Philocalia · §15

Plain style vs Greek scorn (Philoc. 15)

Against Greek philosophers who mock Scripture’s cheap diction and the simple in the churches: God chose what is foolish in the world to shame the wise; power is in the message, not Attic dress.

Greek

1. Ἕκτον τοῦτον ἐνιστάμενοι λόγον πρὸς τὰς Κέλσου κατὰ χριστιανῶν κατηγορίας χρήξομεν ἐν αὐτῷ, ἱερὲ Ἀμβρόσιε, ἀγωνίσασθαι οὐ πρὸς τὰ ἀπὸ φιλοσοφίας ὑπʼ αὐτοῦ ἐκτιθέμενα, ὡς οἰηθείη ἄν τις. παρέθετο γὰρ πλείονα μάλιστα Πλάτωνος ὁ Κέλσος, κοινοποιῶν τὰ δυνάμενα ἑλεῖν τινὰ καὶ συνετὸν ἐκ τῶν ἱερῶν γραμμάτων· φάσκων ‘βέλτιον αὐτὰ παρʼ Ἕλλησιν εἰρῆσθαι, καὶ χωρὶς ἀνατάσεως καὶ ἀπαγγελίας τῆς ὡς ἀπὸ θεοῦ ἢ υἱοῦ θεοῦ.᾿ φαμὲν οὖν ὅτι, εἴπερ τὸ προκείμενόν ἐστι τοῖς πρεσβεύουσι τὰ τῆς ἀληθείας πλείους ὅση δύναμις ὠφελεῖν, καὶ προσάγειν ὡς οἷόν τέ ἐστιν αὐτῇ διὰ φιανθρωπίαν πάνθʼ ὁντινοῦν, οὐ μόνον ἐντρεχῆ ἀλλὰ καὶ ἀνόητον, πάλιν δʼ αὖ οὐχὶ Ἕλληνας μὲν οὐχὶ δὲ καὶ βαρβάρους· πολὺ δὲ τὸ ἥμερον ἐὰν καὶ τοὺς ἀγροικοτάτους καὶ ἰδιώτας οἶός τέ τις γένηται ἐπιστρέφειν· δῆλόν ἐστιν ὅτι καὶ χαρακτῆρος ἐν τῷ λέγειν φροντιστέον αὐτῷ κοινωφελοῦς καὶ δυναμένου πᾶσαν ἐπαγαγέσθαι ἀκοήν. ὅσοι δὲ, πολλὰ χαίρειν φ…

About this text

Origen’s Philocalia (Greek anthology). SERIES on this page: §§1–27 (sampled bookends).

English follows Robinson 1893 Greek. George Lewis 1911 was not used as wording. Philocalia SERIES CLOSEOUT §§1–27.

Witnesses

  • Copy-text J. A. Robinson, Cambridge 1893 — Greek (Greek · Philocalia §§1–27 SERIES)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.