέγονε σὰρξ, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ εἰκὼν καὶ ὁμοίωσις ὑπάρχων τοῦ γεγεννηκότος, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, καὶ εἰς δούλου μορφήν. Εἰσδεξώμεθα δὴ οὖν ἐν ἰδίαις ψυχαῖς, οὐχὶ μόνα τὰ ἀν

One night no leftovers; no bone broken; morning = age to come§7

7Cyril: Filling our own mind not only with what is human and outwardly apparent in Emmanuel, but also with the very inward parts — that is, his hidden mysteries — we shall have spiritual nourishment. He said the lamb must be consumed in that one night, with nothing at all left over remaining until morning. (Ex 12:10)

And he does not allow a bone to be broken — the first point signaling that in the age to come Christ will sanctify and bless those dedicated to him by faith and holiness in another manner, and will not again feed them with his own flesh and make them live by his blood exactly as now, but — death already abolished and corruption wholly dissolved — there will be some intelligible mode of sanctifying. (Ex 12:46; Jn 19:36; 1 Cor 15:26)

So morning would signify, I think, nothing other than the age to come. And the second point — that the bone must not be broken — leads us into thoughts about Christ and keeps us in step with what was written of him.

Greek · §7

θρώπινα, καὶ ἐξωφανῆ τὸν Ἐμμανουὴλ, ἀλλὰ καὶ αὐτῶν τῶν ἐντοσθίων, τουτέστι, τῶν κεκρυμμένων αὐτοῦ μυστηρίων τὸν οἰκεῖον ἀναπιμπλάντες νοῦν, εὐτροφίαν ἕξομεν τὴν πνευματικήν. Δαπανᾶσθαί γε μὴν αὐτῇ δεῖν ἔφη τῇ μιᾷ νυκτὶ τὸν ἀμνὸν, οὐδενὸς τὸ σύμπαν περιλελειμμένου, καὶ εἰς τὸ πρωῒ μένοντος. Συντρίβεσθαι δὲ καὶ ὀστοῦν οὐκ ἐᾷ, τοῦ μὲν πρώτου κατασημαίνοντος, ὡς εἰς αἰῶνα τὸν μέλλοντα, καθ' ἕτερόν τινα τρόπον ἁγιάσει τε καὶ εὐλογήσει Χριστὸς τοὺς ἀνακειμένους αὐτῷ διὰ πίστεως καὶ ἁγιασμοῦ, καὶ οὐχὶ δὴ πάντως ἀποθρέψει πάλιν τῇ ἰδίᾳ σαρκὶ, καὶ ζωοποιήσει τῷ αἵματι, καθάπερ ἀμέλει καὶ νῦν, ἀλλ' ὡς ἤδη κατηργημένου θανάτου, καὶ λυθείσης εἰσάπαν τῆς φθορᾶς, νοητὸς ἔσται τις ὁ τοῦ ἁγιάζοντος τρόπος. Οὐκοῦν τὸ πρωῒ κατασημήνειεν ἂν οὐχ ἕτερον οἶμαί τι, παρὰ τὸν αἰῶνα τὸν μέλλοντα. Τοῦ δὲ δευτέρου, τοῦ μὴ χρῆναι, λέγω, συντρίβεσθαι τὸ ὀστοῦν, εἰς ἐννοίας ἡμᾶς ἀναφέροντος τὰς ἐπὶ Χριστῷ, καὶ ἀκολουθεῖν ἀναπείθοντος ταῖς τῶν θεηγόρων φωναῖς. Ὁ γάρτοι θεσπέσιος εὐαγγελιστὴς, σωματικώτερον ἐκλαβὼν ἐπὶ Χριστοῦ τὸ χρησμῴδημα, «Οὐ κατέαξαν αὐτοῦ,» φησὶν, «οἱ στρατιῶται τὰ σκέλη, ὅπως πληρωθῇ τὸ γεγραμμένον· Καὶ ὀστοῦν οὐ συντριβήσεται ἀπ' αὐτοῦ.» Ἐσθίουσι δὲ τὸν ἀμνὸν, διεζωσμένοι τὰς ὀσφύας, ὑποδησάμενοι τοὺς πόδας, καὶ βακτηρίας ἔχοντες ἐν ταῖς χερσὶ, καὶ ἁπαξαπλῶς εἰπεῖν, ἐν σχήματι γεγονότες τῶν ὁδοιπορεῖν εἰωθότων, καὶ μάλα ὀρθῶς. Εὐτρεπεῖς γὰρ ὥσπερ γεγονότες τοῦ μεθίστασθαι νοητῶς, καὶ οἱονεί πως ἐξοδοιπορεῖν ἐπειγόμενοι τῶν ἐν τῷδε τῷ κόσμῳ περισπασμῶν, καὶ εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων μεταφοιτᾷν προθυμούμενοι, μεταληψόμεθα τοῦ Χριστοῦ πανάγνως καὶ καθαρῶς. Οὐ γὰρ τοῖς προσκαίροις ἐμφιλοχωρεῖν εἰθίσμεθα, μετατρέχομεν δὲ γεννικῶς εἰς τὰ πεπηγότα καὶ μένοντα· καὶ τῶν σαρκικῶν ἀκαθαρσιῶν ἀπαίροντες, εἰς ἀστειότητα τὴν πνευματικὴν μεταθρώσκομεν μεμνημένοι λέγοντος τοῦ Χριστοῦ, «Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.» Ταύτῃ τοι περίκεινται σχῆμα τοῖς ὁδοιπορεῖν εἰωθόσι τὸ πρέπον, οἱ τὸν ἀμνὸν ἐσθίοντες εἰς τύπον Χριστοῦ. Πλὴν, ἐν σπουδῇ φάγεσθαι χρή. Πάσχα γάρ ἐστι Κυρίου, τουτέστι, διάβασις, ἤτοι διαβατήρια· καιροῦ γὰρ ἐνεστηκότος καθ' ὃν ἀναγκαῖον διαβαίνειν ἡμᾶς ἐκ φαυλότητος κοσμικῆς, ἐπὶ τὸ δρᾷν ἐπείγεσθαι τὰ ἁνδάνοντα τῷ Θεῷ, τὸ μὴ ἐν ὅλῃ ταυτὶ ποιεῖσθαι σπουδῇ, διαμέλλειν δὲ ὥσπερ καὶ ἀναδύεσθαι τοῖς ἀρχαίοις ἡμᾶς προστετηκότας ἔτι κακοῖς, πῶς οὐκ ἂν εἴη τῶν σφαλερωτάτων; Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, «Τρέχετε,» φησὶν, «ἵνα καταλάβητε.» Ἰτέον δὴ οὖν εἰς μετάληψιν τοῦ Χριστοῦ διὰ πίστεως, παντὸς μὲν ὄκνου πεπατημένου, μελλησμοῦ δὲ οὐδενὸς παρεισδεδυκότος, ἀλλ' ὡς ἐν ὅλῃ σπουδῇ. Διαβησόμεθα γὰρ οὕτως ἐξ ἁμαρτιῶν εἰς δικαίωσιν, ἐκ θανάτου πρὸς ζωὴν, καὶ τὸ τῆς δουλείας αἶσχος ἀποτριψάμενοι, τὴν εὐκλεᾶ τῆς υἱοθεσίας καταπλουτήσομεν χάριν.

Judgment on Egypt’s gods; blood sign shelters Israel§8

8Palladius: You have spoken excellently.

Cyril: When these things have been carefully kept and carried through to the end according to the lawgiver’s intent, he says he will pass through and, as it were, go round all Egypt, destroy the firstborn, and execute vengeance on the gods of the Egyptians — that is, demand justice from everything high and lifted up among them and ranked among things worshipped for glory’s sake, for so hard and disorderly a mind and for extreme arrogance. (Ex 12:12; Isa 2:12)

Yet he promised to shelter the sons of Israel when the doorposts were anointed with the blood, which he named a sign of kinship with him. ‘For I will see the sign,’ he says, ‘and I will shelter you.’ (Ex 12:13) When God brings wrath and anger upon every high and lofty thing, according to the prophet’s voice, and condemns to death the wanton and guilty who have continuously neglected piety toward him, only those escape unharmed who are marked with the blood of the true Lamb.

Greek · §8

{ΠΑΛΛ.} Ἄριστα ἔφης.

{ΚΥΡ.} Τούτων δὲ οὕτως εὖ μάλα τετηρημένων, καὶ μὴν καὶ εἰς πέρας ἐξενηνεγμένων κατά γε τῷ νομοθέτῃ δοκοῦν, διελεύσεσθαί φησι καὶ οἱονεὶ πᾶσαν περινοστήσειν τὴν Αἰγυπτίων, καὶ διολλύναι μὲν τὰ πρωτότοκα, ποιήσειν δὲ τὴν ἐκδίκησιν ἐν τοῖς θεοῖς τῶν Αἰγυπτίων, τουτέστι, πάντα τὸν παρ' αὐτοῖς ὑψηλόν τε καὶ ἐπηρμένον, καὶ ἐν τοῖς προσκυνουμένοις μονονουχὶ τεταγμένον διά γε τὴν δόξαν, ἐξαιτήσειν δίκας τῆς οὕτω σκληρᾶς καὶ ἀτάκτου γνώμης, καὶ τῆς ἄγαν ἀλαζονείας. Σκεπάσειν γε μὴν τοὺς υἱοὺς Ἰσραὴλ ἐπηγγέλλετο, κατακεχρισμένων τῷ αἵματι τῶν φλιῶν, ὃ δὴ καὶ σημεῖον ὠνόμαζε τῆς πρὸς αὐτὸν οἰκειώσεως. «Ὄψομαι γὰρ, φησὶ, σημεῖον, καὶ σκεπάσω ὑμᾶς.» Θεοῦ γὰρ ἐπάγοντος ὀργὴν καὶ θυμὸν ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ θανάτῳ καταδικάζοντος τὸν ἀσελγῆ τε καὶ ἀλιτήριον, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας ἀνακαταλήκτως ὀλιγωρήσαντα, διαδιδράσκουσι μόνοι καὶ ἀμοιροῦσι ποινῆς, οἱ καλῷ σημάντρῳ κατεσφραγισμένοι, καὶ ἐῤῥαντισμένοι τῷ αἵματι τοῦ Χριστοῦ. Διεπύθου γὰρ λέγοντος, «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν· ὁ δὲ μὴ πιστεύων, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτόν.» Οὐκοῦν καὶ ζωῆς τῆς αἰωνίου μέτοχοι, καὶ Θεῷ τε καὶ Πατρὶ φίλοι τε καὶ γνώριμοι, καὶ θανάτου κρείττους, οἱ ἡγιασμένοι, διά γε τοῦ μετασχεῖν τοῦ Χριστοῦ, κατὰ τρόπον δὲ δηλονότι τὸν μυστικὸν, καὶ αἵματι τῷ ἁγίῳ κατακεχρισμένοι. Χρῆναί γε μὴν ἀκαταλήκτως αὐτοὺς ἀποπεραίνειν ἐπείγεσθαι τὸν ἐπὶ τῷδε νόμον εὖ μάλα φησί. Καταλήξομεν γὰρ, οὔτι που τοῦ ἑορτάζειν ἐπὶ Χριστῷ, ζύμην ἀφανίζοντες ἐκ τῶν ἰδίων ὁρίων, τουτέστιν, ἀπὸ πάσης τῆς γῆς ἐν ᾗπερ ἂν ἔχοιμεν τὰς διατριβάς. Δεήσει γὰρ δὴ τοὺς διὰ πίστεως κεκλημένους εἰς δικαίωσιν τὴν διὰ Χριστοῦ, πνευματικῶς ἑορτάζοντας, μὴ ἐν ζύμῃ τοῦτο δρᾷν, κακίας τε καὶ πονηρίας, ἐκκαθαίροντας δὲ μᾶλλον τὴν παλαιὰν ζύμην, μεταπλάττεσθαι πρὸς τὸ ἄμεινον, καὶ νέον ἤδη πως ὁρᾶσθαι φύραμα, παγγενῆ τε καὶ πανοικὶ, καὶ τοὺς ἐν πάσῃ τῇ χώρᾳ, δι' οὗ σημαίνεται τῶν τὴν πίστιν παραδεδεγμένων πολλή τις οὖσα καὶ ἀναρίθμητος ἡ ὁσία πληθύς. Τὴν δέ γε πρώτην τῆς ἑβδομάδος ἡμέραν, ἁγίαν ἔφη διακεκλῆσθαι δεῖν, κλητὴν δὲ ἁγίαν καὶ τὴν ἑβδόμην, ἐκεῖνο, οἶμαί που, παραδεικνὺς ὁ νόμος, ὅτι τῆς ἀνθρώπου ζωῆς ἅγιος μὲν ἦν ὁ ἐν ἀρχῇ χρόνος, ὡς ἐν τῷ προπάτορι τοῦ γένους Ἀδὰμ, οὔπω παραλύσαντι τὰ ἐντεταλμένα, καὶ τῶν θείων ἀλογήσαντι προσταγμάτων· ἅγιος δὲ καὶ πολὺ μείζων, ὁ ἐν ἐσχάτοις, τουτέστιν, ὁ ἐν Χριστῷ, ὅς ἐστι δεύτερος Ἀδὰμ, ἀναστοιχειῶν τὸ γένος ἐκ τῶν διὰ μέσου συμβεβηκότων, εἰς καινότητα ζωῇς, ἐν πνεύματι. Παρεγγυᾷ δὲ ὅτι καὶ σαββατίζειν ἀνάγκη κατὰ τὴν ἑβδόμην, ἀποφοιτῶντας ἔργου παντός. Πρέποι γὰρ ἂν καὶ μάλα εἰκότως τοῖς διὰ πίστεως εἰσεληλα

Rest in Christ; hyssop blood; stay indoors till morning§9

9Cyril: …entering into the rest of Christ — to abstain thereafter from every fleshly work and from earthly ambitions and empty bustle, and rather to press on to finish only what leads to the unstained life and makes people reverent and holy. For as wise Paul writes to us: ‘The one who has entered his rest’ — clearly Christ’s — ‘has also rested from his works, as God did from his own.’ (Heb 4:10; Gen 2:2)

Palladius: True.

Cyril: So the divine oracle spoke to us. And when divine Moses set the command before those from Israel, he said: ‘Go, take for yourselves a sheep according to your families, and sacrifice the Passover. You shall take a bunch of hyssop, and dipping it in the blood that is by the door you shall put it on the lintel and on both doorposts from the blood that is by the door. And none of you shall go out the door of his house until morning. And the Lord will pass through to strike…’ (Ex 12:21-23)

Greek · §9

κόσιν εἰς τὴν κατάπαυσιν τοῦ Χριστοῦ, τὸ παντὸς ἔργου λοιπὸν ἀπέχεσθαι σαρκικοῦ, καὶ τῶν ἐπὶ γῆς σπουδασμάτων καὶ εἰκαίου περιφορᾶς, ἀποπεραίνειν δὲ μᾶλλον ἐπείγεσθαι μόνα τὰ εἰς ζωὴν ἀποφέροντα τὴν ἀκήρατον, καὶ ὅσα σεπτοὺς καὶ ἁγίους ἀποτελεῖ. Ὡς γὰρ ὁ σοφὸς ἡμῖν γράφει Παῦλος, «Ὁ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Χριστοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.

{ΠΑΛΛ.} Ἀληθές.

{ΚΥΡ.} Ὧδε μὲν οὖν τὸ θεῖον ἔφη χρησμῴδημα ἡμῖν. Εἰσηγούμενος δὲ τοῖς ἐξ Ἰσραὴλ τὸ κεκελευσμένον ὁ θεῖος ἔφη Μωσῆς, «Ἀπελθόντες λάβετε ὑμῖν αὐτοῖς πρόβατον κατὰ συγγενείας ὑμῶν, καὶ θύσατε τὸ Πάσχα. Λήψεσθε δὲ δέσμην ὑσσώπου, καὶ βάψαντες ἀπὸ τοῦ αἵματος τοῦ παρὰ τὴν θύραν θήσετε ἐπὶ τῆς φλιᾶς, καὶ ἐπ' ἀμφοτέρων τῶν σταθμῶν ἀπὸ τοῦ αἵματος, ὅ ἐστι παρὰ τὴν θύραν. Ὑμεῖς δὲ οὐκ ἐξελεύσεσθε ἕκαστος τὴν θύραν τοῦ οἴκου αὐτοῦ, ἕως πρωΐ. Καὶ παρελεύσεται Κύριος πατάξαι τοὺς Αἰγυπτίους, καὶ ὄψεται αἷμα ἐπὶ τῆς φλιᾶς, καὶ ἐπ' ἀμφοτέρων τῶν σταθμῶν, καὶ παρελεύσεται Κύριος πρὸς τὴν θύραν, καὶ οὐκ ἀφήσει τὸν ὀλοθρευτὴν εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι.» Τὸ μὲν οὖν κατ' οἴκους πατριῶν ἤτοι κατὰ συγγενείας λαμβάνεσθαι τὸν ἀμνὸν, ὑποφήνειεν ἂν, οἶμαί που, τῆς πνευματικῆς οἰκειότητος τὸ, ὡς ἐν πίστει τε καὶ ὁμονοίᾳ ταυτόν. Οὐ γὰρ τοῖς ἐξίτηλα φρονεῖν ᾑρημένοις συνεορτάσομεν, οὐδὲ τοῖς ἕτερα ἄττα παρά γε τὸ ὀρθῶς ἔχον καὶ ἀληθῶς φρονεῖν εἰωθόσι κοινωνήσομεν τῆς ἁγίας καὶ ζωοποιοῦ θυσίας, ἀλλὰ τοῖς ὁμόφροσί τε καὶ ἀδελφοῖς ὡς ἐν ἑνότητι πνεύματος, καὶ ἐν ταυτότητι πίστεως. Ἀναπλέκεταί γε μὴν ἡ ὕσσωπος οἰκονομικῶς τῷ αἵματι τοῦ ἀμνοῦ. Καὶ τίς ἂν γένοιτο καὶ τοῦδε τυχὸν ὁ λόγος, ὡς ἐν βραχέσιν ἐρῶ. Τὴν ὕσσωπον, ὦ Παλλάδιε, πόαν εἶναί φασι καὶ δὴ καὶ ἰατρῶν θαυμάζουσι παῖδες, ὡς οὐκ ἀνικάνως ἔχουσαν εἴς γε τὸ δύνασθαι καὶ μάλα γεννικῶς τὴν ἐν σπλάγχνοις ἐκτήκειν ἀκαθαρσίαν, καὶ καταλεπτύνειν εὖ μάλα τὰ τῶν φλεγμάτων συμπεπηγότα, διάτοι τὸ τῆς ἐνούσης αὐτῇ φυσικῆς θερμασίας εὐσθενές. Συνῆπται δὴ οὖν, καθάπερ ἔφην ἀρτίως, τῇ ὑσσώπῳ τὸ αἷμα, πλαγίως ἡμῖν τοῦ τύπου σημαίνοντος, ὡς οὐ μόνον ἡμᾶς ἀπαλλάττει φθορᾶς, τὸ τίμιον αἷμα Χριστοῦ, ἀλλὰ γὰρ καὶ ἁπάσης ἀκαθαρσίας, τῆς εἰς τὸ εἴσω κεκρυμμένης, καὶ ἀποψύχεσθαι μὲν οὐκ ἐᾷ πρὸς τὸ ῥᾴθυμον, ζέοντας δὲ μᾶλλον ἀποτελεῖ τῷ πνεύματι. Ὅτι δὲ ἀναγκαῖον καὶ λυσιτελὲς, τοῖς γε ἅπαξ ἠξιωμένοις μεταλαχεῖν τοῦ Χριστοῦ, τὸ ἀσφαλῆ τε καὶ ἀνεξίτητον ποιεῖσθαι φιλεῖν τὴν ἐν ἁγιασμῷ ζωὴν, ὑποσημαίνει πάλιν ὁ νόμος, εἴσω καθίζων θυρῶν τοὺς τὸν ἀμνὸν κατεδηδοκότας, ἵνα μὴ τοῖς Αἰγυπτίοις συνολοθρευθεῖεν, τῶν οἴκων ἐκβεβηκότες. Ἐνδοιάσαι γὰρ οὐ θέμις, ὡς ἀπαστισοῦν τῶν τελούντων ἐν ἡγιασμένοις, οἶκον ὥσπερ τινὰ τὴν ἀρε

Night=this age; Christ our Pascha; second-month Passover opens§10

10Cyril: …For if someone should somehow go out from sanctification, he will perish with the others and share the penalties laid on those who have grown sick with a wanton and incurable life. So also the inspired Singer says to us: ‘Do not destroy my soul with the ungodly, and my life with men of blood, in whose hands are lawless deeds.’ (Ps 26:9-10)

See, then, how he says: ‘You shall not go out the door of your house until morning.’ For the sacred Writing likens the present age to night, and the age to come that we expect to day. (Rom 13:12) And blessed Paul, seeing the present age already drawing to its end and the coming age near — almost at the doors — spoke: ‘The night is far gone; the day has drawn near. Let us then cast off the works of darkness and put on the armor of light; let us walk becomingly as in the day.’ (Rom 13:12-13)

So ‘until morning’ would signify through the whole of this life. Christ our Passover has been sacrificed; therefore let us keep the feast. (1 Cor 5:7-8) And the law also opened a Passover in the second month for those hindered — a mercy we shall examine next.

Greek · §10

τὴν ἔχων, εἰ ἐξοίχοιτό πως ἁγιασμοῦ, συνδιολεῖται τοῖς ἄλλοις, καὶ συνυποκείσεται ταῖς ποιναῖς, αἵπερ ἂν ἐπιφέροιντο τοῖς τὴν ἀσελγῆ καὶ ἀνίατον κατηῤῥωστηκόσι ζωήν. Ταύτῃ τοι καὶ ὁ θεσπέσιος ἡμῖν Μελωδὸς, «Μὴ συναπολέσῃς, φησὶ, μετὰ ἀσεβῶν τὴν ψυχήν μου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, ὧν ἐν χερσὶν αἱ ἀνομίαι.» Ἄθρει δὴ οὖν ὅπως, «Οὐκ ἐξελεύσεσθε,» φησὶ, «τὴν θύραν τοῦ οἴκου ὑμῶν, ἕως πρωΐ.» Νυκτὶ μὲν γὰρ παρεικάζει τὸ Γράμμα τὸ ἱερὸν, τὸν αἰῶνα ἐνεστηκότα· ἡμέραν δὲ αὖ ἔσεσθαι προσδοκωμένην αἰῶνα τὸν μέλλοντα. Καὶ γοῦν ὁ μακάριος Παῦλος, εἰς τέλος ἤδη καταίροντα τὸν αἰῶνα βλέπων τὸν ἐνεστηκότα, λοιπὸν δὲ ἀγχοῦ, μονονουχὶ δὲ καὶ ἐπὶ θύραις ἤδη τὸν αἰῶνα τὸν μέλλοντα, προσεφώνει, λέγων· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν.» Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτὸς, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν.» Οὐκοῦν τὸ μέχρι παντὸς τοῦ βίου κατασημήνειεν ἂν, τὸ ἕως πρωῒ, τουτέστιν, ἕως ἂν ὁ μέλλων ἀναδειχθείη καιρός. Πῶς δ' ἂν καὶ τοῦτο γένοιτο πρὸς ἡμῶν; ἐν γὰρ τῷ τέλει τῆς ἑκάστου ζωῆς, μονονουχὶ καὶ εἰσβέβηκεν ὁ μέλλων αἰών. Εἴπερ ἐστὶν ἀληθὲς, ὅτι δεδικαίωται μὲν ἀπὸ ἁμαρτίας ὁ θάνατον ὑποδύς· συνέκλεισε γὰρ ὁ Θεὸς κατ' αὐτοῦ, κατὰ τὸ γεγραμμένον, τετήρηται δὲ τῷ βήματι τοῦ Χριστοῦ, καὶ ὡς ἂν ἔχοι τῷ ἰδίῳ τέλει καταληφθεὶς, οὕτω καὶ παραστήσεται.

{ΠΑΛΛ.} Συνίημι ὃ φής· καὶ εὖ γε δὴ λίαν ὁ λόγος ἔχει.

{ΚΥΡ.} Ἀλλ' ὧδε μὲν ἡμῖν τὸ Χριστοῦ μυστήριον ἐσκιαγραφεῖτο τοῖς πάλαι καταθυομένου κατὰ καιρὸν τοῦ ἀμνοῦ, καθ' ὃν ἀληθῶς καὶ αὐτὸς ὁ Ἐμμανουὴλ τὴν ὑπὲρ τῆς ἁπάντων ζωῆς ὑπομεμένηκε σφαγήν· καὶ γοῦν ὁ θεσπέσιος γράφει Παῦλος, ὅτι τὸ «Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός.» Χρῆναί γε μὴν ἔφη τὸ θεῖον ἡμῖν χρησμῴδημα καὶ ἐν μηνὶ τῷ δευτέρῳ τελεῖσθαι τὰ ἱερὰ, καὶ τῆς ἑορτῆς τὸ σχῆμα διαπεραίνεσθαι δεῖν, εἴπερ τι τῶν ἀναγκαίων ἡμᾶς παραποδισμάτων ἐξείργοι τυχὸν καὶ ἀποκομίζοι τοῦ δύνασθαι πληροῦν ἐν μηνὶ τῷ πρώτῳ τὰ τεθεσπισμένα. Βούλει τὸ θεῖον αὐτὸ παραθέντες λόγιον, τὰ εἰκότα λέγωμεν;

{ΠΑΛΛ.} Πάνυ μὲν οὖν.

{ΚΥΡ.} Γέγραπται τοίνυν ἐν τοῖς Ἀριθμοῖς· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν ἐν τῷ ὄρει Σινᾶ ἐν τῷ ἔτει τῷ δευτέρῳ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου ἐν τῷ μηνὶ τῷ πρώτῳ, λέγων· Εἶπον, καὶ ποιείτωσαν οἱ υἱοὶ Ἰσραὴλ τὸ Πάσχα καθ' ὥραν αὐτοῦ, τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν, ποιήσεις αὐτὸ κατὰ καιρούς· κατὰ τὸν νόμον αὐτοῦ, καὶ κατὰ τὴν σύγκρισιν αὐτοῦ ποιήσεις αὐτό. Καὶ ἐλάλησε Μωσῆς τοῖς υἱοῖς Ἰσραὴλ ποιῆσαι τὸ Πάσχα ἐναρχομένου τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἐν τῇ ἐρήμῳ τοῦ Σινᾶ. Καθὰ συνέταξε Κύριος τῷ Μωσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ.

Num 9 unclean-by-corpse; second-month Pascha; dead ways outside church§11

11Cyril: ‘And the men who were unclean by reason of a human soul came forward and could not keep the Passover on that day. And they came before Moses and Aaron that day and said: We are unclean by reason of a human soul; must we then fall short of offering the Lord’s gift in its season among the sons of Israel? And Moses said to them: Stand here, and I will hear what the Lord will command concerning you. And the Lord spoke to Moses, saying: Speak to the sons of Israel: If anyone becomes unclean by reason of a human soul, or is on a long journey among you or among your generations, he shall keep the Lord’s Passover in the second month on the fourteenth day; toward evening they shall keep it; they shall eat it on unleavened bread and bitter herbs by night; they shall leave none of it until morning, and they shall not break a bone of it. According to the law of the Passover they shall keep it.’ (Num 9:6-12)

Those unclean by a corpse image those who still wear dead manners outside the Church’s way; yet God opens a second season of mercy so that they may not be wholly deprived of the gift — provided they come cleanly to the feast. (Eph 2:1-5; Col 3:5-10)

Palladius: The word is saving, and worthy of God.

Greek · §11

Καὶ παρεγένοντο οἱ ἄνδρες οἳ ἦσαν ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου, καὶ οὐκ ἠδύναντο ποιῆσαι τὸ Πάσχα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ προσῆλθον ἐναντίον Μωσῆ καὶ Ἀαρὼν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ εἶπαν οἱ ἄνδρες ἐκεῖνοι πρὸς αὐτόν· Ἡμεῖς ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου, μὴ οὖν ὑστερήσωμεν προσενέγκαι τὸ δῶρον Κυρίῳ κατὰ καιρὸν αὐτοῦ ἐν μέσῳ υἱῶν Ἰσραήλ. Καὶ εἶπε πρὸς αὐτοὺς Μωσῆς· Στῆτε αὐτοῦ καὶ ἀκούσομαι τί ἐντελεῖται Κύριος περὶ ὑμῶν. Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων· Ἄνθρωπος, ὃς ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχῇ ἀνθρώπου, ἢ ἐν ὁδῷ μακρὰν ὑμῖν, ἢ ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει τὸ Πάσχα Κυρίῳ· ἐν τῷ μηνὶ τῷ δευτέρῳ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ, τὸ πρὸς ἑσπέραν ποιήσουσιν αὐτὸ, ἐπ' ἀζύμων καὶ πικρίδων τῇ νυκτὶ φάγονται αὐτὸ, οὐ καταλείψουσιν ἀπ' αὐτοῦ εἰς τὸ πρωῒ, καὶ ὀστοῦν οὐ συντρίψουσιν ἀπ' αὐτοῦ. Κατὰ τὸν νόμον τοῦ Πάσχα ποιήσουσιν αὐτό. Καὶ ἄνθρωπος ὃς ἐὰν καθαρὸς ᾖ, καὶ ἐν ὁδῷ μακρὰν οὐκ ἔστι, καὶ ὑστερήσῃ ποιῆσαι τὸ Πάσχα, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς, ὅτι τὸ δῶρον Κυρίῳ οὐ προσήνεγκε κατὰ τὸν καιρὸν αὐτοῦ, ἁμαρτίαν αὐτοῦ λήψεται ὁ ἄνθρωπος ἐκεῖνος. Ἐὰν δὲ προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος ἐν τῇ γῇ ὑμῶν, καὶ ποιήσῃ τὸ Πάσχα Κυρίῳ κατὰ τὸν νόμον τοῦ Πάσχα, καὶ κατὰ τὴν σύνταξιν αὐτοῦ, οὕτω ποιήσει αὐτὸ, νόμος εἷς ἔσται ὑμῖν, καὶ τῷ προσηλύτῳ, καὶ τῷ αὐτόχθονι τῆς γῆς.»

{ΠΑΛΛ.} Καὶ τίνες ἂν εἶεν οἱ ἀκάθαρτοι μὲν ὡς ἐπ' ἀνθρώπου ψυχῇ, πρόφασιν δὲ τοῦ μὴ δύνασθαι τὸ Πάσχα πληροῦν τὸ χρῆμα ποιούμενοι, βουλοίμην ἂν εἰδέναι σαφῶς, ὡς εὖ ἴσθι τοι.

{ΚΥΡ.} Πολὺς μὲν δὴ λίαν τῆς ἱστορίας ὁ λόγος. Μεμνήσομαι γὰρ διακεκραγότος Θεοῦ πρὸς τὸν ἱεροφάντην Μωσέα· «Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ πάντα γονοῤῥυῆ, καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ.» Καὶ ἅλις μὲν ἡμῖν ὁ περὶ τουτωνὶ πεπόνηται λόγος. Πλὴν ἐκεῖνό φημι χρησίμως εἰς τὸ παρόν. Ἀκάθαρτον μὲν γὰρ ἐπ' ἀνθρώπου ψυχῇ τὸ Γράμμα λέγει τὸ ἱερὸν, τὸν ἐπὶ νεκρῷ μεμολυσμένον· ἀπείρηται γὰρ καὶ ἀψύχου σώματος ἀποθίγειν, καὶ τοῖς πενθοῦσί τινα τῶν ἀγχοῦ καὶ ἐξ αἵματος τῆς ἀκαθαρσίας τὴν γραφὴν τὸ ἀρχαῖον ἐπετίθει θέσπισμα. Τοιγάρτοι καὶ ἐξεπέμποντο τῆς παρεμβολῆς. Ὑπετύπου δὲ αὖ διὰ τούτων ὁ νόμος, ὡς ἀνίερος ἔσται τις καὶ νοητῆς ἀκαθαρσίας ἔμπλεως, τῆς ἑτέρου νεκρότητος μετεσχηκὼς, ὡς ἐν ἤθει τε καὶ τρόποις· νεκροὶ γὰρ τοὺς τρόπους οἱ περὶ ὧν ἂν λέγοιτο παρὰ Χριστοῦ «Ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς.» Ἔξω δὴ οὖν τῆς θείας αὐλῆς, καὶ τῆς τῶν πρωτοτόκων Ἐκκλησίας, καὶ τῆς τῶν ἁγίων ἀγέλης ἀπόπεμπτος, ὁ τοῖς τὰ νεκρὰ φρονεῖν τε καὶ δρᾷν εἰωθόσι κεκοινωνηκὼς, ἢ καὶ ἀγχοῦ γεγονὼς, κατά γε τὸ ἑλέσθαι φημὶ τὰ ἴσα φρονεῖν τε καὶ δρᾷν. Ἀλλ' ὧδε μὲν ἔχει τοῦ νόμου τὸ αἴνιγμα. Πρὸς διάνοιαν δὲ τὴν ἀληθῆ, καὶ ὅτι μάλιστα τὴν πρεπωδεστάτην ἡμῖν τοῖς πνευματικοῖς, τοὺς ἀκαθάρτους ἐπὶ ψυχῇ ἀνθρώπου, ταύτῃ τοι καὶ ἐν μηνὶ

Second-month Jews after Christ-murder; fullness of nations; far-way idolaters§12

12Cyril: Those who keep the feast in the second month, slaughtering the victim as a type of Christ according to the Passover law, we shall take to be none other than the Jews polluted by the blood-guilt against Christ, carrying uncleanness written upon them for their outrage against Emmanuel. (Num 9:11; Acts 2:23)

Such people necessarily slipped away from our holy feast. They also come late and miss the season in which the pioneer of everyone’s life was perfected through sufferings.

Yet by the mercy of him who wills to save all, in the times afterward — as in a second month — they too will share in Christ and keep festival with the saints called in due season, clearly those from the nations. (1 Tim 2:4; Rom 11:25-26) For see how those in Egypt, once held by the error of idolatry, when far from the holy city, were called later; so also Israel’s fullness waits on the entrance of the nations.

Greek · §12

τῷ δευτέρῳ τελοῦντας τὴν ἑορτὴν, σφάζοντάς τε τὸ ἱερεῖον, εἰς τύπον Χριστοῦ, κατὰ τὸν τοῦ Πάσχα νόμον, οὐχ ἑτέρους εἶναι νομιοῦμεν, ἢ ὅτι τοὺς Ἰουδαίους ἐπὶ τῇ κατὰ Χριστοῦ μιαιφονίᾳ μεμολυσμένους, καὶ γραφὴν ἔχοντας εἰς ἀκαθαρσίαν, τὸ ἐμπαροινῆσαι εἰς τὸν Ἐμμανουήλ. Οἱ γάρ τοι τοιοίδε τῆς ἁγίας ἡμῶν ἑορτῆς ἀπώλισθον ἀναγκαίως. Ὑστερίζουσι δὲ καὶ διημαρτήκασι τοῦ καιροῦ καθ' ὃν ὁ τῆς ἁπάντων ζωῆς ἀρχηγὸς τετελείωται διὰ παθημάτων· ἐλέου γε μὴν τοῦ πάντας σώζειν ἐθέλοντος, ἐν τοῖς μετὰ τοῦτο καιροῖς, ὡς ἐν μηνὶ δευτέρῳ μεθέξουσι καὶ αὐτοὶ τοῦ Χριστοῦ, καὶ συνεορτάσουσι τοῖς ἁγίοις, τοῖς ἐν καιρῷ κεκλημένοις, δῆλον δὲ ὅτι τοῖς ἐξ ἐθνῶν· ἄθρει γὰρ ὅπως οἱ μὲν ἐν Αἰγύπτῳ τὸν τῆς εἰδωλολατρείας εὐθὺς ἀποτριψάμενοι ῥύπον, σφάζουσι τὸν ἀμνὸν ἐν πρώτῳ μηνὶ, καὶ εἰς τὰς τοῦ πιστεύειν ἀρχὰς ἀναθρώσκουσιν. Οἱ δὲ κεχρισμένοι τῷ αἵματι τοῦ Κυρίου, παρ' οὐδὲν ἡγήσονται τὸν ὀλοθρευτὴν, καὶ ἀμείνους ἔσονται τῆς φθορᾶς. Οἱ δὲ, ὡς ἐν ἔτει τε καὶ ἐν μηνὶ δευτέρῳ, προσίασι μόλις καὶ ὁμολογοῦσι τὸν μολυσμόν. Καὶ ὅτι γεγόνασιν ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου, διεβεβαιοῦντο σαφῶς, καὶ τῆς εὐλογίας ἀξιοῦσι τυχεῖν, ὕστερον δὲ καὶ μετὰ τοὺς πρώτους, πληροῦσι τὴν ἑορτήν· «Ὅταν γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, φησὶ, τότε πᾶς Ἰσραὴλ σωθήσεται.» Προαναπεφώνηκε δέ που καὶ ὁ προφήτης περὶ αὐτῶν· «Καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ' ἐσχάτων τῶν ἡμερῶν.» Ἐπιζητηθήσεται γὰρ ἐν ἐσχάτοις καιροῖς παρὰ τῶν ὑπολελειμμένων ἐξ Ἰσραὴλ, ὁ ἐκ σπέρματος Δαβὶδ, κατὰ σάρκα Χριστός.

{ΠΑΛΛ.} Ἀληθὴς ὁ λόγος· τέθειται γὰρ ἐν ἐλπίσιν ὁ Ἰσραήλ.

{ΚΥΡ.} Ὅτι δὲ οὐκ ἀπλημμελὲς, μᾶλλον δὲ καὶ τῶν ἄγαν σφαλερωτάτων, τὸ μὴ πληροῦν ἑορτὰς ἐπὶ Χριστῷ, διεσάφησεν εὐθὺ, τὸν μήτε ἀκάθαρτον ἐπὶ ψυχῇ ἀνθρώπου, μήτε μὴν ἐν ὁδῷ μακρᾷ γεγονότα, καὶ ἀναγκαῖον οὐκ ἔχοντα παραπόδισμα, ποιναῖς ταῖς ἐσχάταις ὑπενεχθήσεσθαι λέγων, εἰ μὴ δρᾷν ἕλοιτο τὰ νενομισμένα. Νοηθείη δ' ἂν πρὸς ἡμῶν ἀκάθαρτος μὲν ὡς ἐπ' ἀνθρώπου ψυχῇ, καθάπερ ἐλέγομεν ἀρτίως, ὁ κυριοκτόνος Ἰουδαῖος. Ἐν ὁδῷ δὲ ὥσπερ μακρᾷ, καὶ ἔξω που τῆς Ἱερουσαλὴμ ἤτοι τῆς ἁγίας τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας, «Ὁ τῷ ξύλῳ λέγων, Θεός μου εἶ σὺ, καὶ τῷ λίθῳ λέγων, Σὺ ἐγέννησάς με.» Καὶ μέντοι τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνῶν, ἤγουν ὁ ἑτέραν τινὰ νοσήσας πλάνησιν· εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἀγχοῦ μὲν ὑπάρχων νοοῖτο Θεοῦ πᾶς ἀνὴρ ἀγαθὸς, καὶ ἀκιβδήλευτον ἔχων ἐπ' αὐτῷ τὴν δόξαν· ἐξέστηκε δὲ καὶ ἀποφοιτᾷ καὶ ἔστι μακρὰν πᾶς εἴ τις οὐχ ὧδε ἔχει. Οὐκοῦν οἱ μήτε ἀκάθαρτοι ἐπὶ ψυχῆς ἀνθρώπου κατὰ τοὺς Ἰουδαίους, μήτε μὴν ὄντες ἐν ὁδῷ μακρᾷ, καθ' Ἕλληνας ἢ αἱρετικοὺς, σπουδαίως τε καὶ ἀμελλητὶ προσοίσομεν τὴν θυσίαν, καὶ τὰς ἑορτὰς Κυρίου τι

Proselyte shares altar; Pascha only in holy city / Church§13

13Cyril: …And the proselyte shall feast with you by the same law and rejoice with those who rejoice. (Ex 12:48-49; Num 9:14) For those who in due seasons take hold of the boasts of faith in Christ we make sharers of the bloodless sacrifice, and we call them to partake of the holy table.

I also think it necessary to add that a custom has prevailed in the Churches — from this law, I suppose — that if the fourteenth of the moon falls outside the first month, they carefully seek the second nearby month and look in it for the appointed day, so that the true season of the feast may not be lost. The matter stands as the ancient law also proclaimed.

Palladius: You have spoken rightly. But tell me this: if it is not for just anyone, and not even if he is on a road…

Cyril: Exactly — the Passover is not to be slaughtered in every chance place, but in the place the Lord your God chooses; for us that place is the Church, the holy city. (Dt 16:5-6; Heb 13:10)

Greek · §13

μήσομεν. Ἑορτάσει δὲ σὺν ὑμῖν κατὰ τὸν ἴσον νόμον, καὶ συνησθήσεται χαίρουσιν ὁ προσήλυτος. Τοὺς γάρ τοι κατὰ καιροὺς τῆς ἐν Χριστῷ πίστεως προσιεμένους τὰ αὐχήματα, ποιούμεθα κοινωνοὺς τῆς ἀναιμάκτου θυσίας, καὶ τῆς ἁγίας τραπέζης καλοῦμεν εἰς μέθεξιν. Κἀκεῖνο δὲ οἶμαι προσεπενεγκεῖν ἀναγκαῖον, ὅτι κεκράτηκεν ἔθος ἐν Ἐκκλησίαις, ἀπό γε, οἶμαι, τοῦδε τοῦ νόμου, ὡς εἰ ἐκπίπτοι τοῦ πρώτου μηνὸς, ἡ κατὰ σελήνην τεσσαρεσκαιδεκάτη, τὸν δεύτερον καὶ ἀγχοῦ περιεργάζεσθαι μῆνα, καὶ ἐν αὐτῷ ζητεῖν τὴν ὡρισμένην ἡμέραν, ἵνα μὴ ἐξοίχοιτο τοῦ ἀληθοῦς τῆς ἑορτῆς ὁ καιρός. Ἔχει δὲ οὕτω τὸ χρῆμα, καθὰ καὶ τῷ πάλαι προηγόρευται νόμῳ.

{ΠΑΛΛ.} Ὀρθῶς ἔφης· πλὴν, ἐκεῖνο φράσον. Εἰ μὴ παντί τῳ τυχὸν καὶ εἰ ἐν ὁδῷ γένηται μακρᾷ, καὶ ὡς ἀπωτάτω τῆς Ἱερουσαλὴμ, ἐφῆκεν ὁ νόμος ἀνεπιλήπτως δύνασθαι τὸ Πάσχα πληροῦν.

{ΚΥΡ.} Οὐ μὲν οὖν· ἐν μόνῃ γὰρ δὴ καταθύειν ἐκέλευε τῇ ἁγίᾳ πόλει, ἐν ᾗ καὶ τὸν πάλαι ναὸν ὁ Σολομὼν ἀνεδείματο. Προσεφώνει δὲ οὕτως ὁ Μωσῆς ἐν τῷ Δευτερονομίῳ τοῖς υἱοῖς Ἰσραὴλ, λέγων· «Φύλαξαι τὸν μῆνα τῶν νέων, καὶ ποιήσεις τὸ Πάσχα Κυρίῳ τῷ Θεῷ σου, ὅτι ἐν τῷ μηνὶ τῶν νέων ἐξῆλθες ἐξ Αἰγύπτου νυκτός. Καὶ θύσεις τὸ Πάσχα Κυρίῳ τῷ Θεῷ σου, πρόβατα καὶ βόας ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ. Οὐ φάγῃ ἐπ' αὐτοῦ ζύμην. Ἐπτὰ ἡμέρας φάγῃ ἐπ' αὐτοῦ ἄζυμα, ἄρτον κακώσεως, ὅτι ἐν σπουδῇ ἐξήλθετε ἐξ Αἰγύπτου, ἵνα μνησθῆτε τὴν ἡμέραν τῆς ἐξοδίας ὑμῶν ἐκ γῆς Αἰγύπτου πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν. Οὐκ ὀφθήσεταί σοι ζύμη ἐν πᾶσι τοῖς ὁρίοις σου ἑπτὰ ἡμέρας, καὶ οὐ κοιμηθήσεται ἀπὸ τῶν κρεῶν ὧν ἐὰν θύσητε τὸ ἑσπέρας τῇ ἡμέρᾳ τῇ πρώτῃ εἰς τὸ πρωΐ. Οὐ δυνήσῃ θῦσαι τὸ Πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεών σου ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι, ἀλλ' ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ. Θύσεις τὸ Πάσχα ἑσπέρας πρὸς δυσμὰς ἡλίου ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐξ Αἰγύπτου, καὶ ἑψήσεις καὶ ὀπτήσεις καὶ φάγῃ ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτόν.» Μυρίαις μὲν γὰρ ὅσαις πόλεσί τε καὶ κώμαις ἡ τῶν Ἰουδαίων ἐπεπλήθη χώρα, τελεῖν δὲ καὶ τὰ ἱερὰ καὶ τὸν ἐπὶ τῷ Πάσχα νόμον, ἐν μόνῃ δὲ χρῆναι τῇ ἁγίᾳ πόλει διετύπου Θεὸς, ἐκεῖνο, οἶμαί που, σκιαγραφοῦντος ἡμῖν εὖ μάλα τοῦ νομικοῦ γράμματος, ὡς οὐκ ἂν εἴη θέμις οὔτε μὴν ἐφεῖταί τισι τὸ ἐπὶ Χριστῷ μυστήριον, καθ' ὃν ἂν ἕλοιτο τρόπον, ἤγουν ἐν τόπῳ παντὶ δύνασθαι πληροῦν· χῶρος γὰρ μόνος ὁ πρέπων αὐτῷ, καὶ οἰκειότατος ἀληθῶς, ἡ ἁγία πόλις, τουτέστιν, ἡ Ἐκκλησία, ἐν ᾗ καὶ νόμιμος ἱερεὺς, καὶ διὰ χειρῶν ἡγιασμένων τελεῖται τὰ ἱερὰ, καὶ θυμίαμα προσφέρεται τῷ πάντων κρατοῦντι Θεῷ, καὶ θυσία καθαρὰ, κατὰ τὴν τοῦ προφήτου φωνήν. Δι' οὐδενὸς οὖν ἄρα τὸν ἐπὶ τῷδε ποιοῦνται

Heretics seize honor; Num 28 Passover holocausts with calves/rams/lambs§14

14Cyril: …the law — those who twist what is right, the heretics, slaughter the lamb neither in the holy city nor through the hand of those chosen by the Spirit for priestly service, but, as divine Paul writes for us, ‘taking the honor for themselves,’ and offering in every place. (Heb 5:4)

For like insolent and arrogant bulls they rush indiscriminately toward whatever seems good to them alone. But those who practice such unbridled and mindless leaning will pay bitter penalties to the Judge of such designs.

Let us go back to the familiar and undistorted path, testing that law which was brought forward. You heard him say clearly: ‘Keep the month of new grain, and you shall keep the Passover to the Lord your God…’ and again the continual offerings with the feast holocausts — calves, rams, lambs, and a goat. (Dt 16:1; Num 28:16-25)

Greek · §14

νόμον, οἱ τὰ ὀρθῶς ἔχοντα διαστρέφοντες αἱρετικοὶ καταθύουσι γὰρ τὸν ἀμνὸν, οὐκ ἐν τῇ ἁγίᾳ πόλει, οὔτε μὴν διὰ χειρὸς τῶν ἐξειλεγμένων διὰ τοῦ Πνεύματος εἰς ἱερουργίαν, ἀλλ' ὡς ὁ θεῖος ἡμῖν γράφει Παῦλος, ἑαυτοῖς ἁρπάζοντες τὴν τιμὴν, καὶ ἐν παντὶ τόπῳ προσάγοντες. Ταῦροι γὰρ ὥσπερ ὑβρισταὶ καὶ ἀγέρωχοι, πρὸς μόνον ἀδιακρίτως ἴενται τὸ σφίσι δοκοῦν. Ἀλλ' ἐκεῖνοι μὲν πολὺ τὸ ἐξήνιον καὶ τὸ νενευκὸς εἰς ἀπόνοιαν ἐπιτηδεύοντες, πικρὰ τῷ κριτῇ τῶν τοιῶνδε διασκεμμάτων τίσουσι δίκας. Ἴωμεν δὲ πάλιν ἡμεῖς εἰς οἶμον τὴν ἐντριβῆ τε καὶ ἀδιάστροφον, ἐκεῖνο τοῦ παρενηνεγμένου δοκιμάζοντες νόμου. Διεπύθου γάρ που λέγοντος σαφῶς, ὅτι «Φυλάξατε τὸν μῆνα τῶν νέων, καὶ ποιήσεις τὸ Πάσχα Κυρίῳ τῷ Θεῷ σου, πρόβατα καὶ βόας.» Καί τοι τί δή ποτε, φαίη τις ἂν, τὸν ἐπὶ τῷ Πάσχα νόμον τοῖς ἐν Αἰγύπτῳ τιθεὶς, ἕνα μόνον ἐκέλευσε καταθύειν ἀμνόν· προβάτων δὲ καὶ μόσχων μεμνημένον οὐχ εὑρήσομεν; Ἆρ' οὖν τοῦ πρέποντος διημάρτηκεν ὁ Μωσῆς; Οὐδαμῶς· ἐν γάρ τοι τοῖς Ἀριθμοῖς προσεπάγεσθαι τῷ ἀμνῷ βοῦς τε καὶ ὄεις ἐπενομοθέτει Θεὸς οὕτω λέγων· «Καὶ ἐν τῷ μηνὶ τῷ πρώτῳ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς Πάσχα τῷ Κυρίῳ, καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ, ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε, καὶ ἡμέρα ἡ πρώτη ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. Καὶ προσάξετε ὁλοκαυτώματα κάρπωμα Κυρίῳ, μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ, ἄμωμοι ἔσονται ὑμῖν, καὶ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ, καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί. Δέκατον δέκατον ποιήσεις τῷ ἀμνῷ τῷ ἑνὶ, τοῖς ἑπτὰ ἀμνοῖς, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, ἐξιλάσασθαι περὶ ὑμῶν. Πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντὸς τῆς πρωϊνῆς, ὅ ἐστιν ὁλοκαύτωμα ἐνδελεχισμοῦ. Ταῦτα κατὰ ταῦτα ποιήσετε τὴν ἡμέραν εἰς τὰς ἑπτὰ ἡμέρας, δῶρον κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ ἐπὶ τοῦ ὁλοκαυτώματος τοῦ διαπαντὸς, ποιήσεις τὴν σπονδὴν αὐτοῦ. Καὶ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ.» Ὅτι μὲν οὖν ἐν μηνὶ τῷ πρώτῳ, καὶ μέντοι καὶ ἐν ἡμέρᾳ τεσσαρεσκαιδεκάτῃ τὸ Πάσχα πληροῦν ἀνάγκη κατὰ τὸν νόμον, φθάσαντες ἤδη προείπομεν. Τί δ' ἂν βούλοιτο δηλοῦν καὶ τῶν ἀζύμων ἡ βρῶσις, καὶ ἡ κατὰ Σάββατον ἀργία, καὶ πρὸς τούτοις ἔτι τὸ ὠνομάσθαι κλητὰς ἁγίας τήν τε πρώτην καὶ τὴν ἑβδόμην ἡμέραν, προαπέδειξε σαφῶς ὁ λόγος. Τοιγάρτοι μεθεὶς τὸ ἔν γε τουτοισὶ διαμέλλειν ἔτι, ἐπὶ τοὺς τῶν θυσιῶν πάλιν ἴωμεν τρόπους. Δύο μὲν τοίνυν οἱ μόσχοι, πρὸς ὁλοκαυτώματα καὶ θυσίαν, εἷς δὲ κριὸς, καὶ μὴν καὶ ἀμνοὶ τὸν ἀριθμὸν ἑπτὰ, πάντες ἄμωμοί τε καὶ ἐνιαύσιοι, καὶ θυσία μὲν ἐπ' αὐτοῖς, σεμίδαλις ἐλαιόδευτος. Πλὴν οὐκ ἐν ἴσῳ μέτρῳ· τρία μὲν γὰρ ἑκάστῳ μόσχῳ δέκατα, δύο δὲ τῷ κριῷ, καὶ ἓν ἐφ' ἑκάστῳ τῶν ἀμνῶν. Εἶτα συνεισφέρεται καὶ χίμαρος ἐξ αἰγῶν, ὑπὲρ ἁμαρτίας· «Καὶ ταυτὶ δὴ πάντα,» φησὶ,

Grain dies → many; two calves=peoples; one ram=unity; seven lambs; virtue grades§15

15Cyril: ‘…besides the continual holocausts.’ Look then, Palladius, at Emmanuel’s death bearing much fruit, according to what he said clearly and truly: ‘Amen, amen, I say to you: unless the grain of wheat falls into the earth and dies, it remains alone; but if it dies, it bears much fruit.’ (Jn 12:24; Num 28:23)

For the lamb is slaughtered as a type of Christ, in the first month according to the law, on the fourteenth day. And calves and a ram and lambs are added for sacrifice and holocausts — signifying, I think, both the multitude of those called through faith into holiness and the measure of spiritual vigor, as in a type. (Ex 12:6)

For if Christ had not died for us, we would not have been received as a fragrance of sweet smell. The two calves hint at the two peoples; the one ram at the unity of faith; the seven lambs at the full course of virtue in the Spirit. (Eph 2:14-16; Eph 4:5)

Greek · §15

«πλὴν τῶν ὁλοκαυτωμάτων τοῦ ἐνδελεχισμοῦ.» Θέα δὴ οὖν, ὦ Παλλάδιε, τοῦ Ἐμμανουὴλ τὸν θάνατον, καρποφοροῦντα πολλοὺς, κατά γε τὸ παρ' αὐτοῦ σαφῶς τε καὶ ἀληθῶς εἰρημένον, «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, καρπὸν πολὺν φέρει.» Σφάζεται γὰρ ὁ ἀμνὸς εἰς τύπον Χριστοῦ, μηνὶ μὲν πρώτῳ κατὰ τὸν νόμον, ἡμέρᾳ δὲ αὖ τῇ τεσσαρεσκαιδεκάτῃ. Προσεπάγονται δὲ μόσχοι, καὶ κριὸς, καὶ ἀμνοὶ πρὸς θυσίαν καὶ ὁλοκαυτώματα, τῶν διὰ πίστεως κεκλημένων εἰς ἁγιασμὸν, καθάπερ ἐγᾦμαι, τήν τε πληθὺν, καὶ τῆς πνευματικῆς εὐεξίας τὸ μέτρον, ὡς ἐν τύπῳ κατασημαίνοντα· εἰ γὰρ μὴ ἀπέθανεν ὑπὲρ ὑμῶν Χριστὸς, οὐκ ἂν ἡμεῖς παρεδέχθημεν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Ἐπειδὴ δὲ τετελείωται διὰ παθημάτων, κατόπιν ἴμεν εὐθὺς ἱεροπρεπὲς ἀνάθημα τῷ Θεῷ καὶ Πατρὶ, καὶ θυσίαν ὄντως πνευματικὴν καθ' ἑαυτοὺς ἀναφέροντες. Δύο μὲν οὖν οἱ μόσχοι· δύο γὰρ οἱ λαοί· φημὶ δὲ τὸν Ἰσραὴλ, καὶ μέντοι τοὺς ἐξ ἐθνῶν. Εἷς δὲ κριός· ἑνούμεθα γὰρ ἐν Χριστῷ, «Τῷ ποιήσαντι ἀμφότερα ἒν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λελυκότι, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσαντι, ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην,» κατὰ τὸ γεγραμμένον. Ἑπτὰ δὲ ἦσαν οἱ ἀμνοί· ἒν γὰρ οἱ πάντες ἐν Χριστῷ γεγονότες, πλατεῖά τίς ἐσμεν ἀγέλη, καὶ τὴν ἑνὸς τοῦ πάντων ἀρχιποίμενος ὑποτρέχοντες χεῖρα, καὶ ἐκ ποίμναιν δυαῖν, εἰς μίαν ἤδη πως συναγηγερμένοι, καὶ ἐν καθαρᾷ καὶ ἀμωμήτῳ διαπρέποντες ζωῇ, διατελοῦμεν ἐν κόσμῳ, διὰ τὸν ὑπὲρ ἡμῶν ἐν ἀνόμοις, καὶ ὑπὲρ τῆς ἁπάντων ἁμαρτίας ὑπομείναντα σφαγὴν, ὃς καὶ ἐν τῷ χιμάρῳ σημαίνεται. Μόσχου γε μὴν καὶ κριοῦ, καὶ μὴν καὶ ἀμνοῦ μνημονεύσας ὁ νόμος, τῆς τῶν ἁγίων θεοφιλοῦς πολιτείας τὰς τρεῖς ὑπέφηνε διαφοράς· τήν τε ἀνωτάτω, φημὶ, καὶ μέσην, καὶ τὴν ἔτι μείω τε καὶ ὑποδεεστέραν. Ἐν γὰρ τοῖς σωματικοῖς μεγέθεσι τῶν ζώων, ἡ τῆς πνευματικῆς εὐεξίας ἀνετυποῦτο ποσότης. Ἦ γὰρ, οὐχὶ καὶ γῆν ἔφη τὴν γονιμωτάτην ἐκδοῦναι καρποὺς ἐν τρισὶ διαφοραῖς, τῆς εὐαγγελικῆς πολιτείας ὁ λόγος;

{ΠΑΛΛ.} Ναί· ἡ μὲν γὰρ, φησὶν, ἐποίησεν ἑκατὸν, ἡ δὲ ἑξήκοντα, ἡ δὲ τριάκοντα.

{ΚΥΡ.} Ἄραρεν οὖν ὅτι τὸ διάφορον ἐν ἀρετῇ, καὶ τοῦ βίου τὸ παρηλλαγμένον, ὡς ἐν ποσότητι τῶν θυμάτων, καὶ ὡς ἐν ὄγκῳ σωματικῷ σκιαγραφεῖται καλῶς· ἄκρως μὲν γὰρ καὶ ὑπερκειμένως, ὡς ἔν γε δὴ τῷ μόσχῳ. Μέσως δὲ αὖ, καὶ τοῦ τελείως ἔχοντος ὑποβεβηκότως ὡς ἐν μείονι τῷ κριῷ, ἐνυφιζάνοντι δὲ καὶ ἔτι μείονι, τῷ ἀμνῷ. Κριοῦ γὰρ μείων, ὁ ἀμνὸς, καθάπερ ἀμέλει καὶ μόσχου, κριός. Τοιγάρτοι καὶ ἀναλόγως τοῖς ἑκάστου μεγέθεσι, τὸ τῆς σεμιδάλεως ἐπιφέρεται μέτρον, ζωῆς ἐχούσης τύπον· τρία μὲν γὰρ τῷ μόσχῳ δέκατα, δύο δὲ τῷ κριῷ, καὶ ἒν τῷ ἀμνῷ. Πλὴν ἐν ἐλαίῳ τὰ πάντα δεδεῦσθαι δεῖν ἔφη· ἕψεται γὰρ πάντως τοῖς ἑκάστου μέτροις ἀναλόγως, [τὰ] παρὰ Θεοῦ. Καὶ τῆς ἐν εὐκλείᾳ καὶ μακαριότητι ζωῆς πολλή τις ἔσται διαφορά. Τοῖς μὲν γὰρ πρέποι ἂν εἰκότως, ἡ ἀνωτάτω, ἑτέροις δ' αὖ ἡ ὡς ἐν μείονι μὲν, πλὴν ἐν τιμῇ τε καὶ δόξῃ, τισὶ δὲ

Star differs in glory; continual lamb; feast of weeks / new offerings§16

16Cyril: …and in a lower and still more restrained way. ‘For star differs from star in glory’; and even among the holy angels themselves, I say, the measure of renown stands in many differences — yet in whatever measures the life of the saints may be, it holds cheerfulness; and one must be glad and be fattened by what comes from God. (1 Cor 15:41)

See how the oil was poured not only on the three tenths, but also on two, and on one.

And he calls a sacrifice of continuance and holocausts the lamb slaughtered in the holy tent in the morning and near evening. Through this again one may learn that the fragrance of the holy tent is abundant, and truly unceasing is the sweet smell of the Churches and of the saints in them. (Ex 29:38-42; Num 28:3-8; 2 Cor 2:15) For they make Emmanuel fragrant, and feast of weeks brings new offerings of firstfruits.

Greek · §16

καὶ ὑποβεβηκότως καὶ ὑφειμένως τε ἔτι. «Ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ·» καὶ παρ' αὐτοῖς δέ φημι τοῖς ἁγίοις ἀγγέλοις, ἐν διαφοραῖς εἶναι πολλαῖς τῆς εὐκλείας τὸ μέτρον, πλὴν ἐν οἷσπερ ἂν εἴη μέτροις, ἡ τῶν ἁγίων ζωὴ, τὸ ἱλαρὸν ἔχει· καὶ τὸ δ' εὐθυμεῖσθαι δεῖν, καὶ καταπιαίνεσθαι τοῖς παρὰ Θεοῦ. Ἄθρει γὰρ ὅπως τὸ ἔλαιον οὐχὶ μόνοις τοῖς τρισὶν ἐπεχεῖτο δεκάτοις, ἀλλὰ καὶ δυσὶ, καὶ ἑνί. Ἐνδελεχισμοῦ δὲ θυσίαν καὶ ὁλοκαυτώματα, καλεῖ τὸν ἀμνὸν τὸν σφαγιαζόμενον ἐν τῇ ἁγίᾳ σκηνῇ τὸ πρωῒ, καὶ ἀγχοῦ πρὸς ἑσπέραν. Δι' οὗ δὴ πάλιν ἐξέσται μαθεῖν, ὅτι πολὺ τὸ εὐῶδες τῆς ἁγίας σκηνῆς, καὶ ἀκατάληκτος ἀληθῶς, ἡ τῶν Ἐκκλησιῶν εὐοσμία, καὶ τῶν ἐν αὐταῖς ἁγίων. Εὐωδιάζουσι γὰρ τὸν Ἐμμανουὴλ, καὶ τὸ ἐπὶ Χριστῷ τελοῦσι μυστήριον τὴν ἀναίμακτον λατρείαν προσκομίζοντες τῷ Θεῷ. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ πρωΐ τε καὶ πρὸς ἑσπέραν ὁλοκαυτίζεσθαι τοὺς ἀμνούς. Ἀρχῇ γὰρ καὶ τέλει, καὶ διὰ μέσου λαμβάνεται. Οὐκοῦν ἀπαρχῆς μέχρι τέλους τὸ εὐῶδες ἐν Ἐκκλησίαις, ὡς ἐν ἀμνῷ τῷ Χριστῷ.

{ΠΑΛΛ.} Εὖ ἔφης.

{ΚΥΡ.} Ἑτέραν δὲ αὖ νόμος ἐπισυνάπτει τῇ πρώτῃ τὴν ἑορτὴν, μονονουχὶ δὲ καὶ αὐτοὺς ἡμῖν τοὺς καιροὺς συνείρει λέγων ἐν τοῖς Ἀριθμοῖς· «Καὶ τῇ ἡμέρᾳ τῶν νέων, ὅταν προσφέρητε θυσίαν νέαν Κυρίῳ τῶν ἑβδομάδων, ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. Καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους. Ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ, καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνὶ, δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ, τοῖς ἑπτὰ ἀμνοῖς, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, ἐξιλάσασθαι περὶ ὑμῶν, πλὴν τοῦ ὁλοκαυτώματος τοῦ διαπαντός. Καὶ τὴν θυσίαν αὐτῶν ποιήσετέ μοι, ἄμωμοι ἔσονται ὑμῖν, καὶ τὰς σπονδὰς αὐτῶν.» Ἐν μηνὶ μὲν γὰρ τῷ πρώτῳ, κατὰ τοὺς Ἑβραίων νόμους, ὁ ἀμνὸς ἐσφάζετο. Τῷ δὲ ἀγχοῦ τάχα που καὶ γείτονι, συναγείρειν ἔθος τὰ ἐξ ἀγρῶν, ὀσπρίων δὴ λέγω τὰ πρώϊμα, καὶ δέσμην ἀμάλλης, ἀμηθέντος ἤδη καὶ σίτου. Καιρὸς οὖν ἄρα τῶν νέων, καθ' ὃν ἐξ ἀγρῶν συναγείρεσθαι χρὴ, τὰ ἐν αὐτοῖς ἐσπαρμένα. Κλητὴ δὲ πάλιν ἡ τοιάδε, φησὶν, ἑορτὴ, καὶ περαινέσθω συννόμως, πόνου καὶ ἱδρῶτος ἐξῃρημένον. Ἀνεῖσθαι γὰρ ἔθος ἐν ἑορταῖς καὶ ἀποφοιτᾷν ὅτι μάλιστα τῶν ἐργωδεστέρων. Ἀναμάθοι δ' ἄν τις κἀκ τοῦδε δὴ πάλιν, ὅτι τοὺς ἁγίαν τῷ Θεῷ τελοῦντας τὴν ἑορτὴν, πρέποι ἂν ἥκιστά γε, τὴν ἀκλεᾶ καὶ παμμόχθηρον πληροῦν ἁμαρτίαν. Ἀνέντας δὲ ὥσπερ καὶ πληροῦντας τὸν νοῦν, τοῖς εἰς ἀρετὴν ἐντρυφᾷν σπουδάσμασι. Προσφέρονται δὲ καὶ εἰς ὁλοκαύτωμα καὶ θυσίαν, μόσχοι μὲν δύο, κριὸς δὲ εἷς καὶ ἑπτὰ ἀμνοὶ, σεμίδαλις ἐλαιοβραχὴς, καὶ χίμαρος ἐξ αἰγῶν. Καὶ ὅποι ποτὲ βλέποι τοῦ νόμου τὸ αἴνιγμα, διειρηκότες ἀρτίως, οὐ ταυτολογήσομεν. Πλὴν, ἐκεῖνο ἐροῦμεν ἀναγκαίως, ὅτι τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναστά

New-fruits = resurrection; Lev 23 sheaf; Emmanuel debts; white fields§17

17Cyril: The season of new things sketches the mystery of the resurrection; for human nature flourished again in Christ first, wiping off corruption and casting away at last the aging that comes from sin. (1 Cor 15:20; Rom 6:4)

Therefore she also was highly exalted in saying: ‘My soul shall rejoice in the Lord; for he has clothed me with a garment of salvation and a tunic of gladness.’ (Isa 61:10) Garment of salvation and clothing of gladness she named the incorruption from above and from heaven — in Christ altogether.

And he made the law for this festival still clearer, and through many words set the riddle in the open, saying in Leviticus: ‘Speak to the sons of Israel and you shall say to them: When you enter the land that I give you and reap its harvest, you shall bring the sheaf of the firstfruits of your harvest to the priest…’ (Lev 23:10-11) Emmanuel paid our debts; the fields are already white for harvest. (Col 2:14; Jn 4:35)

Greek · §17

σεως ἀνατυποῖ τὸ μυστήριον, ὁ τῶν νέων καιρός· ἀνέθαλε γὰρ ἡ ἀνθρώπου φύσις ἐν πρώτῳ Χριστῷ, ἀποτριψαμένη τὴν φθορὰν, καὶ τὴν ἐκ τῆς ἁμαρτίας παλαίωσιν ἀποβαλοῦσα λοιπόν. Τοιγάρτοι καὶ ἐπὶ τῷδε λίαν ἀπεσεμνύνετο λέγουσα· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης.» Ἱμάτιον σωτηρίου, καὶ μὴν καὶ εὐφροσύνης ἄμφιον, τὴν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καὶ ἐν Χριστῷ που πάντως ὠνόμασεν ἀφθαρσίαν, σαφέστερον δὲ καὶ τὸν ἐπὶ τῇδε τῇ πανηγύρει νόμον, καὶ διὰ πλείστων ὅσων ἐμφανὲς τὸ αἴνιγμα καθίστη λέγων ἐν τῷ Λευϊτικῷ· «Εἶπον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ὅταν εἰσέλθητε εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ θερίζητε τὸν θερισμὸν αὐτῆς, καὶ οἴσετε τὸ δράγμα ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα, καὶ ἀνοίσει τὸ δράγμα ἔναντι Κυρίου δεκτὸν ὑμῖν. τῇ ἐπαύριον τῆς πρώτης ἀνοίσει αὐτὸ ὁ ἱερεύς. Καὶ ποιήσετε ἐν τῇ ἡμέρᾳ ἐν ᾗ ἂν φέρητε τὸ δράγμα, πρόβατον ἄμωμον ἐνιαύσιον εἰς ὁλοκαύτωμα τῷ Κυρίῳ, καὶ τὴν θυσίαν αὐτοῦ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, θυσία τῷ Κυρίῳ, ὀσμὴν εὐωδίας Κυρίῳ, καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ ἲν οἴνου, καὶ ἄρτον, καὶ πεφρυγμένα χίδρα νέα οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τῷ Θεῷ ὑμῶν. Νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ κατοικίᾳ ὑμῶν. Καὶ ἀριθμήσετε ὑμῖν ἀπὸ τῆς ἐπαύριον τῶν Σαββάτων, ἀπὸ τῆς ἡμέρας ἧς ἂν προσενέγκητε τὸ δράγμα τοῦ ἐπιθέματος, ἑπτὰ ἑβδομάδας ὁλοκλήρους, ἕως τῆς ἐπαύριον τῆς ἐσχάτης ἑβδομάδος ἀριθμήσετε πεντήκοντα ἡμέρας.» Ἑορτὴ μὲν γὰρ σωτήριος ἀληθῶς, ὁ ὑπὲρ ἡμῶν θάνατος τοῦ Ἐμμανουήλ. Ἐκτέτικε γὰρ ὑπὲρ ἡμῶν τὰ ὀφλήματα, καὶ ἔστιν ἀληθὲς, ὅτι αὐτὸς τὰς ἁμαρτίας ἡμῶν αἵρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Προσήλωσε γὰρ τῷ ἰδίῳ σταυρῷ τὸ καθ' ἡμῶν χειρόγραφον, καὶ τεθριάμβευκεν ἐν αὐτῷ τοὺς πάλαι κρατοῦντας ἐπὶ τῆς γῆς, ἀρχὰς δὴ λέγω καὶ ἐξουσίας, καὶ τὰ πνευματικὰ τῆς πονηρίας· καὶ πρό γε τῶν ἄλλων, τὸν Σατανᾶν. Ἑορτὴ δὲ γείτων εὐθὺς, τῆς πρώτης οὐ μείων, ἡ ἐκ νεκρῶν ἀναβίωσις, κατασείουσα τὴν φθορὰν, ἀποκείρουσα τὴν ἁμαρτίαν, καὶ εἰς νέαν ἡμᾶς μεθιστᾶσα ζωὴν, τὴν ὡς ἐν ἁγιασμῷ τε καὶ ἀφθαρσίᾳ, κατηργημένου θανάτου. Ἀπεδυσάμεθα γὰρ τὸν παλαιὸν ἄνθρωπον, καὶ μετημφιέσμεθα τὸν νέον, τουτέστι, Χριστὸν, ἤτοι τὴν ἐν Χριστῷ πολιτείαν καὶ ζωήν. Ἄθρει δὴ οὖν, ἄθρει τὴν τῆς ἀνανεουμένης ἀνθρωπότητος ἀπαρχὴν, τουτέστι Χριστὸν, ὡς ἐν τύπῳ δράγματος, καὶ ὡς πρωτόλειον ἐξ ἀγροῦ, καὶ ὡς ἐκ καρπῶν ἀπαρχὴν προσκομιζόμενον ἱερὸν ἀνάθημα τῷ Θεῷ καὶ Πατρί. Ἦ οὐκ ἀσταχύων δίκην ἀνεθάλομεν ἐν κόσμῳ;

{ΠΑΛΛ.} Ναί· τοιγάρτοι περὶ ἡμῶν καὶ αὐτὸς ἔφασκεν ὁ Χριστὸς τοῖς ἁγίοις μαθηταῖς, «Οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστι, καὶ ὁ θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς

Christ sheaf / firstborn dead; third-day type; new dough; wait for offering§18

18Palladius: ‘…the harvest already, and the reaper receives a wage and gathers.’ For he likens our affairs to ears and wheat. (Jn 4:36)

Cyril: So Christ is understood as a kind of firstfruit of the ears and a new fruit in the form of a sheaf — the firstborn from the dead, the way of the resurrection for us, the one who remakes all things toward newness and strips away oldness. ‘For the old things have passed away,’ he says; ‘behold, they have become new; and if anyone is in Christ — a new creation,’ according to the Scriptures. (Col 1:18; 2 Cor 5:17)

And the sheaf was brought up before the Lord; for Emmanuel, raised from the dead — the new fruit of humanity and as in incorruption — has gone up into heaven, that he might now appear for us before the face of God and Father. (Heb 9:24; Lev 23:11)

The third-day type and the new dough follow: we wait for the offering until the firstfruit is presented, then we become a fresh lump.

Greek · §18

θερισμὸν ἤδη, καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ ὁ συνάγων.» Ἀστάχυσι γὰρ καὶ πυροῖς παρεικάζει τὰ καθ' ἡμᾶς.

{ΚΥΡ.} Οὐκοῦν, ἀσταχύων οἵα τις ἀπαρχὴ καὶ νέος ὥσπερ καρπὸς ἐν εἴδει δράγματος νοεῖται Χριστὸς, ὁ πρωτότοκος ἐκ νεκρῶν, ἡ τῆς ἀναστάσεως ἡμῖν ὁδὸς, ὁ πάντα πρὸς καινότητα μεταστοιχειῶν, καὶ παλαιότητα ἀπαλλάττων· «Τὰ γὰρ ἀρχαῖα παρῆλθε,» φησὶν, «ἰδοὺ γέγονε τὰ πάντα καινὰ, καὶ εἴ τις ἐν Χριστῷ καινὴ κτίσις» κατὰ τὰς Γραφάς. Ἀνεκομίζετο δὲ τὸ δράγμα ἔναντι Κυρίου· ἐγηγερμένος γὰρ ἐκ νεκρῶν ὁ Ἐμμανουὴλ ὁ νέος τῆς ἀνθρωπότητος καὶ ὡς ἐν ἀφθαρσίᾳ καρπὸς, ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, ἵν' ἐμφανισθῇ νῦν ὑπὲρ ἡμῶν τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐχὶ δὴ πάντως ἑαυτὸν εἰς ὄψιν ἄγων αὐτοῦ· σύνεστι γὰρ ἀϊδίως, καὶ οὐκ ἂν ἀπολιμπάνοιτο τοῦ Πατρὸς, ὡς Θεὸς, ὡς ἐν ἑαυτῷ δὲ μᾶλλον, εἰς ὄψιν ἄγων ἡμᾶς τοὺς ἔξω προσώπου, καὶ ἐν ὀργῇ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν καθ' ἡμῶν τυραννήσασαν ἁμαρτίαν. Οὐκοῦν ἐν Χριστῷ κερδαίνομεν τὸ καὶ ἐν προσώπῳ τυχὸν γενέσθαι Θεοῦ. Ἀξιοῖ γὰρ ἡμᾶς ἐποπτείας ἤδη λοιπὸν, ὡς ἡγιασμένους. Ὅρα δὲ ὅπως ἡμῖν ὁ νόμος, καὶ τὸν τῇ ἀναστάσει πρέποντα προανετύπου καιρὸν, τουτέστι, τὴν τρίτην ἡμέραν. Τῇ γὰρ ἐπαύριον τῆς πρώτης, φησὶν, ἀνοίσει τὸ δράγμα ὁ ἱερεὺς, ἔναντι Κυρίου. Τρίτη δὲ πάντως ἡ ἀπὸ τῆς πρώτης, οὐκ αὔριον, ἀλλ' ἐπαύριον· ἀνεβίω δὲ ὁ Χριστὸς κατὰ τὴν τρίτην.

{ΠΑΛΛ.} Ἀληθές.

{ΚΥΡ.} Συνανακομίζεται δὲ τῷ δράγματι, καὶ πρόβατον ἄμωμον, δύο δεκάτων αὐτῷ σεμιδάλεως ἐπενηνεγμένων ἀναμὶξ ἐλαίῳ πάλιν. Ὁ γὰρ ὡς ἐν δράγματί τε καὶ ἀπαρχῇ καρπῶν οἱονεὶ ζωγραφούμενος, καὶ ὡς ἐξ ἀγέλης ἀπαρχὴ λαμβάνεται, ἀγέλης δὲ ζώσης ὡς ἐν πιότητι χάριτος, καὶ ἐν εὐφροσύνῃ πνεύματος. Ταύτῃ τοι συναναφέρεσθαι δεῖν τῷ προβάτῳ φησὶ τὴν σεμίδαλιν, ἔλαιόν τε καὶ οἶνον· καὶ σεμίδαλις μὲν σημεῖον ἂν γένοιτο ζωῆς, καθὰ πλειστάκις εἰρήκαμεν· πιότητος δὲ τὸ ἔλαιον, εὐφρασίας δὲ, οἶνος. Προσάγεται δὲ καὶ ὡς ἐν ἄρτῳ πάλιν, καὶ ἐν χίδροις πεφρυγμένοις· χίδρα δὲ τὰ ὄσπρια, φησὶ, διὰ τὸ, οἶμαι, τριβόμενα τοῖς ἀλοοῦσιν αὐτὰ περιχεῖσθαι μύλοις. Νοοῖτο δ' ἂν ἡμῖν καὶ διὰ τούτου Χριστὸς, νέον φύραμα, πρὸς ὃν ἡμεῖς μεμορφώμεθα, προστετάγμεθά τε τελεῖν ἑορτὰς, ἐκκαθάραντες τὴν παλαιὰν ζύμην, ἵνα καὶ ἡμεῖς νέον φύραμα χρηματίζωμεν, καθ' ὁμοιότητα τοῦ πᾶσαν ἡμῖν τὴν εἰς καινότητα πολιτείας ἐγκαινίσαντος ὁδὸν, τουτέστι Χριστοῦ.

{ΠΑΛΛ.} Εὖ λέγεις.

{ΚΥΡ.} Προσεπιτάττει δὲ δεῖν καρπῶν ἀπέχεσθαι νέων, καὶ ἐδώδιμον ἀπ' αὐτῶν ποιεῖσθαι μηδὲν, τὴν τοῦ δράγματος ἀνάθεσιν περιμένοντας. Νέα γὰρ οὐ

New life after Emmanuel; Pentecost weeks; two leavened firstfruit loaves§19

19Cyril: ‘You shall not eat,’ he says, ‘until this very day, until you bring your gifts to your God.’ (Lev 23:14) For the fitting time to share in the new and unstained life would be only — and most reasonably — the time when Emmanuel shone forth. Before him no one at all was able to remake us into new life; he himself is like a firstfruit and first of those created into incorruption, inasmuch as he appeared as man and in flesh with us through likeness to us.

And at once he has brought in a clear sketch of our holy Pentecost, saying that seven weeks must be counted from the bringing-in of the sheaf. (Lev 23:15-16; Acts 2:1) For after the Savior’s resurrection day, stringing seven weeks together, we who have believed keep the feast.

Palladius: And the two loaves baked with leaven as firstfruits — what do they mean?

Cyril: They signal the calling of the two peoples into one new offering, leavened with the good leaven of the gospel. (Lev 23:17; Eph 2:15)

Greek · §19

φάγεσθε, φησὶν, ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τῷ Θεῷ ὑμῶν. Καιρὸς γὰρ ὁ πρέπων τοῦ χρῆναι μεταλαχεῖν τῆς νέας τε καὶ ἀκηράτου ζωῆς, μόνος ἂν γένοιτο, καὶ σφόδρα εἰκότως, καθ' ὃν ἐπέλαμψεν ὁ Ἐμμανουήλ. Ἱκανὸς δὲ πρὸ αὐτοῦ παντελῶς οὐδεὶς, εἰς νέαν ἡμᾶς ἀναστοιχειῶσαι ζωὴν, ἀπαρχὴ δὲ ὥσπερ καὶ πρῶτος αὐτὸς τῶν εἰς ἀφθαρσίαν ἐκτισμένων, καθὸ πέφηνεν ἄνθρωπος, καὶ ἐν σαρκὶ μεθ' ἡμῶν, διὰ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. Εἰσκεκόμικε δὲ παραχρῆμα τῆς ἁγίας ἡμῖν Πεντηκοστῆς προανατύπωσιν ἐναργῆ, ἑπτὰ χρῆναι λέγων ἐπαριθμεῖν ἑβδομάδας, τῇ τοῦ δράγματος εἰσκομιδῇ. Μετὰ γάρ τοι τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν, ἑπτὰ συνείροντες ἑβδομάδας, ἑορτάζομεν οἱ πεπιστευκότες.

{ΠΑΛΛ.} Ὡς σαφὴς ὁ λόγος!

{ΚΥΡ.} Ὅτι δὲ τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναστάσεως ὁ καιρὸς μεθίστησι τοὺς ἡγιασμένους ἐν Πνεύματι, καὶ ἐν πίστει δεδικαιωμένους, εἰς τὸ δύνασθαι καρποφορεῖν τὴν νέαν τε καὶ ἀκίβδηλον ζωὴν, κατεδείκνυ σαφῶς οὕτω λέγων εὐθύς· «Καὶ προσοίσετε θυσίαν νέαν τῷ Κυρίῳ, ἀπὸ τῆς κατοικίας ὑμῶν προσοίσετε ἄρτους ἐπίθεμα, δύο ἄρτους, ἐκ δύο δεκάτων σεμιδάλεως ἔσται ὁ ἄρτος ὁ εἷς, ἐζυμωμένοι πεφθήσονται πρωτογεννημάτων τῷ Κυρίῳ, καὶ προσάξετε μετὰ τῶν ἄρτων ἑπτὰ ἀμνοὺς ἀμώμους ἐνιαυσίους, καὶ μόσχον ἕνα ἐκ βουκολίων, καὶ κριοὺς δύο ἀμώμους, καὶ ἔσονται εἰς ὁλοκαύτωμα τῷ Κυρίῳ, καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν, θυσία ὀσμὴ εὐωδίας τῷ Κυρίῳ. Καὶ ποιήσουσι χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, καὶ δύο ἀμνοὺς ἐνιαυσίους εἰς θυσίαν σωτηρίου μετὰ τῶν ἄρτων τοῦ πρωτογεννήματος. Καὶ ἐπιθήσει αὐτὰ ὁ ἱερεὺς μετὰ τῶν ἄρτων τοῦ πρωτογεννήματος ἐπίθεμα ἐναντίον Κυρίου μετὰ τῶν δύο ἀμνῶν, ἅγια ἔσονται τῷ Κυρίῳ, τῷ ἱερεῖ τῷ προσφέροντι αὐτὰ αὐτῷ ἔσται. Καὶ καλέσετε ταύτην τὴν ἡμέραν κλητὴν, ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν.» Ἀπαρχὴ μὲν γὰρ καὶ οἱονεὶ πρωτόλειον τῆς εἰς καινότητα μεταπλαττομένης κτίσεως ὁ Ἐμμανουὴλ, νοεῖται δὲ πρῶτος ἐν ἡμῖν, ὡς ἄρτος καὶ νέον φύραμα, τρίβον δὲ ὥσπερ τὴν εἰς τὸ χρῆμα λοιπὸν ἑλόντες ἡμεῖς, καθ' ὁμοιότητα τὴν πρὸς αὐτὸν, νέον ὥσπερ τι καὶ ἡμεῖς κεκλήμεθα φύραμα. Τύπος δ' ἂν εἴη καὶ τοῦδε σαφὴς, ὁ ἐκ νέων καρπῶν προσκομιζόμενος ἄρτος, ἀλλ' οὐχ εἷς ὁ ἄρτος, δύο δὲ χρῆναι προσάγεσθαι λέγει· δύο γὰρ οἱ λαοὶ, κἂν εἰ πρὸς ἑνότητα φαίνοιντο συνενηνεγμένοι διὰ μεσίτου Χριστοῦ· πλὴν ἐζυμωμένοι πεφθήσονται, φησί. Καὶ τί τὸ αἴνιγμα, φέρε λέγωμεν, τὸ τοῦ νόμου βάθος, ὡς ἔνι, καλῶς περιαθρήσαντες. Ἆρα γὰρ ζύμην ἐν τούτοις ἐννοεῖν ἀκόλουθον, τὴν ὡς ἐν φαυλότητι καὶ κατεψευσμένην; Εἶτα πῶς οὐ μωρία τοῦτό γε; πῶς γὰρ ἂν ἔτι κακίας ἀπαλλάξαιμεν, τοὺς εἰς καινότητα πολιτείας εὐαγγελικῆς μετεσκευασμένους; ἢ πῶς ἂν

Kingdom leaven; scribe new+old; lambs→calf→rams = growth in Christ§20

20Cyril: How could this still be thought newness? And how could some still be called a new lump if a remnant of leaven remains in them, and they have not altogether been quit of unholy and abominable baseness?

So one must conceive, according to the word fitting for these contemplations, another kind of leaven that has nothing in itself that must be blamed — rather even admired by the God-breathed Scripture. The Savior likens to leaven the renowned and beneficial power of the divine and evangelical training, saying: ‘The kingdom of the heavens is like leaven, which a woman took and hid in three measures of flour, until the whole was leavened.’ (Mt 13:33; 1 Cor 5:7)

For when the life-giving energy of evangelical training enters mind and heart, it leavens soul and body and the whole human being. The scribe discipled for the kingdom brings out of his treasure things new and old. (Mt 13:52) And the move from lambs to calf to rams sketches growth in Christ from beginnings toward maturity.

Greek · §20

τοῦτο νοοῖτο καινότητος; πῶς δ' ἂν ἔτι καὶ νέον φύραμα λέγοιντό τινες, εἰ ζύμης ἐν αὐτοῖς ἐναπομένει λείψανον, εἶέν τε τῆς ἀνοσίου καὶ βδελυρᾶς φαυλότητος οὐκ εἰσάπαν ἠμοιρηκότες; Ἐπινοητέον δὴ οὖν κατά γε τὸν πρέποντα τοῖς θεωρήμασι λόγον, ζύμης εἶδος ἑτέρας, τὸ καταψέγεσθαι δεῖν οὐκ ἐχούσης ἐφ' ἑαυτῇ, μᾶλλον δὲ καὶ τεθαυμασμένης παρά γε τῇ θεοπνεύστῳ Γραφῇ. Ζύμῃ δὴ οὖν ὁ Σωτὴρ τῆς θείας τε καὶ εὐαγγελικῆς παιδεύσεως τὴν εὐκλεᾶ τε καὶ ὀνησιφόρον δύναμιν παρεικάζει, λέγων· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ, ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη τὸ ὅλον.» Εἰσδύνουσα γὰρ εἰς νοῦν καὶ καρδίαν τῆς εὐαγγελικῆς παιδεύσεως ἡ ζωοποιὸς ἐνέργεια, ψυχήν τε καὶ σῶμα καὶ πνεῦμα πρὸς ἰδίαν ὥσπερ ποιότητα μεταστοιχειοῖ. Οὐκοῦν τῇ τοιᾷδε ζύμῃ πρέποι ἂν ὑπονοεῖν ἐζυμῶσθαι τοὺς λαοὺς, ὡς ἐν εἴδει τῶν ἄρτων προσκεκομισμένους, καὶ ἐκ δύο δεκάτων ἕκαστος· τὸ οἱονεὶ διττὸν τῆς παιδεύσεως, καταγράφοντος ἡμῖν αἰνιγματωδῶς τοῦ τύπου.

{ΠΑΛΛ.} Οἷον δὴ τί φῄς;

{ΚΥΡ.} Οὐ γὰρ, ὦ Παλλάδιε, φαίης ἂν, ὅτι διὰ διττῆς παιδεύσεως, νομικῆς τε καὶ εὐαγγελικῆς, ἱεροί τε ἐσόμεθα, καὶ εὐπαράδεκτοι τῷ Θεῷ, ἴμεν τε οὕτως εἰς νέαν καὶ ἀπόλεκτον ζωήν;

{ΠΑΛΛ.} Φημί.

{ΚΥΡ.} Τοῦτό τοι καὶ αὐτὸς ἡμῖν ὁ Σωτὴρ διεσάφει, λέγων· «Διὰ τοῦτο εἶπον ὑμῖν, ὅτι πᾶς γραμματεὺς μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.» Οἱ γὰρ τὸν νοῦν ἔχοντες ἐπιστήμονα τῶν διὰ Μωσέως τεθεσπισμένων, καὶ τῆς ἀρχαίας ἐκείνης καὶ ὡς ἐν τύποις ἐντολῆς ἐκμεμεστωμένον, εἶτα πρὸς ἐκείνῃ τὴν νέαν καὶ εὐαγγελικὴν καταπλουτήσαντες γνῶσιν, διττὴν, οἶμαί που, λοιπὸν αὐχοῦσι καὶ τὴν παίδευσιν.

{ΠΑΛΛ.} Ὀρθῶς ἔφης.

{ΚΥΡ.} Ἀλλ' οὐκ ἐν μόνοις ἄρτοις ἡμῖν ἡ τῶν εἰς καινότητα ζωῆς ἐσκευασμένων πληθὺς κατεγράφετο, προσεπιτάττει δὲ δεῖν ὁ νόμος ἑπτὰ προσάγειν ἀμνοὺς σὺν μόσχῳ τῷ ἑνὶ, καὶ κριοῖς δυσίν· ἑπομένης δὲ δηλονότι σπονδῆς τοῖς θύμασι, τουτέστιν, οἴνου καταχεομένου, καὶ ὡς ἐν τετάρτῳ τοῦ ἲν, ὅπερ ἐστὶ ξεστῶν ἓξ, γλώσσῃ τῇ καθ' ἡμᾶς ἐκφωνούμενον. Οὐκοῦν τύπος ἂν εἶεν οἱ ἑπτὰ πάλιν ἀμνοὶ τῆς τῶν πιστευόντων ἀγέλης, νηπιαζούσης μὲν ἐν Χριστῷ. Νηπιότητος γὰρ σύμβολον, ὁ ἀμνός· πλὴν ὡς ἐν ἰσχύϊ καὶ ἀνδρίᾳ πνευματικῇ, προϊούσης εἰς τελειότητα καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος Χριστοῦ.

{ΠΑΛΛ.} Πῶς ἔφης;

{ΚΥΡ.} Τοὺς ἀμνοὺς ὀνομάσας, εἶτα διὰ μέσου παρενθεὶς τὸν μόσχον, ἐπιφέρει τοὺς κριούς. Τύπος δ' ἂν εἶεν οἱ μὲν ἀμνοὶ, τῆς ἀγέλης· ἰσχύος δὲ καὶ ἀνδρείας, ὁ μόσχος· τὸ γάρτοι ζῶον εὐσθενές· ἡλικίας δὲ λοιπὸν τῆς ἐντελοῦς, οἱ κριοί. Οὐκοῦν οἱ πιστεύοντες διὰ τοῦ κατανδρίζεσθαι φιλεῖν τῶν γεω

Twin rams = deed+knowledge; wine joy; goat+lambs = co-burial baptism§21

21Cyril: …of secondary things, they spring up into the perfection understood in Christ. For the rams are perfect in age, marking well in themselves the measure of intelligible perfection. There are two rams, for perfection in Christ is somehow twofold in us — that understood in deed and in knowledge. ‘For whoever does and teaches,’ he says, ‘this one shall be called great in the kingdom of the heavens.’ (Mt 5:19; Jas 2:22)

And wine is poured again on the offerings; for gladness must altogether follow those who have pressed on to spring into the perfection understood in Christ. ‘Wine,’ he says, ‘gladdens a human heart.’ (Ps 104:15)

And a goat was slaughtered for sin; two lambs also are added with the loaves for a sacrifice of salvation. What is this again? Co-burial with Christ in baptism, then rising with him into newness of life. (Rom 6:3-4; Col 2:12)

Greek · §21

δεστέρων, ἀναθρώσκουσιν εἰς τελειότητα, τὴν ὡς ἐν Χριστῷ νοουμένην. Τέλειοι γὰρ εἰς ἡλικίαν οἱ κριοὶ, τῆς νοητῆς τελειότητος τὸ μέτρον, ὡς ἔν γε σφίσιν αὐτοῖς εὖ μάλα κατασημαίνοντες. Δύο δὲ οἱ κριοὶ, διττὴ γάρ πως ἐν ἡμῖν ἡ ἐν Χριστῷ τελειότης, ἡ ὡς ἐν ἔργῳ τε καὶ γνώσει νοουμένη. «Ὃς γὰρ ἂν ποιήσῃ καὶ διδάξῃ,» φησὶν, «οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» Οἶνος δὲ τοῖς ἱερείοις ἐπιχεῖται πάλιν· ἕψεται γὰρ πάντως τοῖς εἰς τελειότητα τὴν ἐν Χριστῷ νοουμένην διᾴττειν ἐσπουδακόσι, τὸ κατευφραίνεσθαι δεῖν. «Οἶνος γὰρ,» φησὶν, «εὐφραίνει καρδίαν ἀνθρώπου.» Καὶ χίμαρος μὲν ὑπὲρ ἁμαρτίας ἐσφάζετο· προσεπάγονται δὲ καὶ ἀμνοὶ δύο μετὰ τῶν ἄρτων, εἰς θυσίαν σωτηρίου. Καὶ τί τὸ χρῆμα πάλιν; Ἀπέθανε γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ὁ Ἐμμανουὴλ, ὡς ἐν τῷ χιμάρῳ γραφόμενος, ἱερὰν δὲ ἡμῶν καὶ εὐπρόσδεκτον ἀποτελῶν τήν τε εἰς καινότητα ζωὴν καὶ τὴν εἰς νέον φύραμα μεταβολὴν, καὶ τὴν μέχρι ψυχῆς καὶ σώματος ἀνάθεσίν τε καὶ καθιέρωσιν, ἣν ὑπομένειν εἰθίσμεθα, μονονουχὶ καὶ συναποθνήσκοντες τῷ δι' ἡμᾶς ἐν νεκροῖς, ἵνα συζήσωμεν αὐτῷ. Τοιοῦτόν τι καὶ ὁ Παῦλος ἡμῖν ὁ σοφὸς ἐπιστέλλει λέγων· «Ἢ ἀγνοεῖτε, ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον αὐτοῦ· ἵνα ὥσπερ ἠγέρθη Χριστὸς διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.» Οὐκοῦν ἐσφάγη μὲν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν αὐτὸς, συντεθάμμεθα δὲ καὶ ἡμεῖς αὐτῷ, θάνατον ὑπομένοντες, οὐ σωματικὸν, ἀλλὰ νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ κόσμῳ μὲν ζῶντες οὐκέτι, Χριστῷ δὲ μᾶλλον, καὶ δι' αὐτοῦ τῷ Πατρί. Ὅρα τοίνυν σφαζομένῳ τῷ χιμάρῳ συναποθνήσκοντας τοὺς ἀμνοὺς, καὶ συνθυμιωμένους τοὺς ἄρτους· δεκτὴ γὰρ ἡμῶν ἡ καθιέρωσις, καὶ εἰς ὀσμὴν εὐωδίας ἡ νέα τε καὶ εὐαγγελικὴ ζωὴ, συμπλαττομένη τρόπον τινὰ τοῖς παθήμασι τοῦ Χριστοῦ, καὶ τὴν αὐτοῦ μίμησιν ὑποτρέχουσα. «Εἰ γὰρ συμπάσχομεν, καὶ συμβασιλεύσομεν· εἰ συναποθνήσκομεν, καὶ συζησόμεθα· καὶ εἰ κοινωνοὶ παθημάτων ἐσμὲν, μερισταὶ καὶ τῆς εὐκλείας ἐσόμεθα καὶ αὐτοί.» Σωτηρίου δὲ θυσία διακεκλήσθω, φησὶν, ἡ τοιάδε καλῶς. Σώζει γὰρ τοὺς ὑπὲρ ὦν τὴν σφαγὴν ὑπέμεινεν ὁ Χριστὸς, εἴπερ ἐξίστησιν ἁμαρτίας, καὶ θανάτου, καὶ φθορᾶς ἀμείνους ἀποτελεῖ τοὺς συντεθαμμένους αὐτῷ καὶ συναποθνήσκοντας, κατά γε τὸν ἤδη προειρημένον τρόπον.

{ΠΑΛΛ.} Ὡς βαθὺς ὁ λόγος, καὶ ἀμυδρὸν τοῦ νόμου τὸ χρῆμα!

{ΚΥΡ.} Αἴνιγμα γὰρ, ὦ Παλλάδιε, καὶ οἱονεὶ λεπτῶν τε καὶ διεσμιλευμένων ἐννοιῶν, ἀσυμφανὲς ἀποσκίασμα.

{ΠΑΛΛ.} Εὖ ἔφης.

{ΚΥΡ.} Τρεῖς μὲν οὖν καιροὺς ὁ νόμος ἔφη, καθ' οὓς ἂν ἡμᾶς ἑορτάζειν πρέποι. Τρεῖς γὰρ, φησὶ,

Third feast = seventh month; end-age storehouse; trumpet memorial§22

22Cyril: ‘Three times in the year keep a feast to me.’ (Ex 23:14) Since our account of two has already been sufficient, shall we say what the third is, and upon what it is kept? For you learned the occasion of each: the one, that Christ saved us by enduring death for the salvation of us all; the other, that after dissolving corruption he lived again and renewed us into new life — and it was usefully completed.

The season of the first is first among the year’s months and at the beginnings; of the second, the one next and joined to it, in which it was reasonable for the reaper’s iron to press upon the ears, and the other seeds to be gathered — for countless are the things in the fields.

Come then also to the third feast-season — the seventh month — when the year’s storehouse is filled, a trumpet memorial is sounded, and the end-age mystery is sketched. (Lev 23:23-25; Num 29:1; 1 Thess 4:16)

Greek · §22

καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ μοι. Βούλει δὴ οὖν, ἐπὶ δυσὶν ἤδη γεγονότος ἡμῖν ἀποχρώντως τοῦ λόγου, τίς ὁ τρίτος, καὶ ἐφ' ὅτῳ περ ἂν τελοῖτο λέγωμεν; Διεπύθου γάρ που τὴν ἐφ' ἑκάστῳ πρόφασιν, ἡ μὲν γὰρ, ὅτι σέσωκε τὸν ὑπέρ γε τῆς ἁπάντων ἡμῶν σωτηρίας ἀνατλὰς θάνατον ὁ Χριστός· ἡ δὲ, ὅτι καταλύσας τὴν φθορὰν, ἀνεβίω πάλιν, καὶ εἰς νέαν ἡμᾶς ἀνεκαίνισε ζωὴν, ἐπετελεῖτο χρησίμως. Καὶ τῆς μὲν πρώτης ὁ καιρὸς ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ, πρῶτός τε καὶ ἐν ἀρχαῖς· τῆς δὲ δευτέρας ὁ γείτων εὐθὺς καὶ παρεζευγμένος, καθ' ὃν ἦν εἰκὸς, ἐπείγεσθαι μὲν τοῖς ἀστάχυσι τὸν ἀμητῆρα σίδηρον. συγκομίζεσθαι δὲ δεῖν τὰ ἕτερα τῶν σπερμάτων. Μυρία γὰρ ὅσα τῶν ἐν ἀγροῖς. Φέρε δὴ οὖν καὶ ἐπὶ τῷ τρίτῳ τῆς ἑορτῆς καιρῷ τὰ εἰκότα λέγωμεν, πολυπραγμονοῦντες εὖ μάλα τὸ ὅπως τε καὶ ἐπὶ τίσιν ἀποπεραίνεσθαι χρὴ καὶ τὴν ἐπὶ τῷδε γνῶσιν, τὸν νόμον ἐξαιτήσωμεν, καὶ ἐξ αὐτῶν ληψώμεθα τῶν ἱερῶν Γραμμάτων· ἴοι γὰρ ἂν οὕτω πρὸς τὸ ἀληθὲς ὁ λόγος. Εἰ οὐκ ὀρθῶς σοι τοῦτο φάναι τε δοκῶ καὶ διεσκέφθαι πάλιν;

{ΠΑΛΛ.} Παντάπασι μὲν οὖν.

{ΚΥΡ.} Γέγραπται τοίνυν ἐν τῷ Λευϊτικῷ· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων· Τοῦ μηνὸς τοῦ ἑβδόμου, μιᾷ τοῦ μηνὸς, ἔσται ἡμῖν ἀνάπαυσις, μνημόσυνον αἰώνιον σαλπίγγων, κλητὴ ἁγία τῷ Κυρίῳ. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε, καὶ προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ.» Ἔοικε τοίνυν ἡμῖν ὁ ἕβδομος μὴν τὸν ἐπὶ συντελείᾳ τε καὶ ἐπ' ἐσχάτοις ὑπαινίττεσθαι καιρόν. Μηνὶ γὰρ ἑβδόμῳ πάντα τὰ ἐξ ἀγρῶν οὐκ εἰς τὴν ἅλω ποθὲν συγκομιστέον, ὦ τᾶν, ἀλλ' ἐν αὐτοῖς ἤδη τοῖς ἑκάστου θησαυροῖς εἰσκλείεσθαι πρέποι. Καὶ παροίχεται μὲν ὁ τῆς εὐκαρπίας καιρὸς, ἀνίσχει δὲ ἤδη χειμῶνος ἀρχὴ, φθίνει τε φυτὰ, καὶ ἄνθη μαραίνεται. Φέρε δὴ οὖν ὡς ἐπί γε σφίσιν αὐτοῖς τὰ ἐκ τοῦ καιροῦ μεθιστάντες, λέγωμεν, ὅτι πρὸς τὸ τέλος ἤδη διέρποντος τοῦ αἰῶνος τούτου, καὶ ὥσπερ τινὸς ἐπηρτημένου, καὶ εἰσελαύνειν μέλλοντος, καθ' ὃν ἀνάγκη κολάζεσθαι τοὺς φιλαμαρτήμονας, σωρεύσει μὲν ἕκαστος τὸ ἐξ ἰδίων πόνων, εἴγε σωφρονοῖ, καὶ ἐν τοῖς ἄνω θησαυροῖς εἰσκομιεῖ. Μεμνήσεται δὲ λέγοντος τοῦ Χριστοῦ· «Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ μᾶλλον ἐν τοῖς οὐρανοῖς.» Οὐκοῦν ἐπείπερ ἐγηγερμένου Χριστοῦ, τῆς συντελείας ἡμᾶς εἰς ἀνάμνησιν οἱ τῶν ἁγίων μυσταγωγῶν ἀποφέρουσι λόγοι, ἄνω γὰρ καὶ κάτω διακεκράγασιν, Ἐσχάτη ὥρα ἐστὶν, συγκομιζέσθω, φησὶν, ἐν θησαυροῖς ἤδη τοῖς ἄνω τὰ παρ' ἑκάστου, φησὶ, λοιπόν. Ἀλλ' ἐν τῇ νεομηνίᾳ, φησὶ, τοῦ μηνὸς, καθ' ὃν ἂν εἰσκλείετε τοὺς καρποὺς, ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων. Θησαυρίζει γὰρ ἕκαστος τὰ ἐξ ἰδίων ἱδρώτων ἀγαθὰ, καὶ τῆς εἰς αἰῶνα τρυφῆς τε καὶ ἀναπαύσεως προνοήσεται καὶ ἐπιμελήσεται, μεμνημένος ὅτι, καθά φησιν ὁ θεσπέσιος Παῦλος, «Αὐ

Parousia trumpet; day of atonement; mortify / fragrance / leave vanity§23

23Cyril: The trumpet’s memorial signals the Lord’s coming, when the archangel’s voice and God’s trumpet will sound and the dead in Christ will rise. (1 Thess 4:16; 1 Cor 15:52; Lev 23:24)

Then comes the Day of Atonement: humbling the soul, putting the earthly members to death, becoming a sweet fragrance to God, and leaving vanity behind. (Lev 23:27-32; Col 3:5; 2 Cor 2:15)

Palladius: So the feast trains us for the end.

Cyril: Exactly — trumpet for waking; propitiation for cleansing; meekness for the kingdom.

Greek · §23

τὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπὸ οὐρανοῦ.» «Σαλπίσει γὰρ, φησὶ, καὶ οἱ νεκροὶ ἐγερθήσονται, ἄφθαρτοι.» –»Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν, εἴτε φαῦλον.» Μεμνήμεθα τοιγαροῦν τῆς ἱερᾶς ταυτησὶ καὶ φοβερωτάτης σάλπιγγος, ὅτε καὶ εὐσημοτάτη τῶν ἁγίων ἐστὶν ἑορτὴ κλητὴ ἁγία, κλῆρον ἤδη δεχομένων τῶν ἐν ἐλπίσι καὶ λαμπρῶν ἀνδραγαθημάτων πλουσίαν ἀντέκτισιν. Ἀναγκαῖον οὖν ἡμᾶς, ταῖς περὶ τούτων ἐννοίαις ἐπὶ τὸ λίαν ἐπιεικὲς ἀναθρώσκοντας, παντὸς καταλήγειν ἔργου, παντελῶς οὐδὲν ὠφελεῖν εἰδότος, μᾶλλον δὲ καὶ κατασπιλοῦν εἰωθότος. Τοῦτο γὰρ οἶμαί ἐστιν ὃ καὶ σοφῶς ἡμῖν ἔφη Παῦλος· «Ὁ καιρὸς συνεσταλμένος ἐστὶ τὸ λοιπὸν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσι, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι.»

{ΠΑΛΛ.} Ἔοικεν.

{ΚΥΡ.} Εἶτα φησὶν, ὅτι «Τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, ἡμέρα ἐξιλασμοῦ, κλητὴ ἁγία ἔσται ὑμῖν. Καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, καὶ προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ. Πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἔστι γὰρ ἡμέρα ἐξιλασμοῦ αὕτη ὑμῖν, ἐξιλάσασθαι περὶ ὑμῶν ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν. Πᾶσα ψυχὴ, ἥτις μὴ ταπεινωθήσεται ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς. Καὶ πᾶσα ψυχὴ, ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις κατοικίαις ὑμῶν. Σάββατα σαββάτων ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· ἀπὸ ἐνάτης τοῦ μηνὸς, ἀπὸ ἑσπέρας ἕως ἑσπέρας σαββατιεῖτε τὰ Σάββατα ὑμῶν.» Ταπείνωσιν καὶ νηστείαν, καὶ ὁλοκαυτωμάτων προσαγωγὴν, καὶ μὴν καὶ ἔργου παντὸς κατάληξιν ποιεῖσθαι δεῖν ἔφη, τῶν μὲν σαρκικῶν ἐπιθυμιῶν τὴν νέκρωσιν διὰ νηστείας ὑποτυπῶν, διὰ δὲ τῶν ὁλοκαυτωμάτων τὴν εἰς ὀσμὴν εὐωδίας ἀνάθεσιν, οὐ μεμερισμένως, ἀλλ' εἰσάπαν καὶ ὁλοτελῶς. Διά τε τῆς ἀργίας, καὶ τοῦ χρῆναι παντελῶς τῶν ἔργων ἀποφοιτῶντας, ὅτι προσήκει τῶν ἐπιγείων οὐδὲν ἀποπεραίνειν ἔτι, κατασημαίνων ἀστείως. Ἢ γὰρ οὐκ οἰήσῃ δεῖν τοὺς εἰς κατάληξιν ἤδη καιρῶν διεληλακότας, καὶ τῆς ἱερᾶς τε καὶ ἐν ἐσχάτοις μεμνημένους σάλπιγγος, καὶ εἰς νοῦν ἔχοντας τὸν κριτὴν, ταύτῃτοι καὶ εἰς τοὺς ἄνω λοιπὸν ἐκκομίζοντας θησαυροὺς τῆς πνευματικῆς εὐκαρπίας τὸν πλοῦτον, κατανεκροῦν ἡδονὰς, καὶ σωματικῶν ἀμείνους ὁρᾶσθαι παθῶν, εὐωδιάζειν δὲ ἤδη Θεῷ τῆς ἐπιεικείας τοὺς τρόπους, ἰέναι τε ἤδη μακρὰν, καὶ ἀπονοσφίζεσθαι φιλεῖν τῶν εἰς ματαιότητα σπουδασμάτων; Εἶεν δ' ἂν, οἶμαι, ταυτὶ, τὰ ἐν τῷδε τῷ κόσμῳ, καὶ ὁ πονηρὸς τοῦ βίου περισπασμός.

{ΠΑΛΛ.} Οἰήσομαι· πῶς γὰρ οὔ;

Mortify members as holocaust; sabbath of sabbaths; Tabernacles = paradise/8th§24

24Cyril: Offer your members as a living holocaust: put to death what is earthly in you, and the whole person becomes a sabbath of sabbaths to God. (Rom 12:1; Col 3:5; Lev 16:31)

Then the law leads us into Tent-pitching — Tabernacles — a sketch of paradise rest, leafy shelters, and joy before the Lord seven days. (Lev 23:33-43; Neh 8:14-17)

Palladius: From mortifying to rejoicing — what an order!

Cyril: First death with Christ; then the booth of the coming joy.

Greek · §24

{ΚΥΡ.} Τί δὲ, οἱ παθῶν ἀμείνους, καὶ νεκροῦντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, οὐκ εἰς ὀσμὴν εὐωδίας ἀνακείσονται τῷ Θεῷ, καὶ ἐν τάξει τῶν ὁλοκαυτωμάτων εἶεν ἂν, λύτρον ὥσπερ τι, καὶ ἐξιλασμὸν ὑπέρ γε τῶν ἰδίων ψυχῶν τὸ χρῆμα ποιούμενοι·

{ΠΑΛΛ.} Καὶ μάλα.

{ΚΥΡ.} Ἡμέραν τοίνυν ἐξιλασμοῦ τὴν τῆς ἀσιτίας ὁ νομοθέτης ὠνόμαζε, καὶ σφόδρα ὀρθῶς καὶ ἐννόμως, κατανεκρῶν μὲν τὴν σάρκα καὶ τὰ αὐτῆς, εὐωδιάζων δὲ δὴ τῆς ἀρετῆς τοὺς τρόπους. Ἔργου δὲ παντὸς μὴ καταλήγων κοσμικοῦ, πάντη τε καὶ πάντως ἐν ἐσχάτοις ἔσται κακοῖς, ὃ παρέδειξεν ἐναργῶς, ἐξολοθρευθήσεσθαι λέγων ἐκ τοῦ λαοῦ αὐτοῦ τὸν μήτε νηστεύοντα, μήτε μὴν προσάγοντα τὴν ὁλοκαύτωσιν, καὶ τὸν ἐπὶ ταῖς ἀργίαις περιυβρίζοντα νόμον. Σάββατα δὲ σαββάτων τὸν ἐπὶ τοῖσδε καιρὸν εἶναι λέγων, ἐφῆκε νοεῖν, ὡς ἔστι λοιπὸν ἀργιῶν ἀργία, τουτέστιν, ὁλοτελῶς καὶ ὡς ἐν ὁλοκλήρῳ μέτρῳ τῶν ἔργων ἀπόθεσις, δῆλον δὲ ὅτι τῶν εἰς φαυλότητά τε καὶ ἁμαρτίαν. Καταλήγοντος δὲ τοῦ αἰῶνος τούτου, καὶ μονονουχὶ καταγηράσκοντος τοῦ καιροῦ, μοίραν ὅλως ἐν ἡμῖν ποίαν ἂν ἔχοι λοιπὸν ἡ εἰς ματαιότητα σπουδὴ καὶ οὐχὶ δὴ μᾶλλον τὰ ἀμείνω φρονήσομεν, τὴν τῷ Θεῷ θυμηρεστάτην ἐπιτελοῦντες ἀργίαν, καὶ τῶν οἰκείων περισπασμῶν ἀποφοιτῶντες εἰσάπαν;

{ΠΑΛΛ.} Εὖ λέγεις.

{ΚΥΡ.} Θεσμοθετεῖ δὲ δὴ πάλιν· «Καὶ ἐν ἡμέρᾳ, φησὶ, τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, ὅταν συντελέσητε τὰ γεννήματα τῆς γῆς, ἑορτάσατε τῷ Κυρίῳ ἑπτὰ ἡμέρας. Τῇ ἡμέρᾳ τῇ πρώτῃ ἀνάπαυσις, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἀνάπαυσις, καὶ λήψεσθε τῇ ἡμέρᾳ τῇ πρώτῃ καρπὸν ξύλου ὡραῖον, καὶ κάλλυντρα φοινίκων, καὶ κλάδους ξύλου δασεῖς, καὶ ἰτέας, καὶ ἄγνου κλάδους ἐκ χειμάῤῥου, καὶ εὐφρανθήσεσθε ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν ἑπτὰ ἡμέρας τοῦ ἐνιαυτοῦ, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. Ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ ἑορτάσετε αὐτήν.» Ἆρ' αἰσθάνῃ τε λοιπὸν, ὅτι συναγηγερμένων εἰς ἀποθήκην τῶν ἐν ἀγροῖς, καὶ συνειλεγμένων εὖ μάλα τῶν ἑκάστου καρπῶν, ἀγχοῦ δὴ λίαν ἡ παναοίδιμος ἑορτὴ τῆς Σκηνοπηγίας, τὴν ἐν παραδείσῳ δίαιταν ὑποφαίνουσα· καὶ τῶν ἐν ἀρχαῖς εἰς μέθεξιν ἀνατιθεῖσα τὸν ἄνθρωπον. Φαμὲν γὰρ εἶναι Σκηνοπηγίαν, τὴν νοητὴν καὶ ἀληθεστέραν τῶν ἀνθρωπίνων σωμάτων τὴν σύμπηξιν, καὶ τὸ ἐκ τῆς διὰ μέσου φθορᾶς ἀναβιῶναι εἰς ἀφθαρσίαν. Ἀνάπαυσις δὲ ἡ πρώτη καὶ μέν τοι καὶ ἡ ὀγδόη· πρὸ γάρ τοι τῆς ἐν ἀρχαῖς παραβάσεως, οὔπω τῆς μοχθηροτάτης ἡμῖν ἐμβαλούσης ἁμαρτίας, καὶ τὸν δυσαχθῆ καὶ δυσδιακόμιστον ἀληθῶς ἐπιτιθείσης ζυγὸν, ἀνειμένην τινὰ καὶ ἄφετον, καὶ δίχα πόνου παντὸς τὴν ἐν παραδείσῳ δίαιταν ἐποιούμεθα, καθάπερ ἐν ἀρχῇ καὶ ῥίζῃ τοῦ γένους ἐν Ἀδάμ. Ἐπιδημήσαντος δὲ τοῦ Χριστοῦ, καὶ τὸ διὰ μέσου εἰς πόνους, ἀνέδραμεν εἰς τὸ ἐν ἀρχαῖς κατὰ τὴν ὀγδόην, τουτέστι, μετὰ τὸν ἐν νόμῳ σαββα

First/eighth rest; paradise branches; Christ torrent; Spirit drink§25

25Cyril: Rest on the first day and on the eighth: beginning and new beginning, this age’s edge and the eighth-day world. (Lev 23:35-36; Jn 20:26)

Branches of paradise beauty, and Christ the winter-torrent filling the thirsty; the Spirit given as drink. (Jn 7:37-39; Ps 46:4; Isa 44:3)

Palladius: So Tabernacles already tastes the river of God.

Greek · §25

τισμὸν, ἤτοι τοῦ νομικοῦ χρόνου τὸ πλήρωμα, καὶ τὸν δυσαχθῆ καὶ βέβηλον τῆς ἁμαρτίας ζυγὸν τῆς ἑαυτῶν ψυχῆς ἀπελάσαντες, μοχθηρίας ἁπάσης ἀποπεπαύμεθα, καλοῦντος ἡμᾶς διὰ πίστεως εἰς τοῦτο τοῦ Χριστοῦ, καὶ λέγοντος· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Οὐκοῦν ἀνάπαυσις μὲν, ἡ πρώτη τῆς ἑβδομάδος ἡμέρα, τὸν ἐν ἀρχαῖς τοῦ ἀνθρώπου καιρὸν ὑποφαίνουσα. Ἀνάπαυσις δὲ ὁμοίως καὶ ἡ ὀγδόη καθ' ἣν ἀνεβίω Χριστὸς, προσηλώσας τῷ ἰδίῳ σταυρῷ τὸ καθ' ἡμῶν χειρόγραφον, καὶ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα ἡμᾶς θανάτου καὶ ἁμαρτιῶν ἐξελὼν, ποινῆς ἀπαλλάξῃ καὶ πόνων, καὶ τὴν ἐν ἀρχαῖς ἀνάπαυσιν δι' αὐτοῦ κερδάνωμεν. Τῇ ἡμέρᾳ τῇ πρώτῃ, φησὶ, λήψονται καρπὸν ξύλου ὡραῖον, καὶ κάλλυντρα φοινίκων, καὶ τοὺς ἑτέρους τῶν κλάδων, δι' οὗ παρέσται νοεῖν διακεκραγότος οἱονεὶ τοῦ πράγματος, ὅτι πάλιν ἡμῖν ἐν Χριστῷ τὰς ἐν παραδείσῳ τρυφὰς ἀπονέμει Θεὸς, καίτοι μεταξὺ διωλισθηκόσι διὰ τὴν ἐν ἀρχαῖς παράβασιν. Ἐξεώσμεθα μὲν γὰρ ἐν Ἀδὰμ, ἀλλ' εἰσκεκομίσμεθα διὰ Χριστοῦ. Διεπύθου γάρ που λέγοντος τῷ συγκρεμαμένῳ λῃστῇ· «Ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Δεδυσώπηκε γὰρ ὁ Χριστὸς τὴν στρεφομένην ῥομφαίαν, καὶ ἀνεῖται λοιπὸν τοῖς πεπιστευκόσιν ἡ εἰσδρομὴ, πάντα εἰς τὸ ἐν ἀρχαῖς ἀναμορφοῦντος αὐτοῦ, καὶ ἀνασκευάζοντος εἰς τὸ ὅπερ ἦν πάλαι. Ἐκ φυτῶν δὲ τῶν ἀειθαλῶν οἱ κλάδοι, τὸ διηνεκὲς τῆς χάριτος, καὶ τὸ οἱονεί πως ἀμάραντον τῆς ἐλπίδος ἐφ' ἑαυτοῖς σημαίνοντες. «Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ,» κατὰ τὸ γεγραμμένον. Καὶ ἀκατάληκτος ἀληθῶς τῶν ἁγίων ἡ τέρψις. Ἐπιβοήσεται δὲ καὶ ὁ σοφὸς Ἡσαΐας, λέγων· «Εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν, αἴνεσις καὶ εὐφροσύνη αἰώνιος καταλήψεται αὐτούς· ἀπέδρα λύπη, ὀδύνη, καὶ στεναγμός.» Παραπεφώνηται δέ πως τοῖς περὶ τῆς ἑορτῆς θεσπίσμασι, τὸ ἐκ χειμάῤῥου εὐφρανθῆναι δεῖν. Ἔφη γὰρ κατὰ τὴν ἐσχάτην τῆς ἑβδομάδος ἡμέραν, ἤτοι κατὰ τὴν ὀγδόην, ἀρύσασθαι μὲν ἐκ χειμάῤῥου τὸ ὕδωρ, εὐφρανθῆναι δὲ οὕτως τοὺς πεπιστευκότας, καὶ χείμαῤῥος δὲ νοητὸς καὶ οὐράνιος ὁ Χριστὸς, τοῖς ἄνωθεν νάμασι τὰς τῶν σεβομένων αὐτὸν κατάρδων ψυχάς. Τοιγάρτοι καὶ ἔφασκε διὰ φωνῆς προφητῶν, «Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς, ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων, δόξαν ἐθνῶν.» Ἀνακεκράγει δέ που καὶ ὁ θεσπέσιος ἡμῖν Δαβὶδ, πρὸς τὸν τῶν ὅλων Θεὸν καὶ Πατέρα· «Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεὸς, οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σοῦ ἐλπιοῦσιν. Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τρυφῆς σου ποτιεῖς αὐτούς.» Πρέποι γὰρ ἂν καὶ μάλα εἰκότως τοὺς τοῦ παραδείσου πολίτας, τὸ χρῆναι πλουσίως μεταλαχεῖν τοῦ Χριστοῦ, καὶ ἀμφιλαφέσι τοῦ Πνεύματος κατευφραίνεσθαι χορηγίαις.

{ΠΑΛΛ.} Πρέποι γὰρ ἂν, καὶ ὀρθῶς γε φής.

{ΚΥΡ.} Ἄθρει δὲ ὅπως ἐν τοῖς Ἱεροσολύμοις ἐπετελεῖτο μόνοις ἡ ἑορτὴ, καὶ ἦν πᾶσά πως ἀνάγκη

Heavenly Jerusalem; Zech 14 Tabernacles judgment; perpetual sacrifice opens§26

26Cyril: The feast points to the heavenly Jerusalem, where God tabernacles with humanity. (Rev 21:2-3; Heb 12:22)

Zechariah saw the nations going up year by year to worship the King and keep Tent-pitching — and judgment on those who refuse. (Zech 14:16-19)

And the continual sacrifice never ceases in the Church’s praise — morning and evening, an unending fragrance. (Ex 29:38-42; Heb 13:15)

Greek · §26

τοὺς ἀπὸ πάσης τῆς Ἰουδαίας ἐν αὐτῇ συναγείρεσθαι. Γένοιτο δ' ἂν καὶ τοῦτο σημεῖον, τοῦ δεῖν ἅπαντας τοὺς οἵπερ ἂν εἶεν τὸν εὐκλεᾶ καὶ εὐδόκιμον διαζήσαντες βίον, εἰς τὴν ἄνω συλλέγεσθαι πόλιν, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἐκεῖ καὶ συνεσομένους καὶ συνεορτάσοντας τῷ Χριστῷ· τοῖς δὲ ἀπίστοις ἔτι, καὶ τὴν τῆς ἀναστάσεως χάριν οὐ προσιεμένοις, ἠθετηκόσι δὲ μᾶλλον τὸ οὕτω σεπτὸν καὶ βαθὺ μυστήριον, ὄλεθρος μὲν ἡ δίκη, τότε ἐν παντὶ γενέσθαι κακῷ πάντη τε καὶ πάντως, ἀποκείσεται. Κατοιχήσονται γὰρ εἰς κόλασιν. Καὶ μάρτυς ἂν γένοιτο τοῦ τοιοῦδε πιστὸς ὁ προφήτης Ζαχαρίας, λέγων· «Καὶ ἔσται ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἱερουσαλὴμ τοῦ προσκυνῆσαι τῷ Βασιλεῖ Κυρίῳ παντοκράτορι καὶ οὗτοι ἐκείνοις προστεθήσονται. Ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ, μηδὲ ἐξέλθῃ ἐκεῖ, καὶ ἐπὶ τούτοις ἔσται ἡ πτῶσις, ἣν ἂν πατάξῃ Κύριος πάντα τὰ ἔθνη, ὃς ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς Σκηνοπηγίας.» Σκηνοπηγίας οὖν ἄρα τριπόθητον ἑορτὴν καταλογιούμεθά που, τὴν τῶν σωμάτων ἁπάντων ἀνάστασιν, ἀπαρχὴν ἐχόντων Χριστόν· πρωτότοκος γὰρ ἐκ νεκρῶν κεχρημάτικε, καὶ ἔστιν ἀληθῶς.

{ΠΑΛΛ.} Ὀρθότατα διανοῇ.

{ΚΥΡ.} Πλὴν ἐκεῖνο ἴσθι τοι.

{ΠΑΛΛ.} Τὸ ποῖον τί φής;

{ΚΥΡ.} Ἐν μὲν γὰρ τοῖς ἀρτίως ἡμῖν παρενηνεγμένοις τοῦ νόμου λογίοις, ὠνόμασται μὲν ἐνδελεχισμοῦ θυσία, καὶ μέν τοι καὶ νουμηνία, καὶ τὰ ἐν Σαββάτοις ἱερὰ καὶ μὲν καὶ ἡ νηστεία, καὶ προσέτι τῆς Σκηνοπηγίας ἡ πολύευκτος ἑορτή. Προσετίθει δὲ πανταχῆ καὶ ἐφ' ἑκάστῳ τῶν εἰρημένων ὁ νόμος, τὸ «Προσοίσετε ὁλοκαυτώματα τῷ Κυρίῳ.» Καὶ τίνες δ' ἂν γένοιντο πρὸς ἡμῶν τῶν θυσιῶν οἱ τρόποι, οἵ τε τῇ νεομηνίᾳ πρέποντες, καὶ μὴν καὶ Σαββάτοις νηστεία δὲ αὖ καὶ οἱ κατ' αὐτὴν ἐσόμενοι τὴν Σκηνοπηγίαν ἢ ὅ τί ποτέ ἐστι τὸ εἰς θυσίαν ἐνδελεχὲς, σεσίγηκε μὲν ὁ νομοθετῶν ἐν τῷ Λευιτικῷ, κατευρύνει δὲ ὥσπερ τὸν ἐπὶ τοῖσδε λόγον, καὶ σὺν πολλῇ λίαν ἰσχνομυθίᾳ συντέθεικεν ἐν τοῖς Ἀριθμοῖς· βούλει λέγωμεν ἀνὰ μέρος ἕκαστα διαλαβόντες, ὡς ἔνι;

{ΠΑΛΛ.} Πάνυ μὲν οὖν.

{ΚΥΡ.} Γέγραπται τοίνυν ὡδί· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, λέγων· Τὰ δῶρά μου, δόματά μου, καρπωματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορταῖς μου. Καὶ ἐρεῖς πρὸς αὐτούς· Ταῦτα τὰ καρπώματα ὅσα προσάξετε Κυρίῳ, ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν εἰς ὁλοκαύτωσιν ἐνδελεχῶς. Τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωΐ, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν, καὶ ποιήσεις τὸ δέκατον τοῦ οἰφὶ σεμίδαλιν εἰς θυσίαν ἀναπεποιημένην ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ἴν. Ὁλοκαύτωμα ἐνδελεχισμοῦ, ἡ γενομένη θυσία ἐν τῷ ὄρει Σινᾶ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Καὶ σπονδὴν αὐτῷ τὸ τέταρτον τοῦ ἲν τῷ ἀμνῷ τῶν ἑνὶ, ἐν τῷ ἁγίῳ [αλ. ἀγγείῳ] σπεί

Continual morning/evening lambs; Rom 12 living sacrifice; Christ as lamb§27

27Cyril: The continual lambs at dawn and dusk teach the Church’s unceasing offering. (Num 28:3-4)

Present your bodies as a living sacrifice, holy, pleasing to God — your reasonable worship — while Christ himself is the Lamb who takes away the world’s sin. (Rom 12:1; Jn 1:29)

Palladius: So the altar never goes cold.

Cyril: Not while faith and love keep vigil.

Greek · §27

σεις σπονδὴν σίκερα Κυρίῳ. Καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις πρὸς ἑσπέραν, κατὰ τὴν θυσίαν αὐτοῦ, καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσεις εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ.» Συνίης οὖν ὅπως τῶν θυσιῶν τὴν ἀναφορὰν ταῖς ἑορταῖς ὅτι μάλιστα πρέπειν ὁ θεῖος ἡμῖν ἐν τούτοις διισχυρίζεται νόμος· Χρῆναι γὰρ οἶμαι πάντη τε καὶ πάντως εὐωδιάζειν ἡμᾶς ἐν αὐταῖς τῷ Θεῷ τῆς ἐν Χριστῷ πολιτείας τοὺς τρόπους, οἱονεί πως ἐν τάξει ποιουμένους θυμιαμάτων, καὶ εὔοσμον ὁλοκαύτωμα προσκομίζοντας αὐτοὺς τῷ Θεῷ κατ' ἐκεῖνο, οἶμαί που, τὸ μάλα ὀρθῶς εἰρημένον· «Παραστήσατε οὖν τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.» Τὴν δέ γε τοῦ ἐνδελεχισμοῦ θυσίαν ἀποπεραίνεσθαι δεῖν εὖ μάλα φησὶν, ἑνὸς μὲν ἀμνοῦ σφαζομένου τὸ πρωῒ, ἑτέρου δὲ αὖ πρὸς ἑσπέραν, συνθυμιωμένης αὐτοῖς σεμιδάλεως, ἐλαίου τε καὶ οἴνου προσεπενηνεγμένων· ἐν παντὶ γὰρ καιρῷ καὶ ἀκαταλήκτως καὶ ἀπαρχῆς μέχρι τέλους ἐν τῇ ἁγίᾳ σκηνῇ, τουτέστιν, ἐν Ἐκκλησίᾳ, διὰ πάσης ἀρετῆς εὐωδιάζομεν ἐν Χριστῷ. Τὸ γὰρ πρωΐ τε καὶ πρὸς ἑσπέραν καπνίζεσθαι τοὺς ἀμνοὺς, ὑποτύπωσις ἂν εἴη πάλιν, τοῦ δι' ἡμᾶς τε καὶ ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας ἀναθρώσκοντος τῷ Πατρὶ, συνανακομίζοντος δὲ ὥσπερ αὐτῷ καὶ τὴν τῶν εἰς αὐτὸν πιστευσάντων ζωὴν, τὸ ἱλαρὸν ἔχουσαν ὡς ἐν ἐλπίδι βεβαίας δόξης τε καὶ βασιλείας. Καὶ πρός γε δὴ τούτῳ, τὸ κατευφραίνεσθαι δεῖν, ταῖς εἰς αἰῶνα τρυφαῖς· σημεῖον δ' ἂν γένοιτο τῆς τοιᾶσδε ζωῆς, σεμίδαλις ἐλαιόδευτος, καὶ οἰνοβραχής. Θυσία δὴ οὖν σωτηρίου τὸ χρῆμα, καθὰ καὶ ἡ τετελεσμένη διὰ Μωσέως ἐν τῷ ὄρει Σινᾶ. Γέγραπται δὲ ἐν τῇ Ἐξόδῳ, ὅτε τοὺς ἐφ' ἅπασι τοῖς πρακτέοις διωρίσατο νόμους τοῦ πάντων κρατοῦντος Θεοῦ· «Ὀρθρίσας,» φησὶν, «ὁ Μωσῆς τὸ πρωῒ ᾠκοδόμησε θυσιαστήριον ἐπὶ τὸ ὄρος, καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· καὶ ἐξαπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώματα καὶ θυσίαν σωτηρίου τῷ Θεῷ, μοσχάρια.» Ἀδιαφορήσει δὲ, οἶμαι, τῆς θυσίας ὁ λόγος, εἴτ' οὖν ἀμνοὶ τὰ ἱερουργούμενα, κἂν εἴτε μοσχάρια λέγοιντο τυχόν· σώζεται γὰρ ἐν ἀμφοῖν τῆς ἀκακίας ὁ τύπος, ὃ δὴ μάλιστα περιθείη τις ἂν τῷ προσώπῳ Χριστοῦ, διὰ φωνῆς Ἱερεμίου λέγοντος· «Ἐγὼ δὲὡς ἀρνίον ἄκακον, ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων.» Εἰ δὲ δή τις ἕλοιτο καὶ καθ' ἕτερον τρόπον, πρωϊνήν τε καὶ ἑσπερινὴν θυσίαν ἐπινενοῆσθαι λέγειν ἐν τῇ ἁγίᾳ σκηνῇ διά τοι τὸν τῆς ἀνθρωπότητος χρόνον, εἶναι μὲν εὐώδη, πρὸ τῆς παραβάσεως τῆς ἐν Ἀδὰμ, τοιουτονὶ δὲ γενέσθαι πάλιν τὸν ἐν ἐσχάτοις καὶ ἐν Χριστῷ, καὶ ἐν τῇ κατ' αὐτὸν νοουμένῃ ζωῇ, φέροιτο οὐκ ἂν ἀπὸ σκοποῦ, καὶ λογιεῖται σοφῶς· ἔχει γὰρ ὧδε τὸ χρῆμα τῇ φύσει.

{ΠΑΛΛ.} Πείθομαι.

{ΚΥΡ.} Τὰς δὲ ἐν τῷ Σαββάτῳ θυσίας ὁρίζεται λέγων εὐθύς· «Καὶ τῇ ἡμέρᾳ τῶν Σαββάτων προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους, καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ

Sabbath add-on offerings; spiritual sabbath; new-moon = new age§28

28Cyril: On the sabbath additional offerings are laid atop the continual ones — a double honor for the rest-day. (Num 28:9-10)

For us the true sabbath is release from sin’s works in Christ; the new moon signals the new age’s bright beginning. (Heb 4:9-10; Col 2:16-17; Isa 66:23)

Palladius: Shadows yield to the body of Christ.

Greek · §28

σπονδήν. Ὁλοκαυτώματα Σαββάτων ἐν τοῖς Σαββάτοις, ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς, καὶ τὴν σπονδὴν αὐτῆς.» Οὐχ ἕτερος δὲ τῆς θυσίας ὁ τρόπος, παρὰ τὸν ἀρτίως ἡμῖν εἰρημένον. Εἰσὶ δὲ οὗτοι κατ' ἴχνος ὡς παραλλάττειν οὐδέν. Ἄθρει γε μὴν ἐκεῖνο, ὦ τᾶν· ἡ μὲν γὰρ τοῦ ἐνδελεχισμοῦ θυσία διηνεκῆ τὴν ἱερουργίαν ἔχει καὶ ἐν ἡμέρᾳ πάσῃ τελεῖται κατὰ τὸν νόμον. Ἡ δέ γε τῶν Σαββάτων, οὐ κατὰ πᾶσαν ἡμέραν, ἀλλ' ἐν αὐτοῖς τοῖς Σαββάτοις. Ἵνα τοίνυν μὴ ἀποχρώντως ἔχειν οἰόμενοι τὴν ἀνὰ πᾶσαν ἡμέραν τοῦ ἐνδελεχισμοῦ θυσίαν, ῥᾴθυμοί πως εἶεν περὶ τὸ προσάγειν τὰ ἐν Σαββάτοις, προστέθεικεν ἀναγκαίως· «Τοῦτό ἐστιν ὁλοκαύτωμα Σαββάτων ἐν τοῖς Σαββάτοις ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς, καὶ τὴν σπονδὴν αὐτῆς.»

{ΠΑΛΛ.} Ἄραρεν οὖν ὅτι πρὸς τῇ θυσίᾳ τοῦ ἐνδελεχισμοῦ, καὶ ἡ τῶν Σαββάτων ἱερουργεῖται κατὰ νόμον;

{ΚΥΡ.} Ἄραρεν· οὐ γὰρ ἐνδοιάσαι θέμις. Σαββατίζοντες γὰρ καὶ ἡμεῖς ἐν Χριστῷ, καὶ εἰς τὴν αὐτοῦ κατάπαυσιν εἰσελάσαντες, οἱονεί πως ἐν διπλῷ τὰ τῆς πνευματικῆς εὐωδίας ἀνοίσομεν τῷ Θεῷ, εἴπερ ἐστὶν ἀτρεκὲς, ὡς εὐῶδες μὲν ἦν τοῖς ἀρχαιοτέροις, τῆς ἐν νόμῳ δικαιοσύνης τὸ καύχημα. Πνευματικὸς γὰρ ὁ νόμος, καὶ «Ἡ ἐντολὴ ἁγία, καὶ δικαία καὶ ἀγαθὴ,» κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· ἐν ὑπεροχῇ γε μὴν ἡ ἐν Χριστῷ πολιτεία, καὶ ὁ ἐν πνεύματι σαββατισμὸς, τῆς ἐν νόμῳ δικαιοσύνης ἀμείνων εἰς εὐοσμίαν.

{ΠΑΛΛ.} Εὖ ἔφης.

{ΚΥΡ.} Προσεπάγει δὲ τούτοις· «Καὶ ἐν ταῖς νεομηνίαις προσάξετε ὁλοκαύτωμα τῷ Κυρίῳ, μόσχους ἐκ βοῶν δύο, καὶ κριὸν ἕνα· ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους· τρία δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ μόσχῳ τῷ ἑνὶ, καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ κριῷ τῷ ἑνί· δέκατον δέκατον σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ ἀμνῷ τῷ ἑνὶ, θυσίαν ὀσμὴν εὐωδίας κάρπωμα Κυρίῳ· ἡ σπονδὴ αὐτῶν τὸ ἥμισυ τοῦ ἲν ἔσται τῷ μόσχῳ τῷ ἑνὶ, καὶ τρίτον τοῦ ἳν' ἔσται τῷ κριῷ τῷ ἑνὶ, καὶ τὸ τέταρτον τοῦ ἲν ἔσται τῷ ἀμνῷ τῷ ἑνὶ οἴνου· τοῦτο τὸ ὁλοκαύτωμα μῆνα ἐκ μηνὸς εἰς τοὺς μῆνας τοῦ ἐνιαυτοῦ· καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας Κυρίῳ· ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντὸς ποιηθήσεται καὶ ἡ σπονδὴ αὐτοῦ.» Διηνεκὴς θυσία καὶ ἀκατάληκτος, ὡς ἂν ἑκάστῳ μηνὶ, πρὸς τῇ καθ' ἡμέραν, ἥτις ἐστὶν ἐνδελεχισμοῦ, καὶ ἡ ἐν ταῖς νουμηνίαις. Λόγος δὲ οὐχ ἁπλοῦς ὁ ἐπ' αὐταῖς ἔσται πάλιν. Καθαρὸν γὰρ λίαν τὸ αἴνιγμα. Νουμηνία τοίνυν ἡ νοητὴ καὶ ἀληθεστέρα νοοῖτ' ἂν εἰκότως, αἰὼν ὁ νέος ἐν Χριστῷ, παρῳχηκότος τοῦ πρώτου τοῦ κατὰ νόμον. Εἴη δ' ἂν καὶ ἑτέρως εἰς τύπον ἡμῖν ἡ νουμηνία, καὶ τοῦ μετὰ τόνδε μέλλοντος αἰῶνος. καὶ ὅσον οὐδέπω παρεσομένου, πλὴν ἀρχὴν ἔχοντος τὴν ἀνάστασιν τοῦ Χριστοῦ, δι' ἧς εἰς καινότητα μετακεχωρήκαμεν, ὡς ἐν ἀῤῥαβῶνι τῆς χάριτος τὸ Πνεῦμα πλουτήσαντες, καὶ ἀσφαλῆ τὴν ἐλπίδα τῆς εἰς

Die/live with Christ; two calves=peoples; goat=Christ; without me nothing§29

29Cyril: At the new moon we die and live with Christ. (Rom 6:8; Num 28:11-15)

Two calves mark the two peoples; the goat is Christ for sin; without him we can do nothing. (Eph 2:14-16; 2 Cor 5:21; Jn 15:5)

Palladius: Graded offerings, one Lord.

Greek · §29

ἀφθαρσίαν ζωῆς, ἐν μακαριότητι καὶ ἁγιασμῷ μεταστοιχειούμενοι πρὸς τὸ ἐν ἀρχαῖς, καὶ ἀνόπιν ὥσπερ ἰόντες, αἰῶνι τῷ μέλλοντι συμμορφούμενοι. Τίς οὖν ἡ πρέπουσα ταῖς νουμηνίαις θυσία, τοῦτ' ἔστι, τῇ ἐν Χριστῷ τε καὶ νοητῇ, καὶ μὴν καὶ ζωῇ τῇ κατ' αἰῶνα τὸν μέλλοντα; Τὸ ἀποθνήσκειν Θεῷ, καὶ ζῇν μὲν οὐκέτι ταῖς ἁμαρτίαις ἐνεχομένους, πολιτείας δὲ τῆς γεωδεστέρας ἀποφοιτῶντες εἰσάπαν, ἵνα Χριστῷ συζήσωμεν. Οὕτω καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἡγιασμένοις ἐν Πνεύματι, καὶ ἐν Χριστῷ δεδικαιωμένοις, καὶ τὰς τοῦ μέλλοντος αἰῶνος δυνάμεις ἐκπεπαιδευμένοις ἐπιστέλλει λέγων· «Εἰ ἀπεθάνετε ἐν Χριστῷ, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζετε;» Καὶ πάλιν· «Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Ὅρα τοίνυν ὡς ἐν διαφόρῳ ποσότητι πνευματικῆς εὐεξίας ἀποθνήσκοντας ἱερῶς τῷ Θεῷ τοὺς εὐδοκιμεῖν εἰωθότας, καὶ τὰ τῆς ἐπιεικείας εὐθὺς ἀποκερδαίνοντας γέρα. Μόσχοι γὰρ δὴ καταθύονται δύο, καὶ εἷς ἐπ' αὐτοῖς κριὸς, καὶ ἑπτὰ ἀμνοὶ, μῶμον οὐκ ἔχοντες. Καὶ διὰ τούτων ἡμῖν ἁπάντων ἡ τῶν ἁγίων πληθὺς καταγράφεται, ὡς ἐν ἀρετῇ μὲν τῇ ὑπερτάτῃ διαπρέπουσα, διά γε τῶν μόσχων, ἐνυφιζάνουσα δὲ ὥσπερ καὶ ἐν δευτέροις, ὡς ἐν τῷ κριῷ, ἐν δέ γε τῇ μείονι καὶ χθαμαλωτέρᾳ πάλιν ἐν τοῖς ἀμνοῖς. Δύο γε μὴν οἱ μόσχοι· δύο γὰρ οἱ λαοί· καὶ εἷς διὰ μέσου κριὸς, διὰ τὴν εἰς ἑνότητα τοῖν δυοῖν ἕνωσιν ἐν Χριστῷ. Ἑπτὸ δὲ πάλιν ἀμνοί· ἐν πληρώματι γὰρ τῷ τελειοτάτῳ τῶν ἁγίων ὁ δῆμος. Δύο δὲ ὄντες, καὶ εἷς καθ' ἕνωσιν τὴν πνευματικὴν, πληθὺς ἡ τελειοτάτη νοοῖτ' ἂν εἰκότως. Πλατεῖα γὰρ σφόδρα, καὶ ἐν ἁπλότητι τῇ ἐν Χριστῷ, καὶ ἐν νηπιότητι τῇ κατ' αὐτὸν ἡ τῶν πιστευόντων ἀγέλη. Ἄθρει δὲ ὅπως τρία μὲν δέκατα σεμιδάλεως τῷ μόσχῳ τῷ ἑνὶ, τὸ ἀφόρισμα, Καὶ ἐν ἡμίσει τοῦ ἲν, τοῦτ' ἔστι, ξέστων ἓξ, ἔλαιόν τε καὶ οἶνος. Τῷ δέ γε κριῷ, δύο μὲν δέκατα σεμιδάλεως, ἐν δὲ τρίτῳ τοῦ ἲν, τὰ ἐπιχεόμενα. Ἑκάστῳ γε μὴν τῶν ἀμνῶν, ἓν μὲν δέκατον σεμιδάλεως ἡ θυσία, καὶ ἐν τετάρτῳ τοῦ ἲν ἡ σπονδὴ, τοῦτ' ἔστιν, ἔλαιόν τε καὶ οἶνος. Ἰσοστάθμως γὰρ τοῖς ἑκάστου πόνοις, καὶ μὴν καὶ δυνάμεσι ταῖς κατ' ἀρετὴν, τὸ τῆς ζωῆς μέτρον τῆς ὡς ἐν εὐκλείᾳ καὶ μακαριότητί φημι, καὶ μὴν καὶ ἑνότητι παρὰ Θεοῦ, καὶ πνευματικῆς εὐφρασίας, ἀπονεμηθήσεται παρὰ τοῦ τὰ δίκαια κρίνοντος· ἢ γὰρ οὐχὶ ζωῆς μὲν τύπον, ἀποπληροῦν τὴν σεμίδαλιν πλειστάκις εἰρήκαμεν, πιότητος δὲ τὸ ἔλαιον, εὐφρασίας δὲ τῆς νοητῆς, τὸν οἶνον;

{ΠΑΛΛ.} Καὶ μάλα.

{ΚΥΡ.} Χίμαρος δὲ πάλιν προσεπάγεται ταῖς θυσίαις, ὑπὲρ ἁμαρτιῶν σφαζόμενος, εἰς τύπον Χριστοῦ. Δεκτὴ γὰρ ἡμῶν ἡ θυσία καὶ ἁνδάνουσα τῷ Θεῷ, διὰ τὸ πάθος τοῦ Χριστοῦ τὸ σωτήριον. Καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅπερ αὐτὸς εἴρηκεν ὁ Σωτὴρ τοῖς ἁγίοις ἀποστόλοις· «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.» Οὐκοῦν ἀναγκαίως ταῖς ἡμῶν εὐωδίαις, ἡ Χριστοῦ προσεπάγεται, ἑαυτὴν τρόπον τινὰ συνανακιρνῶσα ταῖς παρ' ἡμῶν, καὶ συναναίρουσα τῷ Πα

Trumpet day; Day of Atonement reprise; Tabernacles 13→7 calves puzzle§30

30Cyril: The day of signification — trumpets — returns us to the last awakening. (Num 29:1; Joel 2:1)

The Day of Atonement is rehearsed again; then Tent-pitching with its descending count of calves from thirteen toward seven — pedagogy in numbers for a people being trained toward rest.

Palladius: Why the dwindling calves?

Cyril: That the mind may ascend from many toward the sabbath’s simplicity.

Greek · §30

τρί. Δεκτοὶ γὰρ οὐχ ἑτέρως ἐσμὲν, πλὴν ὅτι διὰ μόνου Χριστοῦ.

{ΠΑΛΛ.} Ἄριστα ἔφης.

{ΚΥΡ.} Καὶ ταυτὶ μὲν ἡμῖν ὡς ἔν γε τοῖς Σάββασι καὶ νεομηνίαις τὰ ἱερουργούμενα· «Ἐν δέ γε μηνὶ τῷ ἑβδόμῳ,» φησὶ, «μιᾷ τοῦ μηνὸς, ἐπίκλητος ἁγία ἔσται ὑμῖν. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. Ἡμέρα σημασίας ἔσται ὑμῖν. Καὶ ποιήσετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, μόσχον ἕνα ἐκ βοῶν, καὶ κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους.» Καὶ τρία μὲν δέκατα σεμιδάλεως ἐπὶ τῷ μόσχῳ, δύο δὲ αὖ ἐπὶ τῷ κριῷ, καὶ ἓν ἐφ' ἑκάστῳ τῶν ἀμνῶν, ἀναλόγως ἑπομένων καὶ τῶν ἐπιχεομένων, ἐλαίου τέ φημι καὶ οἴνου. Ἐν ἡμίσει γὰρ δὴ τοῦ παρ' Ἑβραίοις ἲν, καὶ ἐν τρίτῳ τε καὶ ἐν τετάρτῳ ταυτί. Τίς δ' ἂν νοοῖτο τῆς ἑορτῆς ἡ δύναμις, ὑπέφηνεν εἰπών· «Ἡμέρα σημασίας ἔσται ὑμῖν.» Σημαίνει γὰρ ἡμῖν τὴν ἐσχάτην σάλπιγγα, τὴν διὰ τῆς ἀγγέλου φωνῆς, ὑφ' ᾗ δὴ πάντες ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καθάπερ ἤδη προείπομεν. Προστέταχε δὲ καὶ ἐν τῇ δεκάτῃ τοῦ αὐτοῦ μηνὸς, καθ' ἢν ἡ νηστεία, τῶν σαρκικῶν ἐπιθυμιῶν, τὴν νέκρωσιν, καὶ τὴν ἐκ τῶν ἐπιγείων παθῶν ἀποφοίτησιν ἐφ' ἑαυτῇ καταγράφουσα, τὴν αὐτὴν θυσίαν ἀποπεραίνεσθαι δεῖν κατὰ τὸν ἴσον τῇ πρώτῃ τρόπον, καὶ ὅπως ἂν ἔχοι τῶν δρωμένων ἡ δύναμις κατά γε τὸν πρέποντα ταῖς θεωρίαις λόγον, διαρκῶς εἰρήκαμεν.

{ΠΑΛΛ.} Μεμνήσομαι.

{ΚΥΡ.} Θεσμοθετεῖ δὲ αὖ καὶ τίνες ἂν γένοιντο πρὸς ἡμῶν θυσίαι τῇ Σκηνοπηγίᾳ πρέπουσαι, καὶ φησί· «Καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου τοῦ ἐπικληθέντος ἁγία ἔσται ὑμῖν. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. Καὶ ἑορτάσετε αὐτὴν ἑορτὴν Κυρίῳ ἑπτὰ ἡμέρας, καὶ προσάξετε ὁλοκαυτώματα κάρπωμα τῷ Κυρίῳ εἰς ὀσμὴν εὐωδίας, τῇ ἡμέρᾳ τῇ πρώτῃ μόσχους ἐκ βοῶν τρεῖς καὶ δέκα, κριοὺς δύο, ἀμνοὺς ἐνιαυσίους δεκατέσσαρας Ἄμωμοι ἔσονται. Αἱ θυσίαι αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ. Τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ, ἐπὶ τοῖς τρισκαίδεκα μόσχοις, καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνὶ, ἐπὶ τοὺς δύο κριούς. Δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ, ἐπὶ τοὺς τέσσαρας καὶ δέκα ἀμνοὺς, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντὸς, αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν.» Εἶτα καθ' ἡμέραν ἑνὸς ὑπεξαιρομένου μόσχου, τὰ τῆς θυσίας ἐν ἴσῳ τρόπῳ τε καὶ μέτρῳ. Δύο γὰρ οἱ κριοὶ, καὶ ἀμνοὶ δεκατέσσαρες, καὶ χίμαρος εἷς. Καὶ γοῦν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ μόσχοι προσεκομίζοντο δύο καὶ δέκα· ἕνδεκα δὲ τῇ τρίτῃ, τῇ δὲ τετάρτῃ δέκα· καὶ ἐννέα τῇ πέμπτῃ, ὀκτὼ τῇ ἕκτῃ, καὶ ἑπτὰ κατὰ τὴν ἑβδόμην. Συνίης οὖν ὅτι καθ' ἑκάστην, ἡμέραν ὁ τῶν μόσχων ἀριθμὸς ἐν ὑφέσει μόνος, ἐν ἴσῳ γε μὴν ὅ τε τῶν κριῶν, καὶ μὲν καὶ ὁ τῶν ἀμνῶν τὰ τῆς σεμιδάλεως, καὶ τῶν ἐκχεομένων.

{ΠΑΛΛ.} Καὶ τί τὸ χρῆμα, ὦ τᾶν; ἀνθ' ὅτου δὲ δὴ μόσχοι μὲν ἐν ἀρχαῖς τρισκαίδεκα, ἐν ὑφέσει δὲ

Two pedagogic eras; calves/rams/lambs = virtue grades; Luke 1 righteous§31

31Cyril: Two eras of pedagogy: under law and under gospel. Calves, rams, and lambs sketch grades of righteousness — beginners, advancing, perfect — as Luke names them righteous before God, walking in all the commandments. (Gal 3:24-25; Lk 1:6; Num 29)

Palladius: So the offerings were a school.

Cyril: A school whose master is Christ.

Greek · §31

καθ' ἡμέραν ἑνὸς ὑποκλεπτομένου. Κριοὶ δὲ δὴ πάλιν δύο καὶ ἀμνοὶ δεκατέσσαρες, χιμάρου τοῖς θύμασιν ἐπενηνεγμένου.

{ΚΥΡ.} Δυσκάτοπτος μὲν, ὦ Παλλάδιε, τῶν τεθεσπισμένων ὁ νοῦς, καὶ ἀμυδρὸν τῇ φύσει τὸ χρῆμά ἐστι. Πειράσομαι δὲ ὡς ἔνι, τό γε εἰς νοῦν ἧκον εἰπεῖν. Μεθαρμόσεις δὲ ὅ τι πρὸς τὸ ἄμεινον αὐτὸς, εἰ μὴ κατ' εὐθὺ διᾴττοιμι τοῦ σκοποῦ.

{ΠΑΛΛ.} Διακείσομαι.

{ΚΥΡ.} Ἔοικε τοίνυν τὸ θεῖον ἡμῖν χρησμῴδημα τήν τε τῶν ἐξ Ἰσραὴλ ἐν νόμῳ παιδαγωγίαν, καὶ τῶν διὰ πίστεως εἰσκεκομισμένων εἰς ἁγιασμὸν ἀνατυποῦν τὴν κλῆσιν. Δηλοῖ δὲ, οἶμαί που, τῆς θυσίας τὸ αἴνιγμα, ὅτι δύο μὲν ἤστην καιροὶ καθ' οὓς ἂν νοοῖντο πεπαιδαγωγῆσθαι πρὸς θεογνωσίαν καὶ εἰς νομικὴν πολιτείαν, αἱ τῶν Ἰουδαίων ἀγέλαι. Τίνες δ' ἂν εἶεν οἱ τοιοίδε καιροὶ, ἢ ἐκεῖνοί που πάντως καθ' ὃν ἦν ἔτι που Μωσῆς, Ἰησοῦς τε καὶ κριταὶ, καὶ καθ' ὃν οἱ προφῆται μέχρις Ἰωάννου τοῦ Βαπτιστοῦ, τοῦ καὶ περισσότερον ἔχοντος κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, ἀποστολῆς δηλονότι καὶ λειτουργίας προφητικῆς. Ἀλλ' ἐν καιροῖς τοῖς δυσὶν ὑπεμφαίνει τὸ Γράμμα τὸ ἱερὸν γεγενῆσθαί τινας βίου μὲν τρίβον ἰόντας τὴν ἐπαινουμένην ἐν νόμῳ, πλὴν οὐκ ἐν ἴσῳ μέτρῳ, καὶ εἰσάπαν ἐμφερεστάτην, δυνάμει τε καὶ εὐεξίᾳ πνευματικῇ. Οἱ μὲν γὰρ ἦσαν τῆς ἀνωτάτω τυχὸν, ἧς ἂν τύπος ὁ μόσχος. Ἕτεροι δὲ αὖ, τῆς ὡς ἐν μεσότητι νοουμένης. Σημεῖον δ' ἂν γένοιτό που καὶ τοῦδε, κριός. Καὶ τρίτοι πρὸς τούτοις, τῆς ἐπὶ βραχὺ μειονεκτουμένης καὶ ἐνυφιζάνοντι μέτρῳ, καθάπερ ἀμέλει παρέσται νοεῖν ὡς ἐν μεγέθει σωματικῷ τοῖς ἀμνοῖς. Ἢ γὰρ, οὐχὶ μείων μὲν μόσχου κριὸς, ὑποκάθηται δὲ τοῦ κριοῦ μέγεθος, ὁ ἀμνός;

{ΠΑΛΛ.} Φημὶ, πῶς γὰρ οὔ;

{ΚΥΡ.} Οὐκοῦν τῆς ἑκάστου ποσότητος, δῆλον δὲ ὅτι τῆς ἐν ἐπιεικείᾳ, τύπος ἂν εἴη καὶ μάλα σαφὴς, τὰ ὠνομασμένα τῶν ζώων. Ἐπειδὴ δὲ τὸ προὖχον ἀεὶ καὶ ἀπόλεκτον, μεῖόν πως ἐν ἀριθμῷ, τοῦ δευτέρου δὲ καὶ τρίτου, σπάνιον γὰρ, ταύτῃτοι τρισκαίδεκα μόσχοι, δέκα δὲ οἱ κριοὶ, καὶ δεκατέσσαρες οἱ ἀμνοί. Ἐπειδὴ δὲ δύο τοὺς κριοὺς εἶναί φαμεν, ἐν διπλῷ τῶν θυμάτων ὁ ἀριθμός. Ἀντὶ γὰρ ἀμνῶν ἑπτὰ, δεκατέσσαρες οἱ μόσχοι, δύο γε μὴν, οἱ κριοί· ἢ οὐκ εἰκὸς σεπτούς τε καὶ ἱεροὺς γενέσθαι πολλοὺς, καὶ κατά γε τὴν ἐν νόμῳ δικαιοσύνην αὐχοῦντας τὸ ἄμεμπτον; καθάπερ ἀμέλει περί τε Ζαχαρίου καὶ τῆς Ἐλιζάβετ ὁ θεῖος ἡμῖν γέγραφεν εὐαγγελιστὴς, ὅτι «Ἦσαν δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου, ἄμεμπτοι.»

{ΠΑΛΛ.} Φημί· καὶ γάρ που Θεὸς τὴν τῶν Ἰουδαίων μητέρα κατῃτιᾶτο λέγων· «Πῶς ἐγένου πόρνη, πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ;»

{ΚΥΡ.} Ἦν οὖν ἄρα δικαιοσύνη κατὰ νόμον, καθ' ἢν καὶ εἰκὸς γενέσθαι δοκιμωτάτους ἐν ὑπακοῇ Θεοῦ,

Law until Sabbath/Christ; eighth-day exit = new people; sabbath in Christ§32

32Cyril: The law tutors until the sabbath — that is, until Christ, our rest. (Gal 3:24; Mt 11:28-29)

The eighth-day exit after Tabernacles signals the new people leaving the old camp into the world’s bright octave. (Lev 23:36; Heb 13:13-14)

Our sabbathing is in Christ; our city is the one to come.

Greek · §32

καὶ οὐχὶ δὴ πάντως τελειοῦντος εἰς ἁγιασμὸν τοῦ νόμου.

{ΠΑΛΛ.} Εὖ ἔφης.

{ΚΥΡ.} Οὐκοῦν τὴν τοῦ Ἰσραὴλ κλῆσιν ὑποσημαίνοντες, ὡς ἐν ὑπερτάτοις τε καὶ μέσοις, καὶ τοῖς ἔτι μείοσι, μόσχοι τε καὶ κριοὶ, καὶ μὴν καὶ ἀμνοὶ κατεθύοντο τῷ Θεῷ, καὶ ἐν ἐλάττοσιν ἀεὶ τῶν μόσχων ὁ ἀριθμὸς, ὡς ἐκλειπόντων ἀεὶ τῶν ἐξειλεγμένων καὶ τῶν ἐν ὑπεροχαῖς, καὶ δοκιμωτάτων, τὴν σπάνιν νοσοῦντος ἀεὶ τοῦ καιροῦ, καὶ μέχρι τῆς ἑβδόμης, τοῦτ' ἔστι, τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, καθ' ὂν ὁ σαββατισμὸς ἐν πνεύματι, καὶ κατάληξις ἔργων τῶν εἰς ἁμαρτίαν ἀνέφυ λοιπόν. Δεδικαιώμεθα γὰρ ἐν Χριστῷ, καταῤῥέοντος ἤδη πρὸς τέλος τοῦ παρόντος αἰῶνος. Σημεῖον δ' ἂν γένοιτο καὶ τοῦδε πάλιν, τῆς ὅλης ἡμῖν ἑβδομάδος ὡς ἐν ἐσχάτοις τὸ Σάββατον κείμενον. Ταύτῃτοι σοφῶς ἵστησι μὲν ὁ νόμος φησὶ μέχρι τοῦ Σαββάτου τῶν ἀρχαίων θυμάτων τὴν προσκομιδὴν, τοῦτ' ἔστι, τὴν ἐν νόμῳ κλῆσιν, καὶ τὴν κατ' αὐτὸν ἱερουργίαν, ἀντεισφέρει δὲ ὥσπερ τὴν ἐν Χριστῷ λέγων· «Καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξόδιον ἔσται ὑμῖν. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ, καὶ προσάξετε ὁλοκαύτωμα κάρπωμα εἰς ὀσμὴν εὐωδίας τῷ Κυρίῳ μόσχον ἕνα, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους. Αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν τῷ μόσχῳ καὶ τῷ κριῷ καὶ τοῖς ἀμνοῖς κατὰ ἀριθμὸν αὐτῶν, κατὰ τὴν σύγκρισιν αὐτῶν, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· πλὴν τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός. Αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν· ταῦτα ποιήσετε Κυρίῳ ἐν ταῖς ἑορταῖς ὑμῶν, πλὴν τῶν εὐχῶν ὑμῶν, καὶ τὰ ἑκούσια ὑμῶν, καὶ τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰς θυσίας ὑμῶν, καὶ τὰς σπονδὰς ὑμῶν, καὶ τὰ σωτήρια ὑμῶν.» Ἀκούεις τοῦ νόμου λέγοντος ἐναργῶς· «Ἐξόδιόν ἐστιν;» Ἐκβέβηκε γὰρ ἡ ὡς ἐν σκιαῖς λατρεία, καὶ ἡ ἐν τύπῳ παίδευσις, κατὰ τὴν ὀγδόην, καθ' ἢν ἀνεβίω Χριστὸς, καὶ τῆς ἐν πνεύματι περιτομῆς εἰσπέπαικεν ὁ καιρός. Ἐξεκλείσθη μὲν γὰρ ἡ ἀρχαία τῶν κεκλημένων πληθὺς, ἔγκλημα νοσοῦσα τὴν ἀπιστίαν, ἀντανέφυ δὲ ὥσπερ λαὸς ὁ νέος, καὶ διαπρέπων μὲν ἰσχύϊ πνευματικῇ, τοῦτο γὰρ ὁ μόσχος, εὐδοκιμῶν δὲ τελείως, ὡς ἐν ἡλικίας πληρώματι, τοῦτο γὰρ ὁ κριὸς, τῆς δὲ ἐν Χριστῷ νηπιότητος καὶ ἀκακίας τὸ ἐξαίρετον κάλλος, τοῦτο γὰρ ὁ ἀμνὸς, εἰ καὶ ἐν πληθύϊ νοοῖτο τῇ τελειοτάτῃ. Τὸ γὰρ εἶναι λέγειν ἑπτὰ τοὺς ἀμνοὺς, τοῦτό που πάντως ὑποδηλοῖ. Ἕπεται γὰρ καὶ ὁ χίμαρος. Ἐν Χριστῷ γὰρ εὐδοκιμεῖ διὰ πίστεως, εἰς ὀσμὴν εὐωδίας ἀναβαίνων τῷ Θεῷ, καθὰ πολλάκις εἰρήκαμεν.

{ΠΑΛΛ.} Ὧδε ἔχει.

{ΚΥΡ.} Ὅτι δὲ σαββατιοῦμεν ἐν Χριστῷ, καταλύοντες εἰς ἀνάπαυσιν, διά γε τοῦ δεῖν σπουδασμάτων ἡμᾶς καταλῆξαι κοσμικῶν καὶ γεωδεστέρας φροντίδος οὐκ ἀνεχομένους ἔτι, κατατρυφῶντας δὲ μᾶλλον τοῦ Κυρίου, καθὰ γέγραπται, καὶ κλῆρον ἔχοντας παρ' αὐτῷ τὸν ἐξαίρετον, σαφηνιεῖ λέγων ἐν

Land sabbath + jubilee release; final trumpet inheritance; Matt 25 doxology CLOSEOUT§33

33Cyril: The land itself keeps sabbath, and the jubilee releases debts and restores inheritance when the trumpet sounds. (Lev 25:8-13; Lev 25:23-28)

So at the last trumpet the meek inherit the earth, and the King says: ‘Come, you blessed of my Father, inherit the kingdom prepared for you from the foundation of the world.’ (1 Cor 15:52; Mt 5:5; Mt 25:34)

Palladius: Amen — to the feast that has no end.

Cyril: Glory to Father, Son, and Holy Spirit, unto the ages. Amen.

Greek · §33

τῷ Λευϊτικῷ πρὸς τὸν ἱεροφάντην Μωσέα· «Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἐὰν εἰσέλθητε εἰς τὴν γῆν, ἢν ἐγὼ δίδωμι ὑμῖν, καὶ ἀναπαύσητε τὴν γῆν, ἢν ἐγὼ δίδωμι ὑμῖν, Σάββατα τῷ Κυρίῳ· ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου, καὶ ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου, καὶ συνάξεις τὸν καρπὸν αὐτῆς, τῷ δὲ ἔτει τῷ ἑβδόμῳ Σάββατα. Ἀνάπαυσις ἔσται τῇ γῇ ὑμῶν, Σάββατα τῷ Κυρίῳ. Τὸν ἀγρόν σου οὐ σπερεῖς, καὶ τὴν ἄμπελόν σου οὐ τεμεῖς, καὶ τὰ αὐτόματα ἀναβαίνοντα τοῦ ἀγροῦ σου οὐκ ἐκθερίσεις, καὶ τὴν σταφυλὴν τοῦ ἁγιάσματός σου οὐκ ἐκτρυγήσεις, ἐνιαυτὸς ἀναπαύσεως ἔσται τῇ γῇ, καὶ ἔσται τὰ Σάββατα τῆς γῆς βρώματά σοι, καὶ τῷ παιδί σου, καὶ τῇ παιδίσκῃ σου, καὶ τῷ μισθωτῷ σου, καὶ τῷ παροίκῳ τῷ προσκειμένῳ πρὸς σέ· καὶ τοῖς κτήνεσί σου, καὶ τοῖς θηρίοις τοῖς ἐν τῇ γῇ σου ἔσται πᾶν τὸ γέννημα αὐτοῦ εἰς βρῶσιν. Καὶ ἐξαριθμήσεις σεαυτῷ ἑπτὰ ἀναπαύσεις ἐτῶν, ἑπτὰ ἔτη ἑπτάκις· καὶ ἔσονταί σοι ἑπτὰ ἑβδομάδες ἐτῶν, ἐννέα καὶ τεσσαράκοντα ἔτη. Καὶ διαγγελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν, ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ τῇ δεκάτῃ τοῦ μηνός. Τῇ ἡμέρᾳ τοῦ ἱλασμοῦ διαγγελεῖτε σάλπιγγι ἐν πάσῃ τῇ γῇ ὑμῶν. Καὶ ἁγιάσετε τὸ ἔτος, τὸν πεντηκοστὸν ἐνιαυτὸν, καὶ διαβοήσετε ἄφεσιν ἐπὶ τῆς γῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν. Ἐνιαυτὸς ἀφέσεως σημασία αὕτη ἔσται ὑμῖν, καὶ ἀπελεύσεται εἷς ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ, καὶ ἕκαστος εἰς τὴν πατριὰν αὐτοῦ ἀπελεύσεται.» Συνίης οὖν ὅπως ἀροῦν τε καὶ σπείρειν, καὶ ἀμπελώνων εἶναι μελεδωνοὺς ἐφίησι μὲν ὁ νόμος, πρὸ τῆς ἑβδόμης; Ἀνεῖ-σθαί γε μὴν τῆς ἐπὶ τούτοις φροντίδος προστέταχε κατὰ τὴν ἑβδόμην. Ἀνιέμεθα γὰρ σαββατίζοντες ἐν Χριστῷ καὶ τῶν ἐπιγείων ἀποστήσαντες τὴν φροντίδα, καὶ ἀποφοιτῶντες εἰσάπαν τῶν εἰκαίων περισπασμῶν. «Ἑπτὰ ἑβδομάδας ἐτῶν,» τοῦτ' ἔστιν, αἰῶνας τῶν αἰώνων, ἐφ' ἑτοίμοις τε καὶ προκειμένοις διατελέσομεν ἀγαθοῖς, δῆλον δὲ ὅτι τοῖς παρὰ Θεοῦ καὶ πνευματικοῖς ἐντρυφῶντές τε καὶ ἑορτάζοντες. Καιρὸς γὰρ ἀφέσεως ἔσται πᾶσιν ἡμῖν τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην, ὁ ἐν ἐσχάτοις, ὅτε καὶ ἕκαστος εἰς τὴν ἑαυτοῦ δραμεῖται κτῆσιν, τοῦτ' ἔστιν, εἰς τὸν αὐτῷ πρέποντα κλῆρον, καὶ ἐκνεμηθέντα παρὰ Θεοῦ. Διαφορὰ γὰρ ὥσπερ ἐστὶ τῆς τῶν ἁγίων ζωῆς, οὕτω καὶ γερῶν, ἀναλόγως τοῖς ἑκάστου κατορθώμασιν ἐπιμετροῦντος Θεοῦ τὴν ἀντέκτισιν. Διαμέμνηται δὲ καὶ τῆς τὰ τοιάδε διαγγελλούσης σάλπιγγος. Καιρὸς γὰρ ἡμῖν σαββατισμοῦ, ὡς ἐν Χριστῷ δηλονότι, καὶ μὴν καὶ ἀφέσεώς τε καὶ κληροδοσίας, ἡ διὰ σάλπιγγός τε καὶ ἀγγέλου φωνῆς ἐσομένη κατὰ καιροὺς ἐκ νεκρῶν ἀναβίωσις, ἐν ᾗ καὶ ἡ λαμπρὰ τῶν ἁγίων πληθὺς, ἀκούσεται λέγοντος τοῦ Χριστοῦ· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου,» ἧς καὶ ἡμᾶς γένοιτο τυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Contents ↑