Solecisms and plain diction (Philoc. 4)
From the John commentary: the Evangelist’s rough solecisms are not a reason to despise the Gospel; the Word uses humble speech so that the treasure in earthen vessels may be God’s power, not human polish.
Greek
1. Ὁ διαιρῶν παρʼ ἑαυτῷ φωνὴν καὶ σημαινόμενα καὶ πράγματα, καθʼ ὦν κεῖται τὰ σημαινόμενα, οὐ προσκόψει τῷ τῶν φωνῶν σολοικισμῷ, ἐπὰν ἐρευνῶν εὑρίσκῃ τὰ πράγματα, καθʼ ὦν κεῖνται αἱ φωναὶ, ὑγιῆ· καὶ μάλιστα ἐπὰν ὁμολογῶσιν οἱ ἅγιοι ἄνδρες τὸν λόγον αὐτῶν καὶ τὸ κή. ρυγμα οὐκ ἐν πειθοῖς σοφίας εἶναι λόγων, ἀλλʼ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως. 2. Ἅτε δὲ οὐκ ἀσυναίσθητοι τυγχάνοντες οἱ ἀπόστολοι τῶν ἐν οἱς προσκόπτουσι, καὶ περὶ ἅ οὐκ ἠσχόληνται, φασὶν ἰδιῶται εἶναι τῷ λόγῳ, ἀλλʼ οὐ τῇ γνώσει νομιστέον γὰρ αὐτὸ οὐχ ὑπὸ Παύλου μόνον ἀλλὰ καὶ ὑπὸ τῶν λοιπῶν ἀποστόλων λέγεσθαι ἄν. ἡμεῖς δὲ καὶ τό· Ἕχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἴνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ἦ τοῦ θεοῦ καὶ μὴ ἐξ ἠμῶν· ἐξειλήφαμεν ὡς θησαυροῦ μὲν λεγομένου τοῦ ἀλλαχόσε θησαυροῦ τῆς γνώσεως καὶ σοφίας τῆς ἀποκρύφου, ὀστρακίνων δὲ σκευῶν τῆς εὐτελοῦς καὶ εὐκαταφρονήτου παρʼ Ἕλλησι λέξεως τῶν γραφῶν ἀληθῶ…
About this text
Origen’s Philocalia (Greek anthology). SERIES on this page: §§1–27 (sampled bookends).
English follows Robinson 1893 Greek. George Lewis 1911 was not used as wording. Philocalia SERIES CLOSEOUT §§1–27.
Witnesses
- Copy-text J. A. Robinson, Cambridge 1893 — Greek (Greek · Philocalia §§1–27 SERIES)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.