Excerpta in Psalmos Unit 2 opening
Unit 2.
Lemma-led open — τοιούτους, φησὶ, μηδὲ κατερεθίζου πρὸς μίμησιν τῶν φιλα μαρτημόνων, κἂν εἰ δοκοῖεν ἔχειν τ
Greek
τοιούτους, φησὶ, μηδὲ κατερεθίζου πρὸς μίμησιν τῶν φιλα μαρτημόνων, κἂν εἰ δοκοῖεν ἔχειν τὰς ἐν τῷ παρόντι βίῳ τρυφάς. Φεῦγε οὖν τὴν ἰσοῤῥοπίαν, εἰς τὰ ἐσό μενα βλέπων· οὐ γὰρ ἐν τούτοις ἔσται διηνεκῶς τὰ πράγματα. ∆ιὸ ἐπάγει· Ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. Στίχ. γʹ. Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστό τητα, καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμαν θήσῃ τῷ πλούτῳ αὐτῆς. Τουτέστιν, Ἀγάπησον τὸ εὐδοκιμεῖν· δίψησον τῶν ἱερῶν χαρισμάτων τὴν κτῆσιν· ἀγάπησον τὰ τοῖς ἁγίοις τετηρημένα καὶ παρὰ Θεῷ τεθησαυρισμένα. Καὶ ποίει χρηστότητα· ὡς εἰ ἔλεγε τῷ ἀγρῷ· Ποίει τόνδε τὸν καρπόν. Οὕτως σοι τῷ ἀκροατῇ τῶν θείων μαθημάτων· ∆ὸς ἀγρῷ, φησὶν ὁ Λόγος· ποίει χρηστότητα, ἥτις μία ἐστὶ τῶν καρπῶν τοῦ Πνεύμα τος. Τὸ τῆς χρηστότητος ὄνομα ἐνταῦθα καταση μαίνει πάντα τρόπον ἀρετῆς. Καὶ κατοίκει παρὰ τὴν γῆν· προσδιατρίβων τῇ τῆς ψυχῆς ἐπιμελείᾳ καὶ γεωργίᾳ· Ὅτι ὃ ἐὰν σπείρῃ ἄνθρωπος, ἐκεῖνο καὶ θερίσει. Ἴσως δὲ γῆν, τὴν θεόπνευστον ὀνομάζει Γραφὴν, ἐν ᾗ ὁ πλοῦτος τῶν ἁγίων, τουτέστιν αἱ ἐπαγγελίαι. Καὶ παραινεῖ διαπαντὸς τῶν θείων ἔχε σθαι λογίων, ἔρωτι τῶν ἐν αὐτοῖς ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν. Ἣ τὸ μὲν κατασκήνου τέθεικεν ἀντὶ τοῦ κατασκηνώσεις· γῆν δὲ ἐκείνην λέγει τὴν τοῖς πραέσιν ἐπηγγελμένην δηλονότι· ἐν ᾗ γεγονὼς, ποι μανθήσῃ, φησὶν, ἐπὶ τῷ πλούτῳ αὐτῆς. Πλοῦτος δὲ τῆς ἄνω πόλεως, ἡ τῶν θείων χαρισμάτων ἀμφιλαφὴς χορηγία. Τάχα δὲ σκηνῇ ἀπεικάζει τὸν πρόσκαιρον βίον· καὶ βούλεται ἡμᾶς χρᾶσθαι αὐτῷ, ὡς σκηνῇ κατὰ πάροδον, κυριεύοντας αὐτοῦ, οὐ κυριευομένους ὑπ' αὐτοῦ, καὶ πρὸς τὸ συμφέρον, οὐ πρὸς ἡδονὰς ἀποχρωμένους. Οὕτω γὰρ ποιμανθησόμεθα ὑπὸ Ποι μένι καλῷ, εἴ τις πλοῦτός ἐστι τῶν θείων δογμάτων, τοῦτον καρπούμενοι, ὥστε λέγειν· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Στίχ. δʹ. Κατατρύφησον τοῦ Κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου. Ἔθος τῇ Γραφῇ δύο ἀνθρώπους εἰσάγειν· καὶ σχεδὸν πάντα τὰ τοῦ χείρονος ἔχει καὶ ὁ κρείττων. Ἔστι γάρ τις τροφὴ καὶ τοῦ ἔσω ἀνθρώπου, περὶ ἧς λέγεται· Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Ἔστι τι καὶ ποτόν· Πίνομεν γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. Καὶ ἔνδυμα· ὅθεν ὁ μὲν ἁμαρτωλὸς ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, ὁ 17.121 δὲ δίκαιος τὸν Κύριον Ἰησοῦν, καὶ σπλάγχνα οἰ κτιρμῶν, καὶ πανοπλίαν Θεοῦ. Οὕτως ὁ μὲν τῶν αὐτοῦ μόνον ἀκούων λόγων προτρεπτικῶν τρέφεται· ὁ δὲ ἐπιδιδοὺς ἑαυτὸν ἑρμηνείᾳ νόμου, διηγήσει προ φητῶν, λύσει παραβολῶν εὐαγγελικῶν, σαφηνείᾳ λό γων ἀποστολικῶν, κατατρυφᾷ τοῦ Κυρίου· καὶ ἐσθίει οὐ πρὸς ἀνάγκην, οὐδὲ πρὸς μόνην τροφήν. ∆ιδάσκει οὖν ἡμᾶς κατατρυφῆσαι τοῦ Κυρίου. Καὶ γὰρ ὁ Θεὸς, ἀπ' ἀρχῆς βουλόμενος ἡμᾶς τρυφᾷν πνευματικῶς, ἐφύτευσε τὸν παράδεισον τῆς τρυφῆς, καὶ τὸν χει μάῤῥουν τῆς τρυφῆς ἐχαρίσατο. Οὐδεὶς δὲ δύναται καὶ σαρκὶ καὶ πνεύματι τρυφᾷν, Ἀλλ' εἰ μὲν σαρκὶ ἐτρύ φησεν, ὡς ὁ πλούσιος, στερηθήσεται τῆς μετὰ Ἀβραὰμ τρυφῆς· εἰ δὲ ἄρτον κακώσεως ἔφαγεν, ὡς ὁ πένης, ἐκεῖ τρυφᾷ καὶ ἀναπαύεται. Καὶ ἄλλως δέ. Ὁ Κύριος δικαιοσύνη ἐστὶν, ἀλή θεια, σοφία, ἁγιασμός· ἐὰν τρυφήσῃς οὖν καὶ ἐν τοῖς τῆς σοφίας θεωρήμασιν, ἐν ταῖς πράξεσι τῆς δικαιο σύνης, πεπλήρωται τό· Κατατρύφησον τοῦ Κυρίου. Τρυφὴ τοιγαροῦν, τὸ ἔνοικον ἔχειν τὸν πάντα ζωογο νοῦντα Θεὸν Λόγον, τὸν ἄρτον τῆς ζωῆς· καὶ αὐτὸν ἔχοντες ἐν ἑαυτοῖς, ληψόμεθα πάντα τὰ αἰτήματα, οὐχ ἁπλῶς, ἀλλὰ τὰ τῆς καρδίας. Νοήσεις δὲ τὸ λεγό μενον, ἐὰν προσωποποιήσῃς ἕκαστον τῶν μελῶν, καὶ ἴδῃς πῶς κατὰ φύσιν αἰτεῖ. Ὁ γοῦν ὀφθαλμὸς, εἰ εἶχε φωνὴν, ἔλεγεν ἄν σοι· Αἰτῶ φῶς, αἰτῶ χρώματα βλέπειν κατάλληλα ἐμοί. Ἡ ἀκοή· Αἰτῶ φωνὴν ἐμ μελῆ, ἡδεῖαν. Ἡ γεῦσις· Αἰτῶ γλυκέα,
About this text
Origen of Alexandria, Excerpta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Origen’s Excerpta in Psalmos — new OET from PG 17 Greek.
Witnesses
- Copy-text PG 17 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.