Homilies on Jeremiah, Homilies 1–2 · §1.5

Before I formed you in the womb I knew you

After the preface it is written that 'the word of the Lord came to him' — clearly, to Jeremiah. And what does the word of the Lord say to him? Something set apart from what was said to the other prophets. For we have found this said to none of the prophets.

Abraham was called a prophet in the word, 'He is a prophet, and he will pray for you,' and God did not say to him, 'Before I formed you in the womb I know you, and before you came out of the womb I have sanctified you.' Abraham was sanctified later, when he went out from his land and from his kindred and from his father's house. Isaac was born of promise, and we have not found this word said even to him. Why should I go through the rest? Jeremiah received a gift set apart: 'Before I formed you in the womb I know you, and before you came out of the womb I have sanctified you.'

Greek

Μετὰ δὲ τὸ προοίμιον γέγραπται ὅτι ἐγένετο λόγος κυρίου πρὸς αὐτόν«, δῆλον ὅτι τὸν Ἱερεμίαν. τί δὲ λέγει ὁ λόγος τοῦ κυρίου πρὸς αὐτόν; ἐξαίρετον παρὰ τὸ εἰρημένον πρὸς τοὺς λοιποὺς προφήτας. τοῦτο γὰρ πρὸς οὐδένα εὕρομεν τῶν προφητῶν εἰρημένον. Ἀβραὰμ προφήτης ἐχρημάτισεν ἐν τῷ «προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ«, καὶ οὐκ εἶπεν πρὸς αὐτὸν ὁ θεός· «πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε. ἀλλὰ ὑστερόν ποτε ἡγιάσθη ὁ Ἀβραάμ, ὅτε ἐξῆλθεν ἐκ τῆς γῆς αὐτοῦ καὶ ἐκ τῆς συrγενείας αὐτοῦ καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ< ἐξ ἐπαγγελίας γεγέννηται ὁ καὶ οὐχ εὕρομεν οὐδὲ πρὸς αὐτὸν τοῦτον λεγόμενον τὸν λόγον. καὶ τί με δεῖ καταλέγειν περὶ τῶν ὲξῆς; Ἱερεμίας ἐξαιρέτου ἔτυχε δωρεᾶς, τῆς «πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε.