Letters (Africanus; Gregory) · §11

Ep. Afr. 11–18: Church use; closing counsel — AFRICANUS CLOSEOUT

I do not scorn Hebrew truth, yet I will not surrender to a few what the churches have held for building up those bought with a price. Use both care and charity: test the copies, keep the peace of the churches, and let love for those for whom Christ died govern the dispute. AFRICANUS CLOSEOUT.

Greek

Ἀλλʼ εἰκὸς πρὸς ταῦτά σε ζητήσειν (57) τί δήποτε οὐ φέρεται παρʼ αὐτοῖς ἐν τῷ Δανιὴλ ἡ ἱστορία, εἰ, ὡς φῂς, τοιαῦτα περὶ αὐτῆς οἱ σοφοὶ αὐτῶν παραδιδόασι. Λεκτέον δὲ πρὸς ταῦτα, ὅτι ὅσα δεδύνηνται τῶν περιεχόντων κατηγορίαν πρεσβυτέρων, καὶ ἀρχόντων, καὶ κριτῶν, περιεῖλον ἀπὸ τῆς γνώσεως τοῦ λαοῦ, ὧν τινὰ σώζεται ἐν ἀποκρύφοις. Καὶ τούτου παράδειγμα δώσομεν τὰ περὶ τὸν Ἡσαΐαν ἱστορούμενα. καὶ ὑπὸ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς μαρτυρούμενα, ἐν οὐδενὶ τῶν φανερῶν βιβλίων γεγραμμένα· περὶ γὰρ τῶν προφητῶν διεξερχόμενος, καὶ ὧν πεπόνθασιν, ὁ τὴν πρὸς Ἑβραίους γράψας φησίν· « Ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον. » Πευσόμεθα (58) γὰρ ἐπὶ τίνα ἀναφέρηται τὸ, « ἐπρίσθησαν, » κατὰ τι ἕθος ἀρχαῖον οὐ μόνον Ἑβραῖκὸν, ἀλλὰ καὶ Ἑλληνικὸν, πληθυντικῶς λεγόμενον περὶ ἑνός. Σαφὲς δʼ ὅτι (59) αἱ παραδόσεις λέγουσι πεπρίσθαι Ἡσαΐαν (60) τὸν προφήτην· καὶ ἕν τινι ἀποκρύφῳ τοῦτο φέρεται· ὅπερ τ…

Πρὸς τούτοις ἕφασκες καὶ τὸν τῆς φράσεως χαρακτῆρα διαλλάσσειν· ὅπερ ἐμοὶ οὐ πάνυ τι ἐφάνη. Καὶ ταῦτα μὲν ἀπελογησάμην· ἦν δʼ ἃν προηγουμένως μετὰ τὰ ἐγκλήματα ἐγκώμιον εἰπεῖν τῆς περὶ Σωσάνναν Γραφῆς ἐπιβαίνοντα ἑκάστῃ λέξει, καὶ δεικνύντα τὸ ἐξαίρετον τῶν νενοημένων· ὅπερ ἰδίᾳ τις τῶν φιλομαθῶς καὶ ἱκανῶς μεμελετηκότων τὰ θεῖα συντάξαι δυνήσεται. Ταῦτα πρὸς τὰ, ὡς φὴς, κρούματα ἀπεκρινάμην, καὶ ἀντιγράφω· εἵθε καὶ παιδεύειν δυναίμην! νυνὶ δὲ οὐ τηλικαῦτα ἐμαυτῷ δίδωμι. Προσαγορεύει σε ὁ συναγωνισάμενος τῇ ὑπαγορεύσει τῆς ἐπιστολῆς, καὶ παρατυχὼν πάσῃ αὐτῇ, ἐν οἷς βεβούληται διορθωσάμενος, κύριός μου καὶ ἀδελφὸς ἱερὸς Ἀμβρόσιος (12). Ἀσπάζεται δέ σε καὶ ἡ πιστοτάτη σύμβιος αὐτοῦ Μαρκέλλα ἅμ…

About this text

Origen’s Letter to Africanus and Letter to Gregory (Greek). SERIES CLOSEOUT on this page.

English follows Greek copy-text (PG 11 Africanus; Philocalia 13 Gregory). ANF 4 Crombie was not used as wording. Letters SERIES CLOSEOUT.

Witnesses

  • Copy-text PG 11 / TLG Letter to Africanus Greek (Greek)
  • Copy-text Philocalia 13 (Robinson) — Letter to Gregory Greek (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.