Wealth hard for the rich; Jesus not anti-law (chs. 19–35)
Jesus the Nazarene does not legislate against Moses on wealth; it is hard for the rich to enter, yet that does not cancel the law’s voice.
Greek
Ἀλλὰ καὶ εἴπερ δυναστεύειν αὐτοῖς ὁ νόμος ἐπηγγέλλετο λέγων· „ἄρξεις σὺ [δὲ] ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσι,“ καὶ μηδὲν δηλοῦται διὰ τούτων βαθύτερον, δῆλον ὅτι πολλῷ πλέον κατεγίνωσκεν ὁ λαὸς τῶν κατὰ τὸν νόμον ἐπαγγελιῶν. παραφράζει δέ τινας λέξεις ὁ Κέλσος, ἐμφαινούσας πληρωθήσεσθαι πᾶσαν τὴν γῆν διὰ τοῦ Ἑβραϊκοῦ σπέρματος· ὅπερ ὡς πρὸς τὴν ἱστορίαν μηνίοντος, ἵν᾿ οὕτως ὀνομάσω, τοῦ θεοῦ γεγένηται μετὰ τὴν Ἰησοῦ ἐπιδημίαν ἤπερ εὐλογίας ἀποδιδόντος. ἀλλὰ καὶ περὶ τοῦ ἐν ἐπαγγελίᾳ εἰρῆσθαι Ἰουδαίοις καταφονεύειν τοὺς πολεμίους λεκτέον (ὅτι) , εἴ τις ἀναλέγοιτο καὶ προσέχοι ἐπιμελῶς ταῖς λέξεσιν, εὕροι ἂν ἀδύνατον εἶναι τὴν ὡς πρὸς τὸ ῥητὸν ἐκδοχήν. ἀρκεῖ δ᾿ ἐπὶ τοῦ παρόντος ἀπὸ τῶν ψαλμῶν παραθέσθαι, τίνα τρόπον ὁ δίκαιος εἰσάγεται λέγων πρὸς ἑτέροις καὶ τό· „εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.“ πρόσχες δὴ τῷ ῥητῷ καὶ τῇ διαθέσει τοῦ λέγοντος, εἰ ἐδύνατο ἀνδραγαθήματα προδιηγησάμενος, ἅπερ ἔκκειται τῷ βουλομένῳ ἀναγινώσκειν, ἐπιφέρειν τὸ ὡς πρὸς τὴν λέξιν δυνατὸν, ὅτι οὐκ ἄλλῳ καιρῷ τῆς ἡμέρας ἢ τῷ ἑωθινῷ ἀνῄρει „πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς,“ ὡς μηδένα καταλιπεῖν αὐτῶν ζῶντα· καὶ εἰ ἐξωλόθρευεν ἀπὸ τῆς Ἱερουσαλὴμ πάνθ᾿ ὁντινοῦν ἄνθρωπον ἐργαζόμενον „τὴν ἀνομίαν.“ πολλὰ δ᾿ ἂν εὕροις καὶ ἐν τῷ νόμῳ τοιαῦτα ὡς τὸ „οὐ κατελίπομεν αὐτῶν ζωγρίαν.“
Οὐ χρεία τοίνυν ἡμῖν ὡς οὕτω ζητοῦσι τὸν θεὸν ἀπιέναι, ὅπου ἡμᾶς πέμπει ὁ Κέλσος, εἰς Τροφωνίου καὶ εἰς Ἀμφιάρεω καὶ εἰς Μόψου, ἔνθα φησὶν ἀνθρωποειδεῖς θεωρεῖσθαι θεοὺς καὶ, ὡς λέγει Κέλσος, οὐ ψευδομένους ἀλλὰ καὶ ἐναργεῖς. ἴσμεν γὰρ ἡμεῖς τούτους δαίμονας ὄντας, τρεφομένους κνίσσαις καὶ αἵμασι καὶ ταῖς ἀπὸ τῶν θυσιῶν ἀναθυμιάσεσι καὶ οὕτω παρακατεχομένους ἐν τοῖς ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν κατασκευασθεῖσι δεσμωτηρίοις· ἅτινα ἱερὰ θεῶν Ἕλληνες νενομίκασιν. ἀλλ᾿ ἡμεῖς ἴσμεν ἀπατεώνων δαιμόνων εἶναι τὰ τοιαῦτα οἰκητήρια. μετὰ ταῦτα κακοήθως ὁ Κέλσος φησὶ περὶ τῶν προειρημένων ἀνθρωποειδῶν κατ᾿ αὐτὸν θεῶν ὅτι ὄψεταί τις αὐτοὺς οὐχ ἅπαξ παραῤῥυέντας ὥσπερ τὸν τούτους ἐξαπατήσαντα ἀλλ᾿ ἀεὶ τοῖς βουλομένοις ὁμιλοῦντας. καὶ ἔοικέ γε διὰ τούτων φάσμα μὲν νενομικέναι τὸν Ἰησοῦν, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἐπιφανέντα τοῖς μαθηταῖς, ὡσπερεὶ παραῤῥεύσαντα πρὸς τὸ ὀφθῆναι αὐτοῖς· οὕς δ᾿ ὠνόμασε λέγω…
About this text
Origen’s Contra Celsum, Book VII (Greek). Complete on this page: sampled closeout §§1–53.
English follows Koetschau GCS Greek. ANF Crombie and Chadwick were not used as wording. This page is Book VII closeout.
Witnesses
- Copy-text Koetschau GCS 2–3 (1899) — Greek (Greek · Book VII closeout samples)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.