Exhortation to Martyrdom · §44

44.

Paul says to those beginning the contest: 'Call to mind the former days, in which, enlightened, ye endured a great contest of sufferings; partly made a gazing-stock by reproaches and afflictions, partly fellows of those so used. For ye both sympathized with the prisoners and took joyfully the spoiling of your goods, knowing ye have for yourselves a better and abiding substance. Cast not away therefore your boldness, which hath great recompense. For ye have need of patience, that, doing God's will, ye may receive the promise.' You then, enlightened long ago, having endured the former contest — now perfect it by the latter, that, doing God's will through both, ye receive the promise.

Greek (GCS)

XLIV. Φησί που ὁ Παῦλος πρὸς τοὺς ἐν ἀρχῇ ὑπομείναντας παρακαλῶν αὐτοὺς ἀχολούϑως τῇ προτέρᾳ ὑπομονῇ φέρειν κινδύνους δευτέρους τοὺς διὰ τὸν λόγον᾽ ,ἀναμιμνήσχεσϑε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισϑέντες πολλὴν ἄϑλησιν ὑπεμείνατε παϑημάτων, τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ ϑλίψεσι ϑεατριζόμενοι, τοῦτο δὲ κοινω- vol τῶν οὕτως ἀναστρεφομένων γενηϑέντες. καὶ γὰρ τοῖς δεσμοῖς μου συνεπαϑήσατε, χαὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασϑε, γινώσκοντες ὅτι κρείττονα ἔχετε ὕπαρξιν καὶ μένουσαν. μὴ ἀποβάλητε οὐν τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μεγά- λην μισϑαποδοσίαν. ὑπομονῆς γὰρ ἔχετε χρείαν." ,πολλὴν" τοιγαροῦν καὶ ἡμεῖς νῦν ,«ἄϑλησιν" ὑπομείνωμεν ,παϑημάτων»" ,ὀνειδισμοῖς καὶ ϑλίψεσι" χαὶ .ϑεατριζόμενοι" χαὶ ,μετὰ χαρᾶς" παραδεχόμενοε «τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων" ἡμῶν" πειϑόμεϑα γὰρ ,κρείττονα" ἔχειν »ὕπαρξιν“" οὐ γηΐνην ἀλλ᾽ οὐδὲ σωματικὴν ἀλλά τινα ἀόρατον καὶ ἀσώματον. σχοποῦμεν γὰρ οὐ „ra βλεπόμενα", ὁρῶντες ταῦτα μὲν »»πρόσχαιρα" ἐκεῖνα δὲ ,αἰώνεα“.