NT Catena / Scholia Fragments · §john-catena-mid

John catena rem: signs, discourse, and the Father’s works

Middle catena scraps on John’s Gospel treat signs and speeches so that works and words together show the Son doing the Father’s works and giving life to whom he will.

Greek

Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει· καίτοι πολλῶν εἰληφότων τὴν μαρτυρίαν αὐτοῦ, [[ὡς αὐτὸς πάλιν ὁ Ἰωάννης ἐπιφέρει, φάσκων· »Ὁ λαβὼν τὴν αὐτοῦ μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεὸς ἀλη- »θής ἐστι«.]] πῶς δὲ οἶόν τε εἶναι ἀληθές, λαμβανόντων αύτοῦ τὴν μαρτυρίαν τινῶν, τὸ Καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει«; λυτέον οὖν τὸ ἠπορημένον οὕτως· Ἰησοῦς, ἄνωθεν ἐληλυθὼς λαλῶν τε ἃ ἤκουσε καὶ εἶδεν, ὑψηλοτάτην καὶ πάνυ μεγάλην τὴν μαρτυρίαν λέγει περὶ τοῦ πατρὸς καὶ ἑαυτοῦ· καὶ οὐδεὶς λαμβάνει ταύτην τὴν μαρτυρίαν ὡς αὐτὸς αὐτὴν λέγει, τῷ τοὺς ἀκροατὰς ἀρχὴν τοῦ λαμβάνειν ἔχοντας πολὺ ἀπολείπεσθαι τοῦ μεγέθους τῆς μαρτυρίας. ὅμως εἰ καὶ οὐδεὶς οἷός τε δέξασθαί ἐστι τὴν μαρτυρίαν αὐτοῦ οὕτως, ἀλλ᾿ οὐν ἔστι λαβεῖν αὐτὴν ὡς δυνατὸν δέξασθαι τοὺς ἄρτι προσερχομένους τῇ πίστει. ὅθεν οὐ μάχεται τὸ »Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν« τῷ μηδένα αὐτὴν εἰληφέναι, τῷ ἑτέρως μὲν μὴ λαμβάνεσθαι αὐτήν, * * * οἳ καὶ ἐκ τοῦ εἰληφέναι τὴν Ἰησοῦ μαρτυρίαν σφραγίζουσι καταθέσει βεβαίᾳ τὸν θεὸν ἀληθῆ εἶναι, μαθόντε

About this text

Origen Gospel catena and scholia fragments (Greek). SERIES CLOSEOUT on this page.

English follows First1KGreek TEI. Modern copyright reconstructions were not used as wording. NT fragments SERIES CLOSEOUT.

Witnesses

  • Copy-text First1KGreek TEI tlg2042.tlg006 — John catena (Greek)
  • Copy-text First1KGreek TEI tlg2042.tlg017 — Luke catena (Greek)
  • Copy-text First1KGreek TEI tlg2042.tlg077 — Matthew scholia (Greek)
  • Copy-text First1KGreek TEI tlg2042.tlg078 — Luke scholia (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.