Contra Celsum, Book I · §61

Flee persecution wisely; Celsus’s last abuse — BOOK I CLOSEOUT (chs. 61–71)

Jesus taught disciples not to be rash: if they persecute you in this city, flee to another, and he himself modeled a steady life that does not court death out of season. Celsus ends in abuse, calling Jesus a god-hated sorcerer; yet properly speaking a human cannot be god-hated, for God loves all that is and hates nothing he made — prophetic ‘hatred’ language is anthropopathic. BOOK I CLOSEOUT.

Greek

Εἰ δ᾿ Ἡρώδης ἐπεβούλευσε τῷ γεννηθέντι, κἂν μὴ πιστεύσῃ ἀληθῶς τοῦτο γεγονέναι ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος, οὐ θαυμαστόν. τυφλὸν γάρ τι ἐστὶν ἡ πονηρία καὶ βουλομένη ὡς ἰσχυροτέρα τοῦ χρεὼν νικᾶν αὐτό. ὅπερ καὶ Ἡρώδης παθὼν καὶ πεπίστευκε βασιλέα γεγεννῆσθαι Ἰουδαίων καὶ ἀνομολογουμένην εἶχε τῇ πίστει ταύτῃ συγκατάθεσιν, μὴ ἰδὼν ὅτι ἤτοι πάντως βασιλεύς ἐστι καὶ βασιλεύσει, ἢ οὐ βασιλεύσει καὶ μάτην ἀναιρεθήσεται. ἐβουλήθη οὖν αὐτὸν ἀποκτεῖναι, μαχομένας διὰ τὴν κακίαν ἔχων κρίσεις ὑπὸ τοῦ τυφλοῦ καὶ πονηροῦ διαβόλου κινούμενος, ὃς καὶ ἀρχῆθεν ἐπεβούλευε τῷ σωτῆρι, φαντασθεὶς αὐτὸν εἶναί τινα μέγαν καὶ ἔσεσθαι. „ἄγγελος“ μὲν οὖν ἐχρημάτισε τῷ Ἰωσὴφ τὴν ἀκολουθίαν τῶν πραγμάτων τηρῶν, κἂν μὴ πιστεύῃ Κέλσος, ἀναχωρῆσαι μετὰ τοῦ παιδὸς καὶ τῆς μητρὸς αὐτοῦ „εἰς Αἴγυπτον“ ὁ δ᾿ Ἡρώδης „ἀνεῖλε“ πάντα τὰ „ἐν Βηθλεὲμ“ καὶ „τοῖς ὁρίοις αὐτῆς“ παιδία, ὡς συναναιρήσων τὸν γεννηθέντα Ἰουδαίων βασιλέα. οὐγὰρ ἑώρα τὴν ἀκοίμητον φρουρὸν δύναμιν τῶν ἀξίων φρουρεῖσθαι καὶ τηρεῖσθαι τῇ σωτηρίᾳ τῶν ἀνθρώπων, ὧν πρῶτος πάντων τιμῇ καὶ ὑπεροχῇ πάσῃ μείζων ἦν ὁ Ἰησοῦς, βασιλεὺς, οὐχ ὡς Ἡρώδης ᾤετο, ἐσόμενος, ἀλλ᾿ ὡς ἔπρεπε τὸν θεὸν διδόναι βασιλείαν ἐπ᾿ εὐεργεσίᾳ τῶν βασιλευομένων τῷ οὐ μέσην καὶ ἀδιάφορον, ἵν᾿ οὕτως ὀνομάσω, εὐεργεσίαν εὐεργετήσοντι τοὺς ὑποτεταγμένους ἀλλὰ νόμοις ἀληθῶς θεοῦ παιδεύσοντι καὶ ὑπάξοντι αὐτούς· ὅπερ καὶ Ἰησοῦς ἐπιστάμενος καὶ ἀρνούμενος μὲν τὸ εἶναι, ὡς οἱ πολλοὶ ἐκδέχονται, βασιλεὺς διδάσκων δὲ τὸ ἐξαίρετον τῆς ἑαυτοῦ βασιλείας φησὶ τό· „εἰ ἦν ἐκ τοῦ κόσμου τούτου ἡ βασιλεία ἡ ἐμὴ, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἂν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νυνὶ δὲ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου ἡ βασιλεία ἡ ἐμή.“ ταῦτα δ᾿ εἰ ἑωράκει ὁ Κέλσος, οὐκ ἂν ἔλεγεν· εἰ δ᾿ ὅπως μὴ σὺ αὐξηθεὶς ἀντ᾿ ἐκείνου βασιλεύῃς, τί ἐπειδή γε ηὐξήθης, οὐ βασιλεύεις, ἀλλ᾿ ὁ τοῦ θεοῦ παῖς οὕτως ἀγεννῶς ἀγείρεις κυπτάζων ὑπὸ φόβου καὶ περιφθειρόμενος ἄνω κάτω; οὐκ ἔστι δ᾿ ἀγεννὲς τὸ μετ᾿ οἰκονομίας περιϊστάμενον τοὺς κινδύνους μὴ ὁμόσε αὐτοῖς χωρεῖν, οὐ διὰ φόβον θανάτου ἀλλ᾿ ὑπὲρ τοῦ χρησίμως αὐτὸν τῷ βίῳ ἐπιδημοῦντα ἑτέρους ὠφελεῖν, ἕως ἐπιστῇ ὁ ἐπιτήδειος καιρὸς τοῦ τὸν ἀνειληφότα ἀνθρωπίνην φύσιν ἀνθρώπου θάνατον ἀποθανεῖν, ἔχοντά τι χρήσιμον τοῖς ἀνθρώποις· ὅπερ δῆλόν ἐστι τῷ νοήσαντι τὸν Ἰησοῦν ὑπὲρ ἀνθρώπων ἀποθανεῖν· περὶ οὗ κατὰ δύναμιν ἐν τοῖς πρὸ τούτων εἴπομεν.

Εἶτά φησι λοιδορούμενος τῷ Ἰησοῦ ὁ διὰ τὴν ἀσέβειαν καὶ τὰ μοχθηρὰ δόγματα, ἵν᾿ οὕτως εἴπω, θεομισὴς ὅτι ταῦτα θεομισοῦς ἦν τινος καὶ μοχθηροῦ γόητος. καίτοι γε, ἐὰν κυρίως ἐξετάζηται τὰ ὀνόματα καὶ τὰ πράγματα, ἀδύνατον ἔσται ἄνθρωπος θεομισὴς, ἐπεὶ ὁ θεὸς ἀγαπᾷ τὰ ὄντα πάντα καὶ οὐδὲν βδελύσσεται ὧν ἐποίησεν· οὐδὲ γὰρ μισῶν τι κατεσκεύασεν. εἰ δέ τινες λέξεις προφητικαὶ τὸ τοιοῦτο λέγουσι, καθολικῷ λόγῳ διηγήσεως τεύξονται τῷδε, ὅτι ὡς περὶ ἀνθρωποπαθοῦς λέξεσι χρῆται ἡ γραφὴ περὶ τοῦ θεοῦ. τί δὲ δεῖ λέγειν ἀπολογούμενον πρὸς τὸν οἰόμενον ἐν οἷς ἐπαγγέλλεται πιστικοῖς λόγοις δεῖν χρῆσθαι δυσφημίαις καὶ λοιδορίαις ὡς περὶ μοχθηροῦ καὶ γόητος τοῦ Ἰησοῦ; τοῦτο γὰρ οὐκ ἀποδεικνύντος ἀλλ᾿ ἰδιωτικὸν καὶ ἀφιλόσοφον πάθος πεπονθότος ἔργον ἐστὶ, δέον ἐκτιθέμενον τὸ πρᾶγμα εὐγνωμόνως αὐτὸ ἐξετάζειν καὶ κατὰ τὸ δυνατὸν λέγειν πρὸς αὐτὸ τὰ ὑποπίπτοντα. ἀλλὰ γὰρ ἐν τούτοις καταπαύσαντος τὸν λόγον τ…

About this text

Origen’s Contra Celsum, Book I (Greek). On this page: §§1–61 closeout samples.

English follows Koetschau GCS Greek. ANF Crombie and Chadwick were not used as wording. This page is Book I §§1–61 (sampled closeout; 10 sections).

Witnesses

  • Copy-text Koetschau GCS 2–3 (1899) — Greek (Greek · Book I §§1–61 (sampled closeout; 10 sections))

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.