Letters (Africanus; Gregory) · §gregory-2

Philosophy as handmaid; plunder the Egyptians

Take from Greek learning what serves the interpretation of the holy Scriptures — as Israel once took Egyptian goods for the tabernacle — but do not stay in Egypt. Philosophy is a handmaid if it leads to Christ; a mistress if it takes you captive.

Greek

2. Καὶ τάχα τοιοῦτό τι αἰνίσσεται τὸ ἐν Ἐξόδῳ γῃαμμένον ἐκ προσόπου τοῦ θεοῦ, ἴνα λεχθῇ τοῖς υἱοῖς Ἰσραὴλ αἰτεῖν παρὰ γειτόνων καὶ συσκήνων σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν· ἴνα σκυλεύσαντες τοὺς Αἰγυπτίους εὐρωσιν ὕλην πρὸς τὴν κατασκευὴν τῶν παραλαμβανομένων εἰς τὴν πρὸς θεὸν λατρείαν. ἐκ γὰρ ὧν ἐσκύλευσαν τοὺς Αἰγυπτίους οἱ υῖοὶ Ἰσραὴλ, τὰ ἐν τοῖς ἀγίοις τῶν ἀγίων κατεσκεύασται, ἡ κιβωτὸς μετὰ τοῦ ἐπιθέματος καὶ τὰ χερουβὶμ καὶ τὸ ἱλαστήριον καὶ ἡ χρυσῆ στάμνος ἐν ἢ ἀπέκειτο τὸ μάννα τῶν ἀγγέλων ὁ ἄρτος. ταῦτα μὲν οὖν ἀπὸ τοῦ καλλίστου τῶν Αἰγυπτίων εἰκὸς γεγονέναι χρυσοῦ· ἀπὸ δὲ δευτέρου τινὸς παρʼ ἐκεῖνον ἡ στερεὰ δἰ ὅλου χρυσῆ λυχνία, πλησίον τοῦ ἐσωτέρου καταπετάσματος, καὶ οἱ ἐπʼ αὐτῆς λύχνοι, καὶ ἡ χρυσῆ τράπεζα ἐφʼ ἦς ἦσαν οἱ ἄρτοι τῆς προθέσεως, καὶ μεταξὺ ἀμφοτέρων τὸ χρυσοῦν θυμιατήριον. εἰ δέ τις ἦν τρίτος καὶ τέταρτος χρυσὸς, ἐξ ἐκείνου κατεσκευάζετο τὰ σκεύη τὰ ἅγια. καὶ ἀπὸ ἀργύρου δὲ Αἰγυπτίου ἄλλα ἐγίνετο· ἐν Ἀἰγύπτῳ γὰρ παροικοῦντες οἱ υἳοὶ Ἰσραὴλ τοῦτο ἀπὸ τῆς ἐκεῖ παροικίας κεκερδήκασι, τὸ εὐπορῆσαι τοσαύτης ὕλης τιμίας εἰς τὰ χρήσιμα τῇ λατρείᾳ τοῦ θεοῦ. ἀπὸ δὲ Αίγυπτίων ματισμοῦ εἰκὸς γεγονέναι ὅσα ἐδεήθη ἔργων, ὡς ὠνόμασεν ἡ γραφὴ, ῥαφιδευτῶν, συρραπτῶν, τῶν ῥαφιδευτῶν μετὰ σοφίας θεοῦ, τὰ τοιάδε ἱμάτια τοῖς τοιοισδὶ, ἴνα γένηται τὰ καταπετάσματα, καὶ αἱ αὐλαῖαι αἱ ἐξωτέρω καὶ ἐσωτέρω. 3. Καὶ τί με δεῖ ἀκαίρως παρεκβαίνοντα κατασκευάζειν εἰς ὅσα χρήσιμά ἐστι τοῖς υἱοῖς Ἰσραὴλ τά ἀπὸ Αἰγύπτου παραλαμβανόμενα, οἶς Αἰγύπτιοι μὲν οὐκ εἰς δέον ἐχρῶντο,

About this text

Origen’s Letter to Africanus and Letter to Gregory (Greek). SERIES CLOSEOUT on this page.

English follows Greek copy-text (PG 11 Africanus; Philocalia 13 Gregory). ANF 4 Crombie was not used as wording. Letters SERIES CLOSEOUT.

Witnesses

  • Copy-text PG 11 / TLG Letter to Africanus Greek (Greek)
  • Copy-text Philocalia 13 (Robinson) — Letter to Gregory Greek (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.