Contra Celsum, Book I · §6

Power over demons; holding the teaching under threat (chs. 6–9)

Celsus hints Christians prevail by demon-names and charms; we answer that expulsion is by the name of Jesus and prayer, not incantation. He almost praises those who hold a good teaching even to death and must not deny it — yet he still mocks the faith. We distinguish the faith taught to the many from the deeper examination for those able to leave all and follow the Word.

Greek

Μετὰ ταῦτα οὐκ οἶδα πόθεν κινούμενος ὁ Κέλσος φησὶ δαιμόνων τινῶν ὀνόμασι καὶ κατακηλήσεσι δοκεῖν ἰσχύειν Χριστιανοὺς, ὡς οἶμαι αἰνισσόμενος τὰ περὶ τῶν κατεπᾳδόντων τοὺς δαίμονας καὶ ἐξελαυνόντων. ἔοικε δὲ σαφῶς συκοφαντεῖν τὸν λόγον. οὐ γὰρ κατακηλήσεσιν ἰσχύειν δοκοῦσιν ἀλλὰ τῷ ὀνόματι Ἰησοῦ μετὰ τῆς ἀπαγγελίας τῶν περὶ αὐτὸν ἱστοριῶν. ταῦτα γὰρ λεγόμενα πολλάκις τοὺς δαίμονας πεποίηκεν ἀνθρώπων χωρισθῆναι. καὶ μάλισθ᾿ ὅταν οἱ λέγοντες ἀπὸ διαθέσεως ὑγιοῦς καὶ πεπιστευκυίας γνησίως αὐτὰ λέγωσι, τοσοῦτον μέν γε δύναται τὸ ὄνομα τοῦ Ἰησοῦ κατὰ τῶν δαιμόνων, ὡς ἔσθ᾿ ὅτε καὶ ὑπὸ φαύλων ὀνομαζόμενον ἀνύειν· ὅπερ διδάσκων ὁ Ἰησοῦς ἔλεγε τό· „πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· τῷ ὀνόματί σου δαιμόνια ἐξεβάλομεν καὶ δυνάμεις ἐποιήσαμεν.“ τοῦτο δ᾿ οὐκ οἶδα πότερον ἑκὼν παρεῖδε καὶ κακουργεῖ ὁ Κέλσος ἢ μὴ ἐπιστάμενος. κατηγορεῖ δ᾿ ἐν τοῖς ἑξῆς καὶ τοῦ σωτῆρος, ὡς γοητείᾳ δυνηθέντος ἃ ἔδοξε παράδοξα πεποιηκέναι καὶ προϊδόντος ὅτι μέλλουσι καὶ ἄλλοι τὰ αὐτὰ μαθήματα ἐγνωκότες ποιεῖν τὸ αὐτὸ, σεμνυνόμενοι τῷ θεοῦ δυνάμει ποιεῖν· οὕστινας ἀπελαύνει τῆς ἑαυτοῦ πολιτείας ὁ Ἰησοῦς. καὶ κατηγορεῖ αὐτοῦ ὅτι, εἰ δικαίως ἀπελαύνει καὶ αὐτὸς ἔνοχος ὢν τοῖς αὐτοῖς, φαῦλός ἐστιν· εἰ δ᾿ αὐτὸς οὐ φαῦλος ταῦτα ποιήσας, οὐδ᾿ οἱ ὁμοίως αὐτῷ πράττοντες. ἄντικρυς δὲ, κἂν δοκῇ ἀνέλεγκτον εἶναι τὸ περὶ τοῦ Ἰησοῦ, πῶς ταῦτα ἐποίησε, σαφὲς ὅτι Χριστιανοὶ οὐδεμιᾷ μελέτῃ ἐπῳδῶν χρώμενοι τυγχάνουσιν ἀλλὰ τῷ ὀνόματι τοῦ Ἰησοῦ καὶ ἄλλων λόγων πεπιστευμένων κατὰ τὴν θείαν γραφήν.

Μετὰ ταῦτα προτρέπει ἐπὶ τὸ λόγῳ ἀκολουθοῦντας καὶ λογικῷ ὁδηγῷ παραδέχεσθαι δόγματα, ὡς πάντως ἀπάτης γινομένης τῷ μὴ οὕτω συγκατατιθεμένῳ τισί· καὶ ἐξομοιοῖ τοὺς ἀλόγως πιστεύοντας μητραγύρταις καὶ τερατοσκόποις, Μίθραις τε καὶ Σαβαδίοις. καὶ ὅτῳ τις προσέτυχεν, Ἑκάτης ἢ ἄλλης δαίμονος ἢ δαιμόνων φάσμασιν. ὡς γὰρ ἐν ἐκείνοις πολλάκις μοχθηροὶ ἄνθρωποι ἐπιβαίνοντες τῇ ἰδιωτείᾳ τῶν εὐεξαπατήτων ἄγουσιν αὐτοὺς ᾗ βούλονται, οὕτως φησὶ καὶ ἐν τοῖς Χριστιανοῖς γίνεσθαι. φησὶ δέ τινας μηδὲ βουλομένους διδόναι ἢ λαμβάνειν λόγον περὶ ὧν πιστεύουσι χρῆσθαι τῷ „μὴ ἐξέταζε ἀλλὰ πίστευσον“ καὶ „ἡ πίστις σου σώσει σε.“ καί φησιν αὐτοὺς λέγειν· „κακὸν ἡ ἐν τῷ κόσμῳ σοφία ἀγαθὸν δ᾿ ἡ μωρία.“ λεκτέον δὲ πρὸς τοῦτο ὅτι εἰ μὲν οἷόν τε πάντας καταλιπόντας τὰ τοῦ βίου πράγματα σχολάζειν τῷ φιλοσοφεῖν, ἄλλην ὁδὸν οὐ μεταδιωκτέον οὐδενὶ ἢ ταύτην μόνην. εὑρεθήσεται γὰρ ἐν τῷ χριστιανισμῷ οὐκ ἐλάττων, ἵνα μὴ φ…

About this text

Origen’s Contra Celsum, Book I (Greek). On this page: §§1–61 closeout samples.

English follows Koetschau GCS Greek. ANF Crombie and Chadwick were not used as wording. This page is Book I §§1–61 (sampled closeout; 10 sections).

Witnesses

  • Copy-text Koetschau GCS 2–3 (1899) — Greek (Greek · Book I §§1–61 (sampled closeout; 10 sections))

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.