Contra Celsum, Book IV · §51

Origin of evils — not from God (chs. 51–75)

Celsus says evils’ origin is hard for the unphilosophical, yet enough to say evils are not from God but matter-bound; Origen answers from Scripture’s account of good and evil.

Greek

Δοκεῖ δέ μοι καὶ ἀκηκοέναι ὅτι ἐστὶ συγγράμματα περιέχοντα τὰς τοῦ νόμου ἀλληγορίας, ἅπερ εἰ ἀνεγνώκει, οὐκ ἂν ἔλεγεν· αἱ γοῦν δοκοῦσαι περὶ αὐτῶν ἀλληγορίαι γεγράφθαι πολὺ τῶν μύθων αἰσχίους εἰσὶ καὶ ἀτοπώτεραι, τὰ μηδαμῆ μηδαμῶς ἁρμοσθῆναι δυνάμενα θαυμαστῇ τινι καὶ παντάπασιν ἀναισθήτῳ μωρίᾳ συνάπτουσαι. ἔοικε δὲ περὶ τῶν Φίλωνος συγγραμμάτων ταῦτα λέγειν ἢ καὶ τῶν ἔτι ἀρχαιοτέρων, ὁποῖά ἐστι τὰ Ἀριστοβούλου. στοχάζομαι δὲ τὸν Κέλσον μὴ ἀνεγνωκέναι τὰ βιβλία, ἐπεὶ πολλαχοῦ οὕτως ἐπιτετεῦχθαί μοι φαίνεται, ὥστε αἱρεθῆναι ἂν καὶ τοὺς ἐν Ἕλλησι φιλοσοφοῦντας ἀπὸ τῶν λεγομένων· ἐν οἷς οὐ μόνον φράσις ἐξήσκηται ἀλλὰ καὶ νοήματα καὶ δόγματα καὶ ἡ χρῆσις τῶν, ὡς οἴεται, ἀπὸ τῶν γραφῶν μύθων ὁ Κέλσος. ἐγὼ δ᾿ οἶδα καὶ Νουμήνιον τὸν Πυθαγόρειον. ἄνδρα πολλῷ κρεῖττον διηγησάμενον Πλάτωνα καὶ (περὶ) τῶν Πυθαγορείων δογμάτων πρεσβεύσαντα, πολλαχοῦ τῶν συγγραμμάτων αὐτοῦ ἐκτιθέμενον τὰ Μωϋσέως καὶ τῶν προφητῶν καὶ οὐκ ἀπιθάνως αὐτὰ τροπολογοῦντα, ὥσπερ ἐν τῷ καλουμένῳ Ἔποπι καὶ ἐν τοῖς περὶ ἀριθμῶν καὶ ἐν τοῖς περὶ τόπου. ἐν δὲ τῷ τρίτῳ περὶ τἀγαθοῦ ἐκτίθεται καὶ περὶ τοῦ Ἰησοῦ ἱστορίαν τινὰ, τὸ ὄνομα αὐτοῦ οὐ λέγων, καὶ τροπολογεῖ αὐτήν· πότερον δ᾿ ἐπιτετευγμένως ἢ ἀποτετευγμένως, ἄλλου καιροῦ ἐστιν εἰπεῖν. ἐκτίθεται καὶ τὴν περὶ Μωϋσέως καὶ Ἰαννοῦ καὶ Ἰαμβροῦ ἱστορίαν. ἀλλ᾿ οὐκ ἐν ἐκείνῃ σεμνυνόμεθα, ἀποδεχόμεθα δ᾿ αὐτὸν μᾶλλον Κέλσου καὶ ἄλλων Ἑλλήνων βουληθέντα φιλομαθῶς καὶ τὰ ἡμέτερα ἐξετάσαι καὶ κινηθέντα ὡς περὶ τροπολογουμένων καὶ οὐ μωρῶν συγγραμμάτων.

Οἴεται γὰρ πρῶτον μὲν μὴ ἔργα θεοῦ εἶναι βροντὰς καὶ ἀστραπὰς καὶ ὑετοὺς. ἤδη σαφέστερον Ἐπικουρίζων· δεύτερον δέ φησιν ὅτι. εἰ καὶ διδῴη τις ταῦτα ἔργα εἶναι θεοῦ, οὐ μᾶλλον ἡμῖν τοῖς ἀνθρώποις ταῦτα γίνεται πρὸς τροφὴν ἢ τοῖς φυτοῖς δένδροις τε καὶ πόαις καὶ ἀκάνθαις. συντυχικῶς διδοὺς καὶ οὐ κατὰ πρόνοιαν ὡς ἀληθῶς Ἐπικούρειος ταῦτα συμβαίνειν. εἰ γὰρ οὐ μᾶλλον ἡμῖν ἢ φυτοῖς καὶ δένδροις καὶ πόαις καὶ ἀκάνθαις ταῦτ᾿ ἐστι χρήσιμα, δῆλον ὅτι οὐδ᾿ ἀπὸ προνοίας ταῦτ᾿ ἔρχεται ἢ ἀπὸ προνοίας οὐ μᾶλλον ἡμῶν προνοουμένης ἢ δένδρων καὶ πόας καὶ ἀκάνθης. ἑκάτερον δ᾿ αὐτόθεν ἀσεβὲς. καὶ τὸ τοῖς τοιούτοις ἀντιλέγειν ἱστάμενον πρὸς τὸν ἀσέβειαν ἡμῶν κατηγοροῦντα εὔηθες· παντὶ γὰρ δῆλον ἐκ τῶν εἰρημένων, τίς ὁ ἀσεβής. εἶτά φησιν ὅτι κἂν ταῦτα λέγῃς ἀνθρώποις φύεσθαι (δῆλον δ᾿ ὅτι τὰ φυτὰ καὶ δένδρα καὶ πόας καὶ ἀκάνθας). τί μᾶλλον αὐτὰ ἀνθρώποις φήσεις φύεσθαι ἢ τοῖς ἀλόγοις ζῴοις τοῖς ἀγριωτάτοις;…

About this text

Origen’s Contra Celsum, Book IV (Greek). Complete on this page: sampled closeout §§1–76.

English follows Koetschau GCS Greek. ANF Crombie and Chadwick were not used as wording. This page is Book IV closeout.

Witnesses

  • Copy-text Koetschau GCS 2–3 (1899) — Greek (Greek · Book IV closeout samples)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.