Contra Celsum, Preface

Origen of Alexandria · c. 248 · Koetschau GCS 2–3 (1899) — Greek · Original English Translation

Silence stronger than a spoken defense§2

2Even moderate judges would marvel that the accused, able to clear himself and recount his life and God-given works, chose silence and held the accusers in contempt. Had he answered, Pilate would have released him; the silence was not weakness but greatness of soul.

Greek · §2

Καὶ γὰρ θαυμασμοῦ. ἄξιον ἦν παρὰ τοῖς καὶ μετρίως φρονεῖν δυναμένοις τὸ τὸν κατηγορούμενον καὶ ψευδομαρτυρούμενον, δυνάμενον ἀπολογήσασθαι καὶ παραστῆσαι αὑτὸν οὐδενὶ ἔνοχον ἐγκλήματι καὶ ἐγκώμια τοῦ ἑαυτοῦ βίου διεξελθεῖν καὶ τῶν δυνάμεων, ὡς ἀπὸ θεοῦ γεγένηνται, ἵνα δῷ τῷ δικαστῇ ὁδὸν τοῦ χρηστότερα περὶ αὐτοῦ ἀποφήνασθαι, τοῦτο μὲν μὴ πεποιηκέναι καταπεφρονηκέναι δὲ καὶ μεγαλοφυῶς ὑπερεωρακέναι τοὺς κατηγόρους. ὅτι δὲ, εἰ ἀπελογήσατο. ἀπέλυσεν ἂν ὁ δικαστὴς μηδὲ διστάσας τὸν Ἰησοῦν, δῆλον ἐκ τῶν ἀναγεγραμμένων περὶ αὐτοῦ, ἐν οἷς εἶπε· „τίνα θέλετε τῶν δύο ἀπολύσω ὑμῖν, τὸν Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν;“ καὶ τοῦ, ὡς ἐπιφέρει ἡ γραφὴ λέγουσα· „ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.„ Ἰησοῦς οὖν ἀεὶ ψευδομαρτυρεῖται, καὶ οὐκ ἔστιν ὅτε κακίας οὔσης ἐν ἀνθρώποις οὐ κατηγορεῖται. καὶ αὐτὸς μὲν καὶ νῦν σιωπᾷ πρὸς ταῦτα καὶ οὐκ ἀποκρίνεται μὲν διὰ φωνῆς, ἀπολογεῖται δὲ ἐν τῷ βίῳ τῶν γνησίων ἑαυτοῦ μαθητῶν, κεκραγότι τὰ διαφέροντα καὶ πάσης ψευδομαρτυρίας ὄντι κρείττονι, ἐλέγχων καὶ ἀνατρέπων τὰς ψευδομαρτυρίας καὶ κατηγορίας.

Written apology must not weaken the apology of deeds§3

3I dare say the apology you ask for can dilute the apology already in the deeds and the open power of Jesus. Still, lest we seem to shrink from your charge, we dictate answers to each of Celsus’s points — words that cannot shake anyone who loves God in Christ Jesus.

Greek · §3

Τολμῶ μὲν οὖν καί φημι ὅτι ἣν ἀξιοῖς ποιήσασθαι ἡμᾶς ἀπολογίαν ὑπεκλύει τὴν ἐν τοῖς πράγμασιν ἀπολογίαν καὶ τὴν ἐπιφανῆ τοῖς οὐκ ἀναισθήτοις δύναμιν τοῦ Ἰησοῦ. ὅμως δ᾿ ἵνα μὴ δοκῶμεν ὀκνεῖν πρὸς τὸ ἐπιταχθὲν ὑπὸ σοῦ, πεπειράμεθα ὑπαγορεῦσαι κατὰ τὴν παροῦσαν δύναμιν πρὸς ἕκαστον τῶν ὑπὸ Κέλσου γεγραμμένων τὸ φανὲν ἡμῖν ἀνατρεπτικὸν τῶν πιστὸν οὐδένα δυναμένων σεῖσαι λόγων αὐτοῦ. καὶ μὴ εἴη γε εὑρεθῆναί τινα τοιαύτην ἀνειληφότα ἀγάπην τοῦ θεοῦ „ἐν Χριστῷ Ἰησοῦ“, ὡς ὑπὸ τῶν ῥημάτων Κέλσου ἤ τινος τῶν ὁμοίων σεισθῆναι τὴν προαίρεσιν αὐτοῦ. ὁ δὲ Παῦλος μυρία ὅσα καταλέγων τὰ εἰωθότα χωρίζειν „ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ“ καὶ „ἀγάπης τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ“, ὧν πάντων κρείττων ἦν ἡ ἐν αὐτῷ ἀγάπη. λόγον οὐ κατέταξεν ἐν τοῖς χωρίζουσι. πρόσχες γὰρ ὅτι πρότερον μέν φησι· „τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; καθάπερ γέγραπται ὅτι ἕνεκεν σοῦ θανατούμεθα πᾶσαν τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. ἀλλ᾿ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.“ δεύτερον δὲ ἄλλο τάγμα ἐκτιθέμενος τῶν πεφυκότων χωρίζειν τοὺς ἀνερματίστους ἐν θεοσεβείᾳ λέγει· „πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ. οὔτε ἄγγελοι οὔτε ἀρχαὶ, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα. οὔτε δυνάμεις οὔτε ὕψωμα, οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.“

Boast in tribulation; more than conquerors§4

4It is fitting to boast in tribulation that does not separate us from God’s love — yet Paul and the apostles are higher still: in all these things we more than conquer through him who loved us. Neither death nor life nor angels can separate us from the love of God in Christ Jesus.

Greek · §4

Καὶ ἀληθῶς ἄξιον μὲν ἡμᾶς σεμνύνεσθαι ἐπὶ θλίψει μὴ χωριζούσῃ ἢ τοῖς ἑξῆς αὐτῇ κατειλεγμένοις, οὐχὶ δὲ Παῦλον καὶ τοὺς ἀποστόλους. καὶ εἴ τις ἐκείνοις γέγονε παραπλήσιος, διὰ τὸ πάνυ ὑπεράνω τῶν τοιούτων εἶναι λέγοντα τό· „ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς·“ ὅπερ μεῖζόν ἐστι τοῦ νικᾶν. εἰ δὲ δεῖ καὶ ἀποστόλους σεμνύνεσθαι. μὴ χωριζομένους „ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν“, σεμνύνοιντο ἂν, „ὅτι οὔτε θάνατος οὔτε ζωὴ, οὔτε ἄγγελοι οὔτε ἀρχαὶ“ οὔτε τι τῶν ἑξῆς δύναται αὐτοὺς „χωρίσαι (ἀπὸ) τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν“. τοίνυν οὐ συνήδομαι τῷ πιστεύσαντι εἰς Χριστὸν, ὡς δύνασθαι σαλευθῆναι αὐτοῦ τὴν πίστιν ὑπὸ Κέλσου, τοῦ οὐδὲ κοινοτέραν ζωὴν ζῶντος ἐν ἀνθρώποις ἔτι ἀλλ᾿ ἤδη καὶ πάλαι νεκροῦ, ἤ τινος πιθανότητος λόγου. οὐκ οἶδα δ᾿ ἐν ποίῳ τάγματι λογίσασθαι χρὴ τὸν δεόμενον λόγων πρὸς τὰ Κέλσου κατὰ Χριστιανῶν ἐγκλήματα ἐν βίβλοις ἀναγραφομένων. ἀποκαθιστάντων αὐτὸν ἀπὸ τοῦ κατὰ τὴν πίστιν σεισμοῦ ἐπὶ τὸ στῆναι ἐν αὐτῇ. ὅμως δ᾿ ἐπεὶ ἐν τῷ πλήθει τῶν πιστεύειν νομιζομένων εὑρεθεῖεν ἄν τινες τοιοῦτοι, ὡς σαλεύεσθαι μὲν καὶ ἀνατρέπεσθαι ὑπὸ τῶν Κέλσου γραμμάτων θεραπεύεσθαι δὲ ἀπὸ τῆς πρὸς αὐτὰ ἀπολογίας, ἐὰν ἔχῃ χαρακτῆρά τινα καθαιρετικὸν τῶν Κέλσου καὶ τῆς ἀληθείας παραστατικὸν τὰ λεγόμενα, ἐλογισάμεθα πεισθῆναί σου τῇ προστάξει καὶ ὑπαγορεῦσαι πρὸς ὃ ἔπεμψας ἡμῖν σύγγραμμα· ὅπερ οὐκ οἶμαί τινα τῶν ἐν φιλοσοφίᾳ κἂν ἐπ᾿ ὀλίγον προκοψάντων συγκαταθέσθαι εἶναι λόγον ἀληθῆ, ὡς ἐπέγραψεν ὁ Κέλσος.

Greek philosophy’s plausible falsehood vs Celsus§5

5Paul saw how Greek philosophy can dress falsehood as truth: see that no one takes you captive through philosophy and empty deceit. Even the world’s wisdom has a certain stature, yet Celsus’s charges do not rise to that level; they are weaker than the philosophers’ elemental talk.

Greek · §5

Ὁ μὲν οὖν Παῦλος συνιδὼν ὅτι ἔστιν ἐν φιλοσοφίᾳ Ἑλληνικῇ οὐκ εὐκαταφρόνητα τοῖς πολλοῖς πιθανὰ, παριστάντα τὸ ψεῦδος ὡς ἀλήθειαν, φησὶν ἐπ᾿ ἐκείνοις τό· „βλέπετε, μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν.“ καὶ ὁρῶν ἐν τοῖς λόγοις τῆς τοῦ κόσμου σοφίας ἐμφαινόμενόν τι μέγεθος, εἶπεν εἶναι τοὺς λόγους τῶν φιλοσόφων „κατὰ τὰ στοιχεῖα τοῦ κόσμου.“ οὐδεὶς δὲ τῶν νοῦν ἐχόντων φήσαι ἂν καὶ τὰ Κέλσου „κατὰ τὰ στοιχεῖα τοῦ κόσμου“ εἶναι γεγραμμένα. κἀκεῖνα μὲν ἔχοντά τι ἀπατηλὸν καὶ κενὴν ἀπάτην ὠνόμασε, τάχα πρὸς ἀντιδιαστολὴν ἀπάτης τινὸς οὐ κενῆς. ἣν θεωρήσας ὁ Ἱερεμίας ἐτόλμησε πρὸς θεὸν εἰπεῖν τό· „ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην, ἐκράτησας καὶ ἠδυνήθης·“ τὰ δὲ Κέλσου οὐδαμῶς ἀπάτην ἔχειν μοι φαίνεται, διὸ οὐδὲ κενὴν, ὁποίαν ἔχει τὰ τῶν αἱρέσεις ἐν φιλοσοφίᾳ πηξάντων καὶ τῶν νοῦν οὐ τὸν τυχόντα κατ᾿ ἐκεῖνα ἀνειληφότων. καὶ ὥσπερ οὐ τὸ τυχὸν τῶν ψευδομένων ἐν γεωμετρικοῖς θεωρήμασι ψευδογραφούμενόν τις ἂν λέγοι ἢ καὶ ἀναγράφοι γυμνασίου ἕνεκεν τοῦ ἀπὸ τοιούτων, οὕτως παραπλήσια εἶναι χρὴ τοῖς τῶν αἱρέσεις πηξάντων ἐν φιλοσοφίᾳ νοήμασι τὰ μέλλοντα ὁμοίως ἐκείνοις λέγεσθαι κενὴν ἀπάτην καὶ „παράδοσιν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου.“

Preface for the weak in faith; PREFACE CLOSEOUT§6

6This preface is set before the start after we had already dictated through Celsus’s personified Jew against Jesus, so readers see the book is not mainly for the firmly faithful but for those weak in faith or still untasted of faith in Christ. Better still is the one who needs no apology at all, despising Celsus by the Spirit in any believer.

Greek · §6

Τοῦτο δὲ τὸ προοίμιον μετὰ τὸ ὑπαγορεῦσαι πάντα τὰ μέχρι τῆς παρὰ Κέλσῳ τοῦ Ἰουδαίου πρὸς τὸν Ἰησοῦν προσωποποιΐας ἔδοξεν ἡμῖν προτάξαι τῆς ἀρχῆς· ἵν᾿ αὐτῷ προεντυγχάνῃ ὁ ἀναγνωσόμενος τὰ πρὸς Κέλσον ἡμῖν ὑπαγορευθέντα καὶ ἴδῃ ὅτι οὐ πάνυ πιστοῖς γέγραπται τὸ βιβλίον τοῦτο ἀλλ᾿ ἢ τέλεον ἀγεύστοις τῆς εἰς Χριστὸν πίστεως ἢ τοῖς, ὡς ὁ ἀπόστολος ὠνόμασεν, ἀσθενοῦσιν ἐν „τῇ πίστει.“ εἶπε δ᾿ οὕτως· „τὸν δ᾿ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε.“ ἀπολογησάσθω δὲ τὸ προοίμιον, ὅτι ἄλλῃ μὲν προθέσει τὴν ἀρχὴν τῶν πρὸς Κέλσον ὑπηγορεύσαμεν ἄλλῃ δὲ τὰ μετὰ τὴν ἀρχήν. πρότερον μὲν γὰρ ἐσκοποῦμεν ὑποσημειώσασθαι τὰ κεφάλαια καὶ διὰ βραχέων τὰ πρὸς αὐτὰ λεγόμενα, εἶτα μετὰ τοῦτο σωματοποιῆσαι τὸν λόγον· ὕστερον δ᾿ αὐτὰ τὰ πράγματα ὑπέβαλεν ἡμῖν φειδομένοις χρόνου ἀρκεσθῆναι μὲν τοῖς κατὰ τὴν ἀρχὴν οὕτως ὑπαγορευθεῖσιν, ἐν δὲ τοῖς ἑξῆς κατὰ τὸ δυνατὸν ἡμῖν συγγραφικῶς ἀγωνίσασθαι πρὸς τὰ Κέλσου καθ᾿ ἡμῶν ἐγκλήματα. διόπερ αἰτοῦμεν συγγνώμην ἐπὶ τῇ ἀρχῇ τῶν μετὰ τὸ προοίμιον. ἐὰν δὲ μὴ κινηθῇς καὶ ὑπὸ τῶν ἑξῆς ὑπαγορευθέντων ἀνυσίμως, καὶ ἐπ᾿ αὐτοῖς τὴν ὁμοίαν συγγνώμην αἰτῶν ἀναπέμπω σε, ἐάνπερ ἔτι θέλῃς δι᾿ ὑπαγορεύσεων τὰς λύσεις σοι τῶν Κέλσου γενέσθαι λόγων, ἐπὶ τοὺς ἡμῶν συνετωτέρους καὶ δυνατοὺς, διὰ λέξεων καὶ βιβλίων ἀνατρέπειν δυναμένους τὰ καθ᾿ ἡμῶν τοῦ Κέλσου ἐγκλήματα. πλὴν βελτίων ὁ μηδὲ τὴν ἀρχὴν δεηθεὶς, κἂν ἐντυχὼν τῷ Κέλσου συγγράμματι, τῆς πρὸς αὐτὸ ἀπολογίας, ἀλλ᾿ ὑπερφρονήσας πάντα τὰ ἐν τῷ βιβλίῳ αὐτοῦ ὡς καὶ ὑπὸ τοῦ τυχόντος ἐν Χριστῷ πιστοῦ διὰ τὸ ἐν αὐτῷ πνεῦμα εὐλόγως καταφρονούμενα.

Contents ↑