Dialogue with Heraclides · §5

Covenants; a dead body, not a spiritual one

[lacuna — several words around 'bishop' and 'covenants' are daggered and unreadable]. If this is not done, [lacuna] these covenants would give occasions for inquiries [lacuna]. A bishop or a presbyter is not a bishop, is not a presbyter; if a deacon, he is not a deacon nor a layman; if he is a layman, he is not a layman, nor is he gathered in the assembly. If it seems good, let these covenants be made.

Some add that, as to the matters of the divinity, offering the divinity in this way, in substance, to Jesus Christ, I have confessed the resurrection of a dead body before the church. And since our Savior and Lord took a body, let us examine what the body was.

The church alone, against all the heresies that deny the resurrection, confesses the resurrection of a dead body, as following from the firstfruits having been raised from the dead, that the dead are raised. Christ the firstfruits: for this reason his body became a dead body. For if his body had not become dead — able to be wrapped in linen, to receive myrrh and whatever else belongs to the dead, and to be laid in a tomb — a spiritual body cannot suffer these things. For it is in no way possible for what is spiritual to be made dead, or for what is spiritual to become without sensation. If a spiritual thing can be made dead, there is a fear that after the resurrection of the dead, when our body is raised according to the apostle who says, It is sown a soulish body, it is raised a spiritual body, we may all die.

Greek

πρόσωπον δυνάστου» ἐπίσκοπός ἐστιν αν † οὕτως καὶ ἀνίσταται ἐπὶ πάντων εἰ μὴ τοῦτο γίνεται ουτ † συνθήκας ταύτας ἀφορμὰς παρέχοι ζητήσεσιν και ναι † ἐπίσκοπος ἢ πρεσβύτερος οὐκ ἔστιν ἐπίσκοπος, οὐκ ἔστιν πρεσβύτερος· εἰ διάκονος, οὐκ ἔστιν διάκονος οὐδὲ λαικός· εἰ λαικός ἐστιν, οὐκ ἔστιν λαικὸς οὐδὲ συνάγεται. Εἰ δοκεῖ, αὗται αἱ συνθῆκαι γενέσθωσαν. Ἐπιλέγουσίν τινες ὅτι τὰ μὲν περὶ τῆς θεότητος οὐσιωδῶς οὕτω προσφέρων Ἰησοῦ Χριστῷ τὴν θεότητα ὡμολόγησα ἀνάστασιν νεκροῦ σώματος ἐπὶ τῆς ἐκκλησίας.

Ἐπεὶ δὲ ἀνέλαβεν σῶμα ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, τὸ σῶμα ἐξετάσωμεν τί ἦν. Μόνη ἡ ἐκκλησία <παρὰ> πάσας τὰς αἱρέσεις ἀρνουμένας τὴν ἀνάστασιν ὁμολογεῖ ἀνάστασιν νεκροῦ σώματος, ὡς ἀκολούθου ὄντος τῷ τὴν ἀπαρχὴν ἐγηγέρθαι ἐκ νεκρῶν τοῦ τοὺς νεκροὺς ἐγείρεσθαι. «Ἀπαρχὴ Χριστός»· διὰ τοῦτο νεκρὸν γέγονεν αὐτοῦ τὸ σῶμα.

Εἰ γὰρ μὴ νεκρὸν γέγονεν αὐτοῦ τὸ σῶμα, δυνάμενον ἑλιγῆναι σινδόνι, σμύρναν λαβεῖν καὶ ὅσα ἄλλα τοῖς νεκροῖς, καὶ ἀπο τεθῆναι ἐν μνήματι, ταῦτα δὲ σῶμα πνευματικὸν παθεῖν οὐ δύναται· πάντῃ γὰρ τὸ πνευματικὸν νεκρωθῆναι οὐχ οἷόν τέ ἐστιν, ἢ ἀναίσθητον τὸ πνευματικὸν γενέσθαι οὐχ οἷόν τέ ἐστιν· εἰ γὰρ δύναται πνευματικὸν νεκρωθῆναι, φόβος ἐστὶν μὴ μετὰ τὴν ἀνάστασιν τῶν νεκρῶν, ὅταν ἐγερθῇ ἡμῶν τὸ σῶμα κατὰ τὸν ἀπόστολον λέγοντα «Σπείρεται ψυχικόν, ἐγείρεται πνευματικόν