Foreknowledge not compulsion (Philoc. 22)
God’s foreknowledge does not compel the act; knowing what free creatures will do is not the same as forcing them.
Greek
1. Ἴδωμεν δὲ καὶ τὴν ἑξῆς τοῦ Κέλσου λέξιν, οὐτως ἔχουσαν· ῾Ἰουδαῖοι μὲν οὖν ἔθυος ἴδιον γενόμενοι, καὶ κατά τὸ ἐπιχώριον νόμους θέμενοι, καὶ τούτους ἐν σφίσιν ἔτι νῦν περιστέλλοντες, καὶ θρησκείαν ὁποίαν δὴ πατρίου δʼ οἦν φυλάσσοντες, ὅμοια τοῖς ἄλλοις ἀνθρώποις δρῶσιν· ὅτι ἕκαστοι τὰ πὰτρια ὁποῖά ποτʼ ἂν τύχῃ καθεστηκότα περιέπουσι. δοκεῖ δʼ οὕτω καὶ συμφέρειν, οὐ μόνον καθότι ἐπὶ νοῦν ἦλθεν ἄλλοις ἄλλως νομίσαι καὶ δεῖ φυλάττειν τὰ εἰς κοινὸν κεκυρωμένα, ἀλλὰ καὶ ὅτι ὡς εἰκὸς τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμημένα καὶ κατά τινας ἐπικρατείας διειλημμένα ταύτῃ καὶ διοικεῖται. καὶ δὴ τὰ παρʼ ἑκάστοις ὀρθῶς ἂν πράττοιτο ταύτῃ δρώμενα ὅπη ἐκείνοις φίλον· παραλύειν δὲ οὐχ ὅσιον εἶναι τὰ ἐξ ἀρχῆς κατὰ τόπους νενομισμένα.᾿ ἐν τούτοις δὴ ὁ Κέλσος ἐμφαίνει ὅτι οἱ πάλαι Αἰγύπτιοι Ἰουδαῖοι ὕστερον ἔθνος ἐγίγνοντο ἴδιον, καὶ νόμους θέμενοι τούτους περιστέλλουσι. καὶ ἵνα μὴ ἐπαναλ…
About this text
Origen’s Philocalia (Greek anthology). SERIES on this page: §§1–27 (sampled bookends).
English follows Robinson 1893 Greek. George Lewis 1911 was not used as wording. Philocalia SERIES CLOSEOUT §§1–27.
Witnesses
- Copy-text J. A. Robinson, Cambridge 1893 — Greek (Greek · Philocalia §§1–27 SERIES)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.