Contra Celsum, Book V · §33

Sabbath years and servant release (chs. 33–48)

Laws of six-year service and release are defended as just to master and servant, not irrational Christian-Jewish peculiarities.

Greek

Ταῦτα δὲ οὐ μόνον πρὸς τὰ ἐκκείμενα περὶ τῶν ἐποπτῶν ἡμῖν λέλεκται, ἀλλὰ καὶ μετρίως προλαμβάνουσι τὰ ὑπὸ τοῦ Κέλσου πρὸς ἡμᾶς λεγόμενα. ἐν οἷς φησιν· ἴτω δὲ ὁ δεύτερος· ἐρήσομαι δὲ αὐτοὺς, πόθεν ἥκουσιν ἢ τίνα ἔχουσιν ἀρχηγέτην πατρίων νόμων. οὐδένα φήσουσιν, οἵ γε ἐκεῖθεν μὲν ὥρμηνται καὶ αὐτοὶ καὶ τὸν διδάσκαλόν τε καὶ χοροστάτην οὐκ ἄλλοθέν ποθεν φέρουσιν· ὅμως δ᾿ ἀφεστήκασιν Ἰουδαίων. ἥκομεν οὖν ἡμεῖς ἕκαστος „ἐν ταῖς ἐσχάταις ἡμέραις,“ ὅτε ὁ Ἰησοῦς ἡμῶν ἐπιδεδήμηκεν, εἰς „τὸ ἐμφανὲς ὄρος κυρίου,“ τὸν „ὑπεράνω“ παντὸς λόγου λόγον, καὶ εἰς τὸν οἶκον „τοῦ θεοῦ.“ ὅς „ἐστιν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας.“ καὶ ὁρῶμεν τίνα τρόπον οὗτος οἰκοδομεῖται „ἐπὶ ἄκρων τῶν ὀρέων,“ πάντων τῶν προφητικῶν λόγων, οἵτινες αὐτοῦ θεμέλιός εἰσιν. ὑψοῦται δ᾿ οὗτος „ὁ οἶκος“ „ὑπεράνω τῶν βουνῶν,“ τῶν δοκούντων τι ἐξαίρετον παρὰ ἀνθρώποις ἐν σοφίᾳ καὶ ἀληθείᾳ ἐπαγγέλλεσθαι. καὶ ἐρχόμεθα „πάντα τὰ ἔθνη“ ἐπ᾿ αὐτὸ, καὶ πορευόμεθα τὰ πολλὰ ἔθνη, καὶ λέγομεν ἀλλήλοις, προτρέποντες ἐπὶ τὴν „ἐν ἐσχάταις ἡμέραις“ ἀναλάμψασαν διὰ Ἰησοῦ Χριστοῦ θεοσέβειαν· „δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακὼβ. καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.“ ἐξῆλθε γὰρ ἀπὸ τῶν ἐν „Σιὼν“ „νόμος“ καὶ μετέστη ἐφ᾿ ἡμᾶς πνευματικός. ἀλλὰ καὶ „ὁ λόγος κυρίου“ ἐξῆλθεν ἀπ᾿ ἐκείνης τῆς „Ἱερουσαλὴμ,“ ἵνα πανταχοῦ νεμηθῇ καὶ κρίνῃ „ἀνὰ μέσον τῶν ἐθνῶν,“ ἐκλεγόμενος μὲν οὓς ὁρᾷ εὐπειθεῖς ἐλέγχῃ δὲ „λαὸν πολὺν“ τὸν ἀπειθῆ. καί φαμεν γὲ πρὸς τοὺς ἐρομένους ἡμᾶς, πόθεν ἥκομεν ἢ τίνα ἔχομεν ἀρχηγέτην, ὅτι ἤλθομεν κατὰ τὰς Ἰησοῦ ὑποθήκας συγκόψαι „τὰς“ πολεμικὰς ἡμῶν λογικὰς „μαχαίρας“ καὶ ὑβριστικὰς „εἰς ἄροτρα,“ καὶ „τὰς“ κατὰ τὸ πρότερον ἡμῶν μάχιμον „ζιβύνας εἰς δρέπανα“ μετασκευάζομεν. οὐκέτι γὰρ λαμβάνομεν „ἐπ᾿ ἔθνος μάχαιραν“ οὐδὲ μανθάνομεν „ἔτι πολεμεῖν,“ γενόμενοι διὰ τὸν Ἰησοῦν υἱοὶ τῆς εἰρήνης, ὅς ἐστιν ἡμῶν ἀρχηγὸς, ἀντὶ τῶν πατρίων, ἐν οἷς „ξένοι τῶν διαθηκῶν“ ἐτυγχάνομεν, λαμβάνοντες νόμον, ἐφ᾿ ᾧ χάριτας ὁμολογοῦντες τῷ ἡμᾶς ῥυσαμένῳ ἀπὸ τῆς…

Κἂν σεμνύνωνται τοίνυν Ἰουδαῖοι τῇ περιτομῇ, χωρίσουσιν αὐτὴν οὐ μόνον τῆς Κόλχων καὶ Αἰγυπτίων περιτομῆς ἀλλὰ καὶ τῆς Ἰσμαηλιτῶν Ἀράβων, καίτοι γε ἀπὸ τοῦ προπάτορος αὐτῶν Ἀβραὰμ τοῦ Ἰσμαὴλ γεγενημένου καὶ σὺν ἐκείνῳ περιτεμνομένου. λέγουσι δὲ Ἰουδαῖοι τὴν μὲν ὀκταήμερον περιτομὴν εἶναι τὴν προηγουμένην, τὴν δὲ μὴ τοιαύτην ἐκ περιστάσεως· καὶ τάχα διά τινα πολέμιον τῷ Ἰουδαίων ἔθνει ἄγγελον αὐτὴ ἐτελεῖτο, δυνάμενον μὲν σίνεσθαι τοὺς μὴ περιτεμνομένους αὐτῶν, ἀτονοῦντα δὲ ἐν τοῖς περιτεμνομένοις. ὅπερ φήσει τις δηλοῦσθαι ἐκ τῶν ἐν τῇ Ἐξόδῳ γεγραμμένων, ἐν οἷς ὁ ἄγγελος πρὸ μὲν τῆς ιπερτομῆς τοῦ Ἐλιάζαρ ἐνεργεῖν ἐδύνατο κατὰ Μωϋσέως, περιτμηθέντος δ᾿ αὐτοῦ οὐδὲν ἴσχυσε. καὶ τοιαῦτά γε μαθοῦσα ἡ „Σεπφώρα λαβοῦσα ψῆφον περιέτεμε“ τὸ παιδίον ἑαυτῆς, κατὰ μὲν τὰ κοινὰ τῶν ἀντιγράφων λέγειν ἀναγεγραμμένη τό· „ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου,“ κατὰ δὲ τὸ Ἑβραϊκὸν αὐτό· „νυμφίος αἱμάτ…

About this text

Origen’s Contra Celsum, Book V (Greek). Complete on this page: sampled closeout §§1–49.

English follows Koetschau GCS Greek. ANF Crombie and Chadwick were not used as wording. This page is Book V closeout.

Witnesses

  • Copy-text Koetschau GCS 2–3 (1899) — Greek (Greek · Book V closeout samples)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.