Ep. Afr. 2–5: Hebrew copies vs church books; Job and other pluses
You objected that I used Susanna as if unaware some call it uncanonical. I answer from the wider fact: in many holy books we find more or less than the Hebrews transmit — in Job and elsewhere verses stand with us that are absent there, and the church’s edification has long received these books. Still I do not refuse to search the Jewish copies; I refuse to move the ancient landmarks set for the churches.
Greek
Καὶ πρῶτόν γε ἕφασκες, ὅτι ἡνίκα διελεγόμην τῷ ἑταίρῳ ἡμῶν Βάσσῳ (19), καὶ συνεχρώμην τῇ τοῦ Δανιὴλ νεωτέρου προφητεύσαντος περὶ τῶν κατὰ τὴν Σωσάνναν Γραφῇ, τοῦτο πεποίηκα, ὡς λανθάνοντός με τοῦ μέρους τοῦ βιβλίου κεκιβδηλευμένου ὅντος. Καὶ ἕλεγες τὴν περικοπὴν ταύτην ἐπαινεῖν μέν πως ὥς τι χαρίεν· ἔφασκες δὲ ψέγειν ὡς οὖσαν σύγγραμμα νεωτερικὸν καὶ πεπλασμένον· καὶ ὅτι, ὡς οὐδὲ Φιλιστίων ὁ μῖμος, ἐχρήσατο ἀναπλάσας (20) τὸ συγγραμμάτιον τῇ τῶν ὀνομάτων γειτνιάσει, πρίνου πρὸς πρίσιν, καὶ σχίνου πρὸς σχίσιν· Ἅπερ κατὰ μὲν τὴν Ἐλλήνων φωνὴντοιαῦτα εἶναι δοκεῖ (21), κατὰ δὲ τὴν Ἑβραίων οὐδαμῶς. Ἴσθι τοίνυν πρὸς ταῦτα, τί χρὴ ἡμᾶς πράττειν οὐ περὶ τῶν κατὰ Σωσάνναν μόνον (22), ἐν μὲν τῷ καθʼ Ἕλληνας Ἑλληνικῷ φερομένων ἐν πάσῃ Ἐκκλησίᾳ Χριστοῦ, παρὰ δὲ Ἑβραίοις μὴ κειμένων· οὐδὲ περὶ τῶν, ὡς ἔφασκες, ἄλλων δύο περικοπῶν τῶν ἐπὶ τέλει τοῦ βιβλίου περί τε τῶν κατὰ τὸν Βὴλ, καὶ τὸν δράκοντα ἀν…
Πάλιν τε αὖ πλεῖστά τε ὅσα διὰ μέσου ὅλου τοῦ Τὼβ παρʼ Ἑβραίοις μὲν κεῖται, παρʼ ἡμῖν δὲ οὐχί· καὶ πολλάκις μὲν ἔπη (35) τέσσαρα ἢ τρία, ἔσθʼ ὅτε δὲ καὶ δεκατέσσαρα καὶ δεκαεννέα καὶ δεκαέξ. Καὶ τί με δεῖ καταλέγειν ἃ μετὰ πολλοῦ καμάτου ἀνελεξάμεθα, ὑπὲρ τοῦ μὴ λανθάνειν (36) ἡμᾶς τὴν διαφορὰν τῶν παρὰ Ἰουδαίοις καὶ ἡμῖν ἀντιγράφων; Πολλὰ δὲ τοιαῦτα καὶ ἐν τῷ Ἱερεμίᾳ κατενοήσαμεν, ἐν ᾧ καὶ πολλὴν μετάθεσιν καὶ ἐναλλαγὴν(37) τῆς λέξεως τῶν προφητευομένων εὕρομεν. Καὶ ἐν τῇ Γενέσει δὲ τό· « Εἶδεν ὁ Θεὸς, ὅτι καλὸν, » ἐπὶ τῷ γενέσθαι στερέωμα, παρʼ Ἑβραίοις οὐχ εὑρίσκεται (38)· καὶ πρόβλημα δέ ἐστι παρʼ αὐτοῖς οὐ τὸ τυχὸν τοῦτο. Καὶ ἅλλα δὲ ἕστιν εὑρεῖν ἐν τῇ Γενέσει, οἷς σημεῖα παρε-
About this text
Origen’s Letter to Africanus and Letter to Gregory (Greek). SERIES CLOSEOUT on this page.
English follows Greek copy-text (PG 11 Africanus; Philocalia 13 Gregory). ANF 4 Crombie was not used as wording. Letters SERIES CLOSEOUT.
Witnesses
- Copy-text PG 11 / TLG Letter to Africanus Greek (Greek)
- Copy-text Philocalia 13 (Robinson) — Letter to Gregory Greek (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.