Fragments on 1 Corinthians
Fragmenta ex commentariis in epistulam i ad Corinthios Unit 1 opening§u01-open
u01-openUnit 1.
Lemma-led open — . τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺ
Greek · §u01-open
Fragmenta ex commentariis in epistulam i ad Corinthios 1 I Cor. i 2 [τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ αὐτῶν καὶ ἡμῶν.] [Ὠριγένους] Εἰ πάντες ἦσαν ἐκκλησία, τίς ἔτι χρεία προ<σ>κεῖσθαι σὺν πᾶσι τοῖς ἐπι καλουμένοις; εἰ πάντες ὁμοίως ἐπεκαλοῦντο, τίς χρεία μὴ πᾶσιν ἐπικαλουμέ νοις γεγράφθαι μόνον ἀλλὰ πέρ<α> αὐτῶν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ; παρεστήσαμεν ὡς μόνους τοὺς ἐπαινετοὺς χρηματίζειν ἐκκλησίαν ὀφείλοντας, τοὺς δὲ ψεκτοὺς οὐκ ἀποστάτας μὲν ἔτι παλαίοντας τῇ ἁμαρτίᾳ ἀλλ' <ἔτι> ἐπικαλουμένους, οὐ μὴν ἤδη καὶ ἐκκλησία<ν>. σπεύσωμεν οὖν ἀπὸ τοῦ ἐπικαλεῖσθαι εἰς τὸ ἀναβῆναι ἐπὶ τὴν ἐκκλησίαν τὴν ἄσπιλον καὶ ἄμωμον. 2 i 4–10 [Εὐχαριστῶ τῷ θεῷ πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, καθὼς τὸ μαρτύριον τοῦ χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν, ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκά λυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ [Χριστοῦ]. πιστὸς ὁ θεὸς δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.] [Ὠριγένους] Οὔτε ταῦτα ἁμαρτωλοῖς ἁρμόζει οὔτε ἐκεῖνα δικαίοις, φημὶ δὴ τὸ Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἵνα πάντες τὰ αὐτὰ λέγητε καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα καὶ ὅσα τοιαῦτα. ἦν οὖν ἡ ἐκκλησία ἀναμεμιγμένη, εἴ γε χρὴ ἐκκλησίαν ὀνομάζειν τὸ ὅλον τοῦτο τὸ μικτὸν ἐκ δικαίων καὶ ἀδίκων. πλὴν οἱ συναγόμενοι ἦσαν ἀναμεμιγμένοι· διὰ τοῦτο μέλλων ὁ ἀπόστολος ἐπὶ ταῖς ἁμαρτίαις τοὺς συναγομένους μετὰ κακίας ἐλέγχειν, ἀναγκαί<ως> πρῶτον τοὺς ἐπαίνους ποιεῖται τῶν καλῶς υνερχομένων ἐπὶ τὸ αὐτό. Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε· ἄξιον εὐχαριστεῖν ἐφ' οἷς λέγει ἐπαινετοῖς, καὶ οὐ ποτὲ μὲν εὐχαριστεῖν ποτὲ δὲ μή, ἀλλὰ πάντοτε εὐχαριστεῖν. ἐάν τινα ἴδω ποτὲ μὲν εὖ πράττοντα ποτὲ δὲ ἁμαρτάνοντα, εὐχαριστῶ περὶ αὐτοῦ οὐ πάντοτε, ἀλλ' ὅτε εὖ ποιεῖ· οὕτω καὶ περὶ ἐμαυτοῦ. ἐν τίνι δὲ εὐχαριστήσει ὁ εὐχαριστῶν Παῦλος; ἐπὶ τοῖς ἰδίοις ἀκροαταῖς ὧν γέγονε κατὰ θεὸν πατήρ. ὥσπερ οὖν πατὴρ ἐπὶ υἱοῖς εὐχαριστεῖ ὅτ' ἂν ὑγιαίνωσιν, ὅτ' ἂν εὖ πράττωσι, τὸν αὐτὸν τρόπον ὅτ' ἂν βλέπῃ διδάσκαλος τοὺς ἀκροατὰς ζέοντα τῶι πνεύματι, πλουτοῦντας λόγῳ οφία< >, ἀξίους τοῦ ἐπαινεῖσθαι, εὐχαριστεῖ πάντοτε περὶ αὐτῶν. Ἴδωμεν οὖν τὴν Χάριν τῶν ἐπαινετῶν ἐν Κορίνθῳ ἵνα ζηλώσωμεν. Ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ. μακάριοι οἱ ἐν παντὶ πλουτοῦντες καὶ μηδενὸς τῶν κατὰ θεὸν ὑστερούμενοι, ἀλλὰ πᾶσαν ἐπιτηδεύοντες ἀρετὴν καὶ τῶν παρ' αὐτοῦ ἀφθόνως καὶ πλουσίως ἀπολαύοντες δωρεῶν ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει· ὥστε εἰς μηδεμίαν γραφὴν ἀπορεῖν ἀλλὰ πανταχοῦ ζητεῖν καὶ εὑρί κειν, καὶ ὅτε δεῖ ἐξηγήσασθαι γραφὴν παντὶ λόγῳ κεχρῆσθαι τῷ τε διεξοδικῷ καλου μένῳ καὶ τῷ κατὰ ἐρώτησίν τε καὶ ἀπόκρισιν, καὶ παρεσκευάσθαι λέγειν καὶ κατὰ πάσης αἱρέσεως, καὶ τῷ τῆς ἀληθείας συνίστασθαι δόγματι, καὶ ἀναπλη ρῶσαι τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου Ἕτοιμοι ἀεὶ πρὸ ἀπολογίαν παντὶ τῷ ἀπαιτοῦντι ὑμᾶ λόγον περὶ τῆ ἐν ὑμῖν πί τεω . οὕτω δὴ καὶ τὸ ἐν πάσῃ γνώσει· οὐ μόνον κατὰ τὰς γραφάς, ἀλλ' ἵνα καὶ εἴπῃ· Αὐτὸ γάρ μοι ἔδωκεν τῶν ὄντων τὴν γνῶ ιν ἀψευδῆ καὶ τὰ τούτοις ἀκόλουθα. ὅτι ἡ γνῶσις τὸ εἰδέναι μόνον ἐμφαίνει, ὁ δὲ λόγος καὶ τὸ ἐγνωσμένον ἑρμηνεύει. καθὼς τὸ μαρτύριον τοῦ χριστοῦ ἐβεβαιώθη
Unit 1 rem early§u01-rem-early
u01-rem-earlyRem early: Unit 1; Pauline lemma and Origen’s theoria.
Greek · §u01-rem-early
ἐν ὑμῖν· ὁ Χριστός, ἵν' οὕτως ὀνομάσω, ἀρχίμαρτύς ἐστι, καὶ πολλῶν ὄντων μαρτύρων εἰς Χριστὸν διὰ τοῦ θανάτου αὐτῶν ἐκεῖνος ὁ ἄρχων ἐστὶ τῶν μαρτύρων. τοῦτο μὲν τὸ μαρτύριον χριστοῦ παρ' οἷς μὲν βέβαιόν ἐστι, παρ' οἷς δὲ οὐκ ἔστι βέβαιον ἀλλὰ σείεται. εἰ μὲν γὰρ ἡ πίστις τοιαύτη ἐστὶν ἡ περὶ τοῦ μαρτυρίου ὥστε δύνασθαι ἀπὸ διαθέσεως ἀληθοῦς εἰπεῖν Πέπει μαι δὲ ὅτι οὔτε θάνατο οὔτε ζωὴ καὶ τὰ ἑξῆς δυνή εται ἡμᾶ χωρί αι τῆ ἀγάπη τοῦ θεοῦ τῆ ἐν Χρι τῷ Ἰη οῦ τῷ κυρίωι ἡμῶν, βέβαιόν ἐστι τὸ μαρτύριον ἐν τῷ τοιούτῳ· εἰ δὲ μὴ τοιοῦτοί ἐσμεν ἀλλὰ σειόμεθα ὑπὸ τῶν συμβαινόντων, οὔπω τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβε βαιώθη ἐν ἡμῖν. καὶ πάλιν ἄλλως ἐκληψόμεθα τὸ ῥητόν· πᾶσα γραφὴ ἡ μαρ τυροῦσα περὶ Χριστοῦ μαρτύριόν ἐστι Χριστοῦ· καλὸν οὖν ἐστὶ βεβαιωθῆναι καὶ ἐν τῷ ἀπὸ τῶν γραφῶν μαρτυρίῳ Χριστοῦ. καὶ ἄλλως· ἴδε τὸ μαρτύριον Χριστοῦ, υνεπιμαρτυροῦντο αὐτῷ ημείοι καὶ τέρα ι καὶ ποικίλαι δυνάμε ι καὶ πνεύματο ἁγίου μερι μοῖ κατὰ τὴν αὐτοῦ θέλη ιν· καὶ βέβαιόν ἐστι τὸ μαρτύριον Χριστοῦ ἐν τοῖς ἁγίοις. ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι· ὡς πολλῶν ὄντων τῶν χαρισμάτων διαλέγεται καὶ ἐν τοῖς ἑξῆς τῆς ἐπιστολῆς. ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὁ δίκαιος οὐκ ἐν τῷ αἰῶνι τούτῳ ἔχει τὰς ἐλπίδας, ἀλλὰ πάσχων, κινδυνεύων, ἀπεκ δέχεται τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἤτοι ἣν Χριστὸς Ἰησοῦς ἀποκαλύπτει. Ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους· τίς βεβαιοῖ; Χριστὸς Ἰησοῦς, ὁ λόγο , ἡ οφία· μαρτύριον δὲ τὸ βεβαιούμενον οὐ πρὸς ἡμέρας, ἀλλ' ἕως τέλους. ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ἕως ἔλθωμεν ἐκεῖ, οὔπω ἔχομεν τὸ ἀνέγκλητον· οὐ γὰρ οἴδαμεν τί τέξεται ἡ ἐπιοῦ α, κἂν ἔχειν τις δοκῇ ἐπὶ τοῦ παρόντος τὸ ἀνέγκλητον, ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 3 i 9 [Πιστὸς ὁ θεὸς δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.] [Ὠριγένους] Πίστευε αὐτῷ ἀεί· ἐκλήθητε γὰρ ἵνα ἁπλῶς ὑπὸ τὸν Ἰησοῦν ὦμεν. μέγα ἐστὶν ὃ χαρίζεται ὁ θεὸς τοῖς ἁγίοις· ἐκλήθημεν εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ· διὸ κληρονόμοι μὲν θεοῦ υγκληρονόμοι δὲ χρι τοῦ. 4 i 10 [καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα.] [Ὠριγένους] Ὁ ἐν ἅπασι τῷ ὀρθῷ λόγῳ καὶ τῷ ἐκκλησιαστικῷ δόγματι περί τε πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος συμφωνῶν, ἔτι δὲ περὶ τῆς καθ' ἡμᾶς οἰκονομίας, περί τε ἀνα τά εω καὶ κρίσεως, καὶ τοῖς κανόσι δὲ τοῖς ἐκκλησιαστικοῖς ἑπό μενος, οὐκ ἔστιν ἐν σχίσματι. 5 i 14, 17 [Εὐχαριστῶ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα ... οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλ' εὐαγγελίζεσθαι οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ χριστοῦ.] [Ὠριγένους] Μεῖζον τὸ εὐαγγελίζεσθαι τοῦ βαπτίζειν· καὶ ἐπειδὴ ᾔδει ὁ Παῦλος ἀφ ωρισμένους τινὰς πρὸς τὸ βαπτίζειν, εὐχαριστεῖ ἐπὶ τ<ῷ> κρείττονα κλῆρον ἔχειν τοῦ βαπτίζειν. ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων φαίνεται τίνα τῶν ἀποστόλων ἔργα· οἷον Φίλιππος ἐβάπτιζεν, τὸ πνεῦμα δὲ οὐ διηκονεῖτο Φίλιππος τῷ βαπτιζομένῳ, ἀλλὰ τοὺς ὑπ' ἐκείνου βαπτιζομένους ἐχειροθέτει ὁ Πέτρος καὶ τὸ πνεῦμα ἐπήρχετο ἐπ' αὐτούς. καὶ ὁ μὲν Φίλιππος τοὺς ἀναγεννω μένου ἐξ ὕδατο καὶ πνεύματο ἁγίου ἐβάπτιζεν ὕδατι, ὁ δὲ Πέτρος τῷ πνεύματι. [Ὠριγένους] Χρεία οὐ τοσοῦτον λόγου ὅσον δυνάμεως· διὸ γέγραπται κύριο δώ ει ῥῆμα τοῖ εὐαγγελιζομένοι δυνάμει πολλῇ, ὁ βα ιλεὺ τῶν δυνάμεων τοῦ ἀγαπητοῦ. ἀπέστειλεν οὖν με Χριστὸς οὐ βαπτίζειν ἀλλ' εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, οὐκ ἐν τρανώσει λέξεως· ἐὰν γὰρ τοῦτο ποιῶ καὶ θέλω οὕτω παρα διδόναι τὸν λόγον, ἡ τοῦ χριστοῦ δύναμις οὐ καθικνεῖται τῆς ψυχῆς τῶν ἀκουόντων καὶ ἐκκενῶ καὶ καθαιρῶ τὴν χάριν τῆς δυνάμεως. 6 i 18 [ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις θεοῦ ἐστίν.] [Ὠριγένους] Τὸ ὄνομα τοῦ <σταυροῦ> δοκεῖ σκάνδαλον εἶναι· ἀλλ' ἐάν τις παρέxv τὰς ἀκοὰς τῷ λόγῳ τοῦ θεοῦ καὶ τῇ χάριτι, ὄψεται καὶ τοῦτο μέγα μυ τήριον. καὶ οἱ ἐθνικοὶ παραδεδώκασιν ὅτι πολλάκις, λοιμῶν μεγάλων γενομένων ἢ ἐπομ βριῶν ἢ αὐχμῶν, ταῦτα ἐπαύσατο ἀνθρώπου ἑαυτὸν παραδόντος ὑπὲρ τοῦ κοινοῦ· τί οὖν θαυμαστὸν εἰ, ὅλου τοῦ κόσμου λοιμώττοντος τῇ πλάνῃ, ὑπὲρ τοῦ λοιμοῦ τοῦ ἀληθινοῦ ἐχρῆν ἕνα ἀποθανεῖν ὑπὲρ τοῦ καταλύσαι τὸν τῆς ἀγνοίας καὶ τοῦ σκότους καὶ τῆς ἀπωλείας λοιμόν; τίς δὲ ἠδύνατο τοῦτο ἀνα δέξασθαι; οὐ προφήτης, οὐκ ἀπόστολος, οὐδέ τις ἄλλος δίκαιος· ἀλλ' ἔδει ἐξ οὐρανοῦ καταβῆναι θείαν δύναμιν
Unit 1 rem mid§u01-rem-mid
u01-rem-midRem mid: Unit 1; lemma continues; spiritual reading with the letter.
Greek · §u01-rem-mid
δυναμένην ἀναδέξασθαι ὑπὲρ πάντων ἀπο θανεῖν μετά τινος παραδειγματισμοῦ, ἵνα δι' ἐκείνου τοῦ θανάτου τρόπαιον γένηται κατὰ τοῦ διαβόλου. καὶ γὰρ εἰώθασιν <οἱ> ἐν κόσμῳ θριαμβεύοντες τοὺς πολεμ<ί>ους ἐν τρόπῳ σταυροῦ τιθέναι τὰ τρόπαια κατὰ τῶν νικωμένων. ἔστιν οὖν ὁ σταυρὸς τοῦ χριστοῦ τρόπαιον κατὰ τοῦ Σατανᾶ· διὰ τοῦτο λέγει Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶ θαι εἰ μὴ ἐν τῷ ταυρῷ τῷ ἐγνωκότι τὴν δύναμιν τοῦ σταυροῦ τίς ἐστιν· ὅτι ἠλευθερώθην ἀπὸ τῶν κακῶν δι' ἐκεῖνον ἀποθανόντα ἵνα με ῥύσηται ἀπὸ τοῦ θανάτου· Εἰ μὴ ἐν τῷ ταυρῷ τοῦ κυρίου ἡμῶν Ἰη οῦ Χρι τοῦ, δι' οὗ ἐμοὶ κό μο ἐ ταύρωται κἀγὼ τῷ κό μῳ· μέγα ἀγαθὸν ὅτι ἐμοὶ κό μο ἐ ταύρωται· τοῦτο τὸ ἀγαθὸν διὰ τίνος μοι γέγονεν; διὰ τοῦ σταυροῦ τοῦ χριστοῦ. μέγα μοι ἀγαθὸν τὸ ἐμὲ ταυρωθῆναι τῷ κό μῳ· εἰ γὰρ ἀπέ θανον τῷ κόσμῳ, ἐσταύρωμαι τῷ κό μῳ μετὰ τοῦ χριστοῦ· εἰ δὲ ζῶ ταῖς ἁμαρτίαις, οὔπω ἠξιώθην τοῦ ἀγαθοῦ τοῦ κατὰ τὸν σταυρόν. ἅμα δὲ καὶ ἑτοιμαζώμεθα πρὸς πειρασμούς, πρὸς μαρτύρια, εἰδότες ὅτι ὃς ἂν ἀρνήσηται σωτηρίαν οὐκ ἔχει. 7 i 19–21 [γέγραπται γὰρ Ἀπολῶ τὴν οφίαν τῶν οφῶν καὶ τὴν ύνε ιν τῶν υνετῶν ἀθετή ω. Ποῦ οφό ; ποῦ γραμματεύ ; ποῦ συνζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν οφίαν τοῦ κόσμου; ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.] [Ὠριγένους] Οὐ ταυτόν ἐστιν εἶναι σοφὸν καὶ ἐν τῷ αἰῶνι τούτῳ εἶναι σοφόν· τὸ μὲν γὰρ χωρὶς τοιαύτης προσθήκης περιέχει τὴν ἀληθῆ σοφίαν. παραπλησίως δὲ νοήσεις καὶ μωρίαν· οὐ ταυτόν ἐστι μωρὸν καὶ μωρὸν ἐν τῷ αἰῶνι τούτῳ· ὁ μὲν γὰρ χωρὶς προσθήκης τῆς «τῷ αἰῶνι τούτῳ» ἀληθῶς ἐστι μωρός. καὶ ἡμεῖς τοίνυν οἱ πιστεύοντες τοῖς λόγοις τῆς σοφίας κελευόμεθα ἐν τῷ αἰῶνι τούτῳ γενέσθαι μωροί· τοιοῦτοι γὰρ δοκοῦμεν εἶναι τοῖς ἀνθρώποις πιστεύοντες εἰς Χριστὸν Ἰησοῦν ἐσταυρωμένον, καὶ πιστεύοντες ἀνάστασιν σωμάτων, πιστεύ οντες δὲ ὅτι ζησόμεθα οὐ μόνον οἱ νῦν ὄντες ἐπὶ γῆς ὕστερον ἐν οὐρανοῖς ἀλλ' ὅτι καὶ ἂν ἁμαρτάνωμεν πυρὶ αἰωνίῳ παραδοθησόμεθα. τοιούτους ἡμᾶς δοκεῖν εἶναι τοῖς ἀνθρώποις .... 8 i 23–31 [ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον ἔθνεσιν δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν. ... Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς. ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά, καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ. ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστὲ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, ἵνα καθὼς γέγραπται ὁ καυχώμενο ἐν κυρίῳ καυχάθω.] [Ὠριγένους] ∆ύναμιν ἐλάβομεν ἀπὸ τοῦ πιστεύειν εἰς Ἰησοῦν Χριστὸν ἐσταυρωμένον· καὶ ὅσον λείπομεν ἐν τῇ πίστει <ταύτῃ>, τοσοῦτον λειπόμεθα ἐν τῇ δυνάμει τοῦ ἔχειν ἐν ἑαυτοῖς τὰ ἀπὸ τοῦ θεοῦ. εἰ δὲ θέλετε νοῆσαι τί ἐστιν ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω, νοήσατέ μοι πάνυ γενναῖον ἐν τοῖς αἱρετικοῖς λόγοις, φέρε εἰπεῖν Μαρκίωνα ἢ Βασιλείδην, καὶ οὕτω μετὰ δυνάμεως ζητοῦντα ὑπὲρ τῶν αἱρετικῶν λόγων ὥστε μὴ τὸν τυχόντα δύνασθαι αὐτῷ ἀντιστῆναι· εἶτα νοήσατέ τινα ἱκανὸν κατὰ τὴν ἀλήθειαν λέγοντα ὃ καὶ ἱκάνω εν ἡμᾶ διακόνου καινῆ διαθήκη , καὶ δεικνύντα πάντα ἐκεῖνα μωρίαν ἐφ' οἷς ἐπεποίθει ὁ ἠπατημένος. ἐκείνων οὖν τὴν σοφίαν ἀπόλλυσιν, οὐ τῶν ὄντως σοφῶν, Ἠσαΐου, Ἱερεμίου ἢ Σολομῶντος· τὴν δοκοῦσαν ἀπόλλυσι σοφίαν, οὐ τὴν ἀληθῆ. Πῶς δὲ καὶ Ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν; ἡ σοφία τοῦ θεοῦ ἐν νόμῳ καὶ προφήταις ἐστίν· ὁ κόσμος οὐκ ἔγνω ἐν νόμῳ καὶ προφήταις κηρυσσόμενον τὸν Χριστόν. διὰ τοῦτο ἐπὶ υντελείᾳ τῶν αἰώνων ἔπεμψεν Ἰησοῦν Χριστὸν σταυρωθησόμενον ὑπὲρ <τοῦ> γένους τῶν ἀνθρώπων, ἵνα τῇ μωρίᾳ τοῦ κηρύγματος πιστεύσωσιν οἱ πιστεύσαντες εἰς Ἰησοῦν Χριστὸν ἐσταυρωμένον. Προσέθηκε δὲ τ<ῷ> Οὐ πολλοὶ σοφοὶ τὸ κατὰ σάρκα, εἰδὼς ὅτι τῶν σοφῶν εἰσὶ διαφοραί, καὶ οἱ μέν εἰσι σοφοὶ κατὰ σάρκα οἱ δὲ κατὰ πνεῦμα· καὶ κατὰ σάρκα εἰσὶ σοφοὶ οἱ λεξείδια μόνα μεμελετηκότες καὶ καλλωπίζοντες ὅ τι ποτ' οὖν ὡς ἀλήθειαν
Unit 1 rem close§u01-rem-close
u01-rem-closeRem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek · §u01-rem-close
οὐκ ὂν ἀλήθειαν. ὅμως δὲ καὶ οὐδὲ οὕτως ἀπέκλεισε τοὺς κατὰ σάρκα σοφοὺς ἀπὸ τῆς πίστεως· οὐ γὰρ εἶπεν Οὐδεὶς σοφὸς κατὰ σάρκα προσέρχεται τῷ λόγῳ, ἀλλ' ὅτι σφόδρα ὀλίγοι. δυνατοὶ δὲ κατὰ σάρκα εἰσὶν οἱ τὰς ἐξουσίας ἔχοντες· κατὰ πνεῦμα δὲ νοήσεις, ἐὰν ἴδῃς τὸν Σωτῆρα τίνα τρόπον οὐκ ἦν μὲν δυνατὸς κατὰ σάρκα· προεδόθη γοῦν καὶ ἐ ταυρώθη ἐξ ἀ θενεία · ἦν δὲ δυνατὸς κατὰ πνεῦμα, πᾶ αν νό ον καὶ πᾶ αν μαλακίαν ἐν τῷ λαῷ θεραπεύων. οὕτω τὰ κατὰ τοὺς ἀποστόλους ὅρα, τίνα τρόπον ἦσαν δυνατοὶ κατὰ πνεῦμα. ἔστιν δυνατὸς κατὰ πνεῦμα καὶ ὁ κατὰ τὸ πνεῦμα βιοὺς καὶ πνεύματι τὰ πράξει τοῦ ώματο θανατῶν. ὁμοίως καὶ ἐπὶ τῶν εὐγενῶν νοήσεις· εὐγενεῖς κατὰ σάρκα εἰσὶν οἱ ἐκ πατέρων πλουσίων καὶ ἐνδόξων· κατὰ δὲ πνεῦμα εὐγενεῖς εἰσὶν οἱ υἱοὶ τοῦ θεοῦ περὶ ὧν γέγραπται Ὅ οι δὲ ἔλαβον αὐτὸν ἔδωκεν αὐτοῖ ἐξου ίαν τέκνα θεοῦ γενέ θαι. Τίνα οὖν ἐξελέξατο ὁ θεός; οὐχ ἁπλῶς τὰ μωρά, ἀλλὰ μετὰ προσθήκης τῆς τοῦ κόσμου· ἡμεῖς οἱ πιστεύοντες μωροί ἐσμεν ὡς πρὸς τὸν κόσμον. γελῶσιν οὖν ἡμᾶς μωροὺς λέγοντες «Χριστιανοὶ λέγουσιν ἀνάστασιν νεκρῶν καὶ ὅτι ζῶμεν μετὰ θάνατον καὶ ὅτι Ἰησοῦς ὃν ἐσταύρωσαν Ἰουδαῖοι ἐκ παρθένου γεγέννηται,» καὶ ὅσα τοιαῦτα. ἐκεῖνοι οὖν γελασάτωσαν ἡμᾶς καὶ μωροὺς λεγέτωσαν· ψυχικὸ γὰρ ἄνθρωπο οὐ δέχεται τὰ τοῦ πνεύματο · μωρία γὰρ αὐτῷ ἐ τίν. τὰ μωρὰ οὖν τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς. οὐχ ἁπλῶς τοὺς σοφούς, ἀλλὰ κατὰ κοινοῦ τοῦ κόσμου· ἵνα εἴπῃ τὰ τοῦ κόσμου μωρὰ ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τοὺς σοφοὺς τοῦ κόσμου· ἀληθῶς γὰρ καταισχύνονται οἱ σοφοὶ τοῦ κόσμου, ὅταν αὐτοὶ μὲν προσ κυνῶσιν εἰδώλοις οἱ δὲ ἀγράμματοι καὶ ἰδιῶται ἀποθνήσκωσιν ὑπὲρ τοῦ μὴ εἰδωλολατρῆσαι. Καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός· πάλιν ἐνταῦθα μετὰ προσθήκης τῆς τοῦ κόσμου. τί γὰρ εὐγενέστερον ψυχῆς κατα λειπούσης τὰ εἴδωλα καὶ λεγούσης Ὡ ψευδῆ ἐκτή αντο οἱ πατέρε ἡμῶν εἴδωλα καὶ οὐκ ἔ τιν ἐν αὐτοῖς ὑετίζων. τὰ ἀγενῆ οὖν τοῦ κόσμου εὐγενῆ δὲ τοῦ θεοῦ ἐξελέξατο ὁ θεός· μόνον κατορθώσωμεν ἐξ οὗ θεῷ οὐκ ἐξουδενωθησόμεθα, περὶ οὗ γέγραπται ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενο . Καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ· τὰ μὴ ὄντα ὠνόμασε τὰ μωρὰ τοῦ κόσμου, τὰ ἀσθενῆ, τὰ ἀγενῆ, τὰ ἐξουθενημένα· τὰ ὄντα τοὺς εὐγενεῖς τοῦ κόσμου· ἐν γὰρ τῷ κόσμῳ οὗτοι εἰσὶ τινές, οὔκ ἐσμεν ἡμεῖς, καταπονού μενοι ὑπὸ πάντων καὶ καταφρονούμενοι. τὰ μὴ ὄντα νῦν ἐξελέξατο ὁ θεός, ἵνα τὰ ὄντα καταργήσῃ, ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ καὶ εἴπῃ ∆ιὰ τοῦτο ἐξελέχθην ὅτι εὐγενής εἰμι. ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστὲ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις· διὰ τοῦτο γὰρ ταῦτα πάντα ἡμῖν ἐστὶ Χριστός, ἵνα τὸ γεγραμμένον γένηται Ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω. εἰ γὰρ ὁ καυχώμενος ἐν σοφίᾳ ὀφείλει καυχᾶσθαι, Χριστὸς δὲ ἡ σοφία, δῆλον ὅτι ὁ καυχώμενος ἐν Χριστῷ καυχᾶται· καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως, ἁγια σμοῦ τέ φημι καὶ δικαιοσύνης. 9 ii 4–7 [καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πιθοῖς σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ' ἐν δυνάμει θεοῦ. σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργου μένων. ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· ἣν οὐδεὶς τῶν ἀρχόν των τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.] [Ὠριγένους] Ἵνα μὴ εἴποι τις Ἆρ' οὖν, ἐπεὶ τὰς ἀποδείξεις τῆς πίστεως ἐν δυνάμει καὶ ἐν πνεύματι ἔφερεν, οὐκ εἶχεν σοφίαν οὐδεμίαν, ἀλλὰ τοῦτό ἐστι τὸ μυ τήριον τῆ θεοσεβείας, πιστεῦσαι μόνον, καὶ οὐκ ἐπαγγελία σοφίας ἐν αὐτῷ· ἐπιφέρει καὶ λέγει Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων. ἄλλο γάρ ἐστιν εἰσαγαγεῖν τινὰς εἰς τὴν πίστιν, ἄλλο τὴν σοφίαν τοῦ θεοῦ ἀποκαλύπτειν. ἀναπτύσσομεν οὖν τὴν σοφίαν τοῦ θεοῦ οὐ τοῖς εἰσαγομένοις οὐδὲ τοῖς ἀρχομένοις οὐδὲ τοῖς μηδέπω ἀπόδειξιν τοῦ ὑγιοῦς βίου δεδωκόσιν· ἀλλ' ὅτ' ἂν γυμνα άμενο ὃν δεῖ τρόπον τὰ αἰ θητήρια πρὸ διάκρι ιν καλοῦ τε καὶ κακοῦ ἐπιτήδειος γένηται καὶ πρὸς τὸ ἀκοῦσαι σοφίαν, τότε λαλοῦμεν σοφίαν ἐν τοῖς τελείοις· σοφίαν δὲ λέγω οὐ
Fragmenta ex commentariis in epistulam i ad Corinthios Unit 2 opening§u02-open
u02-openUnit 2.
Lemma-led open — τοῦ αἰῶνος τούτου οὐδὲ παραπλησίαν τῆς σοφίας τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου. ἅμα δὲ δεδήλ
Greek · §u02-open
τοῦ αἰῶνος τούτου οὐδὲ παραπλησίαν τῆς σοφίας τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου. ἅμα δὲ δεδήλωκεν ὅτι τὰ φερό μενα παρὰ τοῖς ἄλλοις μαθήματα οὐκ ἐστὶν ἀνθρώπων κατὰ τὴν ἀρχὴν ἀλλὰ δυνάμεων ἀοράτων τῶν καταργουμένων. καὶ εἴποιμι δ' ἂν ὅτι ποιητικὴ σοφία ἐστὶ τοῦ αἰῶνος τούτου, τάχα δὲ καὶ ἡ ῥητορική· σοφία δὲ καὶ ἡ ἐπαγγελλομένη λέγειν περὶ οὐρανοῦ καὶ γῆς καὶ περὶ διοικήσεως τῶν ὅλων. ἡμεῖς οὖν εἰ σοφίαν λαλοῦμεν καὶ λέγομεν αὐτὴν ἐν τοῖς τελείοις, οὐ τὴν τοῦ αἰῶνος τούτου λέγομεν· οὔτε γὰρ διὰ ποιημάτων ἢ διά τινος τοιαύτης τέχνης. [Ὠριγένους] Ἀλλὰ λαλοῦμεν σοφίαν ἐν μυστηρίῳ, ἃ οὐκ ἔγνωσται τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου τοῖς ἐνεργοῦσι τὴν οφίαν τῶν οφῶν τοῦ κόσμου τούτου· οὕτω δὲ οὐκ ἔγνωσαν· ἐπεβούλευσαν τῷ σωτῆρι καὶ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ καὶ ἐσταύρωσαν αὐτόν· εἰ γὰρ ἔγνωσαν οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύ ρωσαν. οὐκοῦν ζητητέον καὶ ἐν τῷ λόγῳ σοφίαν, ἀλλὰ μετὰ τὴν πίστιν, μετὰ τὴν πολιτείαν, κατὰ τὸ γεγραμμένον Ἐπεθύμη α οφίαν, διατήρη ον ἐντολά . 10 ii 9–11 [Ἀλλὰ καθὼς γέγραπται Ἃ ὀφθαλμὸ οὐκ εἶδεν καὶ οὖ οὐκ ἤκου εν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅ α ἡτοίμα εν ὁ Θεὸ τοῖ ἀγαπῶ ιν αὐτόν. ἡμῖν δὲ ὁ θεὸς ἀπεκάλυψεν διὰ τοῦ πνεύματος, τὸ γὰρ πνεῦμα πάντα ἑρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα τὸ θεοῦ.] [Ὠριγένους] Οἶδεν διαφορὰν ἡ γραφὴ ἀγαπώντων τὸν θεὸν καὶ φοβουμένων τὸν θεόν, καὶ οἶδεν πολλῷ ὑπερέχοντας τῶν φοβουμένων τοὺς ἀγαπῶντας. ἡτοίμασται μὲν οὖν τινα καὶ τοῖς φοβουμένοις· πλὴν μεῖζον ἡτοίμασε τοῖς ἀγαπῶσιν παρὰ τὰ ἡτοιμασμένα τοῖς φοβουμένοις. τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. ἔστι πνεῦμα ὅπερ δύναται πάντα ἐρευνᾶν· ἡ ψυχὴ τοῦ ἀνθρώπου οὐ δύναται πάντα ἐρευνᾶν, ἀλλ' ἔδει γενέσθαι κρεῖττον ἐν ἡμῖν πνεῦμα, ἵν' ἐκείνου γενομένου ἐν ἡμῖν ἐρευ νῶντος πάντα καὶ τὰ βάθη τοῦ θεοῦ, ἀνακραθέντος τε ἡμῖν, ἡμεῖς ἐκείνῳ συνε ρευνήσωμεν πάντα καὶ τὰ βάθη τοῦ θεοῦ. 11 ii 12–15 [Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστίν, καὶ οὐ δύναται γνῶναι ὅτι πνευματικῶς ἀνακρίνεται. ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται.] [Ὠριγένους] Κατανοήσωμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἐὰν γὰρ μὴ γένηται τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ διδάσκον ἡμᾶς ἐν ἡμῖν, οὐ δυνάμεθα λέγειν ὅτι οἴ δαμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν, καὶ γὰρ οὐδεὶς οἶδεν τὰ τοῦ θεοῦ εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ. ἃ καὶ λαλοῦμεν φησὶν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις ἀλλ' ἐν διδακτοῖς πνεύματος καὶ τὰ ἑξῆς. αἱ σοφίαι πᾶσαι τοῦ κόσμου τούτου λόγοι εἰσὶ διδακτοὶ ἀνθρώπων, ἃ μανθάνει τις καθ' ἕκαστον τῶν λογικῶν τεχνῶν· τὰ δὲ διδακτὰ τοῦ πνεύματος οὐ διδάσκει· καὶ οὐκ ἂν λέγοις ὅτι ὁ διδάσκαλος ὑπὸ τοῦ πνεύματος περὶ ὧν λέγει διδαχθεὶς ἐδίδαξεν. τὸ γὰρ πνεῦμα ἐν αὐτῷ τυγχάνον ζητοῦντι καὶ ἐρευνῶντι τὴν ἀλήθειαν ἐλλάμπει, καὶ οὕτως ἀεὶ τῇ ἀνακαινώ ει τοῦ νοὸ εὑρίσκει ἃ μὴ μεμάθηκεν παρὰ τῶν ἀνθρώπων. ∆ιὰ τοῦτο ὁ Σωτὴρ φησὶ Μὴ ζητήσῃς διδάσκαλον ἐπὶ τῆ γῆ · εἷ γάρ ἐ τιν ὑμῶν ὁ διδά καλο , ὁ πατὴρ ὁ ἐν τοῖ οὐρανοῖ , ἢ εἷ ἐ τὶν ὑμῶν ὁ καθηγητὴ ὁ Χρι τό . ὀλίγα τινὰ ὑποβάλλει ἄνθρωπος, φέρε εἰπεῖν Παῦλος διδάσκων Τιμόθεον, καὶ λαβὼν ἀφορμὰς ὁ Τιμόθεος ἔρχεται καὶ αὐτὸς ἐπὶ τὴν πηγὴν ὅπου ἐλήλυθεν ὁ Παῦλος καὶ ἀρύεται καὶ γίνεται Τιμόθεος ἴσος Παύλου. Πῶς δὲ διδάσκεταί τις ἀπὸ τοῦ
Unit 2 rem early§u02-rem-early
u02-rem-earlyRem early: Unit 2; Pauline lemma and Origen’s theoria.
Greek · §u02-rem-early
πνεύματος, κατανοητέον ἀπὸ τῶν ἀποστολικῶν λόγων· πνευματικοῖς γὰρ πνευματικὰ συγκρίνοντες, τῷ συνεξετάζειν τήνδε τὴν λέξιν τῇδε τῇ λέξει καὶ τὰ ὅμοια συνάγειν, ἀνακαλύπτεται ὡσπερεὶ ὁ νοῦς τῆς γραφῆς. οὕτω γὰρ συνίημι τὰ τοῦ θεοῦ καὶ γίνομαι διδακτὸς πνεύματος· οὐ μόνον <τῷ> τὰ τοῦ πνεύματος μεμαθηκέναι τοῦ κινήσαντος τὸν Ἡσαΐαν, ἀλλὰ καὶ τῷ τὸ αὐτὸ πνεῦμα ἐσχηκέναι ὅπερ ἔκλεισεν καὶ ἐσφράγισεν τοὺς Ἡσαΐου λόγους· εἰ μὴ γὰρ τὸ πνεῦμα ἀνοίξῃ τοὺς λόγους τῶν προφητῶν, οὐ δύναται ἀνοixθῆναι τὰ κεκλεισμένα. Ἐπεὶ δὲ ταῦτα εἶπεν, ἀναγκαίως ἐπιφέρει ὅτι εἰσί τινες ἄνθρωποι μὴ παρα δεχόμενοι τὰ τοῦ πνεύματος τοῦ θεοῦ, οὐ διὰ τὴν φύσιν ὡς οἴονται οἱ ἑτερό δοξοι ἀλλὰ διὰ τὸ μὴ παρεσκευακέναι ἑαυτούς. ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος, ψυχικὸς γὰρ ἦν· ὅτε <δὲ> ἔκλινεν εἰς θεοσέβειαν καὶ παρεδέξατο τὸ πνεῦμα, γέγονε πνευματικός. καὶ οὐ δύναται γνῶναι ὁ ψυχικὸς ὅτι πνευματικῶς ἀνακρίνεται· οὐκ οἶδεν διὰ τοῦτο <ὃ> ἀκούει ὅτι ἀνακρίνεται πνευματικῶς, καὶ δοκιμαζομένη γε ἡ δύναμι ἐλέγχει τοὺ ἄφρονα οἷον ἐὰν λέγω ἀπὸ τοῦ πνεύματος διδαχθείς, καὶ δυνάμει λέγω, καὶ ὁ ἀκροατὴς δοκιμάζων τὴν δύναμιν δοκῇ καὶ μὴ συγκατάθηται, δοκιμαζομένη ἡ δύναμι ἐλέγχει τοὺ ἄφρονα . καὶ ἔστιν οὐχ ὡς ἐκεῖνος ἀποδο κιμάσας τὸ λεγόμενον ὅσον τὸ λεγόμενον ἀπεδοκίμασεν ἐκεῖνον· εἰ γὰρ κακότεχνον ψυχὴν οὐκ εἰ ελεύ εται οφία οὐδὲ κατοική ει ἐν ώματι κατάχρεῳ ἁμαρτία . Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται. ὁ μηκέτι κατὰ άρκα περιπατῶν ἀλλὰ κατὰ πνεῦμα καὶ ἀεὶ τῇ ἐπιμελείᾳ αὔξων αὐτὸ καὶ ἀναζωπυρῶν τὸ χάρι μα τοῦ θεοῦ ἐπὶ πλεῖον, ἑαυτῷ κατασκευάζει τὸ γενέσθαι πνευματικός· γενόμενος δὲ ἱκανός ἐστιν ἀνακρίνειν τὰ πάντα, τὰ Ἑλλήνων, τὰ βαρβάρων, τὰ σοφῶν, τὰ ἀνοήτων· αὐτὸν δὲ οὐδεὶς δύναται ἀνακρῖναι διὰ τὸ μέγεθος τῆς διανοίας αὐτοῦ καὶ <τῶν> διαλογισμῶν αὐτοῦ. εἰ δὲ θέλεις ἐπιγινώσκειν τὸν πνευματικόν, ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώ ε θε αὐτού . τίνες δὲ οἱ καρποὶ τοῦ πνεύματος ἀφ' ὧν δεῖ νοεῖν τίς ὁ πνευματικός; ἄκουε τοῦ ἀποστόλου λέγοντος ὁ δὲ καρπὸ τοῦ πνεύματό ἐ τιν ἀγαπή, χαρά, εἰρήνη, μακροθυμία, χρη τότη , ἀγαθω ύνη, πί τι , πραότη , ἐγκράτεια· ὅπου ταῦτα, ἐκεῖ τὸ πνεῦμα, ἐκεῖνος πνευματικός· ὅπου δὲ τούτων τι λείπει, οὔπω πνευ ματικός ἐστιν ἐκεῖνος. 12 iii 1–3α [Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ' ὡς σαρκί<ν>οις, ὡς νηπίοις ἐν Χριστῷ. γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα, οὔ πω γὰρ ἐδύνασθε, ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε.] [Ὠριγένους] Τῶν ἀκουόντων οἱ μὲν τέλειοί εἰσιν, οἱ πνευματικοί, περὶ ὧν καὶ πρώην ἐλέγομεν· οἱ δὲ μὴ ὄντες πνευματικοὶ πιστεύοντες δὲ ἐπὶ τὸν Χριστόν, ὡς λέγει ὁ ἀπόστολος, νήπιοι ἐν Χριστῷ καὶ σάρκινοι ἐν Χριστῷ· ἐγὼ γὰρ ἀπὸ κοινοῦ ἀκούω τοῦ Ἐν Χριστῷ. χρεία οὖν μαθημάτων τοῖς μὴ τελειοτέροις καὶ μηδέπω γεγυμνα μένοι ἐν ταῖς ἱεραῖς γραφαῖς ὑποδεεστέρων, ἅτινα ὠνό μασεν ὁ ἀπόστολος γάλα εἶναι· γάλα γάρ φησιν ἐπότισα ὑμᾶς οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε, ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε. ἀναφορὰν δὲ νομίζω εἶναι ἐν ταῖς πνευματικαῖς τροφαῖς γάλακτος, βρώματος, βρώ εω ἀληθινῆς, τερεᾶ τροφῆ , αρκὸ τοῦ λόγου, καὶ λαχάνου πνευματικοῦ. καὶ ταῦτα τολμῶ λέγειν πειθόμενος ταῖς γραφαῖς· οὐ γὰρ εἶπεν πᾶσαν πνευματικὴν τροφὴν ἀληθῆ εἶναι βρῶ ιν, λέγων ἡ άρξ μου ἀληθή ἐ τι βρῶ ι . ποῖα οὖν οὐ τερεὰ τροφή, τὰ ἠθικώτερα καὶ ὅσα ἐν τοῖς ἠθικοῖς ἀσθενέστερα, κατὰ υγγνώμην λεγόμενα οὐ κατ' ἐπιταγήν, διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων οἰκονομούμενα. ὅσα δὲ ἐν ἠθικοῖς τελειοτέρα διδασκαλία ἐν ἀκροαταῖς φιλομαθέσι καὶ φιλοπόνοις, ταῦτα εἴποιμι ἂν ἐν ἠθικοῖς τερεὰν τροφήν, τὴν περὶ ἁγνείας τελείας, τὴν περὶ παρθενίας ἢ σωφροσύνης, τὴν περὶ μαρτυρίου· ταῦτα τερεὰ τροφή. τερεὰ δὲ τροφὴ ἐν μυστικοῖς ἡ περὶ Πατρὸς καὶ Υἱοῦ. οὕτω δὲ καὶ ὁ νόμος ὅτε μὲν τερεὰν παραδίδωσι τροφήν, ὅτε δὲ ὑποδεεστέραν. οἷον ἐρχόμεθα ἐπὶ τὸν λόγον τὸν περὶ τῶν ὄφεων τῶν ἀναιρούντων τοὺς υἱοὺς Ἰσραὴλ διὰ τὸν γογγυσμόν· ἐὰν ἁπλούστερον ἀναγινώσκωμεν, λέγομεν Μηδὲ γογγύζωμεν, καθάπερ τινὲ αὐτῶν ἐγόγγυ αν, καὶ ἀπώλοντο ὑπὸ τῶν ὄφεων. ἐὰν δὲ μυστικὸν λόγον δύν<η>ται ἀκούειν ὁ ἀκροατής, λέγομεν τίνες οἱ ὄφεις καὶ τίς ὁ ὄφις ὁ ἐπὶ τοῦ ξύλου κρεμασθείς, καὶ πῶς σώζεται πρὸς ἐκεῖνον τὸν ὄφιν ἰδών, καὶ οὕτως καθ' ἑκάστην γραφὴν πνευματικήν. Τίνες δέ εἰσιν οἱ γάλακτι ποτιζόμενοι δηλώσει ὁ Πέτρος ἐν τῇ
Unit 2 rem mid§u02-rem-mid
u02-rem-midRem mid: Unit 2; lemma continues; spiritual reading with the letter.
Greek · §u02-rem-mid
ἐπιστολῇ λέγων ὡ ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθή ατε· καὶ ἐν τῇ πρὸς Ἑβραίους δὲ καὶ γεγόνατε χρείαν ἔχοντε γάλακτο καὶ οὐ τερεᾶ τροφῆ · πᾶ γὰρ ὁ μετέχων γάλακτο ἄπειρο λόγου δικαιο ύνη · νήπιο γάρ ἐ τιν· τελείων δέ ἐ τιν ἡ τερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰ θητήρια γεγυμνα μένα ἐχόντων πρὸ διάκρι ιν καλοῦ τε καὶ κακοῦ. 13 iii 3–5 [Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρεις καὶ δixοστασίαι, οὐχὶ σάρ κινοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; ὅτ' ἂν γὰρ λέγῃ τις Ἐγὼ μὲν εἰμὶ Παύλου· ἕτερος δὲ Ἐγὼ Ἀπολλώ· οὐκ ἄνθρωποί ἐστε;] [Ὠριγένους] Τῶν ἐν ἀνθρώποις ἁμαρτημάτων τὰ ἐλάττονά ἐστι ζῆλος καὶ ἔρεις. ἐὰν ἐν πορνείᾳ τις ἔσται, οὐκέτι σάρκινος ὁ τοιοῦτός ἐστιν ἀλλὰ χείρων ἢ σάρκινος. τί δ' ἂν εἴη ὁ τοιοῦτος, εἴδωμεν. ἐγὼ νομίζω διαφορὰν εἶναι σαρκίνου καὶ χοϊκοῦ· Ὡς ἐφορέ αμεν, φησί, τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέ ωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. ἐὰν οὖν τὰ πρὸ θάνατον ἁμαρτάνῃ , οὐκ εἶ σάρκινος ἀλλὰ χοϊκός· ἐὰν δὲ ἁμαρτάνῃς μέν, οὐ πρὸ θάνατον δέ, οὐ χοϊκὸς τέλεον οὐδὲ ἀποπεπτωκὼς τῆς χάριτος τοῦ Χριστοῦ, ἀλλὰ σάρκινος εἶ τότε. καὶ τῶν περιπάτων δὲ ἡμῶν ὁ μέν τίς ἐστι κατὰ ἄνθρωπον, ὁ δὲ κατὰ θεόν. ἐὰν ὡς οἱ πολλοὶ τῶν ἀνθρώπων περιπατῶμεν, κατὰ ἄνθρωπον περιπατοῦμεν· ἐὰν δὲ κατὰ τὸ λαμψάτω τὸ φῶ ὑμῶν ἔμπρο θεν τῶν ἀνθρώπων, διαφέρομεν τῶν πολλῶν καὶ οὐ κατὰ ἄνθρωπον περιπατοῦμεν. σαφὴς οὖν ὁ βίος τῷ δυναμένῳ βλέπειν ποῖός ἐστιν ὁ κατὰ ἄνθρωπον καὶ ποῖος ὁ κατὰ θεόν. ὅταν γάρ τις λέγῃ Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ. καὶ τούτοις προσέχωμεν. ὀψόμεθα ὅτι ἡμεῖς ἐνίοτε οὐδὲ ἄνθρωποι ἀλλὰ χεῖρον ἢ ἄνθρωποί ἐσμεν. ὁ γὰρ λέγων τότε Ἐγώ εἰμι Ἀπολλώ, ἔλεγεν περὶ ἀνδρὸς ἐλλογίμου καὶ ἁγίου καὶ μακαρίου· ὁ λέγων Ἐγώ εἰμι Παύλου, περὶ ἀνδρὸς λέγει ἀποστόλου ἱεροῦ καὶ μακαρίου. ἐνίοτε δὲ γίνονται προσκλίσεις οὐ παραπλησίως τῇ προσκλίσει Παύλου ἢ Ἀπολλώ, ἀλλὰ προσκλίνεταί τις ἁμαρτωλῷ ἐνίοτε καὶ ἑτεροδόξῳ. εἰ οὖν οὗτοι ἄνθρωποί εἰσι καὶ κατὰ άρκα περιπατοῦσιν, οἱ λέγοντες Ἐγὼ Ἀπολλὼ ἐγὼ δὲ Παύλου· ὅτ' ἂν σὺ λέγῃς ἑαυτὸν τινὸς ὑποδεεστέρου εἶναι, δῆλον ὅτι οὐκέτι οὐδὲ ἄνθρωπος <εἶ> ἀλλὰ καὶ χεῖρον ἢ ἄνθρωπος· καὶ ἴσως λελέξεται πρὸς σὲ Ὄφει γεννήματα ἐχιδνῶν. 14 iii 6–8 [ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ θεὸς ηὔξανεν· ὥστε οὔτε ὁ φυτεύων ἐστί τι οὔτε ὁ ποτίζων, ἀλλ' ὁ αὐξάνων θεός. ... ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.] [Ὠριγένους] Εἰ ἐφύτευσεν ὁ Παῦλος, συνεφύτευσε τῷ φυτεύοντι προηγουμένως θεῷ· εἰ ἐπότισεν Ἀπολλώς, συνεπότισε τῷ προηγουμένως ποτίσαντι Χριστῷ· φυτεύει γὰρ ὁ θεός· διὸ γέγραπται πᾶ α φυτεία ἣν οὐκ ἐφύτευ εν ὁ πατήρ μου ὁ οὐράνιο ἐκριζωθή εται· καὶ πάλιν ὁ πατήρ μου ὁ γεωργό ἐ τιν. ποιή ωμεν οὖν καρποὺ ἵνα μὴ ἐκκοπῶμεν κατὰ τὴν ἄκαρπον υκῆν. πᾶν γὰρ δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰ πῦρ βάλλεται. ἐπέχωμεν μὴ λεχθῇ περὶ ἡμῶν ἔμεινα ἵνα ποιήσῃ ταφυλήν, ἐποίη εν δὲ ἀκάνθα . ἐὰν γὰρ ταῦτα εἴπῃ περὶ ἡμῶν, ἐρεῖ καὶ τὰ ἑξῆς Νῦν οὖν ἀναγγελῶ τί ποιή ω τῷ ἀμπελῶνί μου. ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔ ται εἰ διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔ ται εἰ καταπάτημα. 15 iii 9–15 [θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε. κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσίον, ἀργύριον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθή σεται, οὕτως δὲ ὡς διὰ πυρός.] [Ὠριγένους] Ἐπεὶ οὐ μόνον γεώργιον ἀλλὰ καὶ θεοῦ οἰκοδομή ἐσμεν, ζητῶ τὸν ἀρχι τέκτονα τῆς οἰκοδομῆς καὶ τοὺς συνεργοῦντας αὐτῷ. τοῦτο γὰρ νοῶν ὁ ἀπόστολος φησὶ κατὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα· τὴν γὰρ ἐν Κορίνθῳ ἐκκλησίαν πρὸ τοῦ ἀποστόλου οὐδαμῶς <οὖσαν> ὑπέστησεν ὁ Παῦλος. καὶ ἐπειδὴ σχίσματα ἦν ἐν αὐτοῖς φησὶν ὅτι δοθείσης μοι χάριτος ὑπὸ τοῦ θεοῦ ὡς σοφὸς ἀρχιτέκτων ἔθηκα τὸν θεμέλιον, ἄλλος δὲ ἐποικοδομεῖ· εἰ γὰρ ἕτερος μετελθὼν ἐπὶ τὸν θεμέλιον τῆς ἐκκλησίας
Unit 2 rem close§u02-rem-close
u02-rem-closeRem CLOSEOUT: Unit 2 CLOSEOUT.
Greek · §u02-rem-close
ἐποικοδομεῖ, ἐκεῖνος οὔκ ἐστιν ἀρχιτέκτων τῆς ἐκκλησίας ἀλλ' ἐποικο δομεῖ τῇ ἐκκλησίᾳ· εἰ θέλεις οὖν ἰδεῖν ὅτι σοφὸς ἀρχιτέκτων ὁ Παῦλος, ἄκουε αὐτοῦ ὅτι Ἀπὸ Ἱερου αλὴμ καὶ μέχρι τοῦ Ἰλλυρικοῦ πεπλήρωκα τὸ εὐαγγέλιοντοῦ θεοῦ, φιλοτιμούμενο εὐαγγελίζε θαι οὐχ ὅπου ὠνομά θη Χρι τό , ἵνα μὴ ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομῶ. καὶ οὐ μόνον ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον κατεβάλλετο, ἀλλὰ καὶ ἀρχιτεκτονικὰ οἱονεὶ βιβλία ἔγραψεν, πῶς δεῖ τὸν ἀρχιτέκτονα οἰκοδομεῖν οἰκίαν, ὁποῖον δεῖ τὸν ἐπί κοπον εἶναι πρεσβυτέρους τε καὶ διακόνους καὶ τὸ ὑπόλοιπον τῆς ἐκκλησίας πλήρωμα· ταῦτα γὰρ πάντα οἱονεὶ νόμοι ἀρχιτεκτονικοὶ ἦσαν. Ἄλλος οὖν φησὶν ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. τοῦτο γὰρ κἀμοὶ λέγει, ἵνα μὴ ἀμεριμνῶν ἐποικοδομῶ, εἰδὼς ὅτι τὸ ἔργον ὃ ἐποικοδομῶ ὁποῖόν ἐστι τὸ πῦρ αὐτὸ δοκιμάσει ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. φρον τίζω δὲ μήποτε ἐποικοδομῶν ξύλα χόρτον καλάμην ἐποικοδομήσω. ἐὰν γὰρ προσαγάγω ψυχὰς ἀκρίτως τῇ ἐκκλησίᾳ φαύλας, προσήγαγον τῷ καλῷ θεμελίῳ Χριστῷ Ἰησοῦ ξύλα, ἄλλους χόρτον, καὶ ἄλλους καλάμην· ὥσπερ πάλιν ἐάν τινες διαλάμψωσιν ἐκ τῆς οἰκοδομῆς, καὶ τοσοῦτον διαλάμ ψωσιν ὥστε εὑρεθῆναί τινας ἀνάλογον τοῖς γεγραμμένοις περὶ τῆς Ἱερου σαλὴμ καὶ τοῦ ναοῦ λίθου ἐκλεκτοὺ καὶ λίθου κρυ τάλλου καὶ λίθους απφείρου καὶ λίθους ὅσους ὠνόμασεν ἐκεῖ, δῆλον ὅτι ἐπῳκοδόμησα τῷ θεμελίῳ λίθους τιμίους. καὶ ἐπειδὴ <δεῖ> τὸν ναὸν τοῦ θεοῦ καὶ τὴν οἰκοδομὴν καὶ χρυσίον ἔχειν ὥσπερ ὁ ναὸς ὃν Σολομὼν ᾠκοδόμησεν σύμβολον ναοῦ ἔχοντος χρυσὸν καὶ ἄργυρον πολύν, ἐὰν ἄλλος τις ἔλθῃ ἐποικοδομούμενος τιμιώτερος ἀργυρίου εὑρεθείη ἂν χρυσός. εὐλαβοῦμαι δὲ ἐγὼ μή ποτε δι' ἐμοῦ ξύλον εἰσέλθῃ καὶ χόρτος καὶ καλάμη, καὶ ὁ ταλαίπωρο ἐγὼ (κἂν ἄλλως κριθῶ ἄξιος σωτηρίας· ἐπεὶ γέγραπται αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός) οὕτως σωθῶ ὡς αἴτιος γενόμενος, τῷ μὴ κεχωρηκέναι τὴν χάριν μηδὲ καλῶς ᾠκοδομηκέναι, τοῦ τὴν οἰκοδομὴν πεπληρωκέναι ξύλων, χόρτου, καλάμης, ὅπερ οὐ βούλεται ὁ λόγος τοῦ θεοῦ· τὸ γὰρ ἔργον ὁποῖόν ἐστιν ἑκάστου τὸ πῦρ δοκιμάσει. Θέλω δὲ καὶ ἄλλως ἀπογράψασθαι τὸ Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός καὶ τὰ ἑξῆς. ἐξ οὗ ὁ κύριός μου Ἰησοὺς Χριστὸς ἐπεδήμησεν, οὗτος θεμέλιος εἰς τὸν κόσμον κεκή ρυκται· καὶ τοῦτον τὸν θεμέλιον ἐν μὲν τῇ Ἰουδαίᾳ οἱ ἀπόστολοι ἔθηκαν, ἐν δὲ τοῖς ἔθνεσιν ὁ ἀπό τολο τῶν ἐθνῶν καὶ ὁ συνεργὸς αὐτοῦ Βαρνάβας· δεξιὰ γὰρ ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνία , ἵνα ἡμεῖ εἰ τὰ ἔθνη αὐτοὶ δὲ εἰ τὴν περιτομήν. κηρυχθέντος τοίνυν Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ λόγου, καὶ τοῦ θεμελίου τούτου καταβληθέντος, οὐδεὶς δύναται ἄλλον θεμέλιον θεῖναι παρὰ Ἰησοῦν Χριστόν· οἱ δὲ ἐποικοδομοῦντες, εἰ μὲν ὀρθοδοξοῦσι διὰ τῶν ἀϊδίων δογμάτων καὶ τῶν θείων νοημάτων καὶ τῶν καλῶν λόγων καὶ τῶν ἱερῶν πρά ξεων, ἐποικοδομοῦσι τῷ θεμελίῳ χρυσὸν ἄργυρον λίθον τίμιον. χρυσὸς γὰρ πολλάκις τετήρηται, ἀντὶ νοῦ λαμβανόμενος καὶ νοημάτων· εἰ λέγω καλῶς, ἐποικοδομῶ ἄργυρον· εἰ διηγοῦμαι δεόντως καὶ εἰς πολιτείαν προτρέπω καλῶς τοὺς ἀκροατάς, λίθους τιμίους ἐποικοδομῶ. ὅσοι μέντοι γε τῶν διδασκόντων Ἰησοῦν Χριστὸν ἐσφάλησαν τῆς ἀληθείας, ἐπῳκοδόμησαν τῷ θεμελίῳ ξύλα χόρτον καλάμην· καὶ εἴποιμι ἂν ὅτι οἱ ἀπὸ τῶν αἱρέσεων πάντες οἱ μὲν βλασφημότεροι ξύλα, οἱ δὲ ἔλαττον ἁμαρτήσαντες ἐν τῇ διδασκαλίᾳ χόρτον, οἱ δὲ ἰσχνά τινα καὶ ἵν' οὕτως ὀνομάσω ἐλάττονα καλάμην. Φέρε δὲ καὶ κατὰ τὸ ῥητὸν ἴδωμεν. τοῦτο τὸ λεχθησόμενον ἑνὸς ἑκάστου ἡμῶν ἅπτεται· ἕκαστος ἡμῶν παραδεξάμενος τὸν λόγον τοῦ εὐαγγελίου, παρε δέξατο Ἰησοῦν Χριστὸν θεμέλιον, ἵν' ἐν πᾶσιν οἷς πράττει καὶ λέγει καὶ διανοεῖται ἐποικοδομῇ τούτῳ τῷ θεμελίῳ. εἰ μὲν οὖν καλὰ νοοῦμεν καὶ διανοούμεθα, ἐποικοδομοῦμεν χρυσόν· εἰ ἁγνῶς λέγοντες πάντα λόγον λεγό μενον ἁγίως λέγομεν, ἐποικοδομοῦμεν ὡς ἀργύριον· εἰ πᾶσα πρᾶξις ἣν πράτ τομεν καλή ἐστιν, ἐποικοδομοῦμεν ὡς λίθον τίμιον, τὴν δὲ τιμὴν τῶν λίθων καὶ τὴν ποιότητα ὁ θεὸς κρίνει. εἰ μέντοιγε ἁμαρτάνω μετὰ τὸν θεμέλιον, τὰ μὲν μεγάλα μοι τῶν ἁμαρτημάτων ξύλα ἔσται, τὰ δὲ ὑποδεέστερα χόρτος, τὰ δὲ ἔτι ὑποδεέστερα καλάμη. καὶ ζητῶ μήποτε † αἱ μὲν ῥίζαι † καὶ τὰ νοήματα, ὅτ' ἂν ᾖ ἐσφαλμένα, ξύλα ἐστί· πηγὴ γάρ ἐστι τῶν κακῶν τὰ νοήματα· οἱ δὲ λόγοι χόρτος, ἡ δὲ πρᾶξις καλάμη· ὑποδεεστέρα γάρ ἐστιν ἡ ἀξία τῆς πράξεως παρὰ τὸν λογισμόν· ὁ φυτεύων δὲ καὶ ὁ
Fragmenta ex commentariis in epistulam i ad Corinthios Unit 3 opening§u03-open
u03-openUnit 3.
Lemma-led open — ποτίζων ἕν εἰσιν. – οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστὲ καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; εἴ
Greek · §u03-open
ποτίζων ἕν εἰσιν. 16 iii 16–20 [οὐκ οἴδατε ὅτι ναὸς θεοῦ ἐστὲ καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ ἅγιός ἐστιν· οἵτινές ἐστε ὑμεῖς. μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ ἐστί· γέγραπται γάρ Ὁ δρα όμενο τοὺ οφοὺ ἐν τῇ πανουργίᾳ αὐτῶν· καὶ πάλιν Κύριο γινώ κει τοὺ διαλογι μοὺ τῶν σοφῶν ὅτι εἰ ὶ μάταιοι.] [Ὠριγένους] Εἰ θέλεις ἀληθινὸν ναὸν τοῦ θεοῦ μαθεῖν, ζήτει λίθου ζῶντα καὶ καθαροὺς λελατομημένους, ὑπὸ τοῦ λόγου βεβληκότας, καὶ ἑστῶτας τετραγώνους, μηδὲν ἔχοντας ἄστατον μηδὲ κυλιόμενον· εἰ γὰρ καὶ λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆ γῆ , ἀλλ' οἱ λατόμοι οὐκ ἐῶσιν αὐτοὺς μέχρι τέλους κυλίεσθαι. ὑμεῖς οὖν ὡ λίθοι ζῶντε οἰκοδομεῖ θε οἶκο πνευματικὸ εἰ ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰ θυ ία εὐπρο δέκτου θεῷ διὰ Ἰησοῦ Χριστοῦ. καὶ παρὰ τῷ ἀποστόλῳ δὲ λέγεται ὅτι ἐ μὲν ναὸ οἱ πάντες εἷς, ἑκάστου ἡμῶν λίθου τινὸς ὄντος ἀπὸ τοῦ ναοῦ. φησὶ δὲ οὕτως ἐν τῇ πρὸς Ἐφεσίους Ἄρα οὐκ ἐ τὲ ξένοι καὶ πάροικοι ἀλλὰ υμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ· ἐποικοδομηθέντε ἐπὶ τῷ θεμελίῳ τῶν ἀπο τόλων καὶ τῶν προφητῶν, ὄντο ἀκρογωνιαίου αὐτοῦ Ἰη οῦ Χρι τοῦ· ἐν ᾧ πᾶ α οἰκοδομὴ υναρμολογουμένη αὔξει εἰ ναὸν ἅγιον ἐν κυρίῳ· ἐν ᾧ καὶ ὑμεῖ υνοικοδομεῖ θε εἰ κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι. ∆εῖ οὖν μηδένα λίθον ἀνάρμοστον εἶναι τῇ οἰκοδομῇ· ἐὰν γὰρ δύο φησὶ υμφωνή ω ιν ἐξ ὑμῶν ἐπὶ τῆ γῆ περὶ παντὸ πράγματο οὗ ἐὰν αἰτή ωνται, γενή εται αὐτοῖ παρὰ τοῦ πατρό μου τοῦ ἐν τοῖ οὐρανοῖ . πόσῳ οὖν πλέον, ἐὰν πάντες οἱ λίθοι συμφωνήσωσιν εἰς μίαν ἁρμονίαν καὶ γένηται πάντων ἡ καρδία καὶ ἡ ψυχὴ μία, ἡ εὐχὴ αὐτῶν δυνήσεται καὶ ἰσχύσει; καλὸν οὖν ἐστὶ τὸ αὐτὸ λέγειν πάντα ἡμᾶς ἵνα ὦμεν κατηρτι μένοι ἐν τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ· οὕτως γάρ ἐστε οἰκοδομὴ υναρμολογουμένη εἰ ναὸν ἅγιον ἐν κυρίῳ. ∆ύναται δὲ καὶ ἕκαστος ἡμῶν καθ' ἑαυτὸν εἶναι ναὸς ἑτέρῳ λόγῳ· εἰ γὰρ ναός ἐστιν ὁ ἔχων δόξαν θεοῦ, πᾶς ὁ ἔχων ἐν ἑαυτῷ δόξαν θεοῦ ναός ἐστι κατὰ τοῦτο τοῦ θεοῦ. δόξαν δὲ ἔχει πλείονα ἢ ἐλάττονα ὁ ποιῶν δοξάζε θαι τὸ ὄνομα τοῦ ἐν τοῖ οὐρανοῖ πατρὸ διὰ τὰς πράξεις αὐτοῦ· διὸ γέγραπται τοὺ δοξά ζοντά με δοξά ω. τότε οὖν μάλιστα ἐσόμεθα ναὸς θεοῦ, ἐὰν χωρητικοὺς ἑαυτοὺς κατα σκευάσωμεν τοῦ πνεύματος τοῦ θεοῦ. οὐ δύναται μέντοι γε ἔχων τις πνεῦμα ἁμαρτίας τινὸς εἶναι ναὸς θεοῦ, ἐπειδήπερ τὸ πνεῦμα τοῦ θεοῦ μόνον οἰκεῖ ἐν ᾧ κρίνει κατοικεῖν. εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός. Τὸ ὅσον ἐφ' ἑαυτῷ ἕκαστος, κἂν λίθος ᾖ, φθείρει τὸν ναὸν τοῦ θεοῦ ἁμαρτήσας, καὶ ὁ σκάνδαλον δέ τι παρέχων τῇ ἐκκλησίᾳ φθείρει τὸν ναὸν τοῦ θεοῦ. κυριώτερον δὲ φθείρει τὸν ναὸν τοῦ θεοῦ ὁ πορνεύων, ἐπειδήπερ τὰ ώματα ὑμῶν ναὸ τοῦ ἐν ὑμῖν ἁγίου πνεύματό ἐ τιν οὗ ἔχετε ἀπὸ τοῦ θεοῦ. λέγε ται οὖν ἄφθορος ὁ καθαρός, ἐφθαρμένη δὲ ἡ μηκέτι παρθένος, ὡς δὴ τοῦ ἔργου τούτου μόνου φθείροντος. εἴπερ οὖν τοῦτο ἔργον φθορᾶς ἐστιν, τοῦτο μάλιστα φυλαξώμεθα. ἐπεὶ καὶ ὁ κύριος μετὰ πάντων τῶν ἀγαπώντων τὸν θεὸν ἐστὶν ἐν ἀφθαρ ίᾳ. καὶ ταῦτα μὲν ἰδίαν ἔσχεν περιγραφήν· ἐπειδὴ δὲ Κορίνθιοι μέγα ἐφρόνουν ἐπὶ τῇ τοῦ κόσμου σοφίᾳ, διὰ τοῦτο φησὶ πρὸς αὐτούς Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν (οὐχὶ εἴ τις σοφός ἐστιν ἀλλὰ δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν), ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω· οὐκ εἶπεν ἁπλῶς μωρός, ἀλλ' ἐν τῷ αἰῶνι τούτῳ, ὡς γὰρ πρὸς τὸν αἰῶνα τοῦτον μωροὺς ἡμᾶς λέγουσιν. μωρὸς οὖν γενέσθω ἐν τῷ αἰῶνι τούτῳ, ἵν' ἐκ τοῦ τῷ αἰῶνι τούτῳ μωρὸς γεγονέναι γένηται ἀληθῶς σοφός· ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ θεῷ ἐστίν. πῶς γὰρ οὐ μωρὸς ὁ μὴ λέγων μὴ εἶναι πρόνοιαν ἢ ἐξ ἀτόμων καὶ κενοῦ τὰ
Unit 3 rem early§u03-rem-early
u03-rem-earlyRem early: Unit 3; Pauline lemma and Origen’s theoria.
Greek · §u03-rem-early
πάντα συνεστη κέναι ἢ τὴν ἡδονὴν τέλος εἶναι τῶν ἀγαθῶν, καὶ τἆλλα λέγων ὅσα τῆς ἔξω καὶ δοκούσης σοφίας ὕθλοι καὶ λῆροι τυγχάνουσιν· οὗτος γὰρ ἀληθῶς μωρός ἐστιν καὶ ταῦτα τὰ δόγματα μωρία εἰσίν. καὶ ἁπαξαπλῶς πᾶσαν Ἑλληνικὴν καὶ βαρβαρικὴν ἐξετάζων φιλοσοφίαν ἐρεῖς ὅτι ἐν οἷς διαφωνεῖ πρὸς τὴν Χριστοῦ διδασκαλίαν μωρία ἐστίν. γέγραπται γὰρ Ὁ δρα όμενο τοὺ οφοὺ ἐν τῇ πανουργίᾳ αὐτῶν. Ἐγὼ φημὶ οὐ μέγα πρᾶγμα εἶναι ἐὰν ὁ θεὸς ὡς θεὸς δράξηται τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, <ἀλλ'> ἐν Παύλῳ τῷ λέγοντι ἐν αρκὶ γὰρ ζῶντες οὐ κατὰ άρκα τρατευόμεθα· τὰ γὰρ ὅπλα τῆ τρατεία ἡμῶν οὐ αρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸ καθαίρε ιν ὀχυρωμάτων· λογι μοὺ καθαιροῦντε καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆ γνώ εω τοῦ θεοῦ. ἵνα δὲ τοῦτο σαφέστερον νοήσῃς, ἴδε μοι τὸν Παῦλον ἐπιδημήσαντα ταῖς Ἀθήναις καὶ ζητοῦντα πρὸ τοὺ παρατυγχάνοντα ὥστε καί τινας τῶν Ἐπικουρείων καὶ Στωικῶν φιλο όφων συμβα λεῖν αὐτῷ, τότε γὰρ τῇ χάριτι τοῦ Χριστοῦ περιεδράσσετο αὐτῶν καὶ ἐδείκνυεν αὐτῶν τὰ σοφίσματα· ἐνταῦθα δὲ τοὺς σοφοὺς ὠνομάσθαι νομίζω τοὺς σοφιστάς, ὅσοι σοφίσματα περιπεπλεγμένα λέγουσιν οὐκ ἀλήθειαν δὲ διδάσκουσιν. καὶ πάλιν Κύριο γινώ κει τοὺ διαλογι μοὺ τῶν σοφῶν ὅτι εἰ ὶ μάταιοι. Οὐ θαυμαστὸν ἐὰν ὁ Κύριος καθ' ἑαυτοῦ γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶ μάταιοι· ἀλλὰ θέλω ἐν ἐμοὶ γενόμενον τὸν Κύριον γινώσκειν τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶ μάταιοι. ἐὰν γὰρ γένηται ἐν ἐμοὶ Χρι τό , δύναταί μοι παραστῆσαι πῶς οἱ διαλογισμοὶ τῶν τοῦ κόσμου σοφῶν εἰσὶ μάταιοι καὶ πῶς λάμπει ἡ σοφία μόνη τοῦ θεοῦ νικῶσα καὶ καταπατοῦσα πᾶσαν δοκοῦ σαν σοφίαν. 17 iii 21–23 [ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν, εἴτε Παῦλος εἴτε Ἀπολλὼς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα· πάντα ὑμῶν ἐστιν, ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ.] [Ὠριγένους] Ὁ δυνάμενος ἀποτάξα θαι πᾶσιν ἀνθρώποις καὶ ὅλος γενέσθαι ἄξιος τῆς ἐν Χριστῷ καυχήσεως, οὗτος οὐκ ἐν ἀνθρώπῳ καυχᾶται. Πῶς δὲ ὁ θάνατος ἐμός ἐστιν; ἵνα ἀποθάνω τῇ ἁμαρτίᾳ· ἵνα εἴπω Εἰ καὶ υναπεθάνομεν, καὶ υζή ομεν. ὁ γὰρ ἄλλος θάνατος καθ' ὃν ἡ ψυχὴ ἡ ἁμαρτά νου α αὐτὴ ἀποθανεῖται οὐκ ἔστιν ἐμός. καὶ τὰ ἐνεστῶτα δὲ ἡμῶν ἐστιν· ὅτι συναγόμεθα ἐν τῷ ἐνεστῶτι αἰῶνι, ὅτι ἀκούομεν γραφῶν ἱερῶν, ὅτι εὐχόμεθα. τὰ δὲ μέλλοντα· ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρου καταρτηθή εται. καὶ οὐχ οἷόν τέ ἐστιν ἐπὶ τὰ μέλλοντα ἐλθεῖν ἐὰν μὴ πρῶτον γένηταί μοι τὰ ἐνεστῶτα. πάντα ὑμῶν· θαυμάζεταί τις λόγος παρ' Ἕλλησιν εἰρημένος τοιοῦτος· «Πάντα τοῦ σοφοῦ καὶ οὐδὲν τοῦ φαύλου·» ταῦτα δὲ ὁ λόγος τοῦ θεοῦ πρῶτος ἐδίδαξεν ὅτι Πάντα τοῦ ἁγίου ἐστίν. τοῦ οὖν πιστοῦ, φησίν, ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός· ὡς γὰρ λῃστὴς ἔχει ἃ ἔχει ὁ ἄπιστος· οὐ γὰρ εἰδὼς αὐτοῖς χρῆσθαι οὐδὲ τὸν κτίσαντα ταῦτα θεὸν οὐδὲ ἀκούων τοῦ λέγοντος Ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυ ίον, οὐχ ὡς αὐτοῦ ἐκεῖνα ἔχει. ἡμεῖς δὲ ὁρῶμεν ὅτι πάντα ἡμῶν ἐστιν· καὶ ἔστι τοῦ <πιστοῦ> ὅλος ὁ κόσμος τῶν χρημάτων τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. 18 iν 1–5 [οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονό μους μυστηρίων θεοῦ. ὃ δὲ λοιπὸν ζητεῖτε ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ. ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρω πίνης ἡμέρας· ἀλλ' οὐδὲ ἐμαυτὸν ἀνακρίνω· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν. ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ.] [Ὠριγένους] Ὁ μὴ διαβεβηκὼς τῷ λόγῳ περὶ τὴν κατάληψιν τῶν ἐγκεκρυμμένων ἐν τῇ γραφῇ μυστηρίων δύναται μὲν ὑπηρέτης εἶναι Χριστοῦ, οὐ δύναται δὲ οἰκονόμος εἶναι μυστηρίων θεοῦ· ὁ γὰρ οἰκονόμος ὢν ἔχει τὰ οἰκονομούμενα καὶ οἶδεν τὰ μυ τήρια τοῦ θεοῦ. μή ποτε οὖν ὁ μὲν ὑπηρέτης Χριστοῦ κατὰ τὴν κοινοτέ ραν νοεῖται διακονίαν προστάς, ὁ δὲ οἰκονόμος μυστηρίων θεοῦ κατὰ τὴν διοίκησιν τὴν περὶ τὰ γνωσθέντα μυστήρια, ἵνα μὴ παρα<ρ>ρίπτῃ ταῦτα ὡς ἔτυχεν μηδὲ ἀνεξετάστως αὐτὰ παραδιδῷ· ἀλλὰ προκαθάρας, προευτρεπίσας, προαποστήσας τοῦ κόσμου τὸν μέλλοντα ἀκούειν μαθημάτων ὑπερκοσμίων, τότε αὐτ<ὰ> λέγει. Ἡμεῖς, φησίν, ἐσμὲν ὑπηρέται Χριστοῦ· καὶ τὰ πλείονα μᾶλλον ὁ ἀπόστολος τῇ ὑπηρεσίᾳ τοῦ Χριστοῦ διηκονεῖτο ἤπερ τῇ οἰκονομίᾳ τῶν μυστηρίων
Unit 3 rem mid§u03-rem-mid
u03-rem-midRem mid: Unit 3; lemma continues; spiritual reading with the letter.
Greek · §u03-rem-mid
τοῦ θεοῦ· οἰκονομεῖ δὲ τὰ μυστήρια τοῦ θεοῦ φέρε εἰπεῖν πρὸς Λουκᾶν ἵνα γράψαι τὸ εὐαγγέλιον δυνηθῇ, πρὸς Τιμόθεον ἵνα ἄρξαι τῶν ἐν Ἐφέσῳ πλείονα παρειληφότων οἷός τε γένηται <καὶ> οἰκονομεῖν τὰ μυστήρια τοῦ θεοῦ. τολμῶ δὲ καὶ λέγω ὅτι ἐν Κορίνθῳ μὲν ὑπηρέτης γέγονε τοῦ Χριστοῦ, ἐν Ἐφέσῳ δὲ οἰκονόμος μυστηρίων θεοῦ. Μαθὼν δὲ ἀπὸ τῶν τοῦ Σωτῆρος λόγων ὁ Παῦλος τὸ Τί ἄρα ὁ πι τὸ καὶ φρόνιμο οἰκονόμο ὃν κατα τή ει ὁ κύριο ἐπὶ τῆ οἰκίας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ ιτομέτριον τοῖς συνδούλοις αὐτοῦ, φησὶν Ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ. οὔτε γὰρ ἀρκεῖ τὸ ἐγνωκέναι οὔτε δεῖ τὸν ἐγνωκότα ὡς ἔτυχεν λέγειν, ἀλλὰ νοοῦντα τὸ ἐν καιρῷ διδόναι τὸ ιτομέτριον τοῖς συνδούλοις αὐτοῦ βλέπειν τίς τῶν συνδούλων ὀφείλει λαβεῖν πλεῖον ιτομέτριον μυστηρίων θεοῦ ἢ ἔλαττον, καὶ πότε· ἐὰν γὰρ καλῶς τὴν οἰκονομίαν καὶ ἀμέμπτως διοικήσ<ῃ>, ποίαν ἔχει ἐπαγγελίαν; Ἐπὶ πᾶ ι φησὶ τοῖ ὑπάρχου ιν ὁ οἰκοδεσπότης κατα τή ει αὐτόν. εἰ δὲ Παῦλος φοβεῖται καὶ λέγει ταῦτα περὶ ἑαυτοῦ καὶ περὶ Κηφᾶ καὶ Ἀπολλώ, πόσῳ μᾶλλον τοὺς καθ' ἡμᾶς οἰκονό μους δεήσει φοβεῖσθαι ὅπως εὑρεθῶσι πιστοὶ οἰκονόμοι. Εἶτα περὶ ἑαυτοῦ φησὶν Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας. οἱ ἐν Κορίνθῳ ἀνέκρινον τὸ ὅσον ἐφ' ἑαυτοῖς, οὐκ ἀληθῶς ἀνακρίνοντες. ἀνακρίνοντος γὰρ ἦν τὸ λέγειν ὅτι Κρείττων ἐστὶν ὁ Παῦλος Κηφᾶ καὶ Ἀπολλώ, καὶ ἄλλου τὸ λέγειν Ὁ Πέτρος πολλῷ διαφέρει τοῦ Παύλου· ἐν γὰρ τῷ εὐαγγελίῳ Παῦλος οὐκ εἴρηται ἀπόστολος. φησὶν οὖν ὁ Παῦλος ὅτι Ἐμοὶ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ. συνῄδει ἑαυτῷ τὰ κάλλιστα καὶ ὅτι οὐχ ὑπέπιπτεν Κορινθίοις ὡς δυναμένοις αὐτὸν ἀνακρῖναι, ὁ γὰρ πνευματικὸ ἀνακρίνει τὰ πάντα αὐτὸ δὲ ὑπ' οὐδενὸ ἀνακρίνεται· ὥσπερ ἀλλαχοῦ φησι Γέγονα ἄφρων· ὑμεῖ με ἠναγκά ατε· τοιοῦ τόν τι καὶ ἐνθάδε νοήσας λέγει. ἔστι τις ἀνθρωπίνη ἡμέρα, καὶ ἔστι τις θεία ἡμέρα, περὶ ἧς γέγραπται μυρία ὅσα καὶ τὸ Ἰδοὺ ἡμέρα κυρίου ἀνίατο ἔρχεται. ἡ οὖν ἀνάκρισίς μου, φησίν, οὐ δύναται γενέσθαι ἐν ἀνθρωπίνῃ ἡμέρᾳ, οὐ χωρεῖ γὰρ ἀνθρωπίνη ἡμέρα τὴν ἀνάκρισίν μου· εἰ ἀνακρίνεσθαι μέλλω, ἐν τῇ τοῦ κυρίου ἡμέρᾳ ἀνακριθήσομαι. Εἶτα παραδοξότερόν τι ἑαυτῷ συνειδὼς λέγει Ἀλλ' οὐδὲ ἐμαυτὸν ἀνακρίνω· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα. πολὺ ἐνταῦθα τὸ συνειδὸς τοῦ ἀποστόλου φαίνεται καθαρὸν γεγονέναι, ὥστε αὐτὸν τολμῆσαι οὐ μόνον τοῖς τότε γράψαι ἀλλ' ἵνα καὶ αἱ μέχρι συντελείας γενεαὶ ἀναγινώσκωσι τὸ λεγόμενον. ἀληθὴς οὖν ὁ Παῦλος λέγων Μιμηταί μου γίνε θε καθὼ κἀγὼ χρι τοῦ· πῶς δὲ Χριστὸν ἐμιμή σατο Παῦλος, ἄκουε· Ἔρχεται ὁ ἄρχων τοῦ κό μου τούτου καὶ ἐν ἐμοὶ ἔχει οὐδέν· καὶ ὁ Παῦλος φησὶν Οὐδὲν ἐμαυτῷ σύνοιδα· καὶ οὐκ εἶπεν Οὐδὲν ἐμαυτῷ σύνοιδα ἔργον φαῦλον· εἰ γὰρ τοῦτο εἰρήκει, ἐδυνάμεθα λέγειν ὅτι τοῖς μὲν ἔργοις κεκάθαρται τοῖς δὲ λόγοις οὐδέπω· ἢ πάλιν, τούτοις μὲν κεκάθαρται ἡ δὲ καρδία αὐτοῦ ἡμάρτανεν. νῦν δὲ ἔοικεν εἰς ὑπερβολὴν συνειδέναι ἑαυτῷ καθαρότητα, οὐ πρώην ὅτε ἐδίωκεν ἢ ὅτε προσῆλθεν τῇ πίστει ἀλλὰ νῦν ὅτε ταῦτα ἔλεγεν. Εἶτα ἵνα μὴ δόξῃ ὑπὲρ ἄνθρωπον λελαληκέναι, ἐπιφέρει καὶ λέγει Ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι· ἐγὼ μὲν γάρ φησιν οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι. ἐνδέχεται γὰρ ἐμὲ μηδὲν ἐμαυτῷ συνειδέναι λανθάνειν δέ με ἡμαρτημένον τί μοι· πολλὰ γὰρ γίνεται ἐν τῇ ἀνθρωπίνῃ φύσει τοιαῦτα ὥστε ἁμαρτάνειν <οὐ> κατὰ τὸν λόγον, οὐ μετὰ τοῦ καταλαμ βάνειν ἢ κατὰ τὴν συγκατάθεσιν, οὐ μετὰ τοῦ θεωρεῖν ὅτι ἡμάρτομεν. ἐκεῖνος οὖν ὁ ἐν πᾶσι μηδὲν ἑαυτῷ συνειδὼς φησὶν Ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν. Ὡς γὰρ ὑπερβὰς τὴν ἀνάκρισιν τὴν ἀγγελικὴν καὶ τὴν τῶν ἄλλων δυνάμεων, τοῦτό φησιν Ἕως ἂν ἔλθῃ ὁ κύριος. ἐπεὶ οὖν κρίσις ἐπίκειται, καὶ ἀληθινή γε ἐστὶν ἐκείνη μόνη ἡ τοῦ κυρίου ἐπισταμένου καὶ τοὺς λογισμοὺς σταθμῆσαι καὶ ἐν ζυγῷ στῆσαι τοὺς λόγους καὶ ἐρευνῆσαι πάσας τὰς πράξεις καὶ ἐφ' ἑκάστῳ ἡμῶν τὸ δέον ἀποδοῦναι, διὰ τοῦτο κἂν καταγινώσκωμέν τινος μὴ κατακρίνωμεν· οὐ γὰρ ἴσμεν ᾧ μέτρῳ ἥμαρτεν, οὐδὲ οἴδαμεν οἵᾳ διαθέσει ἥμαρτεν καὶ εἰ ἔχει ἀντίρροπα χρηστὰ τῇ ἁμαρτίᾳ αὐτοῦ. ἐὰν γὰρ εὐλαβεῖς γενώμεθα, οὐ πρὸ καιροῦ τι κρινοῦμεν, ἀλλὰ πάντα ἀναθήσομεν τῇ κρίσει τοῦ θεοῦ διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐνθάδε μὲν λέγεται Μὴ πρὸ καιροῦ τι κρίνετε καὶ τὰ ἑξῆς· ἐν ἄλλῳ δὲ τόπῳ τῆς ἐπιστολῆς Οὐχὶ τοὺ ἔ ω ὑμεῖ κρίνετε, τοὺ δὲ ἔξω ὁ θεὸ κρίνει·
Unit 3 rem close§u03-rem-close
u03-rem-closeRem CLOSEOUT: Unit 3 CLOSEOUT.
Greek · §u03-rem-close
ἆρ' οὖν ἐναντιώματα ἔχουσιν αἱ γραφαί, καὶ δεῖ ἡμᾶς κρίνειν καὶ μὴ κρίνειν κατὰ τὸ αὐτὸ τῆς κρίσεως σημαινόμενον; ἐὰν μὴ τοὺ ἔ ω κρίνητε οἱ πεπιστευμένοι κρίνειν τοὺ ἔ ω, ἡ ἐκκλησία μέλλει ἀντὶ ἐκκλησίας θεοῦ γίνεσθαι υναγωγὴ πονηρευομένων· εἶτα τῶν ἔσω κρινομένων, πῶς ἀληθές ἐστι τὸ Μὴ κρίνετε ἵνα μὴ κριθῆτε. φαμὲν οὖν Οἱ πεπιστευμένοι κρίνειν τοὺς ἔσω οὐχ οὕτως εἰσὶν ἀνόητοι ὡς κρίνοντες τοὺς ἔσω λέγειν ὅτι Τὴν κρίσιν τοῦ θεοῦ κρίνομεν, ἀλλὰ πρὸς τὴν οἰκονομίαν τοῦ συμφέροντος τῇ ἐκκλησίᾳ τὴν κρίσιν ποιοῦνται. εἰ συμφέρει τόνδε ἀποσυνάγωγον εἶναι κρίναντες αὐτὸ ποιοῦσιν· καὶ πάλιν πρὸς τὸ συμφέρον παραστήσονται, οὐ τὴν τοῦ θεοῦ κρίνοντες κρίσιν ἀλλὰ τὴν δεδομένην αὐτοῖς· τὴν γὰρ κρίσιν ἣν ὁ θεὸς κρινεῖ ἐν Χριστῷ ἀμήχανόν ἐστι κρίνειν ἡμᾶς· οὔτε γὰρ καρδίας ἐρευνῶμεν οὔτε οἴδαμεν οἷς λογι σμοῖς τὰ πεπραγμένα ἑκάστῳ πέπρακται. τὰ κρυπτὰ γὰρ κυρίῳ τῷ θεῷ παρα χωροῦσιν οἱ κριταὶ οἱ κατὰ τὸ εὐαγγέλιον, τὰ δὲ φανερά, ὡς εἴρηται, ὑμῖν καὶ τοῖ τέκνοι ὑμῶν· ὅσα ἔφθασεν εἰς αὐτοὺς καὶ γνωστά ἐστιν ἐν αὐτοῖς, ταῦτα κρίνουσιν. μηδέποτε οὖν τὴν κρίσιν τοῦ θεοῦ προλαβόντες λέγωμεν Ὁ δεῖνα ἀπόλλυται, ἢ μακαρίζοντες λέγωμεν Ὁ δεῖνα σώζεται· οὐδὲ γὰρ ἀντιμετρεῖν καὶ ἀντεξετάζειν ἴσμεν τὰς πράξεις ταῖς πράξεσιν ἢ λογισμοὺς ἢ ἐνθυμήματα. Μὴ πρὸ καιροῦ οὖν τι κρίνετε ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. ∆ύο δὲ λεγομένων πραγμάτων ὀφείλει τις εἶναι τούτων διαφορά· ἃ μὲν γὰρ ὠνόμασε κρυπτὰ σκότους, ἃ δὲ βουλὰς καρδιῶν. ὅρα οὖν μὴ τὰ ἁμαρτή ματα ἡμῶν κρυπτὰ σκότους ἐστίν, τὰ δὲ ἀνδραγαθήματα βουλαὶ τῶν καρδιῶν· ὅσα γὰρ καλῶς πράττομεν μετὰ βουλῆς πράττομεν, ὅσα δὲ ἁμαρτάνομεν ἐν σκότῳ ὄντες ἁμαρτάνομεν. ἐπειδὴ τοίνυν τινὲς ἢ ταῦτα ἔχουσιν ἢ ἐκεῖνα, ταῦτα δὲ ἄνθρωπος οὐκ οἶδεν, μὴ πρὸ καιροῦ τι κρίνωμεν ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ ἀποκαλύψει τὰς βουλὰς τῶν καρδιῶν· δεῖ γὰρ τοὺ πάντα ἡμᾶ φανερωθῆναι ἔμπρο θεν τοῦ βήματο τοῦ Χριτοῦ, ἵνα κομί ηται ἕκα το τὰ διὰ τοῦ ώματο πρὸ ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον. εὗρον εὐαγγελικὸν ῥητὸν παραπλησίως τούτῳ διηγήσασθαι· Οὐδὲν κρυπτὸν ὃ οὐ φανερωθή εται καὶ κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθή εται· ὁρᾷς τὸν Σωτῆρα διδόντα διαφορὰν κρυπτῶν φανερουμένων καὶ κεκαλυμμένων ἀποκαλυπτομένων. τίνα οὖν ἐστὶ τὰ κρυπτὰ καὶ φανερούμενα ἢ τὰ καλά; καὶ τίνα τὰ κεκαλυμμένα καὶ ἀποκαλυπτόμενα ἄλλ' ἢ τὰ κακά; Εἴποι τις ἂν τῶν πάντα ἐρευνώντων ∆ιὰ τί οὐκ εἶπεν Καὶ τότε ὁ ἔπαινος γενήσεται ἢ ὁ ψόγος ἑκάστῳ ἀπὸ τοῦ θεοῦ, ἀλλὰ μόνον ὁ ἔπαινος. ὁ μὲν οὖν τις οὕτω διηγήσεται ὅτι τὸ εὐφημότερον προσῆψεν τῷ θεῷ, παρασιωπήσας τὸ λοιπὸν ὡς οὐχ ἁρμόζον αὐτῷ· ἐγὼ δὲ τολμήσω καὶ εἴποιμ' ἂν ὅτι τὰ μὲν ἀγαθὰ ἐπαινεῖ καὶ ἀποδέχεται ὁ θεός, τὰ δὲ κακὰ ἡμῶν ὁ τῶν κακῶν πατὴρ ὁ διάβολος· καὶ ὁ μὲν ἔπαινος ἀπὸ τοῦ θεοῦ τοῖς ἁγίοις, ὁ δὲ ψόγος τοῖς ἄξια ψόγου πεποιηκόσιν ἀπὸ τοῦ διαβόλου γίνεται. διὰ τοῦτο λέγεταί σοι παρὰ τῷ ἀποστόλῳ, ἵνα ὁ ἐξ ἐναντία ἐντραπῇ μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον. 19 iv 6–8 [ταῦτα δὲ ἀδελφοὶ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι' ὑμᾶς ἵνα ἐν ἡμῖν μάθητε τὸ Μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς [μὴ] φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; ἤδη κεκορεσμένοι ἐστέ; ἤδη ἐπλουτήσατε; χωρὶς ἡμῶν ἐβασιλεύσατε; καὶ ὄφελόν γε ἐβασι λεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν.] [Ὠριγένους] Γέγραπται ταῦτα, φησίν, ἐν μετασχηματισμῷ τῷ κατὰ τὰ τότε πράγματα, οὐχ ἵνα περὶ Παύλου καὶ Ἀπολλὼ ταῦτα γινώσκωμεν μόνον, ἀλλ' ἵνα καθ' ἑκάστην γενεὰν τὰ γινόμενα ἀνάλογον τούτοις προσορῶντες ὀρθῶς προσέχωμεν μήποτε καὶ αὐτοὶ ἐμπέσωμεν εἰς τὰ τοιαῦτα καὶ ὡς ἐν θεάτροις τοῖς διασχιζομένοις περὶ τὰ ἀκροάματα διασχιζώμεθα περὶ τοὺς διδασκάλους. Ἀλλ' ἴδωμεν τὸ Ἵνα ἐν ἡμῖν μάθητε τὸ Μὴ ὑπὲρ ὃ γέγραπται. ἐάν τις ἕξιν ἔχων ὑποδεεστέραν πρὶν πληρῶσαι τὰ γεγραμμένα θέλει ἀναβῆναι εἰς τὰ ὑπὲρ ἃ γέγραπται, οὐδὲ νοήσει ἃ γέγραπται. ὥσπερ γὰρ κλίμακα οὐχ οἷόν τέ ἐστιν ἀναβῆναί τινα μὴ ὁδῷ ἀναβαίνοντα ἀπὸ τῶν κατωτέρω κατὰ τὸ δυνατόν, τὸν αὐτὸν τρόπον ἐπὶ τῶν μαθημάτων τῶν θείων. τοῦτο μὴ καλῶς νοήσαντες οἱ ἀπὸ τῶν αἱρέσεων
Fragmenta ex commentariis in epistulam i ad Corinthios Unit 4 opening§u04-open
u04-openUnit 4.
Lemma-led open — ἐπαγγέλλονται παραδόσεις καὶ λέγουσιν Αὗται ὑπὲρ τὰ γεγραμμένα εἰσίν· ταύτας γὰρ παρέδωκεν
Greek · §u04-open
ἐπαγγέλλονται παραδόσεις καὶ λέγουσιν Αὗται ὑπὲρ τὰ γεγραμμένα εἰσίν· ταύτας γὰρ παρέδωκεν ὁ Σωτὴρ ἡμῶν τοῖς ἀποστόλοις ἐν ἀπορρήτῳ, καὶ οἱ ἀπόστολοι τῷ δεῖνι ἢ τῷ δεῖνι· καὶ οὕτως διὰ ταύτης τῆ μυθολογία ἐξαπατῶ ι τὰ καρδία τῶν ἀκάκων. οἱ δὲ λοιποὶ φασὶν Γέγραπται Τί βλέπει τὸ κάρφο τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ ου τὴν δὲ ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ κατανοεῖ · καὶ Μὴ κρίνετε ἵνα μὴ κριθῆτε. εἰ γάρ ἐσμεν ἓν καὶ συνδεδέμεθα ἀλλήλοις, ἐπανίστασθαι ἀλλήλοις οὐ χρή. Ὁ ταπεινῶν γὰρ ἑαυτὸν ὑψωθή εται καὶ Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτο ἔστω πάντων ἔ χατο καὶ Ἕκα το ἐν ᾧ ἐκλήθη ἐν τούτῳ μενέτω. Ταῦτά ἐστι καὶ τὰ τοιαῦτα ἃ γέγραπται, ἕνα ὑπὲρ τοῦ ἑνὸς μὴ φυσιοῦ σθαι κατὰ τοῦ ἑτέρου· οἱ γὰρ ἑαυτοὺς διανείμαντες, καὶ οἱ μὲν ἐκ τούτου οἱ δὲ ἐξ ἐκείνου καλεῖσθαι βουληθέντες, ἀλλήλοις διεμάχοντο, τοὺς σφετέρους ἕκαστοι διδασκάλους ὑπερτιθέναι τῶν ἄλλων φιλονεικοῦντες, εἶτα πρὸς αὐτοὺς λοιπὸν τοὺς διδασκάλους. Τίς γάρ σε διακρίνει; τίς σε μέρους ἐχειροτόνησεν; διὰ τί μὴ πάντων διδάσκαλος ὁμοίως καλῇ; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; ἐπὶ τίνι δὲ μέγα φρονεῖς; ἐπ' εὐγλωττίᾳ; ἀλλ' ὁ θεός σοι ταύτην κεχάρισται. ἀλλ' ἐπὶ γνώσει; καὶ τοῦτο θεῖον τὸ δῶρον. ἀλλ' ἐπὶ θαυματουργίαις; καὶ ταύτῃ τοῦ πνεύματος ἡ ἐνέργεια. εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; οὐδεὶς ἐπ' ἀλλοτρίαις παρακαταθήκαις μέγα φρονεῖ, ἐπαγρυπνεῖ δὲ ταύταις ἵνα φυλάξῃ τῷ δεδωκότι. ∆εήσει ἀπὸ τῶν γραφῶν συνάγειν τί σημαίνει τὸ διακρίνειν, ἵν' οὕτως ἐφαρμόσωμεν τοῖς νῦν λεγομένοις. Ὁ θεὸ ἔ τη φησὶν ἐν υναγωγῇ θεῶν, ἐν μέ ῳ δὲ θεοὺ διακρινεῖ· ἐν τούτῳ φαίνεται ἔργον θεοῦ τὸ διακρίνειν· ἄλλου γὰρ ὄντος τοῦ κρίνειν, ὅπερ συμβαίνει περὶ τοὺς ἀξίους κρίσεως, ἀγαθόν ἐστι τὸ ἐν υναγωγῇ θεῶν εὑρεθῆναι θεόν, ἵνα μηκέτι κριθῇ τις ἀλλὰ διακριθῇ καὶ οἱονεὶ τάξιν πιστευθῇ μίαν τινὰ ὧν πιστεύονται οἱ ἐν υναγωγῇ θεοί. ἀλλὰ καὶ ἐν τῷ Προφῆται δύο ἢ τρεῖ λαλείτω αν καὶ οἱ ἄλλοι διακρινέτω αν ἔοικεν τὸ δια κρίνειν ἐκεῖ ἐπὶ τοῦ διαρθροῦν λαμβάνειν οἱονεὶ Τρανούτωσαν τὰ λεγόμενα καὶ διακρινέτωσαν καὶ νοείτωσαν. ἐν δὲ τῷ Ὁ διακρινόμενο ἐὰν φάγῃ κατακέκριται ὅτι οὐκ ἐκ πί τεω , τὸ διακρινόμενο φαίνεται ὅτι ἐπὶ ψόγου λέλεκται. καὶ πάλιν Προ λαμβάνε θε ἀλλήλους, μὴ εἰ διακρί ει διαλογι μῶν ἁμαρτάνοντες· εὑρέθη τοίνυν ἀπὸ τῆς γραφῆς ἡ λέξις ὅτε μὲν ἐπὶ τῶν κρειττόνων τεταγμένη ὅτε δὲ ἐπὶ τῶν ἐναντίων. ἐνθάδε οὖν λέγεται τὸ διακρίνειν ἀντὶ τοῦ Σὲ μὲν οὐδεὶς διακρίνει τῶν ἐν Κορίνθῳ οὐδὲ κρίνει· σὺ δὲ διακρίνεις οἰκονόμου μυ τηρίων θεοῦ, καὶ λέγεις Ἐγώ εἰμι Παύλου καὶ φάσκεις Ἐγὼ Κηφᾶ ἢ φῂς Ἐγώ εἰμι Ἀπολλώ. θεοῦ ἔργον ἐστὶ τὸ διακρίνειν τοὺς ἀποστόλους, οὐ σόν. ὥσπερ οὖν οὐ χρή σε κρίνειν, οὐδὲ διακρίνειν τοὺς ὑπηρέτα τοῦ εὐαγγελίου· ἐν τῇ γὰρ διακρίσει ᾗ διακρίνεις τοὺς ἀποστόλους αὐτὸς σαυτὸν διακρίνεις καὶ χωρίζεις ἁμαρτάνων. Χριστὸς γὰρ ἦλθεν τὰ διακεκριμένα ἑνῶσαι, ἵνα μηκέτι ἦμεν δivρημένοι. ἐὰν τελειωθῶμεν ὥστε τὴν άρκα μηκέτι ἐπιθυμεῖν κατὰ τοῦ πνεύματο τὸ δὲ πνεῦμα κατὰ τῆ αρκό , τῷ νενεκρῶ θαι τὰ μέλη τὰ ἐπὶ τῆ γῆ , οὐκέτι ἐσόμεθα ἐν διακρίσει ἀλλ' οἱονεὶ ἐν συγκράσει καὶ τῇ ἐπὶ τὸ αὐτὸ συναγωγῇ ἡμῶν. Νοείσθω δὲ καὶ ἁπλούστερον ἐπὶ διαφόρων σχισμάτων. Ἴδωμεν δὲ καὶ τὸ Τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; ἀμφίβολος γὰρ ἡ λέξις· δύναται γὰρ νοεῖσθαι ὅτι πᾶν κτῆμα ὃ ἔχομεν λαβόντες ἀπὸ θεοῦ ἔχομεν, καὶ πάλιν Τί προσποιῇ ἔχειν ὃ μὴ ἔλαβες; οἷον ἐάν τις μὴ λαβὼν χάρισμα ἄνωθεν παρὰ θεοῦ προσποιῆται ἐν χαρίσματι εἶναι, λέγεται πρὸς τὸν τοιοῦ τον μὴ λαβόντα Τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; ἤδη κεκορεσμένοι ἐστέ; ἤδη ἐπλουτήσατε; χωρὶς ἡμῶν ἐβασιλεύσατε; Ὁ πεινῶν καὶ διψῶν τὴν δικαιο ύνην <τὴν> τῶν λογίων τῆς ἀληθείας οὐκ ἀρκεῖται ἑνὶ
Unit 4 rem early§u04-rem-early
u04-rem-earlyRem early: Unit 4; Pauline lemma and Origen’s theoria.
Greek · §u04-rem-early
διδασκάλῳ, ἀλλ' ἐὰν εὕρῃ δεύτερον συγχρῆται καὶ τούτῳ, ἀκορέστως γὰρ ἔχει τῶν καλῶν· ἐὰν καὶ τρίτου εὐπορήσῃ, γίνεται καὶ παρὰ τὸν τρίτον· οὐκ ἀποδιελὼν ἑαυτῷ ἕνα λέγει Ἐγώ εἰμι Παύλου ἢ Κηφᾶ ἢ Ἀπολλώ. ἐπεὶ οὖν ἐμφαίνει τὸ κεκορέσθαι τόν, πλειόνων <ὄν>των διδασκάλων καὶ Παύλου διδάσκοντος καὶ Κηφᾶ καὶ Ἀπολλώ, ἑνὶ προσκλινό μενον μὴ ὠφελεῖσθαι ἀπὸ πάντων, διὰ τοῦτο λέγει Κορινθίοις Ἤδη κεκορε σμένοι ἐστέ; ἀκόλουθον δὲ τούτῳ τὸ Ἤδη ἐπλουτήσατε; οἷον Συνηγάγετε τὸν πλοῦτον τὸν ἀπὸ τῶν μαθημάτων τῶν ἀπὸ Παύλου καὶ οὐκέτι χρῄζετε τῶν <ἀπ'> Ἀπολλὼ ἢ τῶν ἀπὸ Κηφᾶ; ἢ πάντων καταφρονεῖτε, ὡς ἐμπεφορημένοι καὶ πλουτοῦντες ἐν παντὶ λόγῳ καὶ πά ῃ γνώ ει· ἀκολούθως δὲ καὶ τὸ Χωρὶς ἡμῶν ἐβασιλεύσατε; ἐμὲ γὰρ τὸ ὅσον ἐφ' ὑμῖν ἀπεχωρίσατε τῆς βασιλείας καὶ ἑαυτοὺς δέ, ἀπὸ τῶν λοιπῶν ἑνί τινι προσκλιθέντες· καὶ οὐ λέγει χωρὶς ἐμοῦ ἀλλ' ἡμῶν, ἵνα ἐμπεριλάβῃ καὶ κοινὸν αὐτὸ ποιήσῃ· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Ἅμα δὲ τάχα καὶ μυστήριόν τι ὑποβάλλει κατὰ τὸν τόπον. οἱ γὰρ ὑποδεέστεροι τάχιον ἐν τῇ ἐπαγγελίᾳ γίνονται, οἱ δὲ τελειότεροι βράδιον ἀπολαμβάνουσι τὰς ἐπαγγελίας· καὶ τοῦτο ἀπὸ γραφῆς δείξω· οἱ ὑπὸ τῷ Μωσῆ κληρο δοτούμενοι πρῶτοι εἰλήφασι τὴν ἐπαγγελίαν, οἱ δὲ ὑπὸ τῷ Ἰησοῦ κληροδοτού μενοι ὕστερον εἰλήφασιν· ἀλλὰ καὶ περὶ πάντων τῶν δικαίων λέγεται τὸ Οὗτοι πάντε μαρτυρηθέντε διὰ τῆ πί τεω οὐκ ἐκομί αντο τὴν ἐπαγγελίαν, τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶ ἡμῶν τελειωθῶ ιν. διὰ τοῦτο φησὶν χωρὶς ἡμῶν ἐβασιλεύσατε; καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. ὅταν γὰρ ὑμεῖς οἱ μαθηταὶ καὶ ἀκροαταὶ βασιλεύσητε, τότε ἀναγκαῖόν ἐστι καὶ ἡμᾶς καταντῆσαι ἐπὶ τὴν τοῦ θεοῦ καὶ κυρίου Ἰησοῦ τελείαν βασιλείαν. 20 iv 9–10 [δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους. ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.] [Ὠριγένους] Ὅσῳ τις ἐπιδικάζεται τῶν ἀληθινῶν καὶ ἐπουρανίων πρωτείων, τοσούτῳ ἀπὸ τῆς ταπεινοφροσύνης ἔσχατος γίνεται πάντων ἀνθρώπων· οἶμαι καὶ τοιοῦτόν τι τὸν ἀπόστολον νενοηκότα εἰρηκέναι Ἐμοὶ τῷ ἐλαχι τοτέρῳ πάντων ἁ<γί>ων ἐδόθη ἡ χάρι αὕτη. οὐχ ὅτι κατὰ τὸν ἁγιασμὸν ἐλάττων ἦν πάντων ἁγίων· τοῦτο γὰρ οὔτε ἐφρόνει οὔτε εἰ ἔλεγεν ἠλήθευεν· ἀλλ' ἐπὶ πάντων τῶν πιστευόντων ταπεινότερον ἑαυτὸν ἐποίει, γενόμενος ἤπιο ἐν μέ ῳ πάντων, ὡ ἐὰν τροφὸ θάλπῃ τὰ ἑαυτῆ τέκνα. ἐπεὶ οὖν ἐπετήδευον οἱ ἀπόστολοι ἔσχατοι εἶναι τῇ ἑαυτῶν προαιρέσει, παντὶ δὲ ἐπιτηδεύματι καλῷ, ἐὰν μὴ μαρτυρήσῃ ὁ θεὸς καὶ πληρώσῃ τὸ βούλημα τοῦ ἐπιτηδεύοντος, οὐκ ἀκολουθεῖ τὸ ἀγαθὸν τέλος διὰ τοῦ ἐπιτηδεύοντος· διὰ τοῦτο τυχὸν εἴρηκεν ὁ ἀπόστολος ∆οκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· εἰ γὰρ καὶ ἐγώ, φησίν, πεποίηκα καὶ οἱ ἀπόστολοι ἵνα ἔσχατοι γινώμεθα, ἀλλ' ἀποδείξεως ἐδεόμεθα καὶ τῆς ἀπὸ θεοῦ χάριτος ἵνα τελειωθῶμεν ἐν τῷ ἔσχατοι εἶναι τῷ κόσμῳ. τὸ δὲ ∆οκῶ ὥσπερ ἀλλαχοῦ εἶπεν ∆οκῶ δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν. Ἁρμόζον δὲ καὶ τοῖς ἀπὸ θεοῦ ἀποδεδειγμένοις ἐσχάτοις τὸ γενέσθαι πρώτοις παρὰ τῷ θεῷ· ἀληθὲς γὰρ ὅτι οἱ ἔ χατοι γίνονται πρῶτοι. ἁρμόζει δὲ αὐτοῖς καὶ τὸ εἶναι ἐπιθανατίους. ὅσῳ γάρ τις τελειότερον χριστιανίζει, τοσούτῳ μᾶλλον ἐπιθανάτιός ἐστιν. πότε γὰρ οὐ κινδυνεύει, ἐλέγχων τὸν ἁμαρτάνοντα πολλάκις ἰσχυρότερον ὑπάρχοντα ἐν τῷ βίῳ καὶ κολάσαι δυνάμενον, ἐπιδημῶν τόποις ὅπου οὐκ ὠνομά θη Χρι τό , καὶ τιθεὶς θεμέλιον ξενίζοντα καὶ ταράσσοντα τοὺς ἀκούοντας; ἀληθῶς γὰρ ἔλεγεν ὁ Παῦλος Καθ' ἡμέραν ἀποθνή κω, νὴ τὴν ὑμετέραν καύχη ιν ἣν ἔχω ἐν Χρι τῷ Ἰη οῦ τῷ κυρίῳ ἡμῶν. ἀλλ' ὑποφαίνεταί μοι ἐρευνῶντι τὸν λόγον δixῶς δύνασθαι τὸν ἐπιθανάτιον λαμβάνεσθαι· καθ' ἕνα μὲν τὸν εἰρημένον τρόπον καθ' ὃν δεῖ πάντοτε τὴν νέκρω ιν τοῦ Ἰη οῦ ἐν τῷ ώματι περιφέρειν· καθ' ἕτερον δὲ ἐπιθανάτιός ἐστιν ὁ δίκαιος σύμμορφος ὢν τοῦ θανάτου τοῦ Χριστοῦ ἀεὶ ἀποθνήσκων τῷ κόσμῳ, οὕτω δὲ πρέπον ἐστὶ θεὸν ἀποδεικνύειν καὶ ἐσχάτους καὶ ἐπιθανατίους τοὺς ἀποστόλους τοῦ Χριστοῦ ὄντας. Εἶτα ἀναγκαῖόν ἐστιν ἰδεῖν τὸ ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ἐὰν Παῦλος ἀγωνίζηται καὶ Πέτρος, οἱ ἄγγελοι τοῦ θεοῦ ἐπὶ τὴν καινὴν θέαν ταύτην ἐπείγονται ἵνα ἴδωσιν ἄνθρωπον σάρκα περιβεβλημένον παλαίοντα πρὸ τὰ ἀρχά ,
Unit 4 rem mid§u04-rem-mid
u04-rem-midRem mid: Unit 4; lemma continues; spiritual reading with the letter.
Greek · §u04-rem-mid
πρὸ τὰ ἐξου ία , πρὸ τοὺ κο μοκράτορα τοῦ κόσμου τούτου, πρὸ τὰ πνευματικὰ τῆ πονηρία ἐν τοῖ ἐπουρανίοι · καὶ οἱ ἄνθρωποι δὲ παρεγίνοντο καινὸν θέαμα ἰδεῖν, κήρυκα καὶ διδάσκαλον καινοῦ λόγου. οὕτως ὁ Παῦλος θέατρον ἦν ὅλων τῶν ἐπὶ γῆς καὶ τῶν ἀγγέλων τῶν εὐφραινομένων ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Εἶτα ὁ τηλικοῦτος ὡς ἔσχατος ἐν κόσμῳ ἐπιπλήσσει τοῖ πεφυ ιωμένοι , καὶ φησὶ πρὸς αὐτοὺς Ἡμεῖς μωροὶ διὰ Χριστόν. Παῦλος γὰρ διδούς μοι ἐντολὴν καὶ λέγων Εἴ τι δοκεῖ ἐν ὑμῖν οφὸ εἶναι ἐν τῷ αἰῶνι τούτῳ μωρὸ γενέ θω, ἵνα γένηται οφό , πολλῷ πλέον αὐτὸς ἐτήρει τὸ ἐν κόσμῳ τούτῳ μωρὸς γενέσθαι. πῶς γὰρ οὐκ ἦν ἐν τῷ κόσμῳ τούτῳ μωρός, καταγγέλλων τὸν ἐ ταυρωμένον καὶ ἀνά τα ιν νεκρῶν καὶ τὰ περὶ τοῦ μέλλοντο αἰῶνο , καὶ πείθων τοὺς ἀνθρώπους καταφρονεῖν τῆς παρούσης ζωῆς; Εἶτα εἰρωνείᾳ Ὑμεῖς φρόνιμοι φησὶν ἐν Χριστῷ· οὐ γὰρ ἦσαν ἀληθῶς φρόνιμοι ἐν Χριστῷ, ἀλλὰ ταῦτα λέγων εἰρωνικῶς προέτρεπεν αὐτοὺς γενέσθαι φρονίμους ἐν Χριστῷ. Ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι· οὐκέτι προσέθηκεν Ὑμεῖς ἔνδοξοι, ἐν Χριστῷ. ἐὰν γὰρ ἴδῃς πολλοὺς τῶν πιστεύειν δοκούντων ἔχοντας ἀξιώματα κοσμικά, λέγε πρὸς αὐτούς, ἐὰν σὺ ταπεινὸς ᾖς ἐν κόσμῳ, Ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· οὐδὲν γὰρ ἀσθενέστερον ἀληθινοῦ χριστιανοῦ ὡς πρὸς τὸν κόσμον τοῦτον. 21 iv 15 [ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.] [Ὠριγένους] Ταῦτα ἁπλούστατα δοκεῖ εἶναι καὶ μὴ δεόμενά τινος διηγήσεως· ἔχει δὲ κεκρυμμένα νοήματα. οὐδεὶς ἀνὴρ παιδαγωγεῖται ἀλλ' εἴ τις νήπιος καὶ ἀτελής· καὶ οὐκ ἂν ἔγραφεν Ἐφεσίοις ταῦτα ἀλλὰ Κορινθίοις, πρὸς οὓς φησὶν Γάλα ὑμᾶ ἐπότι α, οὐ βρῶμα· οὔπω γὰρ ἐδύνα θε· ἀλλ' οὐδὲ ἔτι νῦν δύνα θε, ἔτι γάρ ἐ τε αρκικοί. κἀγὼ οὐκ ἠδυνήθην ὑμῖν λαλῆ αι ὡ πνευ ματικοῖ ἀλλ' ὡ αρκικοῖ , ὡ νηπίοι ἐν Χρι τῷ. ἔτι δὲ καὶ τοῦτο κατανοη τέον· ἐὰν καὶ δεώμεθα παιδαγωγοῦ, πάντως ὁ πεπιστευμένος τοῦτο παραδεῖγμα τὸν λόγον, τὸν βίον, διδότω τῇ ἡμετέρᾳ εὐταξίᾳ· ἔστιν οὖν πατὴρ μὲν ὁ πρώτως σπείρας τὸν χριστιανισμὸν ἐν ψυχῇ· παιδαγωγὸς δὲ ὁ μετὰ τοῦτον παραλαβὼν παῖδα καὶ ἄγων αὐτόν. [iv 16] παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, μιμηταί μου γίνεσθε. Τοῦτ' ἔστιν Ὡς μετριάζω, μετριάζετε· ὡς πάσχω, πάσχετε· ἀπὸ τῶν παθη μάτων, μὴ ἀπὸ τῶν χαρισμάτων, σεμνύνεσθε. [iv 17] διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον ὃς <ἐστὶν> τέκνον μου ἀγαπητὸν καὶ πιστὸν ἐν Χριστῷ· ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω. Καὶ τὴν περὶ αὐτοὺς διάθεσιν ἔδειξε τὸν Τιμόθεον πέμψας, καὶ τὴν περὶ τὸν Τιμόθεον φιλοστοργίαν τέκνον ἀγαπητὸν ὀνομάσας· καὶ τὴν ἄλλην δὲ αὐτοῦ δεδήλωκεν ἀρετὴν πιστὸν ἐν Κυρίῳ καλέσας. Οὗτος, φησί, τὰς ἐμὰς διηγήσεται πράξεις· ὁδοὺς γὰρ τὰς πράξεις καλεῖ. ταύτας δὲ οὐκ εἶπεν ∆ιδάξει, ἀλλ' ὅτι ἀναμνήσει. λήθην δὲ αὐτῶν ὁ λόγος κατηγορεῖ· αὐτόπται γὰρ ἐγεγόνεσαν τῆς ἀποστολικῆς ἀρετῆς. προστέθεικεν δὲ ὅτι καὶ ταῖς ἐκκλησίαις πάσαις τήνδε προσφέρειν εἴωθεν τὴν διδασκαλίαν. Ταῦτα κοινῇ πάντων κατηγορήσας κατὰ τοῦ πεπορνευκότος λοιπὸν ἐκφέρει τὴν ψῆφον. [iv 18] ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες. Προειδὼς αὐτοῦ τὴν μεταμέλειαν ὁ θεσπέσιος Παῦλος οὐ τίθησι τὴν προσηγορίαν, ἵνα μὴ πᾶσιν ἀνθρώποις κατάδηλος γένηται, ἀλλ' ἀορίστως ἔφη τινές. 22 iv 19–20 [καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν, οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλ' ἐν δυνάμει.] [Ὠριγένους] Λόγον μὲν φησὶ τὴν εὐγλωττίαν, ὡς καὶ ἑτέρωθι εἰ καὶ ἰδιώτη τῷ λόγῳ ἀλλ' οὐ τῇ γνώ ει· δύναμιν δὲ τὴν ἀπὸ θεοῦ· ὅταν γὰρ ἀπὸ θεοῦ ᾖ ὁ λόγος, δύναμιν ἔχει, διὸ γέγραπται Κύριο δώ ει ῥῆμα τοῖ εὐαγγελιζομένοι δυνάμει πολλῇ. καὶ δυνάμει μᾶλλον πεποιθότες οἱ ἀπόστολοι ἐπεδήμουν ταῖς ἐκκλησίαις καὶ ταῖς πόλεσιν, ἤπερ τῷ λόγῳ· οὐ γὰρ εἴ τις καλῶς φράζει, παρὰ τοῦτο τὴν βασιλείαν ἔχει τοῦ θεοῦ, ἀλλ' ὅπου δύναμις ἐν λόγοις, ἐκεῖ ἡ βασιλεία τοῦ θεοῦ, ἥτις καὶ τὴν ἐν ταῖς ψυχαῖς βα ιλεύου αν ἁμαρτίαν ἐξορίζει καὶ τὴν τοῦ θεοῦ βα ιλείαν ἐντὸ ἡμῶν γενέσθαι παρασκευάζει. 23 iv 21–ῃ 2 [τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος; ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε,
Unit 4 rem close§u04-rem-close
u04-rem-closeRem CLOSEOUT: Unit 4 CLOSEOUT.
Greek · §u04-rem-close
ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας.] [Ὠριγένους] Οὐκ ἀεὶ οὔτε ὁ θεὸς οὔτε οἱ τούτου θεσπέσιοι μαθηταὶ κέχρηνται χρηστοῖς λόγοις πρὸς τοὺς ἀκούοντας οὐδὲ ἀεὶ τοῖς ἀποτόμοις, ἀλλὰ ποτὲ μὲν τούτοις ποτὲ δὲ ἐκείνοις. ἐπεὶ οὖν εἶχεν ῥάβδον ὁ Παύλου λόγος, εἶχεν δὲ καὶ πνεῦμα πραΰτητος καὶ χρηστότητος, πυνθάνεται Κορινθίων, μὴ θέλων προπετέστερον καὶ ταχύτερον χρήσασθαι τῷ ἀποτομωτέρῳ· οὐχ ὅτι χωρὶς ἀγάπης γίνεται ἡ ῥάβδος, ἀλλ' ὅτι ἡ ἀγάπη κέκρυπται ἐν τῷ τὴν ῥάβδον ἔχοντι, καὶ οὐ δείκνυσι τὴν ἀγάπην ἐν τῇ ἀποτομίᾳ τῆς ἐπιπλήξεως. εἶτα τὴν αἰτίαν τῆς τοιαύτης πεύσεως ἐπιφέρει λέγων Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν. μανθάνομεν ὅτι περὶ πορνείας ἡμᾶς κατεπᾴδεσθαι δεῖ ἵνα μὴ πέσωμεν, καὶ ἄλλο δεῖ μαθεῖν ἵνα καὶ οἱ μὴ συνειδότες ἑαυτοῖς πορνείαν, συνειδότες δὲ συναγομένοις πορνεύουσιν, μὴ φυσιῶνται, εἰδότες ὅτι καὶ αὐτοὶ ἁμαρτωλοί εἰσι τῷ ἁμαρτωλὸν εἶναι τὸν συναγόμενον μετ' αὐτῶν· ὅλῃ γὰρ τῇ ἐκκλησίᾳ ἐγκαλεῖ περὶ ἑνὸς πορνεύσαντος, καὶ τῇ φυσιώσει αὐτῶν ἐγκαλεῖ ὡς οὐ κατὰ λόγον γινομένῃ, μάλιστα διὰ τὸ ἔτι εἶναι πόρνον ἐν αὐτοῖς. καὶ τρίτον μανθάνομεν ὅτι καὶ πορνειῶν εἰσὶ διαφοραί, ὥστε εἶναι πορνείαν βαρυτάτην τινὰ καὶ ἄλλην ἐλάττονα καὶ ἄλλην ἔτι ἐλάττονα. οὐκοῦν ἐν τῇ κρίσει τοῦ θεοῦ οὐχ ἁπλῶς οἱ πόρνοι κρίνονται οὐδὲ τὴν αὐτὴν καταδίκην λήψονται διὰ τὸ πεπορνευκέναι, ἀλλὰ καὶ ἡ ποσότης καὶ ἡ ποιότης αὔξει τὴν κόλασιν καὶ ἡ προαίρεσις καὶ ὁ χρόνος. ἐν Κορίνθῳ τοίνυν εἷς τις παράνομον γάμον ἐγάμησεν· τὴν γὰρ μητρυιὰν αὐτοῦ ἠγάγετο· ἀλλὰ τὸν τοιοῦτον γάμον πορνείαν ὁ ἀπόστολος καλεῖ καὶ τοιαύτην οἵαν μηδὲ ἐν τοῖς ἔθνεσίν ἐστιν ἀκούειν, ἵνα διδάξῃ ἡμᾶς ὅτι, ἐάν ποτε παρανόμως γαμῶμεν, οὐ λογίζεται ἡμῖν εἰς γάμον τὸν νομιζόμενον γάμον εἶναι ἀλλ' εἰς πορνείαν. Εἶτα τοῦτον καταλιπὼν κατὰ τῆς τούτου συμμορίας τὴν κατηγορίαν εἰσφέρει· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας. πᾶσιν ἐπιπλήσσει ὡς κακῶς αὐτὸν παραδεξαμένοις. ἐπὰν γὰρ <ἐν μέσῳ> ὄντος τοῦ ἁμαρτήσαντος φυσιώμεθα ἡμεῖς οἱ δοκοῦντες ἑαυτοῖς συνειδέναι τὰ κρείττονα, λέγεται τὸ καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ. 24 v 3–5 [ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου Ἰησοῦ.] [Ὠριγένους] Οὐκ εἰς ὄλεθρον τῆς ψυχῆς, οὐκ εἰς ὄλεθρον τοῦ πνεύματος, ἀλλ' εἰς ὄλεθρον τῆς σαρκός· ἵνα γὰρ τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου, παραδίδοται. ἐξέβαλεν γὰρ ὁ Παῦλος τὸν τοιοῦτον, οὐκ εἰδὼς ὅτι μετανοή ει καὶ ἐπι τρέψει ἀλλὰ θέλων αὐτὸν παιδεῦσαι. ἄλλο γάρ ἐστιν ἐκκόψαι τινὰ ὡς ἀνεπίδεκτον μετανοίας καὶ ἐπιστροφῆς, ἄλλο παραιτήσασθαι ἐπὶ τοῦ παρόντος καὶ ἐκβάλλειν τῆς ποίμνης, ὡς ποιμὴν ἐκβάλλει πρόβατον ψώραν ἔχον, ἵνα μὴ ἡ νομὴ τοῦ τραύματος ἐκείνου ἐφ' ὅλον τὸ ποίμνιον νεμηθῇ. Θεραπευέσθωσαν οὖν οἱ κακῶς διάγοντες ἔξω γενόμενοι τῆς ποίμνης, ἐξομο λογούμενοι καὶ πενθοῦντες τὰ ἴδια ἁμαρτήματα, ἐν νηστείαις καὶ πένθεσι καὶ κλαυθμοῖς καὶ τοῖς παραπλησίοις τὰ τῆς μετανοίας προσάγοντες. παραδίδονται γὰρ ἵνα παιδευθῶσιν, ὥστε αὐτῶν ὀλοθρευθῆναι τὴν σάρκα, τοῦτ' ἔστι τὸ φρόνημα τῆ αρκό · οὐχ ἵνα τῆς ψυχῆς αὐτῶν ἅψηται, οὐχ ἵνα ἐκστήσῃ αὐτούς, οὐχ ἵνα ἄλλο τι ποιήσῃ, ἀλλ' ἵνα ἐξουσίαν λάβῃ μόνης τῆς <σαρκὸς> αὐτῶν, οὐκ ἐμοῦ διδόντος τὴν ἐξουσίαν ἀλλὰ τῆς ἐν ἐμοὶ δυνάμεως τοῦ Ἰησοῦ. Ἀπὸ τοῦ κρείττονος αὐτοῦ ὅλην ὠνόμασε τὴν σωτηρίαν, ἵνα μὴ εἴπῃ Καὶ τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου, ἀλλὰ τὸ πνεῦμα σωθῇ, ἀπὸ τοῦ κρείττονος ὀνομάσας ὅλου τοῦ ἀνθρώπου τὴν σωτηρίαν. ὡς γὰρ σωθησόμενον αὐτὸν κελεύει παραληφθῆναι εἰς τὴν ἐκκλησίαν ἐν τῇ δευτέρᾳ ἐπιστολῇ. Ἀπεῖναι δὲ τῷ σώματι καὶ παρεῖναι τῷ πνεύματι Παύλου ἐστὶ καὶ τῶν παραπλησίων αὐτῷ· ἔφη γὰρ καὶ ἑτέρωθι Εἰ γὰρ καὶ τῇ αρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι ὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων τὸ τερέωμα τῆ εἰ Χρι τὸν πί τεω ὑμῶν. οὐδεὶς δὲ ἡμῶν δύναται εἰπεῖν ὅτι Πάρειμι καὶ βλέπω τῆς ἐκκλη σίας τὰ προτερήματα ἢ τὴν τάξιν καὶ τὸ τερέωμα τῆ εἰ Χρι τὸν πί τεω .
Fragmenta ex commentariis in epistulam i ad Corinthios Unit 5 opening§u05-open
u05-openUnit 5.
Lemma-led open — τοιοῦτος ἦν Ἐλισσαῖος· εἰ γὰρ καὶ μὴ παρῆν τῷ σώματι, πνεύματι συναπῆλθεν τῷ Γιεζῇ καὶ φησ
Greek · §u05-open
τοιοῦτος ἦν Ἐλισσαῖος· εἰ γὰρ καὶ μὴ παρῆν τῷ σώματι, πνεύματι συναπῆλθεν τῷ Γιεζῇ καὶ φησὶ πρὸς αὐτὸν Οὐχὶ ἡ καρδία μου ἦν μετὰ οῦ ἡνίκα ἔλαβε τὸ διτάλαντον τοῦ ἀργυρίου καὶ ἔλαβε τὰς τολὰ ἀπὸ Νεμὰν τοῦ Σύρου; ἆρ' οὖν Ἐλισσαῖος μὲν ταύτην τὴν χάριν εἶχεν, Παῦλος δὲ ὁ τοῦ Χριστοῦ ἀπό στολος ὁ ζηλῶν τὰ χαρί ματα τὰ μείζονα, μᾶλλον δὲ ἵνα προφητεύῃ, οὐκ εἶχεν τοιαύτην χάριν; ἀλλ' ἀποφαίνομαι καὶ τεθαρρηκότως λέγω ὅτι ἦν Παῦλος οὐ μόνον ἀπόστολος ἀλλὰ καὶ προφήτης· τοιοῦτος ἦν ὅτε φησὶν Ἔ ονται οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνε , ὑπερήφανοι, βλά φημοι, γονεῦ ιν ἀπειθεῖ · ταῦτα γὰρ οὐχ ὡς ἀπόστολος ἀλλ' ὡς προφήτης εἶπεν. καὶ Τὸ πνεῦμα δέ φησιν ῥητῶ λέγει ὅτι ἐν ἐ χάτοι καιροῖ ἀπο τή ονταί τινε τῆ πί τεω . ποῖον δὲ πνεῦμα; ὡσεὶ ἔλεγεν Τὸ ἐν ἐμοὶ πνεῦμα. ἔχων οὖν ταύτην τὴν χάριν, εἰ καὶ ἀπῆν τῷ σώματι, ὅπου ἐβούλετο παρῆν τῷ πνεύματι· οὐ μόνος γὰρ παρῆν τῷ πνεύματι, ἀλλὰ καὶ ἡ δύναμις Ἰησοῦ. 25 v 7–8 [ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πά χα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.] [Ὠριγένους] Ὁ ἀποθέμενος τὸν παλαιὸν ἄνθρωπον ὺν ταῖ πράξε ιν αὐτοῦ καὶ τῆς παλαιᾶς ζύμης <οὐδὲν> ἔχων ἐν ἑαυτῷ ἀλλὰ καινὸν φύραμα ποιήσας τὸ κατὰ Χριστὸν Ἰησοῦν, οὗτος πεποίηκε τὴν τῶν ἀζύμων ἑορτήν· εἶτα μετὰ τὴν τῶν ἀζύμων ἑορτὴν ἡ νέα ζύμη φαίνεται. Ἰησοῦς ὁ χριστός ἐστιν ἡ νέα ζύμη. ἐσθί ωμεν οὖν πρῶτον ἄζυμα, ἀπεχόμενοι πάσης κακίας καὶ πονηρίας. περὶ τού των ὁ ἀπόστολος διδάσκων φησὶν Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι· οἷόν τι παρὰ Ἰουδαίοις γίνεται, ἐὰν ἐπιφώ σκῃ ἡ ἡμέρα ἡ τῶν ἀζύμων, ἐκκαθαίρουσι πᾶσαν παλαιὰν ζύμην, πάντα τόπον τῆς οἰκίας περιαθροῦντες μή ποτε ζύμη ἐκεῖ εὑρεθῇ, οὕτως καὶ σὺ τὰ ἐν σοὶ ταμιεῖα κατανόησον μή που ζύμη ἐκεῖ, ἵνα ἦτε νέον φύραμα. καθώς ἐστε ἄζυμοι. ἐπεὶ ἦσαν ἐν Κορίνθῳ οἱ μὲν ἅγιοι οἱ δὲ οὐ τοιοῦτοι ἀλλ' ἁμαρτωλοὶ καθὰ ἐν προοιμίοις τῆς ἐπιστολῆς φθάσαντες ἔφαμεν, διὰ τοὺς ἐπαινετούς φησι καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πά χα ἡμῶν ἐτύθη Χριστός· ὁρῶν ὅτι κατὰ τὸν Μωσέως νόμον πρῶτον τὸ πά χα γίνεται καὶ θύεται τὸ πρόβατον, εἶτα μετὰ τὸ πρόβατον ἄζυμα ἐσθίουσι, διὰ τοῦτο εἶπεν Ἤδη τὸ πά χα τέθυται Χριστός· ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. εἰλικρινείας, κατὰ τὴν πολιτείαν· ἀληθείας, κατὰ τὴν γνῶσιν· ἐν γὰρ ἀμφοτέροις χαρακτηρίζεται τὰ ἄζυμα τὰ ἀληθινά. 26 v 9–11 [ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰδω λολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.] [Ὠριγένους] Ὑπέλαβον τινὲς ἐκ τούτου τοῦ ῥητοῦ ὅτι πρὸ τῆς προτέρας πρὸς Κορινθίους ἐπιστολῆς ἐγέγραπτο ἄλλη τις ἐπιστολὴ τῷ ἀποστολῷ ἥτις νῦν οὐ σώζεται· καὶ ἔγραψεν αὐτοῖς μὴ συναναμίγνυσθαι πόρνοις ὅσον ἐπὶ τῇ προκειμένῃ λέξει, ἀκούσας δὲ Κορινθίους τεταράχθαι, οἰομένους λέγεσθαι μὴ συναναμίγνυσθαι πόρνοις μηδὲ τοῖς τοῦ κόσμου–ὅπερ ἀδύνατόν ἐστιν, ἐν τῷ βίῳ ὄντα μὴ ὁμιλεῖν ἐθνικοῖς συνεργοῖς, πραγματευταῖς, καὶ τοιούτοις τισὶν ἑτέροις–σαφηνίζων, φασί, τὸ τότε παραλελειμμένον Οὐ περὶ πόρνων λέγω, φησί, τοῦ κόσμου τούτου ἀλλὰ περὶ τῶν ὀνομαζομένων μὲν ἀδελφῶν οὐκ ὄντων δὲ σεμνῶν. οἱ δὲ μὴ βουλόμενοι ἐπιστολὴν ἑτέραν εἶναι πρὸ ταύτης ἐροῦσι ταύτην τὴν λέξιν ἐπὶ
Unit 5 rem early§u05-rem-early
u05-rem-earlyRem early: Unit 5; Pauline lemma and Origen’s theoria.
Greek · §u05-rem-early
ταύτην τὴν ἐπιστολὴν ἀναφέρεσθαι, ὅτι ἐν ταύτῃ τῇ ἐπιστολῇ ἔγραψα μὴ συναναμίγνυσθαι ὑμᾶς πόρνοις, πόρνοις δὲ λέγω τοῖσδε, οὐ τοῖσδε. Ἔοικεν δὲ ὁ ἀπόστολος συγκρίσει πόρνων πολλῷ χείρονας λέγειν εἶναι τοὺς ἐν ἡμῖν πόρνους· ὁ γὰρ ἔξωθεν πορνεύων οὐ ναὸν τοῦ θεοῦ φθείρει, οὐκ ἄρα τὰ μέλη τοῦ Χρι τοῦ ποιεῖ πόρνη μέλη, οὐχ ὅλον τὸ φύραμα ζυμοῖ· κἀκεῖνος μὲν ὅτε θέλει μετανοεῖ καὶ ἄφεσιν ἔχει ἁμαρτημάτων, ὁ δὲ μετὰ τὴν πίστιν πορνεύσας κἂν μετανοήσῃ πάλιν ὕστερον ἄφεσιν μὲν οὐκ ἔχει ἁμαρτη μάτων δύναται δὲ τὴν ἁμαρτίαν ἐπικαλύψαι. Μακάριοι γάρ φησιν ὧν ἀφέ θη αν αἱ ἁμαρτίαι, τῶν ἀπὸ τῶν ἐθνῶν προσελθόντων· καὶ ὧν ἐπεκαλύφθη αν αἱ ἁμαρτίαι, τῶν μετὰ τὴν πίστιν ἁμαρτανόντων ἐπικαλυπτόντων δὲ τοῖς ἀγαθοῖς ἔργοις, οἷον τὴν ἀκολασίαν τῇ πολλῇ σωφροσύνῃ. Καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰδωλολάτραις. ὡς εἰσὶ πόρνοι τοῦ κόσμου καὶ πόρνοι ἐπὶ Χριστὸν κληθέντες, οὕτως καὶ πλεονέκται οἱ μὲν τοῦ κόσμου τούτου οἱ δὲ τῆς ἐκκλησίας. φυλαξώμεθα οὖν μέχρι τοῦ ἐλαχίστου τὴν πλεονεξίαν· συνέζευκται γὰρ καὶ αὕτη τῷ τῆς πορνείας ἁμαρτήματι. καὶ τρίτον ἅρπαγας τινὰς ὀνομάζει, ὅταν ἁρπάζωσι τὰ τῶν πέλας. καὶ εἰδωλολάτραι δέ τινές εἰσι μεθ' ἡμῶν παρὰ τοὺς εἰδωλολάτρας τοῦ κόσμου τούτου, οἱ θέλοντες διδάσκειν ὅτι ἀδιάφορόν ἐστι τὸ εἰδωλολατρεῖν· μάλιστα δὲ τοῦτο τὸ ἁμάρτημα εὑρίσκεται ἐν τοῖς στρατευομέ νοις· Ἀνάγκη μοι λέγουσιν ἐπίκειται· ἡ στρατιὰ τοῦτο ἀπαιτεῖ· κινδυνεύω τῇ κεφαλῇ ἐὰν μὴ θύσω ἢ μὴ λευχειμονήσας τὸν λίβανον ἐπιθῶ κατὰ τὰ νενο μισμένα τῆς στρατιᾶς τοῦ κόσμου· καὶ πρὸς τούτοις ὁ τοιοῦτος λέγει ἑαυτὸν χριστιανόν· τῷ τοιούτῳ φησὶ μηδὲ συνεσθίειν. ἔστιν δὲ καὶ ὁ ἀρνησίθεος ἐν καιρῷ διωγμῶν εἰδωλολάτρης ἡμῶν. Ἔγραψα οὖν φησὶ τῷ τοιούτῳ οὔπω ἐκ τοῦ κόσμου ὄντι μὴ συναναμίγνυσθαι, ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζό μενος. καλῶς τὸν τοιοῦτον οὐκέτι δὴ ἀδελφὸν εἶπεν ἀλλὰ μέχρις ὀνόματος μόνον ἀδελφόν. Ἀλλὰ ταῦτα μὲν δυνάμεθα ἑαυτοῖς συνειδέναι οἱ πολλοὶ ὅτι οὐκ ἔχομεν τὰ κακὰ ταῦτα· ἐπὶ δὲ τῶν ἑξῆς καὶ ἐμαυτὸν φοβοῦμαι, μή πως ἔνοχός εἰμι τοῖς ἄλλοις ἁμαρτήμασιν. λέγει γὰρ ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. ἡλίκοις κακοῖς τὸν λοίδορον συνηρίθμησεντῷ πόρνῳ, τῷ πλεονέκτῃ, τῷ εἰδωλολάτρῃ· οὐκοῦν καὶ ὁ λοίδορος ἤδη ἐχθρός ἐστι τῆς ἐκκλησίας. διὰ τοῦτο ἀκούομεν τοῦ κυρίου λέγοντος Εὐλογεῖτε τοὺ κατα ρωμένου ὑμᾶ , καὶ τοῦ ἀποστόλου λέγοντος Λοιδορούμενοι εὐλογοῦμεν· λοίδορος γὰρ βα ιλείαν θεοῦ οὐ κληρονομεῖ. δεῖ τοίνυν τὸ στόμα καθαρὸν τηρεῖν· τί γάρ μοι τοὺς ἔξω κρίνειν; μέθυσοι ἔστωσαν ἔξω· πόρνοις συνεσθίω καὶ συνδιατρίβω· οὐ βλάπτει με ἡ ἐκείνων μικρὰ ζύμη; ὅλον τὸ φύραμα τοῦτο οὐ ζυμοῖ; [v 12] τί γάρ μοι τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; τοὺς δὲ ἔξω ὁ θεὸς κρινεῖ; Ἐπέτρεψεν πᾶσιν ἡμῖν κρίνειν τοὺς ἔσω ἁμαρτάνοντας. ἀναφέρομεν αὐτοὶ τὸ ἁμάρτημα ἐπὶ τὸν ἐπίσκοπον, ἵνα νόμῳ ἐκβληθῇ ὁ τοιοῦτος ἀπὸ τῆς ἐκκλησίας. [v 13] καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. Καὶ ἐκ τούτων μὲν ἐξάρατε τὸν πονηρόν· ἀλλὰ ζήτει μήποτε θέλων ἔξωθεν τὸν πονηρὸν ἐξάραι, ἔχεις ἐν ἑαυτῷ τὸν πονηρόν. διὰ τοῦτο πάντα ποίει ἵνα ἐξάρῃς τὸν πονηρὸν ἀπὸ σεαυτοῦ· ἐκείνου γὰρ ἐξελθόντος, Χριστὸς Ἰησοῦς ἐν σοὶ κατοικήσει. 27 vi 1–3 [τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι; καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων· οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτιγε βιωτικά;] [Ὠριγένους] ∆υσωπεῖ τοὺς ἐν Κορίνθῳ ἁμαρτάνοντας καὶ ἀσχολουμένους περὶ δικαστήρια καὶ βιωτικὰς χρείας καὶ ταλαιπωρίας, καὶ φησὶν ὅτι Ἐκλήθητε ἐπὶ τοῦτο ἵνα τελειωθέντες κρίνητε ἀγγέλους, οὐχὶ δὲ μᾶλλον δυνήσεσθε, ἐάν ποτε ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνηται, κρίνειν τὰ βιωτικὰ τῶν ἀδελφῶν; [vi 4] βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε καὶ τὰ ἑξῆς. Ἀληθῶς μὲν ἐνίοτε τοιαῦτα ἐστὶ τὰ τῶν κρινομένων ὡς μὴ δεῖσθαι σοφοῦ τοῦ δικάζοντος, ἀλλὰ μᾶλλον τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ <καθίζετε>· γένοιτο δ' ἄν ποτε τὰ τῶν δικαζομένων ὡς καὶ σοφοῦ δεῖσθαι δικαστοῦ. ὃ δὲ λέγω, οὕτως ἔσται σαφές· ἐὰν οἱ δικαζόμενοι δέωνται νόμων κοσμικῶν καὶ ἐμπείρων δικαστῶν, οὐ γραφῆς οὐδὲ νόμου τοῦ ἐν τῇ γραφῇ ἀλλ' οἱονεὶ υἱῶν τοῦ αἰῶνο τούτου φρονιμωτέρων δοκούντων εἶναι, πιστοὶ ἔσονται κριταὶ οἱ ἐξουθενημένοι ἐν τῇ
Unit 5 rem mid§u05-rem-mid
u05-rem-midRem mid: Unit 5; lemma continues; spiritual reading with the letter.
Greek · §u05-rem-mid
ἐκκλησίᾳ· καὶ ἔσται ψόγος τῶν κρινομένων ὅτε δέονται καὶ τῶν ἐξουθενημένων μᾶλλον ἢ τῶν σοφῶν· ὁ μὲν γὰρ τῷ λόγῳ ἀκολουθῶν, εἰ καὶ δεῖται κριτοῦ, δεῖται μᾶλλον σοφοῦ, ἵνα νουθετηθῇ ἀπὸ τῆς σοφίας τοῦ σοφοῦ εἰσφέροντος αὐτῷ λόγους οἰκοδομοῦντας. [vi 4–5] τοὺς ἐξουθενημένους οὖν ἐν τῇ ἐκκλησίᾳ τούτους καθίζετε· πρὸς ἐντροπὴν ὑμῖν λέγω· οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς ὃς δυνήσεται ἀνακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ; Ἐγκαλεῖ τῇ Κορινθίων ἐκκλησίᾳ ὅτι καίτοι ἐν μέσῃ τῇ Ἑλλάδι καθεζόμενοι σοφοὺς οὐκ εἶχον ἀληθινούς, καίτοι γε προειπὼν ὅτι πολλοὶ ἐπαγγέλλονται σοφίαν παρ' αὐτοῖς· δι' οὓς καὶ εἶπεν τὸ Ὁ δρα όμενο τοὺ οφοὺ ἐν τῇ πανουργίᾳ αὐτῶν. ἀλλ' οἱ μὲν εἰσὶ σοφοὶ τοῦ αἰῶνο τούτου, οἱ δὲ σοφοὶ κατὰ θεόν. ᾔδει δὲ ὁ Παῦλος ἐκείνους· διὰ τοῦτο φησὶν Οὕτως οὐκ ἔνι ἐν ὑμῖν σοφὸς ὃς δυνήσεται ἀνακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ; [vi 6] ἀλλ' ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; Ἔχομεν ἄρχοντας τῆς ἐκκλησίας ἐφ' οὓς ὀφείλομεν ἀναφέρειν τὰς ἡμετέρας κρίσεις, ἵνα μὴ καταγελώμεθα ἐν τοῖς τῶν ἐθνῶν δικαστηρίοις. [vi 7] ἤδη μὲν οὖν ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ' ἑαυτῶν, οὐ μεμνημένοι τοῦ ∆ιὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ἀποστῶμεν τῶν κριμάτων τῶν βημάτων τῶν ἐθνικῶν, τοῦ ἔχειν δίκας καὶ πράγματα. ὁ γὰρ κρίματα ἔχων μετὰ τοῦ ἀδελφοῦ ἤδη ἡττᾶται, καὶ ὁ ἀδικούμενος νενίκηκεν· ὁ τυπτόμενος καὶ κακολογούμενος μηδὲ ἀμειβόμενος τὸν ταῦτα ποιοῦντα νενίκηκεν, φυλάττει γὰρ τὴν ἐντολὴν τὴν λέγουσαν ∆ιὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; [vi 8] ἀλλ' ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ τοῦτο ἀδελφούς. Πᾶς μὲν οὖν ὁ ταῦτα ποιῶν ἁμαρτάνει· ὅσῳ δὲ τιμιώτερόν ἐστι τὸ ἀδικού μενον πρόσωπον, τοσούτῳ τὸ ἁμάρτημα χαλεπώτερον. καὶ γὰρ εἰ ἀδικεῖ τις τὸν μακάριον, δυνάμει Χριστὸν ἀδικεῖ καὶ Χριστὸν ἀποστερεῖ. [vi 9] ἢ οὐκ οἴδατε ὅτι ἄδικοι θεοῦ βασιλείαν οὐ κληρονομήσουσιν; Εἰ ἡ βασιλεία τοῦ θεοῦ ἐν Χριστῷ ἐστιν, Χριστὸς δὲ ἡ δικαιο ύνη ἐστίν, ὁ δίκαιος βασιλείαν θεοῦ κληρονομεῖ ἐν Χριστῷ δικαιο ύνῃ ὄντι· καὶ ἀκολούθως ὁ ἐν τῇ ἐναντίᾳ καταστάσει, οὗτος οὐ κληρονομεῖ βασιλείαν θεοῦ. [vi 9] μὴ πλανᾶσθε· οὔτε πόρνοι· Μηδεὶ ὑμᾶ πλανάτω πιθανοῖς λόγοι · «Ἐλεήμων, χρηστός, φιλάνθρωπός ἐστιν ὁ θεός· ἀφίησι τὰ ἁμαρτήματα.» πάντα ἡμᾶ φανερωθῆναι δεῖ ἔμπρο θεν τοῦ βήματο τοῦ χρι τοῦ, ἵνα κομί ηται ἕκα το τὰ διὰ τοῦ ώματο πρὸ ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν. μηδεὶς προφασιζέσθω Νέος ἤμην, ἄγαμος ἤμην, πρὶν γυναῖκα λαβεῖν πεπόρνευκα. διὰ τί δὲ οὐκ ἔλαβες γυναῖκα; οὐ πιστεύεις ὅτι Εἴ τι τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεό ; ἀλλ' αἴρεις τὰ μέλη τοῦ χρι τοῦ καὶ ποιεῖς πόρνη μέλη; ὁ πορνεύων εἰς τὸν τῶν ὅλων θεὸν ἀσεβεῖ. [Ὠριγένους] [vi 9–10] Μὴ πλανᾶσθε οὖν· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν· οὕτω δὲ οὐδὲ μοixοί. ὁ πορνεύων φθείρει τὸν ναὸν τοῦ θεοῦ· ὁ δὲ μοixεύων πρὸς τούτοις καὶ εἰς τὸν ἄνδρα πλημμελεῖ. οὐδὲ μοixοὶ οὖν· ἀλλ' οὐδὲ μαλακοί. παρακαλοῦμεν οὖν καὶ ὑμᾶς, ὦ παῖδες, τηρῆσαι τὴν ἑαυτῶν ὥραν καθαρὰν καὶ μὴ μολυνθῆναι τοιούτῳ γυναικείῳ μολυσμῷ. οὐδὲ ἀρσενοκοῖται βασιλείαν θεοῦ κληρονομήσουσιν· ἀλλ' ἀπείη ἐκκλησίᾳ κἂν ἕνα τοιοῦτον εὑρεθῆναι. Εἶτα ἐπικαταβαίνει καὶ ἐπὶ τὰ ἐλάττονα δοκοῦντα εἶναι ἁμαρτήματα λέγων Οὔτε κλέπται· τοῦτο δὲ τὸ ἁμάρτημα τὸ τῆς κλοπῆς σχεδὸν πάντες οἱ στρατευόμενοι ἁμαρτάνουσι, μὴ ἀρκούμενοι τοῖ ὀψωνίοι , ὡς ἐδίδαξε τὸ εὐαγγέλιον, ἀλλὰ δια είοντε καὶ υκοφαντοῦντε . ἀλλὰ καὶ οἱ ἐν ταῖς πραγματείαις ψεῦσται <κλέπται> εἰσίν, οὐ κληρονομοῦντες τὴν βασιλείαν τοῦ θεοῦ· οὕτως δὲ καὶ οἱ ἐν ταῖς πραγματείαις πλεονεκτοῦντες πλεονέκται εἰσίν· καὶ ἄλλοι μέθυσοι· ἀλλὰ καὶ λοιδόρους φησὶ μὴ κληρονομεῖν τὴν βασιλείαν τοῦ θεοῦ. Μηδενὸς οὖν βα ιλεύοι ἡ ἁμαρτία· δεῖ γὰρ καθαρὰν εἶναι τὴν βασιλείαν τοῦ θεοῦ ἀπὸ πάντων ἁμαρτημάτων καὶ πταισμάτων, ἵν' ὁ θεὸς βασιλεύῃ. 28 vi 12 [Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει. πάντα μοι ἔξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.] [Ὠριγένους] Ὑπεράνω δεῖ εἶναι ὧν ἔλαβον ἐξουσίαν· ἃ καὶ ποιήσαντες οὐχ ἁμαρτησόμεθα. οὕτω γὰρ <οἱ> φιλοτιμότερον πολιτευόμενοι πολιτεύονται· μὴ οὐκ ἔχομεν γάρ, φησὶν ὁ ἀπόστολος, ἐξου ίαν φαγεῖν καὶ πιεῖν; μὴ οὐκ ἔχομεν ἐξου ίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡ καὶ οἱ λοιποὶ ἀπό τολοι καὶ οἱ ἀδελφοὶ τοῦ
Unit 5 rem close§u05-rem-close
u05-rem-closeRem CLOSEOUT: Unit 5 CLOSEOUT.
Greek · §u05-rem-close
κυρίου καὶ Κηφᾶ ; ἢ μόνο ἐγὼ καὶ Βαρνάβα οὐκ ἔχομεν ἐξου ίαν μὴ ἐργάζε θαι; ἀλλ' οὐκ ἐχρη άμεθα τῇ ἐξου ίᾳ ταύτῃ. οὐκοῦν ἐξῆν μὲν τῷ ἀποστόλῳ ταῦτα πάντα ἐν τοῖς τόποις οἷς παρεθέμην, συνεξετάζων δὲ αὐτὰ τῷ αὐτοῦ συμφέροντι καὶ τῇ οἰκονομίᾳ τῆς ἐκκλησίας ἑώρα ὅτι ἔξεστι μέν–ἐὰν ποιήσῃ, οὐχ ἁμαρτή εταικρεῖττον δὲ ποιεῖ <οὐ> χρη άμενο τῇ ἐξου ίᾳ. καὶ πάλιν· πάσῃ παρθένῳ ἔξεστι γαμεῖσθαι· ἀλλ' ἡ καλὴ καὶ ἀγαθὴ οὐχ ὡς μὴ ἐξὸν γαμεῖν ἀπέχεται τοῦ γαμεῖν ἀλλ' ἀναβίβασασα τὴν ἐξουσίαν καὶ βουλομένη καθαρὰ εἶναι καὶ τῷ ώματι καὶ τῷ πνεύματι παρθενεύει. ἀλλὰ καὶ ἀνδρὸς τελευτήσαντος οὐ κεκώλυται ἡ διγαμία παντελῶς· Ἐὰν γάρ, φησίν, ὁ ἀνὴρ ἀποθάνῃ, ἐλευθέρα ἐ τὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ. ἀλλ' ἀκούσασα ἡ καλὴ γυνὴ <τὸ> μακαριωτέρα ἐ τὶν ἐὰν οὕτω μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην, οὐ κέχρηται τῇ ἐξου ίᾳ. πάντα μοι ἔξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος· ἔχει τι ὁ λόγος ὑψηλότερον· εἰ γὰρ οὐκ ἔ τιν ἡμῖν ἡ πάλη πρὸ αἷμα καὶ άρκα ἀλλὰ πρὸ τὰ ἀρχὰ ἢ πρὸ τὰ ἐξου ία , ὅταν ἡ ἐξου ία κρατήσῃ, ἐξουσιάσθην ὑπ' ἐκείνης· ἐὰν δὲ πᾶσαν ἐξου ίαν νικήσω, οὐκ ἐξουσιασθήσομαι ὑπό τινος. 29 vi 13–14 [Τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ κυρίῳ, καὶ ὁ κύριος τῷ σώματι· ὁ δὲ θεὸς καὶ τὸν κύριον ἤγειρεν καὶ ἡμᾶς ἐξήγειρεν διὰ τῆς δυνάμεως αὐτοῦ.] [Ὠριγένους] Μὴ νομίσῃς ὅτι ὥσπερ ἡ κοιλία γέγονεν τοῖς βρώμασιν καὶ τὰ βρώματα τῇ κοιλίᾳ, οὕτω καὶ τὸ σῶμα γέγονε διὰ συνουσιασμόν. εἰ θέλεις τὸν προηγούμενον λόγον μαθεῖν διὰ τί γέγονεν, ἄκουε· ἵνα ναὸς ᾖ τῷ κυρίῳ, καὶ ἵνα ἡ ψυχὴ ἁγία καὶ μακαρία οὖσα τὸ πνεῦμα τὸ ἅγιον ὡσπερεὶ θεραπεύουσα ἱερεὺς γένηται τοῦ ἐν σοὶ ἁγίου πνεύματος. καὶ ὁ Ἀδὰμ γὰρ σῶμα εἶχεν ἐν τῷ παραδείσῳ, ἀλλ' ὅμως ἐν αὐτῷ τῷ παραδείσῳ οὐκ ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, ἀλλ' ὅτε ἐξεβλήθη μετὰ τὴν παρακοήν. ταῦτα δὲ λέγω, οὐ περιγράφων τὸν γάμον· οἶδα γὰρ ὅτι Εἴ τις οὐκ ἐγκρατεύεται, γαμεῖν ὀφείλει· κρεῖ ον γάρ ἐ τι γαμεῖν ἢ πυροῦ θαι. ἀλλ' εἰ καὶ συγκεχώρηται τὸ πρᾶγμα, οὐ προηγουμένως ἀλλὰ δι' ἀσθένειαν. τὸ γὰρ προηγούμενον ἁγνεύειν καὶ καθαρεύειν καὶ χολάζειν τῇ προ ευχῇ. Τοῦ γὰρ ἤδη ἐγερθέντος μετὰ Χριστοῦ καὶ υμμόρφου γενομένου τῇ ἀνα τά ει αὐτοῦ καὶ τῇ καινότητι τῆ ζωῆ τὸ σῶμα ὀφείλει εἶναι οὐδενὸς ἢ τοῦ κυρίου. 30 vi 15 [Οὐκ οἴδατε [Ὠριγένους] Ψυχῆς ὄργανα ἐστὶ τὰ ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν;] ἀνθρώπων σώματα· καὶ ἀρχούσης τῆς ψυχῆς ὑπηρε τεῖται τὸ σῶμα, καὶ χρῆται αὐτῷ εἰς ἃ βούλεται. ἰδίως δὴ ὁ λόγος θέλει ἡμῶν τὰ σώματα μηκέτι ὑπὸ τῆς ψυχῆς ἐνεργεῖσθαι τῆς ἡμετέρας ἀλλ' ὑπ' αὐτοῦ τοῦ Χριστοῦ· διὸ λέγει ὁ Παῦλος Ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χρι τό . μέλη οὖν τότε γίνεται Χριστοῦ, ὅτε πάντα κατὰ τὸν αὐτοῦ λόγον κινοῦμεν. 31 vi 18 [φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.] [Ὠριγένους] Ζητήσει τις, εἰ πᾶν ἁμάρτημα ἐκτὸς τοῦ σώματός ἐστιν. ἐρεῖ γάρ τις Ἁμάρτημά ἐστι τὸ μεθύειν· ἁμάρτημά ἐστι τὸ ἑαυτὸν ἐξάγειν ἐκ τοῦ βίου δι' ἀγχόνης, διὰ κρημνοῦ· ἆρ' οὖν ἐκτὸς τοῦ σώματός ἐστι καὶ τοῦτο τὸ ἁμάρτημα; ἀλλ' εὐγνωμόνως δεῖ ἀκοῦσαι πῶς εἴρηται τοῦτο· ἀφορμὴν δὲ ληψόμεθα τοῦ νοῆσαι τὰ κατὰ τὸν τόπον ἐκ τοῦ Λευϊτικοῦ· ἐκεῖ γὰρ λέγεται ὅτι ἐκ τῆ ῥύ εω υνέ τηκεν τὸ ῶμα αὐτοῦ. ἐπεὶ οὖν ἡ σύστασις τοῦ σώματος ἀπὸ σπερμάτων ἐστί, διὰ τοῦτο <ὁ> ἁμαρτάνων κατὰ τὴν πρόρρυ σιν τῶν σπερμάτων εἰς τὸ σῶμα τὸ ἑαυτοῦ ἁμαρτάνει· καὶ ἔστιν ἡ ἁμαρτία αὕτη ἀπὸ τούτων γινομένη, ἀφ' ὧν καὶ ἡ ἀρχὴ τῆς συστάσεως τοῦ σώματος. 32 vi 19–20 [Ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύ ματός ἐστιν, οὗ ἔχετε ἀπὸ <τοῦ> θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν, ἠγοράσθητε γὰρ τιμῆς. δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν.] [Ὠριγένους] Καλῶς ἀνθυποφορὰν ὑπειδόμενος καὶ προφυλαξάμενος εἶπεν τὸ Οὐκ ἐστὲ ἑαυτῶν. ἐρεῖ γάρ τις Εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνω· ἐξουσίαν ἔχω τοῦ ἰδίου σώματος· εἶτα φησὶν Ἢ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ τοῦ θεοῦ; εἰς τὸ πνεῦμα τὸ ἅγιον ἀσε βοῦμεν, καὶ δι' αὐτοῦ εἰς πατέρα καὶ υἱὸν εἰς οὓς βεβαπτίσμεθα, ἐὰν πορνεύωμεν· εἰς Χριστὸν μέν, ὅταν ἄρα τὰ μέλη τοῦ Χρι τοῦ ποιή ω πόρνη μέλη· εἰς τὸ ἅγιον δὲ πνεῦμα, ὅταν τὸν ναὸν τοῦ ἐν ἡμῖν ἁγίου
Fragmenta ex commentariis in epistulam i ad Corinthios Unit 6 opening§u06-open
u06-openUnit 6.
Lemma-led open — πνεύματος φθείρῃ τις· εἰς τὸν πατέρα δέ, ὅτε τὸν ναὸν τοῦ θεοῦ φθείρω. Πρὸς τούτοις οὖν ὅσ
Greek · §u06-open
πνεύματος φθείρῃ τις· εἰς τὸν πατέρα δέ, ὅτε τὸν ναὸν τοῦ θεοῦ φθείρω. Πρὸς τούτοις οὖν ὅσα ἂν ἁμάρτωμεν, κἂν φόνους ποιήσωμεν, ἄφθοροι δὲ ὦμεν, φθορᾶς μὴ γευσάμενοι τῆς κατὰ τὴν συνουσίαν, οὐ λεγόμεθα ἐφθάρθαι ἐκ τοῦ πεφονευ κέναι. ἀλλ' ἐπεὶ καὶ ἡ ἀφθαρσία καὶ ἡ φθορὰ περὶ τὴν φύσιν τὴν ἄγευστον συνουσίας τῆς περὶ τὰ ἀφροδίσια ἐστίν–Ἐφθάρη γὰρ ἡ παρθένος, λέγομεν· καὶ πάλιν Ἄφθορος ὁ νεανίσκος, ἢ ἐφθάρη–πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν. ἐπειδὴ οὖν ἐδόθη λύτρον ὑπὲρ ὑμῶν τὸ αἷμα τοῦ χριστοῦ καὶ ἔλαβεν ὑμᾶς ἀπὸ τῆς ἐξουσίας τοῦ διαβόλου, δοξάσατε τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν, ἵνα γένηται τὸ σῶμα ὑμῶν ἄξιον μακαριότητος ὡς ἀγαπησάντων τὴν ἀφθαρσίαν, ὡς καὶ ὁ ἀπόστολος λέγει ἡ χάρι τοῦ θεοῦ μετὰ πάντων τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν Ἰη οῦν Χρι τὸν ἐν ἀφθαρ ίᾳ. 33 vii 1–4 [Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλ' ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλ' ἡ γυνή.] [Ὠριγένους] Οἱ ἄνθρωποι ἁμαρτάνοντες γενικῷ λόγῳ δixῶς ἁμαρτάνουσιν, ὑποβαίνοντες τὰς ἐντολὰς ἢ ὑπερβαίνοντες. ὅταν γὰρ μὴ ἀπὸ ἐπιστήμης πολιτευώμεθα μηδὲ γινώσκοντες τὰ μέτρα τῆς δικαιοσύνης σφαλλόμεθα, καὶ ἔσθ' ὅτε ὑπερ βαίνοντες τὸν κανόνα φαντασίᾳ τοῦ ποιεῖν τι κρεῖττον ἐκπίπτομεν τοῦ προκειμένου. τάθμιον οὖν ἐστιν, ὃ οὔτε μέγα ἐστὶν οὔτε μικρὸν ἀλλὰ σύμμετρον, τὸ εἰδέναι πῶς δεῖ βιοῦν. ∆έδε αι μετὰ γυναικός· ἓν στάθμιον μέγα ποιεῖς, οὐ φροντίζεις τῆς γυναικὸς ἀλλὰ λέγεις Ἐγὼ δύναμαι ἐγκρα τεύεσθαι καὶ ζῆν καθαρώτερον· ἀλλ' ὅρα ὅτι ἡ γυνή σου ἀπόλλυται, οὐ δυναμένη φέρειν τὴν καθαρότητά σου, δι' ἣν Χρι τὸ ἀπέθανεν. Τοιοῦτόν τι γέγονεν ἐν Κορίνθῳ, καὶ ἦν ἀκαταστασία ἐν ταῖς οἰκίαις τῶν ἀδελφῶν, πῆ μὲν ἀνδρῶν πῆ δὲ γυναικῶν ἐγκρατεύεσθαι πειρωμένων καὶ ἀλλή λων κατεξανισταμένων. ἔγραψαν οὖν περὶ τούτου ἐπιστολὴν οἱ ἐν Κορίνθῳ τῷ ἀποστόλῳ, καὶ πρὸς τὴν ἐπιστόλην ταύτην ἀντιγράφει ὁ ἀπόστολος τὰ προγεγραμμένα· καὶ οὔτε ἐπέτεινεν τὸν περὶ ἁγνείας λόγον καὶ ἀνεῖλεν τὸν περὶ γάμου, οὔτε τὸν περὶ γάμου προκρίνας ἀνεῖλεν τὸν περὶ παρθενίας, ὡς καλὸ οἰκονόμο , ἀλλὰ τηρεῖ δι' ὅλου τοῦ λόγου τὸ βούλημα αὐτοῦ τινα τρόπον καὶ προτρέπεται καθαρεύειν· καὶ συγχωρήσας συγκαταβαίνειν, προτρέ πεται πάλιν ἀσκεῖν τὴν ἁγνείαν· καὶ προτρεψάμενος ἀσκεῖν τὴν ἁγνείαν, πάλιν φέρει ἐπὶ τὸ δεῖν τῇ ἀσθενείᾳ συγκαταβαίνειν τῶν ἀσθενεστέρων. ἤρξατο δὲ οὐκ ἀπὸ τῶν ὑποδεεστέρων, οὐ γὰρ ἔπρεπεν, ἀλλ' ἀπὸ τῶν τελειοτέρων πρα γμάτων, λέγων Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· οἷον· Ἐπαινῶ ὑμᾶς ὅσον ἐπὶ τῷ ἠθεληκέναι ἁγνεύειν τοὺς ἀποστάντας τῆς μίξεως τῆς πρὸς τὴν γυναῖκα, ἀλλὰ λογίσασθε μὴ τὸ ἑαυτῶν μόνον ἀλλὰ καὶ τὸ τῆς γυναικός· Ἡ γὰρ ἀγάπη οὐ ζητεῖ τὰ ἑαυτῆ · διὰ γοῦν τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα. οὐ διὰ τὴν ἑαυτοῦ πορνείαν ὁ ἰσχυρότερος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, ἀλλὰ μή πως πορνεύσῃ τῇ ἐγκρατείᾳ <τοῦ ἀνδρὸς ἡ γυνὴ καὶ τῇ ἐγκρατείᾳ> τῆς γυναικὸς ὁ ἀνήρ. αἱρετώτερον γὰρ τοὺς δύο σωθῆναι εὑρισκομένους ἐν τοῖς ἔργοις τοῦ γάμου ἢ τῇ προφάσει τοῦ ἑνὸς τὸν ἕτερον ἐκπεσεῖν τῆς ἐλπίδος τῆς ἐν Χριστῷ· πῶς γὰρ καὶ σωθήσεται ἔνοχος ὢν τῷ θανάτῳ τῆς γυναικός; οὐκ ἔστιν οὖν καθαρὰ ἡ σεμνότης τοῦ ἀνδρὸς ὅτε μὴ ἐκ συμφωνίας τῆς γυναικὸς γίνηται ἡ ἄσκησις ἀμφοτέροις ὑπὲρ τοῦ χολά αι ταῖς κατὰ θεὸν εὐχαῖς. [vii 3] Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. προενοήσατο καὶ τοῦ
Unit 6 rem early§u06-rem-early
u06-rem-earlyRem early: Unit 6; Pauline lemma and Origen’s theoria.
Greek · §u06-rem-early
θεραπεῦσαι τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην καὶ τοῦ εὐσχημονέστατα οἰκονομῆσαι τὸ κατὰ τοὺς τόπους· διόπερ εἶπεν ὀφειλὴν ὀφείλεσθαι ἀπὸ τοῦ ἀνδρὸς καὶ τῷ ἀνδρὶ ἀπὸ τῆς γυναικός. εἶτα ἵνα μὴ δυσωπήσῃ τοὺς ἐν γάμῳ ὡς δούλους ἀλλήλων τυγχάνοντας μὴ χωρὶς συμφωνίας ἥκειν ἐπὶ τὴν ἄσκησιν τῆς καθαρότητος φησίν· Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλ' ὁ ἀνήρ· ὁμοίως καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλ' ἡ γυνή. ἐξουσίαν οὖν ἔχει ὁ ἀνὴρ τοῦ σώματος τῆς γυναικός, καὶ ἐξουσίαν ἔχων ἐὰν θέλῃ μὴ χρήσθω τῇ ἐξουσίᾳ· ἀλλ' οὐκ ἐχρη ά μεθα τῇ ἐξου ίᾳ ταύτῃ, φησὶν ὁ ἀπόστολος, οἶμαι τοῦτο διδάσκων τῷ λέγειν μὴ οὐκ ἔχομεν ἐξου ίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡ καὶ οἱ λοιποὶ ἀπό τολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶ ; ἐξουσίαν οὖν ἔχει ἡ γυνὴ τοῦ σώματος τοῦ ἀνδρὸς καὶ οὐ δύναται μὴ χρήσασθαι τῇ ἐξουσίᾳ; Τὸ δὲ ὁμοίως δὶς κείμενον δίδωσι νοεῖν ὅτι μὴ νομιζέτω ὁ ἀνὴρ ἐν τοῖς κατὰ τὸν γάμον πράγμασιν ὑπερέχειν τῆς γυναικός· ὁμοιότης ἐστὶ καὶ ἰσότης τοῖς γεγαμηκόσι πρὸς ἀλλήλους. 34 vii 5 [Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε.] [Ὠριγένους] Ὀφείλετε γὰρ ἀμφότεροι εἰδέναι ὅτι οὐκ ἔστιν ἡ αὐτὴ εὐχὴ ἀπὸ καθαρότητος ἀνδρὸς καὶ γυναικὸς καὶ εὐχὴ ἀπὸ κοινωνίας. εἰ γὰρ ἐπὶ τῶν εἰδώλων Ἕλληνες ἔστιν ὅτε ἁγνεύουσι, πόσῳ πλέον σὺ ὁ τῷ θεῷ τῶν ὅλων εὐχόμενος; καλὸν οὖν ἐστι συγκαταβαίνειν μὲν διὰ τὴν ἀσθένειαν, ἀνέχειν δὲ διὰ τὰς εὐχάς. καὶ Μωϋσῆς μὲν ἁγνίζει τὸν λαὸν καὶ λέγει τρεῖ ἡμέρα μὴ προ έλθητε γυναικί, ἵνα δυνηθῶσιν ἐκ τοῦ προκεκαθαρευκέναι ἀκροαταὶ γενέσθαι τοῦ θεοῦ. καὶ ἐν ταῖς Βασιλείαις δὲ ἁγίου ἄρτου βούλεται παραστῆσαι τῷ ∆αυεὶδ φεύγοντι τὴν τοῦ Σαοὺλ ἐπιβουλὴν Ἀβιάθαρ ἢ Ἀβιμέλεχ ὁ ἱερεύς, καὶ βουλόμενος ἁγίου ἄρτου παραθεῖναι τί φησι πλὴν Εἰ καθαρὰ τὰ παιδάρια ἀπὸ γυναικό ; οὐχ οἷον δὲ ἀπὸ ἀλλοτρίας γυναικὸς ἀλλ' ἀπὸ γαμετῆς. εἶτα ἵνα μὲν ἄρτου προθέ εω λάβῃ τις, καθαρὸς εἶναι ὀφείλει ἀπὸ γυναικό · ἵνα δὲ τοὺς μείζονας τῆς προθέσεως λάβῃ ἄρτους, ἐφ' ὧν ἐπικέκληται τὸ ὄνομα τοῦ θεοῦ καὶ τοῦ χριστοῦ καὶ τοῦ ἁγίου πνεύματος, οὐ πολλῷ πλέον ὀφείλει τις εἶναι καθαρώτερος, ἵνα ἀληθῶς εἰς σωτηρίαν λάβῃ τοὺς ἄρτους καὶ μὴ εἰ κρίμα; [Ὠριγένους] Οἱ πολλοὶ μὲν οἴονται τὸ ἀποστερεῖν ἐπὶ μόνου χρυσίου ἢ ἀργυρίου ἢ τινὸς τῶν τοιούτων λέγεσθαι· σαφῶς δὲ ὁ ἀπόστολος καὶ ἐπὶ τῶν ἐν γάμοις ὄντων καὶ ἀκαίρως καὶ χωρὶς συμφωνίας ἁγνείαν ἀσκούντων ἀποστέρησιν ὠνόμασεν. ἅπαξ δὲ ἁπλῶς ὁ τὸ ὀφειλόμενον μὴ ἀποδιδοὺς ἀποστερεῖ ἐκεῖνον ᾧ ὀφείλει, μὴ ἀποδιδοὺς τὸ ὀφειλόμενον. ἐνίοτε δὲ συγκλείεται ὁ ἄνθρωπος εἰς τὸ μὴ δύνασθαι ἅμα δύο ὀφειλὰς ἀποδιδόναι· διὸ γέγραπται ἵνα τὴν ἀναγκαίαν ἀποδῷ ὀφειλήν. ὃ δὲ λέγω οὕτως ἔσται σαφές· οὐκ ἔνεστι καὶ θεῷ ἀποδιδόναι δεόντως τὰς εὐχὰς καὶ ἀποδοῦναι τὴν ὀφειλὴν τὸν γεγαμηκότα τῇ γυναικί· διόπερ τὸ ὀφείλημα τὸ εἰς θεὸν ἐὰν ἐπείγῃ, δεῖ τὸ ἕτερον ἀποστερεῖν. ἄκουε γὰρ αὐτοῦ λέγοντος Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε· ὡς μὴ καθαρᾶς ἀναπεμπο μένης τῆς εὐχῆς τοῖς καὶ συνεληλυθόσιν, εἰ καὶ νομίμως συνεληλύθασιν. ἀπέ χεσθαι δὲ δεῖ γυναικὸς καὶ ἐν καιρῷ τῆ ἀφέδρου, καὶ εἰς μέγα γε ἔγκλημα λογίζεται τὸ συνέρχεσθαι γυναικὶ οὔσῃ ἐν τῇ ἀφέδρῳ. ἐν γοῦν τῷ καταλόγῳ τῶν ἀνδραγαθημάτων καὶ τῷ καταλόγῳ τῶν ἁμαρτημάτων παρὰ τῷ Ἐζεκιὴλ ἀναγέγραπται ὅτι καὶ πρὸ γυναῖκα ἐν χωρισμῷ οὐ μὴ προσέλθῃ. καὶ δεῖ καθαρεύειν πάντως καὶ ἀπὸ τῆς ἰδίας γυναικὸς ἐν καιρῷ εὐχῆς καὶ νηστείας. [vii 5– 6] καὶ πάλιν, φησίν, ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν. Πανταχοῦ ἀνίησι διὰ τὴν ἀσθένειαν τὸν λόγον, καὶ πάλιν ἐπιτείνει διὰ τὸ ἐπιστρέψαι τοὺς ἀκούοντας τὸν λόγον. [vii 7] θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν. ἀλλ' ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως. Πνέει χαρίσματος ὁ γάμος, ὅτε τὰ μέτρα τηρεῖται, τοῦ ἐκ συμφωνίας. καὶ ἀληθῶς ἔστιν εἰπεῖν ἐπὶ τινῶν ὅτι τούτῳ ὁ γάμος χάρισμά ἐστιν, ὅτε οὐκ ἀκατα τα ία, ὅτε πᾶσα εἰρήνη, πᾶσα συμφωνία· εἰπεῖν μέντοιγε ὅτι χάρισμα ἐκ θεοῦ ἐστιν ὁ γάμος πιστοῦ πρὸς ἐθνικὴν καὶ ἐθνικοῦ πρὸς πιστήν; τοῦτο οὐκ ἂν εἴποιμι. οὐ γὰρ δύναται τὸ χάρισμα τοῦ θεοῦ φθάνειν ἐπὶ τοὺς ἐθνικούς· ἐὰν πιστεύσῃ, ἐὰν σωθῇ, τότε ἀρχὴν λήψεται τοῦ χαρίσματος.
Unit 6 rem mid§u06-rem-mid
u06-rem-midRem mid: Unit 6; lemma continues; spiritual reading with the letter.
Greek · §u06-rem-mid
Χρῶνται δὲ τῷ ῥητῷ τούτῳ καὶ οἱ ἀπὸ Μαρκίωνος, καὶ ἀναισθήτως κωλύουσι τὸν γάμον, λέγοντες τὴν ἁγνείαν πρόσταγμα εἶναι τοῦ ἄλλου θεοῦ ὃν ἀνέ πλασαν παρὰ τὸν δημιουργόν. πλὴν ἐκ τοῦ ῥητοῦ ἔστιν αὐτοὺς συμβιβάσαι ὅτι κακῶς κωλύουσι τὸν γάμον, κακῶς καὶ διαιροῦσι τὴν θεότητα. εἰ γὰρ χάρισμά ἐστι τῷ μὲν οὕτως τῷ δὲ οὕτως, χάρισμά ἐστι καὶ ὁ γάμος· εἰ χάρισμα καὶ ὁ γάμος, κακῶς κωλύεται τὸ χάρισμα ὁ γάμος· εἰ ὁ μὲν οὕτως ὁ δὲ οὕτως ἀπὸ θεοῦ, δῆλον ὅτι εἷς θεὸς ὁ δεδωκὼς τὴν ἁγνείαν καὶ ὁ δεδωκὼς τὸν γάμον, καὶ εἷς ὁ τοῦ νόμου καὶ τοῦ εὐαγγελίου θεός ἐστιν, ὃν κατήγγειλαν πρότερον μὲν οἱ προφῆται ὕστερον δὲ Χριστὸς Ἰησοῦς. 35 vii 8–12 [Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖττον γάρ ἐστι γαμῆσαι ἢ πυροῦσθαι. τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ ἀλλ' ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι–ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω–καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος.] [Ὠριγένους] Τινὲς τῶν καθ' ἡμᾶς ὑπὲρ ἃ γέγραπται διδάσκουσι· καὶ οἰόμενοί τι ποιεῖν, δέον προτρέπειν ἐπὶ μονογαμίαν μετὰ τοῦ μὴ βρόχον ἐπιτιθέναι τοῖς μὴ δυναμένοις, τοῦτο μὲν οὐ ποιοῦσιν, ἀνάγκην δὲ ἐπιτιθέασι καὶ θέλουσι μὴ συνάγειν τοὺς διγάμους μηδὲ κοινωνεῖν αὐτοῖς ὡς παραβεβηκόσιν, οὐκ αἰ δούμενοι οὐδὲ τὰς τοῦ ἀποστόλου φωνάς. ὁ γὰρ λέγων τοῖς ἀγάμοις καὶ ταῖς χήραις, εἰ οὐκ ἐγκρατεύονται γαμησάτωσαν, ἄντικρυς ἐπέτρεψεν μετὰ τὸν πρῶτον γάμον μετὰ τὸ χηρεῦσαι γυναῖκα γαμῆσαι, μετὰ τοῦ λοιδορῆσαι τὸν γαμοῦντα, μετὰ τοῦ λοιδορῆσαι τὴν γαμουμένην· εἶπεν γὰρ Εἰ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· ὅρα γὰρ εἰ μὴ ἤδη κατηγορία ἐστὶ τὸ μὴ ἐγκρατεύεσθαι, οἷον ἔστι λέγεσθαι ἀνθρώποις χριστιανοῖς Κάλλιον γαμῆσαι ἢ πυροῦσθαι, πύρωσιν ὀνομάσαντος αὐτοῦ τὴν ἐπιθυμίαν τῆ αρκὸ μὴ σβεννυ μένην ὑπὸ τοῦ λόγου ἀλλὰ κρατοῦσαν τῆς ψυχῆς τοῦ ἁμαρτωλοῦ. Ἡμεῖς οὖν διδαχθέντες ὑπὸ τοῦ ἀποστόλου οὐ κωλύομεν τὴν διγαμίαν, συγκρίσει γὰρ πυρώσεως αἱρετωτέρα διγαμία· ὅταν δὲ κακοῖς συγκρινόμενον κρεῖττον εἶναί τι νομίζεται, ἐκεῖνο ἄντικρυς οὐκ ἔστι καλόν. οὐκ ἔστιν σω φροσύνη ὁ δεύτερος γάμος· οὐκ ἔστιν κατὰ φύσιν Ἀδὰμ τῷ πρωτοπλάστῳ· οὐ γὰρ δύναται τῇ δευτέρᾳ λέγεσθαι γυναικὶ Τοῦτο νῦν ὀ τοῦν ἐκ τῶν ὀ τῶν μου καὶ ὰρξ ἐκ τῆ αρκό μου. ἔσχεν Ἀβραὰμ καὶ τὴν Ἄγαρ, γέγονεν καὶ μετὰ τῆς Χεττούρας· ὅτε δὲ ἐτελεύτα, οὐδεμία ἐτέθη σὺν αὐτῷ ἀλλ' ἡ φύσει γυνή· Ἀβραὰμ γὰρ καὶ Σάρρα ἦν ἐν τῷ μνημείῳ. καὶ Ἰακὼβ δέ, † εἰ καὶ ἔσχεν μετὰ Ῥαχὴλ καὶ μετὰ Λίας † γεγένηται καὶ μετὰ τῶν παιδισκῶν, ἀλλ' ἐν τῷ μνημείῳ μόνη Λία ἐγένετο σὺν αὐτῷ. † Μετὰ τοῦ τῆς τῶν πατέρων ἔσεσθαι οἰκονομίας μυστικῆς· † οὐ δήπου δὲ καὶ νῦν ὁ λαμβάνων δευτέραν λέγει ὅτι Τελῶ οἰκονομίαν μυστικήν. ἐλεύσεται γὰρ ὁ Παῦλος λέγων λέγετέ μοι οἱ τὸν νόμον ἀναγινώσκοντες, τὸν νόμον οὐκ ἀκούετε; γέγραπται γὰρ Ὁ δεῖνα δύο υἱοὺ ἔ χεν, καὶ τὰ ἑξῆς· οὐ μέλλει καὶ ἐπ' αὐτοῦ λέγεσθαι Ἅτινά ἐ τιν ἀλληγορούμενα, καὶ αὗται γάρ εἰ ι δύο διαθῆκαι· ταῦτα γὰρ τυπικῶ υνέβαινεν ἐκείνοι , ἐγράφη δὲ δι' ἡμᾶς εἰ οὓ τὰ τέλη τῶν αἰώνων κατήντηκεν. Λέγω δὲ ταῖς χήραις καὶ τοῖς ἀγάμοις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ. τοῦτο δὲ δεύτερον καλόν ἐστιν· ἔστι γὰρ πρῶτον τούτου ἄλλο καλόν· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. ποῖον δεύτερον καλόν; καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖττον γάρ ἐστι γαμῆσαι ἢ πυροῦσθαι. διὰ τοῦτο οἱ ἐν γάμοις πρώτοις ὄντες καὶ μηδέπω πεπειραμένοι δευτέρων ἀσκείτωσαν τὴν ἁγνείαν, ἵνα ἐὰν γένηταί τι ἀνθρώπινον μὴ ἀνάσκητοι καταληφθέντες ἀσχημονήσωσιν. κρεῖττον οὖν τὸ γαμῆσαι δεύτερον γάμον, οὐ γὰρ τὸν πρῶτον λέγει ἐνθάδε ὡς δῆλόν ἐστιν ἐκ τῆς λέξεως τῆς πυροῦσθαι. Ἐντεῦθεν εἰς ἑτέραν μεταβαίνει νομοθεσίαν· Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ ἀλλ' ὁ κύριος· ἡ νομοθεσία ἡ πρὸς τοὺς γεγαμηκότας οὐκ ἀπ' ἐμοῦ ἐστιν, ἀλλ' ἀπὸ τοῦ κυρίου. ἅμα δὲ τηρεῖ ἀναγκαῖον παρατήρημα, ὅτι γεγαμηκότας ὠνόμασεν ὅταν ἀμφότεροι ὦσι πιστοὶ καὶ ὁ ἀνὴρ καὶ ἡ γυνή. ὅ<τ>ι δὲ τοὺς ἄλλους ὅσοι ἑτεροζυγοῦ ιν οὐκ ὠνόμασεν ἐν γεγαμηκόσιν, δῆλον ἐκ τοῦ ἐπιφέρειν αὐτὸν Τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος. οὔκουν οἱ λοιποὶ οὐκ εἰσὶ γεγαμηκότες; οὐ γὰρ μετρεῖ αὐτοὺς γεγαμηκότας· οὐ γὰρ ἐπὶ τούτων ἁρμόζεται γυνὴ ἀνδρὶ παρὰ θεοῦ· ἐπὶ δὲ τῶν πιστῶν, ὅτε ἀμφότεροι κοινωνοῦσι καὶ
Unit 6 rem close§u06-rem-close
u06-rem-closeRem CLOSEOUT: Unit 6 CLOSEOUT.
Greek · §u06-rem-close
εὐχῶν καὶ παιδοποιΐας ἁγίας καὶ πάντων ὧν χριστιανοὺς κοινωνεῖν δεῖ, λέγει ὅτι ὁ γάμος οὐκ ἀλλότριός ἐστι θεοῦ. Παραγγέλλω οὖν, οὐκ ἐγὼ ἀλλ' ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρίζεσθαι. τὸ μὲν προηγούμενον τοῦτό ἐστιν, συζυγίαν φθάσασαν δεδέ θαι μὴ λυθῆναι. Ἐὰν δὲ καὶ χωρισθῇ· πολλὰ γὰρ ἂν γένοιτο αἴτια τοῦ καὶ χωρισθῆναι· οἷον πορνεία ἐὰν γένηται τῇ γυναικί, ἁμαρτία ἐστὶ κατέχειν τὴν πεπορνευκυῖαν γυναῖκα. ἐὰν οὖν καὶ χωρισθῇ καὶ γένηταί τι αἴτιον χωρισμοῦ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω. ὁμοίως δὲ καὶ ἄνδρα θέλω τοιοῦτον εἶναι, ἵνα μὴ ἀφίῃ γυναῖκα. Τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος. τοῖς μὲν γεγαμηκόσιν οὐκ ἐγὼ νομοθετῶ, ἀλλ' ὁ κύριος· τοῖς δὲ μὴ γεγαμηκόσιν ἀλλ' ἑτεροζυγοῦ ιν ἀπί τοι οὐκ ἔχω νόμον δοῦναι ἀπὸ θεοῦ· οὐδὲ γὰρ ἄξιοί εἰσι νόμων θεοῦ· ἀλλ' ἀκουέτωσαν ἡμῶν. καὶ χρήσομαι εἰς τὸ νοηθῆναι τὰ κατὰ τὸν τόπον γεγραμμένοις ἐν τῷ νόμῳ. οἱ νόμοι οἱ κατὰ Μωσέα οἱ μὲν θεοῦ εἰσιν, οἱ δὲ Μωσέως. καὶ τοῦτο ἐπιστάμενος ὁ κύριος διαφορὰν νόμων θεοῦ καὶ νόμων Μωσέως εἶπεν ἐπὶ μὲν τῶν ὑπὸ θεοῦ νενομοθετημένων Ὁ γὰρ θεὸ εἶπεν Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἐπὶ δὲ τῶν ὑπὸ Μωσέως Μωϋ ῆ διὰ τὴν κληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦ αι τὰ γυναῖκα . τηρήσας γοῦν τὰ τοῦ βιβλίου τοῦ ἀπο τα ίου εὑρήσεις οὐκ ἐκ προστάγματος κυρίου τὸν νόμον γεγραμμένον. Μωϋσῆς μὲν οὖν ὑπηρετῶν θεῷ νόμους ἔδωκεν δευτέρους παρὰ τοὺς νόμους τοῦ θεοῦ· Παῦλος δὲ ὑπηρετῶν τῷ εὐαγγελίῳ νόμους ἔδωκεν δευτέρους τοῖς ἐκκλησιαστικοῖς μετὰ τοὺς νόμους τοὺς ἀπὸ θεοῦ διὰ Ἰησοῦ Χριστοῦ. καὶ καλόν ἐστιν ἀκούειν νόμων ἀπὸ κυρίου ἢ ἀκούειν νόμων Παύλου τοῦ ἀποστόλου. κἂν γὰρ ἅγιος ᾖ, ἀλλὰ πολλῷ ὑποδεεστέρους ἔχει νόμους τῶν νόμων τοῦ κυρίου. 36 vii 14 [Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ.] [Ὠριγένους] Ὡς κρᾶσίς τις γίνεται τῶν δύο, ἀνδρὸς καὶ γυναικός, εἰ άρκα μίαν ὥσπερ οἴνου καὶ ὕδατος· καὶ ὥσπερ μεταδίδωσιν ὁ πιστὸς ἁγιασμοῦ τῇ ἐθνικῇ γαμετῇ, ἢ τὸ ἐναντίον ἡ πιστὴ τῷ ἀπίστῳ ἀνδρί, οὕτω καὶ ὁ ἄπιστος μεταδίδωσι μολυσμοῦ τῇ πιστῇ γυναικὶ ἢ τῷ πιστῷ ἀνδρὶ ἡ ἄπιστος γυνή. διὰ τί γὰρ φησὶν Ἡγίασται ἡ ἄπιστος ἢ ὁ ἄπιστος τῷ λαμβάνειν τι ἀπὸ τοῦ πιστοῦ ἢ ἀπὸ τῆς πιστῆς, καὶ οὐχὶ βεβηλοῦται τῷ λαμβάνειν τι ἀπὸ τοῦ ἀπίστου μέρους; ἕκαστος γὰρ ἐκ τοῦ περι εύματο τῆ καρδία διαλεγόμενος τῷ ἑτέρῳ ἢ μεταδίδωσιν ἢ μεταλαμβάνει, καὶ τῷ χρόνῳ πάντως νικᾷ τὸ ἕτερον. καὶ τίς χρεία, φησί, τοιούτου ἀγῶνός τε καὶ κινδύνου; ἢ γὰρ ἐπιτεύξεται ἢ ἀποτεύξεται, καὶ ἤτοι τὴν ψυχὴν αὐτοῦ προσαπολέσει ἢ πολλὰ καμὼν μόγις κερδῆσαι δυνήσεται. διὰ τοῦτο καλόν ἐστι πρὶν προληφθῆναι ἄνθρωπον ἐπιμελῶς οὐ μόνον τοῦτο ἀλλὰ καὶ τὸ μέλλον σκοπεῖν, καὶ σκοπήσαντα ἢ μὴ γαμεῖν ἢ γαμοῦντα ἐν κυρίῳ γαμεῖν. γυνὴ γὰρ δέδεται ἐφ' ὅ ον χρόνον ζῇ ὁ ἀνήρ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐ τὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ. οὐκ ἀκούομεν τοῦ μόνον ἐν κυρίῳ, ἀλλὰ τὸ ἐλευθέρα ἐ τὶν ᾧ θέλει γαμηθῆναι ἀναγινώσκομεν, οὐκέτι δὲ συνετάξαμεν τὸ μόνον ἐν κυρίῳ. καίτοι γε κἀκεῖ ὅτε εἶπεν μόνον ἐν κυρίῳ, πάλιν ἀνέκρουσεν τὸν λόγον εἰπὼν μακαριωτέρα δέ ἐ τιν ἐὰν οὕτω μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην. τὸ οὖν εὐφη μότερον εἰπὼν ὁ ἀπόστολος, τὸ Ἁγιάζεται γάρ, ἀφῆκεν ἡμῖν τὸ ἄλλο νοεῖν. 37 vii 18–20 [περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ τις ἐκλήθη; μὴ περιτεμνέσθω. ἡ περιτομὴ οὐδέν ἐστι καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ. ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη ἐν ταύτῃ μενέτω.] [Ὠριγένους] ∆όξει ἀκαίρως παραβεβληκέναι τῷ περὶ γάμου καὶ ἁγνείας λόγῳ, μηδεμιᾶς ζητήσεως γενομένης περὶ τοῦ μὴ δεῖν τοὺς ἐκ περιτομῆς πιστεύοντας ἐπισπάσθαι καὶ πάλιν τοὺς ἐν ἀκροβυστίᾳ περιτέμνεσθαι, καὶ τὸ περὶ τοῦ δοῦλο ἐκλήθη ; μή οι μελέτω, καὶ τὰ ἑξῆς. μή ποτ' οὖν παράδειγμα ἔλαβεν τὴν δουλείαν καὶ τὴν ἐλευθερίαν τῶν γεγαμηκότων καὶ ἀγάμων, περιτετμημένον μὲν καλῶν τὸν ἀποβεβληκότα τὴν γυναῖκα ἀπερίτμητον δὲ τὸν γεγαμηκότα; ὡς γὰρ ἔ ονται οἱ δύο εἰ άρκα μίαν καὶ εἰσὶ μία σὰρξ ἡ γυνὴ καὶ ὁ ἀνήρ, ἀποβέβληκε δὲ τὰ τῆς σαρκὸς ὁ περιτετμημένος, οὕτως ὁ ἀποβαλὼν τὴν γυναῖκα καὶ οἱονεὶ περιτέτμηται τὴν σάρκα ἑαυτοῦ· οὕτω καὶ δοῦλον καλεῖ· ἐπεὶ γάρ φησι καὶ ἐν ἄλλοις οὐ δεδούλωται ὁ ἀδελφὸ ἢ ἡ ἀδελφὴ ἐν τοῖ τοιούτοι , ὡς δούλων ὄντων τῶν γεγαμηκότων, διὰ
Fragmenta ex commentariis in epistulam i ad Corinthios Unit 7 opening§u07-open
u07-openUnit 7.
Lemma-led open — τοῦτο καὶ ἐνθάδε δοῦλον ὀνομάζει τὸν μετὰ τὸν γάμον κεκλημένον, ἐλεύθερον δὲ τὸν ἄγαμον. Λ
Greek · §u07-open
τοῦτο καὶ ἐνθάδε δοῦλον ὀνομάζει τὸν μετὰ τὸν γάμον κεκλημένον, ἐλεύθερον δὲ τὸν ἄγαμον. Λέγεται οὖν ὡς περὶ περιτομῆς καὶ περὶ δούλων τὰ εἰρημένα εἰς τὸν τόπον. πλὴν οὐκ ἄτοπόν ἐστι τῷ ῥητῷ χρήσασθαί ποτε πρὸς τοὺς οἰομένους μετὰ τὴν πίστιν δεῖν περιτέμνεσθαι ἐξ εὐλαβείας, εὐλαβείας δὲ τῆς οὐ κατ' ἐπίγνω ιν, διὰ τὰ ἀναγεγραμμένα ἐν τῇ παλαιᾷ διαθήκῃ περὶ περιτομῆς. πάλιν οὐ καλόν ἐστι διά τινας τοὺς ἐκ περιτομῆς πιστεύοντας <καὶ> οἰομένους αἰσχύνην φέρειν αὐτοῖς τὴν περιτομήν, καὶ βουλομένους ἀκροβυστίαν περισπᾶσθαι, χρῆσθαι ῥητῷ τῷ λέγοντι Περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω; καὶ ἔχει γε λόγον λέγειν πρὸς τοὺς τοιούτους, ὅτι κατ' αὐτὸ ἡ περιτομὴ πρᾶγμα ἀδιάφορόν ἐστιν. οὔτε οὖν περὶ περιτομῆς νῦν ἐστιν οὔτε περὶ ἀκροβυστίας, ἀλλὰ περὶ τοῦ ἀγάμου καὶ τοῦ γεγαμηκότος· Περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ὡσεὶ ἔλεγεν Μὴ ἐπισπάσθω γυναῖκα· ἤδη περιετμήθη· ἀπέβαλεν γυναῖκα, μὴ γαμείτω ἄλλην. Ἐν ἀκροβυστίᾳ ἐκλήθη τις; μὴ περιτεμνέσθω· οἷον· Ἐν γάμῳ ἐκλήθης; μὴ ἀπόβαλέ σου τὴν γυναῖκα. Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν. ἐπεὶ τινὲς οἴονται τὸν ἄγαμον πλέον τι ἔχειν κατὰ τοῦτο τοῦ γεγαμηκότος, τὸν δὲ γεγαμηκότα ἧττόν τι ἔχειν παρ' αὐτὸ τὸ γεγαμηκέναι τοῦ ἀγάμου, θέλομεν, φησί, διδάξαι ὅτι τῷ ἰδίῳ λόγῳ ἡ ἀγαμία ἀδιάφορόν ἐστιν καὶ τῷ ἰδίῳ λόγῳ ὁ γάμος ἀδιάφορό<ν> ἐστιν. δύναται γὰρ καὶ ὁ ἄγαμος ὢν καὶ ἀληθῶς καθαρεύων ἀπὸ πάσης μίξεως, ἄλλως δὲ κακῶς βιούς, μὴ ὠφελεῖσθαι ἀπὸ τῆς ἀγαμίας· δύναται δέ τις καὶ ἐν γάμῳ ὢν καὶ τὰ τοῦ γάμου πράττων τάξει δὲ καὶ καιρῷ αὐτὰ ποιῶν, τὴν ἄλλην πολιτείαν σώζων, μὴ ἐλάττων εἶναι τοῦ ἀγάμου. ὅτι γὰρ ἀδιάφορόν ἐστιν ἡ ἀγαμία καὶ αὐτὴ ἡ καθαρότης, οὕτως ἀποδείξομεν. εἰ μὲν μόνοι οἱ ἀπὸ τῆς ἐκκλησίας ἤσκουν τὴν ἀγαμίαν, ἦν ἂν εἰπεῖν ὅτι ἡ ἀγαμία τῷ ἰδίῳ λόγῳ καθαρόν τι καὶ θεῖον πρᾶγμά ἐστιν· νῦν δὲ ἔστιν εὑρεῖν καὶ μοχθηρᾷ προθέσει ἀγάμους. οἱ γοῦν ἀπὸ Μαρκίωνος ἀσκοῦσι καὶ αὐτοὶ τὴν ἀγαμίαν καὶ τὴν καθαρότητα, ἀλλ' οὐχ ὡς οἱ ἐκκλησιαστικοί· οὗτοι γὰρ ἵνα ἀρέσωσι τῷ κτίσαντι τὸν κόσμον θεῷ, ἐκεῖνοι δὲ ἵνα μὴ συνεργήσωσι τῷ τοῦ κόσμου θεῷ. κοσμεῖται δὲ ἡ ἀγαμία ἐκκλησιαστικῷ βίῳ καὶ λόγῳ, γνώσει καθαρᾷ καὶ ἀληθείᾳ. οὕτω καὶ ὁ ἄγαμος ἀδιάφορός ἐστι τῷ ἰδίῳ λόγῳ· ἔστιν δὲ καὶ ἐν γάμῳ ὄντα ἀνεγκλήτως εἶναι, καθὰ καὶ προαποδεδώκαμεν. ἡ περιτομὴ οὖν οὐδέν ἐστι καὶ ἡ ἀκροβυστία οὐδέν ἐστι, καὶ κατὰ τὸ ῥητὸν καὶ κατὰ τὰ προκείμενα. ἀλλὰ τί ἐστι τὸ σῶζον; Τήρησις ἐντολῶν θεοῦ. πᾶς γὰρ ὃ ἐὰν μίαν τῶν ἐντολῶν τούτων λύ ῃ τῶν ἐλαχί των καὶ διδάξει οὕτω τοὺ ἀνθρώπου , οὐκ εἶπεν Οὐκ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ἀλλ' ἐλάχι το κληθή εται ἐν τῇ βα ιλείᾳ τῶν οὐρανῶν. εἰ δὲ ὁ λύσας μίαν τῶν ἐντολῶν τῶν ἐλαχί των ἐλάχι το κληθή εται ἐν τῇ βα ιλείᾳ τῶν οὐρανῶν, ὁ δύο λύσας ἐντολὰς ποῦ εὑρεθήσεται; ἕκαστος οὖν ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω. ἐκλήθης ἐν γάμῳ; μὴ ζήλου τὸν ἄγαμον. ἐκλήθης ἄγα μος; μὴ πάντως ἐπισπῶ, εἰ δύνασαι καθαρώτερον ζῆν. 38 vii 21–24 [∆οῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι. ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· ὁμοίως καὶ ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστι Χριστοῦ. τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ θεῷ.] [Ὠριγένους] ∆οῦλον ὠνόμασεν ἀναγκαίως τὸν γεγαμηκότα· δοῦλος γὰρ τῆς γυναικὸς ὁ ἀνήρ, μὴ ἔχων ἐξουσίαν τοῦ ἰδίου ώματο , καὶ τοῦ ἀνδρὸς ἡ γυνή· οὐκ ἐξου ιάζει γὰρ τοῦ ἰδίου ώματο ἀλλ' ὁ ἀνήρ. δοῦλος οὖν ἐκλήθης; μή σοι μελέτω· ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· τοῦτ' ἔστιν, εἰ μὴ παρανομεῖς κατὰ τὸν λόγον, δύνασαι ἐλεύθερος εἶναι· πῶς; ἐκ υμφώνου ἵνα χολά ητε τῇ προ ευχῇ μετὰ πάσης ὁμονοίας. Ὁ γὰρ ἐν
Unit 7 rem early§u07-rem-early
u07-rem-earlyRem early: Unit 7; Pauline lemma and Origen’s theoria.
Greek · §u07-rem-early
κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· οἷον· Ἐκλήθης δοῦλος; τοῦτο ἴσθι ὅτι οὐ μόνον οὐκ εἶ δοῦλος, ἀλλὰ καὶ ἔχεις τι ἐλευθερίας διὰ τὸν κύριον. ὁ γὰρ ἀπελεύθερος οὔτε καθαρῶς ἐλεύθερός ἐστιν οὐδὲ ἔτι δοῦλος, ὡς εἶναι τὸν μὲν καθαρὸν πάντῃ ἐλεύθερον τὸν δὲ ἐν γάμῳ δοῦλον· ὅταν δὲ ἐν κυρίῳ ᾖ δοῦλος, τότε λέγομεν ὅτι ἀπελεύθερος κυρίου ἐστίν. ὁ δὲ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν οὐ γυναικός, ἀλλὰ τοῦ λόγου τοῦ θεοῦ. Τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. ὅση δύναμις νοήσατε τὸν ἐξαγορά αντα ἡμᾶ τὸν λόγον τοῦ θεοῦ· τὸ αἷμα τὸ ἐκχυθὲν ὑπὲρ ἡμῶν ἐξευμενίσωμεν. Ἐλέγομεν ἐν τῷ λόγῳ τῷ περὶ ἀγάμων καὶ γεγαμηκότων ὅτι ἐπιτείνει καὶ ἀνίησι τὸν λόγον. οὕτως καὶ ἐνθάδε πεποίηκεν εἰπὼν Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων· οἱονεὶ γὰρ ἐπιτείνει καὶ σφοδρότερον ποιεῖ τὸν λόγον, προτρεπόμενος τοὺς κατὰ τὸ δυνατὸν οἵους τε καθαρεύειν καὶ καθαρεύειν ἕκαστον ἐν τῇ κλήσει ᾗ ἐκλήθη. Ἰστέον δὲ ὡς οἱ λοιποὶ ἑρμηνευταὶ περὶ ἀκροβυστίας καὶ περιτομῆς κατὰ τὸ ῥητὸν ἐκδεδώκασι τὴν ἔννοιαν· συνήθως γάρ, φασίν, ἀπὸ τοῦ προκειμένου εἰς ἕτερα μεταβαίνει, πᾶσι νομοθετῶν τὰ κατάλληλα. 39 vii 25 [Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι.] [Ὠριγένους] Τῶν ἐντολῶν αἱ μὲν εἰσὶν ἐπιτεταγμέναι, αἱ δὲ οὐκ ἐπιτεταγμέναι ἀλλ' αὐτεξούσιοι καὶ τῇ προαιρέσει ἐπιτετραμμέναι ὑπὸ τοῦ θεοῦ. αἱ μὲν γὰρ αὐτῶν ὧν οὐκ ἔστιν ἄνευ σωθῆναι, αὗταί εἰσιν αἱ προστεταγμέναι· αἱ δὲ μείζονες τῶν προστεταγμένων, ἃς κἂν μὴ ποιήσωμεν σωζόμεθα, οὐκ εἰσὶν ἐπίταγμα τοῦ θεοῦ. ἄκουε γάρ, φησίν, τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ διδάσκοντος ἐν αὐτῷ καὶ λέγοντος ὅταν ποιή ητε πάντα τὰ διατεταγμένα ὑμῖν, ὀφείλετε λέγειν δοῦλοι ἀχρεῖοί ἐ μεν, ὃ ὀφείλομεν ποιῆ αι πεποιήκαμεν. καὶ εἰ, ἐὰν ποιήσω πάντα τὰ διατεταγμένα, δοῦλός εἰμι ἀχρεῖος, πότε φεύξομαι τὸ εἶναι δοῦλος ἀχρεῖος; ἐὰν φιλοτιμότερος ὢν ἐπαναβαίνῃς ἀπὸ τῶν διατε ταγμένων· οἷον· Τὸ οὐ μοixεύ ει ἐὰν τηρήσω καὶ τὸ μὴ ἐμβλέψαι γυναικὶ πρὸ τὸ ἐπιθυμῆ αι, ὃ ὤφειλον ποιῆ αι πεποίηκα. ἐὰν δὲ παρθένος μείνω, οὐ κελευσθεὶς οὐδὲ διαταχθείς, οὐκέτι λέγω ἐπὶ τῷ τῆς παρθενίας κατορθώ ματι δοῦλοι ἀχρεῖοί ἐ μεν, ὃ ὀφείλομεν ποιῆ αι πεποιήκαμεν. οὕτως καὶ ἐπὶ τῶν λοιπῶν ἐντολῶν, ἐὰν μὴ κλέψω ἢ πλεονεκτῶ, ὀφείλομεν λέγειν ἀχρεῖοι δοῦλοι ἐ μέν. ἐὰν δὲ πωλήσω πάντα τὰ ὑπάρχοντά μου καὶ δώσω πτωχοῖ , οὐκέτι λέγω Ἀχρεῖός εἰμι, ὃ ὤφειλον ποιῆσαι πεποίηκα. διὰ τοῦτο λέγει ὁ ἀπόστολος Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. ἐν γὰρ τῷ λέγειν τοῖς μαθη ταῖς τὸν κύριον οὐ πάντε χωροῦ ι τὸν λόγον ἀλλ' οἷ δέδοται καὶ ἐπιφέρει ὁ δυνάμενο χωρεῖν χωρείτω· οὐκ ἐπέταξεν, ἀλλ' αὐτεξούσιον εἴασεν. Γνώμην οὖν, φησὶν ὁ ἀπόστολος, δίδωμι, καὶ ἵνα παραστήσῃ ὅτι κύριος ἐν αὐτῷ λέγει εἶπεν ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. [vii 26] Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. Ἀνάγκην φησὶ τὴν ἐν τῷ σώματι διατριβήν, ὡς καὶ ἑτέρωθί φησι τὸ δὲ ἐπιμεῖναι τῇ αρκὶ ἀναγκαιότερον δι' ὑμᾶ . τετράκις δὲ ἐν τῷ τόπῳ τὸ καλὸν ὠνόμασεν ὁ ἀπόστολος· φησὶ γὰρ πρῶτον μὲν καλὸν ἀνθρώπῳ γυναικὸ μὴ ἅπτε θαι· δεύτερον δὲ καλὸν αὐτοῖ ἐὰν μείνω ιν ὡ κἀγώ· τρίτον Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην· τέταρτον Καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. ὁρᾷς, ὅσα περὶ ἁγνείας εἴρηται, ταῦτα μετὰ τοῦ καλοῦ ὠνό μασται· ὅσα δὲ περὶ τοῦ γάμου, μετὰ τοῦ μὴ ἁμαρτάνειν τὸν γαμοῦντα. [vii 27] ∆έδεσαι γυναικί; μὴ ζήτει λύσιν. λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. ∆ι' ὅλου τοῦ λόγου, καθὰ εἴρηται, ἐπιτείνει καὶ ἀνίησιν, ἵνα ὁ ἀκροατὴς ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ λαβὼν κρίνῃ εἴ τι δύναται καὶ ποίᾳ ἀσκήσει ἑαυτὸν ἐπι δοῦναι δυνηθῇ. οὕτως οὖν καὶ ἐνθάδε ἀπέτρεψε μὲν τοῦ λύειν τὸν γάμον, προτρέπεται δὲ πάλιν καθαρεύειν. οὐκοῦν δεδεμένον μὲν εἶπεν τὸν ἄνδρα τὸν γεγαμηκότα· εἰ δὲ περίστασίς ἐστι τὸ δεδέσθαι, καὶ δεῖ φεύγειν τὰς παριστά σεις ὅση δύναμις. καὶ τὸ δεδέσθαι γυναικὶ μὴ ζήτει λύειν, ὁ δὲ μὴ δεδεμένος ὀφείλει φυλάττεσθαι ἵνα μὴ δεθῇ· ἀληθῶς γὰρ εὑρήσεις αὐτοὺς δεδεμένους τῷ φίλτρῳ τῷ γαμικῷ. οὐκ ἔξεστιν οὖν τὸν ἐν γάμῳ προληφθέντα ζητῆσαι ἄκαιρον ἐλευθερίαν, ἀλλὰ μένειν ἐν τῇ δουλείᾳ· καὶ εἰ λέλυταί τις, μὴ ζητεῖν γυναῖκα. [vii 28a] Ἐὰν δὲ καὶ γήμῃς, φησίν, οὐχ ἥμαρτες. οὐκ εἶπεν Ἐὰν γαμήσῃς, καλόν· ἀλλ' Ἐὰν γήμῃς, οὐχ ἥμαρτες· τήρει τὴν διαφοράν. καὶ
Unit 7 rem mid§u07-rem-mid
u07-rem-midRem mid: Unit 7; lemma continues; spiritual reading with the letter.
Greek · §u07-rem-mid
ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτεν· οὐκ εἶπεν πάλιν Καλόν, ἀλλ' οὐχ ἥμαρτεν. [vii 28b] Θλίψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι. Πῶς γὰρ οὐχ ἕξουσι θλίψιν ὅτε τὰ εἰρημένα πρὸς τὴν γυναῖκα ἔρχεται ἐπὶ τὴν γεγαμημένην Ἐν λύπαι τέξῃ τέκνα καὶ πρὸ τὸν ἄνδρα ου ἡ ἀπο τροφή ου καὶ αὐτό ου κυριεύ ει. τούτων δὲ πάντων ἐλευθέρα ἐστὶν ἡ παρθένος, ἐλευ θερωθεῖσα ἀπὸ τῆς καθαρότητος, νυμφίον εὐλογίας περιμένουσα. πᾶς γάμος ἐν σκότῳ γίνεται, διὸ μὴ κοίται καὶ ἀ ελγείαι · ὁ δὲ Χριστοῦ γάμος, ὅταν ἀπολάβῃ αὐτοῦ τὴν ἐκκλησίαν, ἐν τῷ φωτὶ γίνεται. διὰ τί γὰρ μετὰ λαμ πάδων καὶ ἐλαίου διαρκοῦντος εἰσέρχονται παρθένοι εἰς τὸν γάμον; διότι εὐσχημοσύνης ἐστὶν ὁ γάμος ἐκεῖνος. ὁ σαρκὶ κολλώμενο ἓν ῶμά ἐ τιν· πνεύματι δὲ ὁ κολλώμενο ἓν πνεῦμά ἐ τιν. τί δὲ εὐσχημονέστερον ψυχῆς πνεύματι κολλωμένης καὶ ἑνουμένης αὐτῷ, καὶ μηκέτι οὔσης ψυχῆς ἀλλὰ γινομένης ὅπερ τὸ πνεῦμα; ἐπὶ γὰρ τοῦ γάμου εἴρηται ἔ ονται οἱ δύο εἰ άρκα μίαν· ἐπὶ δὲ τοῦ ὁ κολλώμενο τῷ κυρίῳ ἔσται ἓν πνεῦμα. 40 ix 7–9 [Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; Μὴ κατὰ ἄνθρωπον λαλῶ; ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; ἐν γὰρ τῷ Μωσέως νόμῳ γέγραπται Οὐ φιμώ ει βοῦν ἀλοῶντα.] [Ὠριγένους] Ὡς μὲν στρατιώτης θεοσεβὴς φησὶν ὁ ἀπόστολος τὸ Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; ὡς δὲ θεοῦ γεώργιον πεπιστευμένος καὶ γεωργῶν τὴν ἐκκλησίαν τὸ Τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; ὡς δὲ μαθητὴς τοῦ καλοῦ ποιμένο καὶ τεθεικότος τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων τὸ Τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; καὶ ὡς μὲν στρατιώτης διδάσκει καὶ ἡμᾶς στρατεύεσθαι λέγων Οὐδεὶ τρατευόμενο ἐμπλέκεται ταῖ τοῦ βίου πραγματείαι , ἵνα τῷ τρατολογή αντι ἀρέ ῃ· ὡς δὲ γεωργὸς διδάσκει καὶ ἡμᾶς γεωργεῖν· ἐγὼ ἐφύτευ α, Ἀπολλὼ ἐπότι εν, ἀλλ' ὁ θεὸ ηὔξανεν. περὶ δὲ ποιμένων οἱ προφῆται ἡμᾶς ἐδίδαξαν, τῶν ἀγαθῶν τοὺς μισθοὺς διηγούμενοι καὶ τῶν ἄλλως ποιμαινόντων τὰς κολάσεις ἀπαγγέλλοντες. Καὶ δόξει μὲν ὁ ἀπόστολος διὰ τούτων τῷ μὴ προσέχοντι τῇ γραφῇ ἐπι λελῆσθαι τοῦ προκειμένου· τὸ δὲ ἀληθὲς οὐχ οὕτως ἔχει, ἀλλ' ἔχεται τοῦ λόγου. περὶ εἰδωλοθύτων πρόκειται αὐτῷ διδάσκειν, ἵνα κἂν γνῶσίν τις ἐπαγ γελλόμενος φάσκῃ μὴ βλάπτεσθαι ἀπὸ τῆς τῶν εἰδωλοθύτων χρήσεως αἰτία δὲ ἑτέροις βλάβης γίνηται, ὀφείλει πεφροντικέναι τοῦ πέλας, ἵνα μὴ τῇ προφάσει αὐτοῦ ἄλλοι ἀπολλύωνται. εἰς τοῦτο παραλαμβάνει τὰ παρα δείγματα καὶ λέγει Οὐ πάντως ἐάν τινος ἐξουσίαν ἔχωμεν, ὀφείλομεν κατα χρᾶ θαι τῇ ἐξου ίᾳ. εἴτε γὰρ στρατιώτης ἐστίν, οὐ στρατεύεται ὥστε μηδὲν τοῖς ὀψωνίοις περιποιεῖν ἑαυτῷ· εἴτε γεωργός, οὐκ ἀρκεῖται τῷ μισθῷ ἀλλ' ἐσθίει ἀπὸ τῆς σταφυλῆς· εἴτε ποιμήν, πρὸς τῷ μισθῷ μεταλαμβάνει τοῦ γάλακτος. οὕτως κἀγὼ ὀφείλω, πρὸς ταῖς ἀποκειμέναις μοι ἐπαγγελίαις ἐκ τοῦ καλῶς ἐστρατεῦσθαι ἢ γεωργεῖν ἢ ποιμαίνειν, μεταλαμβάνειν ἐν τῷ κόσμῳ τούτῳ τῶν πρὸς τὰς χρείας ἀπὸ τῶν ὑπ' ἐμοὶ στρατιωτῶν, τῶν γεωργουμένων, τῶν ποιμαινομένων. ἀλλ' ὅμως, εἰ καὶ ἐξουσίαν ἔχω τῶν πρὸς τὰς χρείας, σκοπῶν τὸ τῆς οἰκοδομῆς τῶν ἀνθρώπων οὐ καταχρῶμαι τῇ ἐξουσίᾳ, εὐλαβού μενος ἐκκοπήν τινα δοῦναι τῷ εὐαγγελίῳ τοῦ χρι τοῦ, ἢ καὶ διδόναι πρόφασιν τοῖς περιπατοῦ ιν ἀτάκτω καὶ μηδὲν ἐργαζομένοι ἀλλὰ καὶ περιεργαζομένοι . ὥσπερ οὖν ἐγὼ οὐ χρῶμαι τῇ ἐξουσίᾳ ᾗ ἔλαβον ἀπὸ τοῦ λόγου, τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς οἱ φάσκοντες εἶναι σοφοὶ ὀφείλετε μὴ χρ<ῆ>σθαι τῇ ἐξουσίᾳ ἀλλὰ προνο εῖσθαι τῆς τῶν πέλας οἰκοδομῆς. Εἰ δὲ ἀμάρτυρός τισιν ὁ λόγος εἶναι νομί ζεται καὶ κατὰ λογισμὸν ἀνθρώπινον λέγεσθαι, ἀκουέτω τοῦ νόμου λέγοντος Οὐ φιμώ ει βοῦν ἀλοῶντα καὶ τὰ ἑξῆς. 41 ix 9–11 [Μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι' ἡμᾶς πάντως λέγει; δι' ἡμᾶς γὰρ ἐγράφη, ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ' ἐλπίδι μετέχειν. Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;] [Ὠριγένους] Οὐκοῦν δι' ἡμᾶς τοὺς τὴν καινὴν διαθήκην παρειληφότας εἴρηται ταῦτα, καὶ περὶ ἀνθρώπων γέγραπται, πνευματικῶς τοῦ ῥητοῦ νοουμένου κατὰ τὸν θεῖον ἀπόστολον. τίς δὲ ὁ νοῦς; Ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ' ἐλπίδι μετέχειν. ἀροτριᾷ Παῦλος ὁ γεωργὸς κατηχουμένου ψυχήν, νεώματα ποιῶν ἐν τῇ ψυχῇ αὐτοῦ κατὰ
Unit 7 rem close§u07-rem-close
u07-rem-closeRem CLOSEOUT: Unit 7 CLOSEOUT.
Greek · §u07-rem-close
τὸν θεῖον Ἱερεμίαν τὸν φάσκοντα αὐτοῖς Νεώ ατε ἑαυτοῖ νεώματα, πρὸς ὑποδοχὴν δηλονότι σπερμάτων, περὶ ὧν γέγραπται Ἐξῆλθεν ὁ πείρων τοῦ πεῖραι. καὶ μετὰ τοῦ σπεῖραι τὰ νεωθέντα Ἐπιτηρῶ, φησί, τὰ σπέρματα, μήποτε ἐλθόντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἄρῃ τὸν σπόρον· καὶ ὅταν καρποφορήσῃ καὶ ποιήσῃ καρποὺς δικαιοσύνης καὶ ὅτ<ε> λευκή ἐστιν ἤδη πρὸ θερι μόν, ἔξεστί μοι λοιπὸν λαβεῖν. οὐ γὰρ σκανδαλισθή σεται ἐπὰν μνησθῇ ὅσα κέκμηκα, ἵνα αὐτοῦ τὴν ψυχὴν ἀροτριάσω, ἵνα σπείρω, πῶς ἐπέμεινα μέχρις οὗ ἔλθῃ ὁ σπόρος αὐτοῦ τελειωθεὶς ἐπὶ τὴν ἅλω. καὶ διὰ τοῦτο λαμβάνειν μοι ἔξεστιν ἀπ' αὐτοῦ τροφάς. ἀλλ' οὐ πάντως κέχρημαι τῇ ἐξουσίᾳ, ἀλλ' ἐπ' ἐλπίδι τοῦτο ποιῶ, παραστῆσαι τὸ γέννημα τῷ οἰκοδεσπότῃ· γεωργὸς γάρ εἰμι· οὐχ ἵνα τὰ ὀφειλόμενα ἀποδοθῆναι τῷ θεῷ εἰς τὰς ἐμὰς λάβω ἀποθήκας. εἶτά τι περὶ τοῦ αὐτοῦ ὁ ἀπόστολος διδάσκων φησὶν Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα; καὶ τὰ ἑξῆς. 42 ix 16 [Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ δέ μοι ἐστὶν ἐὰν μὴ εὐαγγελίζωμαι. εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.] [Ὠριγένους] ∆ιδασκόμεθα ὅτι ὅσα ἐξ ἀνάγκης ποιοῦμεν, ταῦτα οὐκ ἔχει καύχημα· ὅσα δὲ προαιρέσει ποιοῦμεν, οὐκ ἐπικειμένης ἀνάγκης, ταῦτα ἔχει καύχημα. οἷον· ὁ μὴ μοixεύων ἢ φονεύων <οὐκ> ἔχει καύχημα, ἀλλ' ὁ παρθενεύων· οὐ γὰρ ἐξ ἀνάγκης ἦλθεν εἰς τὸ παρθενεύειν ἀλλ' ἐκ προαιρέσεως. ὅπου δὲ τὸ Οὐαὶ παράκειται ἐὰν μὴ ποιῶ, οὐκ ἔχω καύχημα. διὰ τοῦτο φησὶν Εἰ μὲν ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. Πάλιν καθολικὸν διδασκόμεθα. τινὰ ποιοῦμεν ἑκόντες ὅλῃ ψυχῇ, τινὰ δὲ ποιοῦμεν μέν, οὐχ ἑκόντες δὲ ἀλλ' οὐδὲ ἐν ὅλῃ ψυχῇ, ἀλλ' ἐκ λύπης ἢ ἐξ ἀνάγκης. τῶν μὲν γὰρ ἑκουσίως ὑφ' ἡμῶν γινομένων ἐστὶ μισθός· τῶν δὲ γινομένων μέν, ὡς ἐκ λύπης δέ, οὐδὲ μισθὸς οὐδὲ κόλασις. οἷον· Ἐλεημοσύνην ποιῶ· εἰ ἑκών, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οὐκ ἐγκαλοῦμαι μετὰ τῶν ἀκουόντων Ἐπείνων καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν καὶ τὰ ἑξῆς. οὗτος οὖν ἐστιν ὁ μισθός, ἵνα ὅπου ἐξουσίαν ἔχω μὴ ποιήσω. 43 ix 19–23 [Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω· καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίουςκερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον <μὴ ὢν αὐτὸς ὑπὸ νόμον>, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος θεῷ ἀλλ' ἔννομος Χριστοῦ, ἵνα κερδήσω ἀνόμους· ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω. <πάντα> δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.] [Ὠριγένους] Τὸ ἐκ πάντων εἶναι ἐλεύθερον ἀποστόλου ἐστὶ τελείου. δύναται γάρ τις ἐλεύθερος εἶναι ἀπὸ πορνείας ἀλλὰ δοῦλος ὀργῆς, ἐλεύθερος ἀπὸ φιλαργυρίας ἀλλὰ δοῦλος κενοδοξίας· δύναται εἶναι ἐλεύθερος ἀπὸ ἄλλου ἁμαρτήματος, ἀλλὰ δοῦλος ἄλλου ἁμαρτήματος. τὸ δὲ εἰπεῖν Ἐλεύθερος ὢν ἐκ πάντων ἀπο στόλου τελείου ἐστίν· ὁποῖος ἦν Παῦλος. κατὰ δὲ τὸ προκείμενον τοιοῦτον νοῦν ἔχει· Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσωἐλεύθερος γὰρ ὢν ἀπὸ Ἰουδαϊσμοῦ, ἐδούλωσα ἐμαυτὸν Ἰουδαίοις, ἵνα Ἰουδαίουςκερδήσω· ἐλεύθερος ὢν ἀπὸ τοῦ εἶναι ὑπὸ νόμον ἐμαυτὸν ἐποίησα ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω. συγκατέβαινεν γὰρ ὁ Παῦλος εἰς συναγωγὰς Ἰουδαίων, εἰσήρχετο πρὸς αὐτούς, ἐποίει κατὰ τὰ ἔθη αὐτῶν χωρὶς βλάβης, οὐ συνυποκρινόμενος ἀλλὰ θηρεύων τινὰς ἐξ αὐτῶν. Τινὲς ἐζήτησαν τίς ἡ διαφορὰ τῶν ὑπὸ τὸν νόμον παρὰ τοὺς Ἰουδαίους· φαμὲν οὖν ὅτι οἱ ὑπὸ τὸν νόμον ἕτεροι Ἰουδαίων εἰσίν, ὡς Σαμαρεῖς. Τοῖς ἀνόμοις ὡς ἄνομος· ἦλθεν εἰς τὰς Ἀθήνας· εὗρεν ἐκεῖ φιλοσόφους· ἐχρήσατο οὐ προφητικοῖς λόγοις οὐδὲ νομικοῖς, ἀλλ' εἴ που ἦν ἐκ προπαιδεύσεως μάθημα Ἑλληνικὸν τοῦτο ὑπομνησθεὶς ἔλεγεν πρὸς Ἀθηναίους· φησὶ γὰρ Ὡ καί τινε τῶν καθ' ὑμᾶ ποιητῶν εἰρήκα ιν Τοῦ γὰρ καὶ γένο ἐ μέν. ἐκεῖ τοῖς ἀνόμοις γέγονεν ὡς ἄνομος, ἵνα τοὺς ἀνόμους κερδήσῃ. καὶ πάλιν φησὶ ∆ιερχόμενο καὶ ἀναθεωρῶν τὰ εβά ματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο Ἀγνώ τῳ θεῷ. ὃν οὖν ἀγνοοῦντε εὐ εβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. καὶ διὰ τούτων ἄρχεται θεοσέβειαν παραδιδόναι. Τοῖς οὖν ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος θεῷ. οὐκ ἐν τῷ συγκαταβαίνειν αὐτοῖς ἀνομίαν τινὰ ἐποίουν, ἀλλ' ἐτήρουν ἐμαυτὸν ἔννομον Χριστοῦ, ἵνα κερδήσω τοὺς
Fragmenta ex commentariis in epistulam i ad Corinthios Unit 8 opening§u08-open
u08-openUnit 8.
Lemma-led open — ἀνόμους. ἅμα δὲ τηρεῖ καὶ τὸ ἀκριβὲς αὐτοῦ· Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος· οὐκ εἶπεν
Greek · §u08-open
ἀνόμους. ἅμα δὲ τηρεῖ καὶ τὸ ἀκριβὲς αὐτοῦ· Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος· οὐκ εἶπεν ἐνθάδε, Μὴ ὢν Ἰουδαῖος. Ἰουδαῖος γὰρ ἦν ἐν τῷ κρυπτῷ, οὐκέτι ἐν τῷ φανερῷ.καὶ πάλιν Τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, μὴ ὢν αὐτὸς ὑπὸ νόμον· ἀναγκαίως ἐνθάδε ἔθηκεν τὸ Μὴ ὢν ὑπὸ νόμον· Χρι τὸ γὰρ ἡμᾶ ἐξηγόρα εν ἐκ τῆ κατάρα τοῦ νόμου, γενόμενο ὑπὲρ ἡμῶν κατάρα· ὡσανεὶ ἔλεγεν, Μὴ ὢν Σαμαρεύς. Τοῖς δὲ ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος θεῷ. ἀλλ' ὑπολήψεταί μέ τις ἀπο στάτην τοῦ νόμου γεγονέναι καὶ ἄνομον τῷ θεῷ· φημὶ δὲ ὅτι εἰ καὶ μὴ τηρῶ τὸν νόμον κατὰ τὸ ῥητὸν οὐκ εἰμὶ ἄνομος τοῦ θεοῦ ἀλλ' ἔννομός εἰμι τοῦ Χριστοῦ τηρῶν τὴν πολιτείαν τὴν κατὰ τὸ εὐαγγέλιον, ἵνα κερδήσω τοὺς ἀνόμους. Ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής· οὐκ εἶπεν ἐνθάδε Μὴ ὢν αὐτὸς ἀσθε νής· ἀλαζονικὸν γὰρ ἦν, ὑπερήφανον ἦν, οὐκ ἦν κατὰ τὸν ἀπόστολον εἰπεῖν Οὐκ ὢν αὐτὸς ἀσθενής, τὸν ἀπὸ κυρίου ἀκούσαντα ὅτι ἡ δύναμί μου ἐν ἀ θενείᾳ τελειοῦται καὶ διὰ τοῦτο ἐν ἀ θενείαι καυχώμενον. πῶς δὲ Τοῖς ἀσθενέσιν ἀσθενής; ὅτε ἐπιτρέπει τοὺς πυρουμένους γαμεῖν, ὅτε συμπάσχει ταῖς ἀπο βαλούσαις ἄνδρας, ὅτε φησὶ ∆ιὰ δὲ τὰ πορνεία ἕκα το τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω καὶ ἑκά τη τὸν ἴδιον ἄνδρα ἐχέτω καὶ τὰ λοιπά. ἐν τούτοις ἐγένετο τοῖς ἀσθε νέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσῃ. Εἶτα μετὰ ταῦτα λέγει Τοῖς πᾶσι γέγονα τὰ πάντα ἵνα πάντας ἢ τινὰς σώσω. Ὃν ἐὰν λάβῃς ἄνθρωπον, ἓν τῶν πέντε ἐστίν· ἢ γὰρ Ἰουδαῖός ἐστιν, ἢ ὑπὸ νόμον, ἢ ἄνομος, ἢ ἀσθενής, ἢ πάντα ἐστίν. ὁ τέλειος πάντα ἐστίν· τοῖς οὖν πᾶσι, τοῦτ' ἐστὶ τοῖς τελείοις, γέγονα τέλειος, ἵνα πάντας κερδήσω. Σοφίαν γάρ φησι λαλοῦμεν ἐν τοῖ τελείοι καὶ τὰ ἑξῆς. οὗτος δύναται εἰπεῖν Ἕλλη ί τε καὶ βαρβάροι , οφοῖ τε καὶ ἀνοήτοι ὀφειλέτη εἰμί. [Ὠριγένους] Μόνος ὁ τέλειος δύναται εἰπεῖν τὴν τοῦ τελείου ἀποστόλου ἐν κυρίῳ φωνὴν τὴν Πάντα ποιῶ διὰ τὸ εὐαγγέλιον. ὁ γὰρ ἁμαρτάνων οὐ δύναται τοῦτο εἰπεῖν. εἰ δὲ ὁ πάντα ποιῶν διὰ τὸ εὐαγγέλιον κοινωνός ἐστι τοῦ εὐαγγελίου, ὁ ποιῶν δὲ τὴν πορνείαν κοινωνός ἐστι τῆς πορνείας τοῦ πνεύματος, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων παθῶν. ἕκαστος οὖν κοινωνὸς ἐκείνῳ ᾧ ἐκοινώνησεν γίνεται. ἀλλ' ἐρεῖ τις τῶν ἀκουόντων Ὁ βίος μου μικτός ἐστιν· οὔτε πάντα ποιῶ διὰ τὸ εὐαγγέλιον, οὔτε πάντα ποιῶ διὰ τὴν ἁμαρτίαν καὶ τὴν ἡδονήν. πρὸς τοῦτο φήσομεν Ταῦτα ὁ θεὸς τὰ κρίματα ἔχει· κατὰ τὰ κρίματα τὰ πολλὰ ποικίλα ἀποδίδωσι. 44 ix 24 [Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὕτως τρέχετε, ἵνα καταλάβητε.] [Ὠριγένους] Ἆρ' οὖν πάντες ἡμεῖς τρέχομεν καὶ εἷς λαμβάνει τὸ βραβεῖον, καὶ οἱ λοιποὶ ἀπολλύμεθα; ἕνα γὰρ εἶπεν τὸν λαμβάνοντα τὸ βραβεῖον, πολλῶν τρεχόντων. πάντες οἱ σωζόμενοι ἕν εἰσιν καὶ ἓν ῶμα· οἱ γὰρ πάντες εἰ ἄρτο ἐ μὲν καὶ τοῦ αὐτοῦ ἄρτου μετέχομεν, καὶ πάντες ἐ τὲ ῶμα Χρι τοῦ. πάντες οὖν οἱ σωζό μενοι, εἷς ἐστὶν ὁ λαμβάνων τὸ βραβεῖον. ἐν τῷ σταδίῳ οὖν πάντες τρέχουσιν, ὅσοι πρὸς δόγμα πολιτεύονται· καὶ οἳ ἀπὸ τῶν αἱρέσεων πρὸς δόγμα πολι τεύονται, καὶ Ἰουδαῖοι τάχα, καὶ οἳ τὰ Ἑλλήνων πρὸς δόγμα πολιτεύονται φιλοσοφοῦντες. καὶ οὗτοι εἰσὶ πάντες οἱ ἐν σταδίῳ τρέχοντες· τρέχει καὶ ἡ ἐκκλησία· ἀλλ' εἷς λαμβάνει τὸ βραβεῖον ὁ εἷς ἄνθρωπος, περὶ οὗ φησὶν ὁ ἀπόστολος Μέχρι καταντή ωμεν εἰ ἄνδρα τέλειον, εἰ μέτρον ἡλικία τοῦ πληρώματο τοῦ χρι τοῦ. πᾶσαν δὲ κρίσιν τοῦ θεοῦ δεῖ εὑρεθῆναι περὶ πάντας τοὺς ἐν τῷ σταδίῳ τρέχοντας, ἵν' ὁ μέν τις λάβῃ πρωτεῖα ἑξῆς δὲ ἕκαστος κατὰ τὴν αὐτοῦ ἀξίαν. 45 x 5 [Ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ θεός, κατε τρώθη αν γὰρ ἐν τῇ ἐρήμῳ.] [Ὠριγένους] Βούλεται παραστῆσαι ἡμῖν ὁ ἀπόστολος ὅτι οὐ τὸ τυχεῖν δωρεᾶς θεοῦ σώζει τὸν τετυχηκότα αὐτῆς, ἀλλὰ μετὰ τοῦ τυχεῖν τῆς δωρεᾶς ἐπιμεῖναι ἄξιον γενόμενον αὐτῆς. καὶ γὰρ
Unit 8 rem early§u08-rem-early
u08-rem-earlyRem early: Unit 8; Pauline lemma and Origen’s theoria.
Greek · §u08-rem-early
οἱ υἱοὶ Ἰσραὴλ τοσαῦτα εὐεργετηθέντες, ἐπεὶ μὴ ἄξιοι γεγό νασιν τῆς εὐεργεσίας τοῦ θεοῦ, οὐκ ἐσώθησαν. οὐ γὰρ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ θεός· κατε τρώθη αν γὰρ ἐν τῇ ἐρήμῳ. καὶ γὰρ ἐπεὶ πλείονες ἦσαν οἱ ἁμαρτωλοὶ ὀλιγώτεροι δὲ οἱ δίκαιοι, παρὰ τοῦτο <οὐκ> εὐδόκησεν ὁ θεὸς <ἐν> τοῖς πλείοσιν ἁμαρτωλοῖς παρὰ τοὺς ὀλίγους δικαίους. 46 x 6 [Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν.] [Ὠριγένους] Ταῦτα δέ φησιν τύποι ἡμῶν γεγόνασιν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. ἐκεῖνα γέγραπται τυπικῶς πρὸς ἡμᾶς, ἵνα ἀναγινώσκοντες τὰς ἁμαρτίας, δι' ἃς ἐκεῖνοι ταῦτα πεπόνθασιν, φυλαττώ μεθα ταῖς αὐταῖς περιπεσεῖν ἐκείνοις ἐπιθυμίαις. 47 xii 3 [∆ιὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦν· καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν πνεύματι ἁγίῳ.] [Ὠριγένους] Πολλαὶ διαφοραί εἰσι τῶν πνευμάτων ἅστινας οὐδεὶς εἴσεται ἀκριβῶς ἂν μὴ ἔxv τὸ χάρισμα τῆς διακρίσεως τοῦ πνεύματος. καὶ ἵνα μὴ προπετέστερον ἢ ἀποδοκιμάζωμεν τὰ πνεύματα τὰ ἐν τοῖς λέγουσιν ἢ δοκιμάζωμεν, φησὶν ὁ Ἰωάννης ἐν τῇ ἐπιστολῇ Ἀγαπητοί, μὴ παντὶ πνεύματι πι τεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐ τιν· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰη οῦν Χρι τὸν ἐν αρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐ τιν, καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰη οῦν οὐκ ἔ τιν ἐκ τοῦ θεοῦ. καὶ διδάσκει ἡμᾶς ἐπὰν ἀκούσωμέν ποτε λεγόντων μηδὲ ὡς ἔτυχεν συγκατατίθεσθαι μήτε προπετῶς ἀρνεῖσθαι τὰ λεγόμενα ὡς οὐκ ἀπὸ θείου ὄντα πνεύματος, ἀλλ' ἵνα ἕκαστος τῶν ἀκουόντων εἰδὼς κινδυ νεύειν ἐν αὐτῷ τῷ δοκιμάζειν ἢ ἀποδοκιμάζειν ἐπιμελῶς προσέxv μήτε τῷ ψεύδει πιστεῦσαι μήτε τῷ ἀληθεῖ ἀπιστῆσαι. Περὶ τούτου καὶ ἑξῆς ἐπιφέρει τούτοις ὁ ἀπόστολος Εἴ τι ἐν ὑμῖν προφήτη ἢ πνευματικό , ἐπιγινω κέτω ἃ γράφω ὅτι θεοῦ ἐ τιν· εἰ δέ τι ἀγνοεῖ, ἀγνοεῖται. οὐ μόνον οὖν εἴ τις ἀγνοεῖ τὰ τοῦ ἀποστόλου οὗτος ἀγνοεῖται ὑπὸ τοῦ θεοῦ, ἀλλ' εἴ τις ἀγνοεῖ λέγων πνεύματι θείῳ <καὶ> λέγοι ὅτι μὴ πνεύματι θείῳ λέγει, ἀγνοεῖται ὑπὸ τοῦ θεοῦ. ἔοικε δὲ διὰ τούτων διδάσκειν ὁ ἀπόστολος ὅτι οὐκ ἔστιν ἄνθρωπος ὃς οὐκ ἔχει ἕτερον πνεῦμα ἐν αὐτῷ παρὰ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. εἴτε γὰρ ἀλλότριός ἐστι τῆς πίστεως εἴτε οἰκεῖός ἐστιν αὐτῆς, ἔχει πνεῦμα οἰκεῖον παρὰ τοῦ θεοῦ. πῶς δὲ χρῄζομεν οἱ ἀκούοντες τοῦ λόγου τοῦ θείου μανθάνειν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει ἀνά θεμα Ἰησοῦν, ἴδωμεν· τινὲς δύνανται εἶναι ἀμφίβολοι τοῖς μὴ ἀκριβῶς εἰδόσι τὰ πράγματα πότερον πνεύματι θεοῦ λαλοῦσιν ἢ μή, ἀναθεματίζοντες τὸν Ἰησοῦν. εἴ ποτέ τινα Ἰουδαῖον θεάσῃ διηγούμενον τὰς θείας γραφὰς καὶ οὐκ εὐκαταφρονήτως τοῖς πολλοῖς προφητικὰ ῥήματα τάχα ἀμφέβαλεν μήποτε πνεῦμα θεοῦ ἐστι καὶ ἐν ἐκείνῳ· ἵνα οὖν μὴ περισπασθῇς ὑπὲρ τοῦ τοιούτου πότερον πνεῦμα ἅγιόν ἐστιν ἐν αὐτῷ ἢ μή, διδάσκει ὅτι ἐπεὶ ἀνάθεμα λέγει τὸν Ἰησοῦν πᾶς Ἰουδαῖος οὐδεὶς δὲ ἐν πνεύματι θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦν, οὐκ ἔχει πνεῦμα θεοῦ ὁ λέγων τὸν νόμον καὶ τοὺς προφήτας εἰδέναι ἀναθεματίζων δὲ τὸν Ἰησοῦν. ἔστι τις αἵρεσις ἥτις οὐ προσίεται τὸν προσ ιόντα εἰ μὴ ἀναθεματίσῃ τὸν Ἰησοῦν. καὶ ἡ αἵρεσις ἐκείνη ἀξία ἐστὶ τοῦ ὀνόματος οὗ ἠγάπησεν· ἔστι γὰρ ἡ αἵρεσις τῶν καλουμένων Ὀφιανῶν, οἵτινες οὐ θεμιτὰ λέγουσιν εἰς ἐγκώμιον τοῦ ὄφεως, ὃς ἐπικατάρατό ἐστιν ἀπὸ τοῦ θεοῦ. 48 〚xii 8–10. [Ὧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύ ματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν.]〛 xii 27–28. [Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν.] [Ὠριγένους] Ἐκεῖ μᾶλλον τὸν λόγον ἐν τάξει τετήρηκεν, ἐνταῦθα δὲ ὡσεὶ ἀποκληρω τικῶς ἐπέρχεται καὶ κατὰ τὸ ἐπελθὸν αὐτῷ μνημονεύει τῶν χαρισμάτων· πλὴν καὶ οὕτως ἐκ τοῦ δευτέρου ῥητοῦ ἀναφωνεῖ ὅτι ἐλάττονα τὰ χαρίσματά ἐστι <τὰ> παρὰ τὰς δυνάμεις ἐνεργούμενα τοῦ χαρίσματος τοῦ κατὰ τὴν ἀποστολὴν καὶ τὴν προφητείαν καὶ τὴν διδασκαλίαν· εἰ μὴ ἄρα τις δύο εἴδη προφητείας δώσει, ἵνα καὶ ἐνθάδε τηρήσῃ τὸ τὴν τάξιν σώζεσθαι, ὥστε εἶναι τινὰ
Unit 8 rem mid§u08-rem-mid
u08-rem-midRem mid: Unit 8; lemma continues; spiritual reading with the letter.
Greek · §u08-rem-mid
μὲν προφητείαν ὑπερβεβηκυῖαν τινὰ δὲ προφητείαν ἀναβεβηκυῖαν. τὴν μὲν γὰρ καθολικωτέραν καὶ μιμουμένην τὰς προφητείας Ἡσαΐου καὶ Ἱερεμίου δευτέραν τάξιν μετὰ τὴν ἀποστολὴν ἐρεῖ, ταύτην δὲ τὴν τελευταίαν τεταγμένην τάξιν μετὰ τὰ εἰρημένα χαρίσματα τοιαύτην οὖσαν· Ἐὰν δὲ προφητεύητε, εἰ έλθῃ δέ τι ἄπι το ἢ ἰδιώτη , ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆ καρδία αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτω πε ὼν ἐπὶ πρό ωπον προ κυνή ει τῷ θεῷ καὶ ἀπαγγέλλει ὅτι ὄντω θεὸ ἐν ὑμῖν ἐ τιν. τοῦτο γὰρ οὐ μακράν ἐστι τοῦ ἐνεργήματο τῶν δυνάμεων καὶ χαρί ματο ἰαμάτων ἐπὶ ἐκπλήξει γινο μένων τῶν ὁρώντων, ἵνα ὁ προφητεύων εἴπῃ Τόδε ἔχεις ἐν τῇ καρδίᾳ σου· Ἀπὸ τοῦδε τοῦ ἁμαρτήματος ἐλήλυθας ἐπὶ τὴν ἐκκλησίαν. δύναται δὲ καὶ αὕτη ἡ προφητεία τάξει εἶναι ὑστέρα παρὰ τὰ πρότερα, κἀκείνη ἡ θειοτέρα καὶ μείζων δευτέρα εἶναι, περὶ ἧς λέγει Ὁ θεὸς ἔθετο ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους. εἰς κατασκευὴν τοῦ δύο σημαίνεσθαι ἀπὸ τοῦ τῆς προφητείας ὀνόματος τὰ προειρημένα προεθέμην ἃ προεῖπον. ὅρα εἰ δύναμαι ἔτι παραστῆσαι σαφέστερον τὸ λεγόμενον Ὁ θεὸς ἔθετο ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους· ἀλλ' οὐ πάντες ἀπόστολοι, ἐὰν γὰρ πάντες ἀπόστολοι, τίσι διακονοῦνται τὴν ἀποστολήν; δεύτερον προφήτας· οὐ πάντες προφῆται· κατὰ δὲ τὴν ἄλλην προφητείαν ἐὰν δὲ πάντε προφητεύητε, εἰ έλθῃ δὲ ἄπι το ἢ ἰδιώτη , οὐχ ὡς ἀδυνάτου ἀλλ' ὡς δυνατοῦ ὄντος τοῦ πάντα οὕτως προφητεύειν. δύο οὖν σημαινόμενά ἐστιν ἀπὸ τοῦ τῆς προφητείας ὀνόματος. διὸ καὶ ἐνθάδε τετήρηται ἡ τάξις τῷ ἀποστόλῳ ἡ λέγουσα πρῶτον ἀποστόλους, δεύτερον προφήτας καὶ τὰ ἑξῆς. Ταῦτα μὲν ὡς περὶ τῆς τάξεως, ἐπειδὴ ἔδοξεν ἡμᾶς θλίβειν τὸ Ἄλλῳ δὲ προφητεία, τελευταία τεταγμένη ἐν ἄλλῃ λέξει. 49 xiii1–2 [καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. κἂν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν κἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθι στάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι.] [Ὠριγένους] Ζητοῦμεν ἐνταῦθα εἰ δύναταί τις ἐν τῷ βίῳ τούτῳ καὶ προφητείαν ἔχειν καὶ τὰ μυστήρια ἅπαντα γνῶναι χωρὶς ἀγάπης, καὶ ὅλως εἰ δίδοταί τινι τὰ μυστήρια πάντα γνῶναι· φησὶ γὰρ ὁ Παῦλος Εἴ τι δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὼ δεῖ γνῶναι· καὶ πάλιν Ἐκ μέρου φησὶ γινώ κομεν καὶ ἐκ μέρου προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρου καταργηθή εται. τὸ δὲ ταῦτα λέγειν περὶ ἑαυτοῦ καὶ τῶν παραπλησίων ἀποστόλων αὐτῷ δηλοῖ ὅτι οὐ δυνατόν ἐστιν εἰδέναι πάντα τὰ μυστήρια καὶ πᾶσαν τὴν γνῶσιν. πῶς οὖν ὡς δυνατοῦ ὄντος τοῦ εἰδέναι πᾶσαν τὴν γνῶσιν καὶ πάντα τὰ μυστήρια ἐπίστασθαι ταῦτα φησίν; ἐὰν ἴδωμεν τὸ προοίμιον τῶν λόγων, ἐν <ᾧ> φησὶ Καὶ ἔτι καθ' ὑπερ βολὴν ὁδὸν ὑμῖν δείκνυμι, καὶ νοήσωμεν τί ἐστιν ὑπερβολή, ταῦτα πάντα ἔσται σεσαφηνισμένα. ὑπερβολὴ τοίνυν ἐστίν, ὡς καὶ Ἕλληνες ὡρίσαντο, λόγος ἐμφάσεως ἕνεκεν ὑπεραίρων τὴν ἀλήθειαν· καὶ χρῶνται ἐκεῖνοι παρα δείγματι, ὅτι λευκότεροι χιόνος λέγονταί τινες εἶναι· οὐχ ὅτι δυνατόν τι εἶναι λευκότερον χιόνος, ἀλλὰ καθ' ὑπερβολὴν λέλεκται. καὶ ἔτι Τρέχουσί τινες ἵπποι ὡς ἄνεμος· οὐχ ὅτι δυνατόν ἐστι τὸ τοιοῦτον, ἀλλ' ἐμφάσεως ἕνεκεν, ἵνα τὸ τάχος τῶν ἵππων παραστῇ, λέγεται τὸ τοιοῦτον περὶ αὐτῶν. Καὶ ἐν τῇ γραφῇ δὲ λέγεται τῶν Ψαλμῶν περὶ τῆς θαλάσσης Ἀναβαίνου ι τὰ κύματα αὐτῆ ἕω τῶν οὐρανῶν καὶ καταβαίνου ιν ἕω τῶν ἀβύ ων· ὅπερ ἀδύνατον, ἀλλ' ἐμφάσεως ἕνεκεν εἴρηται. καὶ ἐν τῷ νόμῳ δὲ εὑρήσεις γεγραμμένον τῆς ὑπερβολῆς τὸν τρόπον ἔνθα γέγραπται Εἴδομεν πόλει μεγάλα καὶ τεixήρει ἕω τοῦ οὐρανοῦ. πῶς δὲ τοῦτο δύναται εἶναι; ἀλλ' ὑπερβολικῶς λέγεται, οὐ πάντως αὐτὸ τὸ δηλούμενον παριστῶντος τοῦ λόγου ἀλλ' ἵνα δηλώσῃ τὸ μέγεθος τῶν κυμάτων ἢ τὴν ταπείνωσιν, καὶ τὸ μέγεθος τῶν τεixῶν, ἤ τι τούτοις παραπλήσιον. οὕτω καὶ ἐνθάδε ὑπόθεσιν λαμβάνει ὁ ἀπόστολος ὑπὲρ τοῦ ἐξετασθῆναι φύσιν χαρισμάτων, φύσιν ἀγάπης. οὐχ ὅτι δυνατόν ἐστιν εἶναι χάρισμα, καὶ ταῦτα τηλικοῦτον, χωρὶς ἀγάπης· ἢ ὅτι δυνατὸν ἐν τῷ βίῳ τούτῳ εἰδέναι τινὰ πᾶσαν τὴν γνῶσιν χωρὶς ἀγάπης, ἢ ἔχειν πίστιν τηλικαύτην ὥστε ὄρη μεθιστάνειν· ἀλλὰ βουλόμενος παραστῆσαι ὅτι εἰ ἐν ζυγῷ τεθείη ἡ ἀγάπη, καθ' ὑπόθεσιν εἰρημένου τοῦ λόγου. δεῖ οὖν φησι μάλιστα ζηλοῦν τὴν ἀγάπην. Ἆρα δὲ ἄγγελοι
Unit 8 rem close§u08-rem-close
u08-rem-closeRem CLOSEOUT: Unit 8 CLOSEOUT.
Greek · §u08-rem-close
διαλεγόμενοι πρὸς ἀλλήλους ταύταις ταῖς γλώσσαις διαλέ γονται αἷς καὶ ἄνθρωποι, ὥστε τῶν ἀγγέλων τινὰς μὲν Ἕλληνας εἶναι τυχὸν τινὰς δὲ Ἑβραίους καὶ ἄλλους Αἰγυπτίους; ἢ τοῦτο ἄτοπον λέγειν περὶ τῶν ἄνω ἀγγελικῶν ταγμάτων; μή ποτε οὖν ὥσπερ εἰσὶν ἐν ἀνθρώποις διάλεκτοι πολλαί, οὕτως εἰσὶ καὶ ἐν ἀγγέλοις; καὶ ἐὰν ὁ θεὸς ἡμῖν χαρίσηται ἀπὸ τῆς ἀνθρωπίνης φύσεως ἐπὶ τὴν ἀγγελικὴν καταταγῆν<αι>, τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ ἐπαγγελίαν λέγοντος Ἰ άγγελοι ἔσονται καὶ υἱοὶ θεοῦ τῆ ἀνα τά εω υἱοὶ ὄντε , οὐκέτι χρησόμεθα διαλέκτῳ ἀνθρώπων ἀλλὰ διαλέκτῳ τῇ ἀγγελικῇ; καὶ ὥσπερ ἄλλη διάλεκτος παιδίων καὶ ἄλλη τετρανωμένων τὴν φωνήν, οὕτως πᾶσα ἐν ἀνθρώποις διάλεκτος οἱονεὶ παιδίων ἐστὶ διάλεκτος· ἡ δὲ ἀγγελικὴ οἱονεὶ ἀνδρῶν ἐστι τελείων καὶ τετρανωμένων; ἴσως δὲ κἀκεῖ κατὰ τὴν ἀναλο γίνα τῆς καταστάσεως καὶ διάλεκτοί εἰσιν. ἐὰν οὖν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. ὥσπερ ὁ χαλκὸς ἠχῶν ἄσημον δίδωσι φωνήν, ὥσπερ τὸ κύμβαλον τὸ ἀλαλάζον οὐδὲν τρανόν, τὸν αὐτὸν τρόπον, χωρὶς μὲν ἀγάπης, γλῶσσα κἂν ἀγγέλων ἐν ἀνθρώποις καθ' ὑπόθεσιν ᾖ, ἀτράνωτός ἐστιν· οὐδὲν γὰρ ποιεῖ τῶν ἀνθρώπων ἤ τοι τῶν ἀγγέλων τρανῆ καὶ σαφῆ, ὡς ἡ ἀγάπη· ἀγάπης δὲ μὴ παρούσης τὸ λαλούμενον οὐδέν ἐστιν. Τίς δὲ ἡ διαφορὰ τῆς γνώσεως καὶ τῆς τῶν μυστηρίων εἰδήσεως; περὶ δύο γὰρ πραγμάτων ὁ ἀπόστολος λέγει. ἡγοῦμαι τοίνυν τὸ μὲν περὶ τῶν φανερῶν εἰδέναι τὴν γνῶσιν εἶναι, γενικωτέραν οὖσαν τῶν μυστηρίων· ἐν μέρει γὰρ τῆς γνώσεως ἡ τῶν μυστηρίων ἐστὶν ἐπιστήμη· τὸ δὲ περὶ τῶν ἀπορρητοτέρων καὶ θειοτέρων εἰδέναι τοῦτ' εἶναι τὸ μυστήριον γινώσκειν, ὡς εἶναι γενικὸν μὲν λόγον τῆς γνώσεως οὐκέτι δὲ πάσης τῆς γνώσεως εἶναι τὴν κατάληψιν μυστηρίων περὶ ὧν λέλεκται Ἀλλὰ λαλοῦμεν θεοῦ οφίαν ἐν μυ τηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρι εν ὁ θεὸ πρὸ τῶν ἀιώνων εἰ δόξαν ἡμῶν. ὅταν γὰρ εἰδῶ ταῦτα, τότε ἔχω τὴν γνῶσιν τῶν μυστηρίων. Κἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάνειν. γέγραπται ἐν τῷ εὐαγ γελίῳ Ἐὰν ἔχητε πί τιν ὡ κόκκον ινάπεω , ἐρεῖτε τῷ ὄρει τούτῳ Ἄρθητι καὶ βλήθητι εἰ τὴν θάλα αν, καὶ μεταβή εται, καὶ οὐδὲν ὑμῖν ἀδυνατή ει. ὁ γὰρ ἔχων πί τιν ὡ κόκκον ινάπεω ὅλην ἔχει τὴν πίστιν. 50 xiii3 [κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, κἂν παραδῶ τὸ σῶμά μου ἵνα καυχήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.] [Ὠριγένους] Κἂν ψωμίσω πάντα μου τὰ ὑπάρχοντα οὐ διὰ τὴν ἀγάπην· κἂν παραδῶ τὸ σῶμά μου ἵνα καυχήσωμαι, ὡς δυνατοῦ ὄντος ψωμίσαι τινὰ τὰ ὑπάρχοντα οὐ διὰ τὴν ἀγάπην ἀλλὰ διὰ κενοδοξίαν, καὶ ὡς δυνατοῦ ὄντος καὶ μαρτυ ρῆσαί τινα ἕνεκεν καυχήσεως καὶ δόξης ἧς δοξάζονται ἐν ταῖς ἐκκλησίαις οἱ μάρτυρες. 51 xiii4–5 [Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς.] [Ὠριγένους] Τὰ ἐγκώμια τῆς ἀγάπης τῆς ὑπερεχούσης τὰ χαρίσματα διεξέρχεται. ἔδει γὰρ αὐτὸν διδάξαι καὶ τί ἐστιν ἀγάπη καὶ πῶς ἐστιν ὁ ἔχων τὴν ἀγάπην. Ἡ ἀγάπη μακροθυμεῖ· εἰ ἔχεις μακροθυμίαν τὴν οὖσαν κάρπον τοῦ πνεύματο ἔχεις αὐτὴν διὰ τὴν ἀγάπην. Χρηστεύεται· τί χρηστότητι ἐναντίον; ἡ πονηρία. εἰ πονηρεύῃ κατά τινος, οὐκ ἔχεις τὴν ἀγάπην. εἰ χρηστὸς εἶ καὶ γλυκὺς πρὸς πάντας τοὺς ἀνθρώπους, ἔχεις ἀγάπην. Ἡ ἀγάπη οὐ ζηλοῖ· εἰ ζῆλός ἐστιν ἐν σοὶ ὁποῖος ἦν ἐν τῷ Κάϊν πρὸς τὸν Ἄβελ ἢ ὁποῖος ἦν ἐν τοῖς ἀδελφοῖς τοῦ Ἰωσὴφ πρὸς τὸν Ἰωσήφ, οὐκ ἔχεις τὴν ἀγάπην. μαχόμενον πρᾶγμά ἐστι· τὸ ἀγαπᾶν, τὸ ζηλοῦν. Ἡ ἀγάπη οὐ περπερεύεται· ὅταν τις προπετὴς ᾖ ἐπαγγελλόμενος εἰδέναι ἢ περὶ τέχνης ἢ περὶ ἐπιστήμης ἢ περὶ γνώσεως, οὗτός ἐστιν ὁ περπερευόμενος παρὰ τὸ μὴ ἔχειν τὴν ἀγάπην. Οὐκ ἀσχημονεῖ· οὐδεὶς τὴν ἀγάπην ἔχων ἄσχημόν τι πράττει· ἐὰν οὖν ποτε ἀδελφοὶ ἡμῶν ἄρρην καὶ θήλεια φάσκοντες κατὰ θεὸν ἀλλήλους ἀγαπᾶν δι' ἀσθένειαν πέσωσι προφάσει ἀγάπης, λέγωμεν αὐτοῖς ὅτι οὐκ ἔχουσι τὴν ἀγάπην· ἡ γὰρ ἀγάπη οὐκ ἀσχημονεῖ. Οὐ ζητεῖ τὰ ἑαυτῆς· οὐδεὶς ἀγάπην ἔχων ζητεῖ τὰ ἑαυτοῦ· οἷον μήτηρ τὸ ἀγαπᾶν τὸν υἱὸν ἢ πατὴρ οὐ ζητεῖ τὰ ἴδια ὡς τὰ τοῦ υἱοῦ· τὸ γὰρ ἔχειν ἀγάπην οὐ φίλαυτον. εἰ ἐζήτει τὰ ἑαυτοῦ ὁ Σωτὴρ ἐν μορφῇ θεοῦ ὑπάρχων καὶ ὢν ἴ α θεῷ, ἔμενεν ἂν ἐν τῇ μορφῇ ἐκείνῃ· νῦν δὲ σῶσαι κόσμον ἀπολλύμενον θελήσας ἑαυτὸν ἐκένω εν μορφὴν δούλου λαβών· καὶ χήματι εὑρεθεὶ ὡ ἄνθρωπο ἐταπείνω εν ἑαυτὸν γενόμενο ὑπήκοο μέχρι
Fragmenta ex commentariis in epistulam i ad Corinthios Unit 9 opening§u09-open
u09-openUnit 9.
Lemma-led open — θανάτου, θανάτου δὲ ταυροῦ. ἐλθὲ καὶ ἐπὶ τοὺς ἁγίους· ἴδε τὴν ἀγάπην Μωϋσέως· Εἰ μὲν ἀφεῖ
Greek · §u09-open
θανάτου, θανάτου δὲ ταυροῦ. ἐλθὲ καὶ ἐπὶ τοὺς ἁγίους· ἴδε τὴν ἀγάπην Μωϋσέως· Εἰ μὲν ἀφεῖ αὐτοῖ τὴν ἁμαρτίαν, ἄφε · εἰ δὲ μή, κἀμὲ ἐξάλειψον ἐκ τῆ βίβλου ου ἧ ἔγραψα . καὶ ὁ ἀπόστολος δὲ φησὶ Καθὼ κἀγὼ πάντα πᾶ ιν ἀρέ κω, μὴ ζητῶν τὸ ἐμαυτοῦ υμφέρον ἀλλὰ τὸ τῶν πολλῶν ἵνα ωθῶ ιν, καὶ Εὐχόμην αὐτὸ ἀνάθεμα εἶναι ἀπὸ τοῦ χρι τοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν υγγενῶν μου κατὰ άρκα. ἀνάθεμα τοῦ χρι τοῦ εὔχεται εἶναι ὑπὲρ τῆς ἄλλων σωτηρίας. 52 xiii8 [Εἴτε γλῶσσαι, παύσονται.] [Ὠριγένους] Γλῶσσαι παύσονται, ὅτε νῷ ὁμιλήσω ᾧ βούλομαι διαλεχθῆναι. 53 xiii9–12 [Ἐκ μέρους δὲ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.] [Ὠριγένους] Ὁ δοκῶν προκόπτειν ἐνθάδε ὡς ἐν παιδίοις προκόπτει· ἐὰν δὲ ἔλθῃ τὸ τέλειον καὶ καταντή ωμεν εἰ ἄνδρα τέλειον, τότε τὰ τῶν ἀνδρῶν χωρήσομεν καὶ γνῶσιν καὶ προφητείαν καὶ ὄψιν θεοῦ ἣν ὄψονται οἱ μακάριοι οἱ διὰ τὴν καθαρότητα τῆς καρδίας. 54 xiv 5 [Μείζων γὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμη νεύει, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.] [Ὠριγένους] Ὁ τὸ οἰκοδομοῦν ἔχων χάρισμα μείζων ἐστὶν τοῦ μὴ τὸ τοιοῦτον ἔχοντος, ἅτε κοινωφελέστερος ὢν ὁ τὸ οἰκοδομοῦν ἔχων χάρισμα· ἐὰν δὲ γλώσσαις λαλῶν ἔxv καὶ τὸ διερμηνεύειν ἐπὶ τῷ τὴν ἐκκλησίαν οἰκοδομεῖν οὐκέτι μείζων ὁ προφητεύων. ἔστι γὰρ ὅτε ὑψηλὰ λαλεῖ, ἑαυτῷ λαλεῖ καὶ τῷ θεῷ ὡς μὴ δύνασθαι ἀκούειν τὴν ἐκκλησίαν. 55 xiv 6 [Νυνὶ δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν προφητείᾳ ἢ ἐν γνώσει ἢ ἐν διδαχῇ;] [Ὠριγένους] Προφητεία ἐστὶν ἡ διὰ λόγου τῶν ἀφανῶν σημαντικὴ γνῶσις, ἡ εἴδησις τῆς τοῦ κόσμου συστάσεως καὶ ἐνεργείας στοixείων καὶ χρόνων. διδαχὴ ἐστὶν ὁ εἰς τοὺς πολλοὺς διανεμόμενος διδασκαλικὸς λόγος. ἀποκάλυψίς ἐστιν ὅταν ὁ νοῦς ἔξω γίν<η>ται τῶν γηΐνων καὶ ἀποθ<ῆ>ται πᾶσαν πρᾶξιν σαρκικὴν δυνάμει θεοῦ· ὁ τούτου τυχὼν γέγονεν ἐν ἀποκαλύψει. τάχα δὲ καὶ ἡ περὶ τῶν μελλόντων γνῶσις δύναται ἀποκάλυψις λέγεσθαι, ἔξεστιν δὲ κατα χρηστικώτερον τοῖς ὀνόμασιν χρῆσθαι τὸν νοήσαντα τὴν ἑκάστου κυριολεξίαν. 56 xiv 7–9α [Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ διδῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον;] [Ὠριγένους] ∆υσωπῆσαι βούλεται τοὺς γλώσσῃ λαλοῦντας ιγᾶν ἐν ἐκκλη ίᾳ, ἐὰν μὴ ᾖ διερμηνευτή , καὶ φησὶ Τὰ ἄψυχα, αὐλὸς καὶ κιθάρα, τοῖς μουσικοῖς καὶ φθόγγοις διαστολὴν μὴ διδόντα οὐ γιγνώσκεται ποίῳ ῥυθμῷ ηὔλησε· καὶ ὁ στρατιώτης οὐχ ὁπλίζεται εἰς πόλεμον, ἐὰν μὴ τὴν διεγερτικὴν εἰς πόλεμον προῆται φωνὴν ἡ σάλπιγξ· καὶ οἱ λαλοῦντες γλώσσῃ καὶ μὴ διερμηνεύοντες οὐκ ὀφείλουσι λαλεῖν, ὡς μὴ διδόντες διαστολὴν τοῖς λόγοις εἰς τὸ νοηθῆναι· τὰ μὲν οὖν τῆς θεωρίας δόγματα αὐλὸν καὶ κιθάραν εἶπεν ὡς μηδὲν ἐμφαίνοντα ἠθικόν, τοὺς δὲ ἐπ' ἀρετὴν προτρεπομένους σάλπιγγα· διὰ τοῦδε ἔστιν εἰπεῖν ὅτι τὰ ἀσαφῆ τῆς γραφῆς, οἷον τὰ περὶ θυσιῶν ἐν Λευϊτικῷ καὶ τῆς σκηνῆς ἐν Ἐξόδῳ, οὐ δεῖ ἀναγιγνώσκειν, εἰ μή τις αὐτῶν σαφηνίζει τὸν νοῦν τῇ διηγήσει. 57 xiv 9β [Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.] [Ὠριγένους] Ὁ λαλῶν γλώσσῃ ἐν τῷ θεῷ λαλεῖ· εἰ καὶ μὴ νοοῦσιν οἱ ἄνθρωποι, ἀλλ' οὖν αἱ περὶ τὸν ἀέρα δυνάμεις ἀκούουσιν. 58 xiv 10 [Τοσαῦτα εἰ τύχοι γένη φωνῶν ἐστιν ἐν κόσμῳ, καὶ οὐδὲν αὐτῶν ἄφωνον.]
Unit 9 rem early§u09-rem-early
u09-rem-earlyRem early: Unit 9; Pauline lemma and Origen’s theoria.
Greek · §u09-rem-early
[Ὠριγένους] Καὶ τὰ ἄψυχα οὖν φωνὴν δίδω ιν, τινὰ μὲν αὐτῶν μετὰ ταύτης τῶν φθόγγων διαστολῆς, τινὰ δὲ αὖ ταύτης· πᾶν γὰρ σῶμα ἰδιότητα ἔχει φωνῆς, συγκροῦον ἑτέρῳ σώματι. 59 xiv 11 [Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος.] [Ὠριγένους] Πᾶς ὁ λαλῶν τινι ἃ μὴ νοεῖ, ὁ ἀκούων δοκεῖ αὐτῷ βάρβαρος εἶναι, κἀκεῖνος τούτῳ. 60 xiv 12 [Οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκο δομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.] [Ὠριγένους] Τὸ περισσεύειν γίνεται τῇ τῶν χαρισμάτων ὑπεροχῇ ἐκ τοῦ τὰ πρὸς οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖν, ὡς ὅτι οὐ περισσεύει ἐν τοῖς χαρίσμασιν ὁ μὴ ζητῶν τὸ κοινωφελές. εἰκὸς γὰρ ὅτι ἀργεῖ ἡ ἐνέργεια τοῦ χαρίσματος ὅταν μὴ λάμπῃ ἔμπρο θεν τῶν ἀνθρώπων. διό, εἰ θέλομεν αὔξειν τὰ χαρίσματα, τῇ ὠφελείᾳ τῶν πλειόνων ἑαυτοὺς ἐπιδώσομεν. 61 xiv 13–14 [∆ιόπερ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν.] [Ὠριγένους] Ἐὰν μὴ ἔxv τὸ χάρισμα τοῦ διερμηνεύειν ὁ γλώσσῃ λαλῶν, κἂν μὴ οἱ ἄλλοι νοῶσιν ἀλλ' αὐτὸς νοεῖ τὰ ἀπὸ τοῦ πνεύματος αὐτῷ ἐμβαλλόμενα εἰς τὸ κινεῖσθαι λαλεῖν. ὅταν δὲ τὸ λαλούμενον νοηθείη παρ' ἄλλοις, τότε καρπὸς δοκεῖ οὗτος εἶναι τοῦ λαλοῦντος πρὸς τοὺς νοοῦντας. 62 xiv 15–17 [Τί οὖν ἐστιν; προσεύξωμαι τῷ πνεύματι, προσεύξωμαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. ἐπεὶ ἐὰν εὐλογήσῃς τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν· σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ' ὁ ἕτερος οὐκ οἰκοδομεῖται.] [Ὠριγένους] Καὶ διὰ τούτων τὸ κοινωφελὲς τῆς ἐκκλησίας διδασκόμεθα ζητεῖν. 63 xiv 18–9 [Εὐχαριστῶ τῷ θεῷ μου, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν. ἀλλ' ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.] [Ὠριγένους] Καὶ τὸ πνευματικῶς λαλεῖν τοὺς αἰσθητοὺς λόγους τὰς πέντε αἰσθήσεις τὸ κοινωφελές ἐστιν ζητεῖν· ὁ δὲ τῆς κατηχήσεως λόγος ὁ διὰ τῶν πέντε αἰσθήσεων ἐπὶ τῶν ἀκουόντων ἐν ἐκκλησίᾳ τέτακται, ὡς καὶ αὐτῶν ὑπὸ τῶν πέντε λόγων κατηχουμένων. οἱ γὰρ μὴ εἰδότες τὴν τῶν λεγομένων τρανότητα, ἀλλὰ μόνῃ τῇ ψιλῇ τῶν γραφῶν περιηχήσει προσέχοντες, κατηχούμενοι χρηματίζουσιν· οἱ δὲ τῆς τῶν φθόγγων δια τολῆ ἀκούοντες ἀπὸ τῆς γραφῆς οὗτοι οὐ κατηχούμενοι ἀλλὰ πιστοί. 64 xiv 20 [Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε.] [Ὠριγένους] Ἐπειδὴ ἃ προστάσσει δυνατά ἐστιν, δυνατὸν ἡμᾶς τελείους γενέσθαι ταῖς φρεσίν. τοῦτο δὲ σχεδὸν ἑρμηνεύει τὸ Ἐὰν μὴ τραφῆτε καὶ γένη θε ὡ τὰ παιδία· στραφεὶς γὰρ γίνεται ὡς παιδίον ὁ τῇ κακίᾳ νηπιάζων. 65 xiv 21 [Ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώ οι καὶ ἐν χείλε ιν ἑτέροι λαλή ω τῷ λαῷ τούτῳ, καὶ οὐδ' οὕτως εἰ ακού ονταί μου, λέγει Κύριος.] [Ὠριγένους] Καὶ τὸν προφητικὸν λόγον νόμον ἐκάλεσεν· ταῦτα δὲ τὰ ῥήματα εὕρομεν παρὰ Ἀκύλᾳ καὶ ταῖς λοιπαῖς ἐκδόσεσιν, οὐ μὴν παρὰ τοῖς ἑβδομήκοντα. 66 xiv 24–5 [Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, καὶ οὕτως τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προ κυνή ει τῷ θεῷ, ἀπαγγέλλων ὅτι ὁ θεὸ ὄντω ἐν ἡμῖν ἐ τιν.] [Ὠριγένους] Ἐπειδὴ τὸ προφητικὸν χάρισμα ποιεῖ γινώ κειν τὰ κρυπτὰ τῆς καρδίας τοῦ ἀπίστου καὶ ἰδιώτου καὶ πλησιάζοντος αὐτοῖς, δῆλον ὅτι ὅταν ἔλθῃ τὸ τέλειον, τελείως γιγνώσκουσιν παντὸς ἰδιώτου καὶ ἀπίστου τὰ κρυπτά, εἰκὸς δὲ ὅτι τότε καὶ τοῦ ἁγίου ἀνθρώπου τὰ κρυπτὰ φανερὰ γίνεται τοῖς προφήταις, τάχα τοῖς μείζοσιν τὰ τῶν καταδεεστέρων. <καὶ> ὁ ὠφελούμενος εὐλαβεῖται ἐμβλέψαι εἰς τὸ πρόσωπον τοῦ θεοῦ· διὸ φανταζόμενος τὸν θεὸν πίπτει ἐπὶ πρόσωπον, καὶ τὴν ὑπεροχὴν καὶ τὴν δόξαν αὐτῷ διδούς, καὶ οὕτως προ κυνεῖ τῷ θεῷ. τὸ δὲ ἐλέγξαι καὶ ἀνακρῖναι τὰ κρυπτὰ τῆς καρδίας, ὅ ἐστι φανερὰ ποιῆσαι, χαρακτηρίζει ὅτι ὁ θεὸς ἐν τῷ πνεύματί ἐστι τῶν τοιούτων. εἰ δὲ καὶ τὰ λοιπὰ χαρίσματα σημεῖά ἐστι τοῦ ὄντω εἶναι θεόν, ἐν τίνι ζητητέον; 67 xiv 26–27 [Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς
Unit 9 rem mid§u09-rem-mid
u09-rem-midRem mid: Unit 9; lemma continues; spiritual reading with the letter.
Greek · §u09-rem-mid
διερμηνευέτω.] [Ὠριγένους] Ὅταν συνέλθωμεν, πᾶσι τοῖς ἔχουσι χαρίσματα ἐπιτρεπτέον λαλεῖν τοῖς δυναμένοις διδάσκειν. 68 xiv 29 [Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέ τωσαν.] [Ὠριγένους] Ἄλλους λέγει τοὺς ἔχοντας χάρισμα διασαφεῖν τοὺς πνευματικοὺς τῶν προφητῶν λόγους, εἴ γε αὐτοὶ οἱ προφητεύοντες οὐκ ἔσχον τῆς διακρίσεως τὸ χάρισμα· ἐν ᾧ γὰρ οὐκ ἔχουσι τοῦτο εἰκὸς αὐτοὺς ὑπό τινος πονηροῦ πνεύματος ἠπατῆσθαι τοῦ μετα χηματιζομένου εἰ ἄγγελον φωτό , ὡς προφητικοῦ τυχόντας ἀξιώματος. 69 xiv 30–31 [Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. δύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν.] [Ὠριγένους] Οὐκοῦν οὐκ ἐξίσταντο οἱ προφῆται· ἐν αὐτοῖς γὰρ ἦν τὸ σιωπῆσαι καὶ ἐπι σχεῖν τὸ ἐπ' αὐτοῖς πνεῦμα. 70 xiv 32 [Καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται.] [Ὠριγένους] ∆ιὰ τοῦτο τὸ τῆς ὑποταγῆς εὐγνωμόνως ἐν σιώπῃ δηλοῖ· ὅτι τὰ πνεύματα δὲ τοῖς προφήταις ὑποτάσσεται, ἀλλ' αἱ ψυχαὶ τῶν προφητῶν προφητεύουσιν. 71 xiv 34–35 [Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ἐπιτέτραπται λαλεῖν, ἀλλ' ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν.] [Ὠριγένους] Ἐπειδὴ οἱ ἄνδρες κατὰ τὰς ἀρχὰς ἐξουσίαν εἶχον λαλεῖν καὶ τοὺς ἀκούοντας ὠφελεῖν, αἱ δὲ γυναῖκες περὶ ὧν ἐπηπόρουν ἠρώτων. νόμον δὲ λέγει τὸ ἐν τῇ Γενέσει εἰρημένον Πρὸ τὸν ἄνδρα ου ἡ ἀπο τροφή ου. 72 xiv 37–38 [Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι τοῦ κυρίου εἰσὶν ἐντολαί· εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω.] [Ὠριγένους] Πνευματικός ἐστιν ὁ πάντα λόγον καὶ πάντα νοῦν δυνάμενος βασανίζειν, καὶ διὰ πολλὴν βαθύτητα νοῦ δυσδιάγνωστον ὄντα ὥστε μὴ δύνασθαι ἀνακρί νεσθαι. οὐ τοῦ τυχόντος δέ ἐστιν εἰδέναι ὅτι τὰ γραφόμενα ὑπὸ Παύλου τοῦ κυρίου ἐστίν, ἀλλὰ προφήτου <ἢ> πνευματικοῦ· οὐκοῦν ὁ μὴ εἰδὼς ὅτι τοῦ κυρίου ἐστίν, οὔτε προφήτης ἐστὶν οὔτε πνευματικός. ἄλλο δέ ἐστιν πιστεύειν καὶ ἄλλο γινώσκειν· οὐκοῦν ὁ ἀγνοῶν ὅτι τοῦ κυρίου ἐστίν, ἀγνοεῖ μήπω φθάσας εἰς τὸ κυρίως εἶναι τοῦ θεοῦ· ὁ γὰρ γινωσκόμενος ἀνακιρνᾶται τρόπον τινὰ τῷ γιγνώσκοντι αὐτόν. 73 xiv 31 [∆ύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται.] [Ὠριγένους] Κίνδυνός ἐστι τοῖς ἀναγινώσκουσιν ἁπλῶς ἀποφαίνεσθαι, ὁμοίως δὲ καὶ τοῖς ἀκούουσιν. ἄκουε γοῦν Παύλου λέγοντος Εἴ τι δοκεῖ ἐν ὑμῖν προφήτη εἶναι ἢ πνευματικό , ἐπιγινω κέτω ἃ γράφω ὅτι θεοῦ ἐ τιν· ὡς οὐ παντὸς ἐπιγινώ σκοντος τὰ τοῦ θεοῦ ἐὰν μὴ ᾖ προφήτη ἢ πνευματικό . διέγραψεν δὲ τὸν πνευματικὸν ὁ ἀπόστολος εἰπὼν Ὁ δὲ πνευματικὸ ἀνακρίνει τὰ πάντα, αὐτὸ δὲ ὑπ' οὐδενὸ ἀνακρίνεται. τίς δέ ἐστιν ὁ διακρίνων τὰ πάντα ἢ ὁ δυνάμενος πάντα λόγον ἐξετάζειν καὶ κρίνειν; οὗτος δὲ ὑπ' οὐδενὸ ἀνακρίνεται, διὰ τὸ βάθος τῶν νοημάτων αὐτοῦ μὴ καταλαμβανόμενος. ὁ γὰρ πνευματικὸς νοῦν ἔχει κυρίου. ὥσπερ οὖν παιδίον οὐ δύναται ἀνακρῖναι νοῦν ἀνδρὸς καὶ ἐξετάσαι τὰ νοήματα αὐτοῦ· οὐδὲ γὰρ τὴν ἀρχὴν παρακολουθεῖ τοῖς τοῦ ἀνδρὸς νοήμασιν ὁ βραχὺς παῖς· τὸν αὐτὸν τρόπον οὐδὲ ψυχικὸ δύναται εἰδέναι ποῖα τὰ τοῦ θεοῦ καὶ ποῖα οὐχί, μόνου δὲ πνευματικοῦ ἐστι τοῦτο τὸ ἔργον. Ἐγὼ πολλάκις ἐζήτουν κατ' ἐμαυτὸν τί δήποτε ὅτε οἱ προφῆται ἦσαν τοῦ θεοῦ καὶ οἱ ψευδοπροφῆται, οἱ ψευδοπροφῆται εὐδοκίμουν παρὰ τοῖς βασιλεῦσιν αὐτῶν παρὰ τοὺς προφήτας· καὶ τὰ μὲν βιβλία τῶν ψευδοπροφητῶν οὐκ ἐγράφη οὐδὲ ἐσώθη ἐν τῷ λαῷ, τὰ δὲ τῶν προφητῶν καταδικασθέντων, μισηθέντων, πεπονθότων ἃ ἴσμεν, ἦλθεν εἰς μέσον καὶ τετίμηται. τίς γέγονεν ἡ τούτων ἀρχή, ἀπὸ τοῦ ἀποστόλου ἀφορμὰς λαβὼν λέγω· ὅτι ἦν χάρισμα ἐν τῷ λαῷ ὥσπερ προφητεύειν, οὕτω διακρίνειν προφήτας. δύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν· ἀφθονία ἦν τότε τῶν λεγόντων καὶ τῶν ἐπιτρεπομένων λέγειν. διὰ γὰρ τοῦτο ἐπέτρεψεν ὁ ἀπόστολος πᾶσι λέγειν ἐν ἐκκλησίᾳ· μικροῦ δεῖν καὶ ταῖς γυναιξὶν ἐπέτρεψε λαλεῖν, εἰ μὴ εἰρήκει τὸ ἑξῆς. 74 xiv 34–35 [Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ἐπι τέτραπται αὐταῖς λαλεῖν, ἀλλ' ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστι γυναιξὶ ἐν ἐκκλησίᾳ λαλεῖν.] [Ὠριγένους] Ὡς γὰρ πάντων λεγόντων καὶ δυναμένων λέγειν, ἐὰν ἀποκάλυψις αὐτοῖς γένηται, φησὶν Αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν. ταύτης δὲ τῆς ἐντολῆς οὐκ ἦσαν οἱ τῶν γυναικῶν μαθηταί, οἱ μαθητευθέντες Πρισκίλλῃ καὶ Μαξιμίλλῃ, οὐ Χριστοῦ τοῦ
Unit 9 rem close§u09-rem-close
u09-rem-closeRem CLOSEOUT: Unit 9 CLOSEOUT.
Greek · §u09-rem-close
ἀνδρὸς τῆς νύμφης. ἀλλ' ὅμως εὐγνωμονῶμεν καὶ πρὸς τὰ πιθανὰ ἐκείνων ἀπαντῶντες. τέσσαρές φασι θυγατέρες ἦσαν Φιλίππου τοῦ εὐαγγελιστοῦ καὶ προεφήτευον. εἰ δὲ προεφήτευον, τί ἄτοπόν ἐστι καὶ τὰς ἡμετέρας, ὡς φασὶν ἐκεῖνοι, προφήτιδας προφητεύειν; ταῦτα δὲ λύσομεν. πρῶτον μὲν λέγοντες ὅτι Αἱ ἡμέτεραι προεφήτευον, δείξατε τὰ σημεῖα τῆς προφητείας ἐν αὐταῖς· δεύτερον δὲ Εἰ καὶ προεφήτευον αἱ θυγατέρες Φιλίππου, ἀλλ' οὐκ ἐν ταῖς ἐκκλησίαις ἔλεγον· οὐ γὰρ ἔχομεν τοῦτο ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων. ἀλλ' οὐδ' ἐν τῇ παλαιᾷ· ∆εββῶρα μεμαρτύρηται προφῆτις εἶναι, λαβοῦ α δὲ Μαριὰμ ἡ ἀδελφὴ Ἀαρὼν τὸ τύμπανον ἐξῆρχε τῶν γυναικῶν. ἀλλ' οὐκ ἂν εὕροις ὅτι ∆εββῶρα ἐδημηγόρησεν εἰς τὸν λαὸν ὥσπερ Ἱερεμίας καὶ Ἡσαΐας· οὐκ ἂν εὕροις ὅτι Ὀλδὰ προφῆτις οὖσα ἐλάλησετῷ λαῷ ἀλλ' ἑνί τινι ἐλθόντι πρὸς αὐτήν. ἀλλὰ καὶ ἐν τῷ εὐαγγελίῳ ἀνα γέγραπται Ἄννα προφῆτι , θυγάτηρ Φανουήλ, ἐκ φυλῆ Ἀ ήρ· ἀλλ' οὐκ ἐν ἐκκλησίᾳ ἐλάλησεν. ἵνα οὖν καὶ δοθῇ ἐκ σημείου προφητικοῦ εἶναι προφῆτις γυνή, ἀλλ' οὐκ ἐπιτρέπεται ταύτῃ λαλεῖν ἐν ἐκκλησίᾳ. ὅτε ἐλάλησε Μαριὰμ ἡ προ φῆτις ἄρχουσα ἦν τινων γυναικῶν· αἰσχρὸν γὰρ γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ, καὶ διδά κειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω ἁπλῶς ἀλλ' οὐδὲ αὐθεντεῖν ἀνδρό . Καὶ ἄλλοθεν δὲ τοῦτο παραστήσω, εἰ καὶ ἐκεῖνο ἀσφαλέστερον εἴρηται περὶ τοῦ μὴ τὴν γυναῖκα ἡγεμόνα γίνεσθαι τῷ λόγῳ τοῦ ἀνδρός· πρε βύτιδα ἐν κατα τήματι ἱεροπρεπεῖ , καλοδιδα κάλου , ἵνα ωφρονίζω ι τὰ νέα , οὐχ ἁπλῶς ἵνα διδάσκωσιν. καλοδιδά καλοι μὲν γὰρ ἔστωσαν καὶ γυναῖκες, οὐχ ἵνα ἄνδρες καθήμενοι ἀκούωσι γυναικῶν, ὡς ἐκλειπόντων ἀνδρῶν τῶν δυναμένων πρεσβεύειν τὸν τοῦ θεοῦ λόγον. Εἰ δέ τι μαθεῖν ἐθέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστι γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν. δοκεῖ μοι τὸ τοὺς ἰδίους ἄνδρας οὐκ ἐπὶ τοὺς γαμετοὺς ἀναφέρεσθαι μόνον· αἱ παρθένοι γὰρ ἢ λαλήσουσιν ἐν ἐκκλησίᾳ ἢ οὐχ ἕξουσι τοὺς διδάσκοντας, καὶ αἱ χηρεύουσαι ὁμοίως· ἀλλὰ μήποτε τοὺς ἰδίους ἄνδρας οἷον καὶ τὸν ἀδελφὸν καὶ τὸν οἰκεῖον καὶ τὸν υἱόν; ἅπαξ ἁπλῶς ἀνδρὸς πυνθανέσθω γυνὴ τοῦ ἰδίου κατὰ τὸ γενικὸν ὄνομα ἀνδρὸς πρὸς ἀντιδιαστολὴν γυναικός· αἰσχρὸν γὰρ γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ, ὁποῖα ἐὰν λαλῇ, κἂν θαυμαστὰ λαλῇ, κἂν ἅγια, μόνον δὲ ἀπὸ στόματος γυναικείου ἐξέρχηται. Γυνὴ ἐν ἐκκλησίᾳ δηλονότι κατὰ τὸ αἰσχρὸν λέγεται ἐπὶ κατηγορίᾳ τῆς ὅλης ἐκκλησίας. xiv 36 [Ἢ ἀφ' ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήν τησεν;] Ὡς τῆς ἀταξίας ταύτης οὔσης ἐν Κορίνθῳ μετὰ καὶ τῶν ἄλλων ἁμαρτημάτων. τοῦτο οὖν λέγει ὅτι ἀπέστειλεν τὸν λόγον αὐτοῦ ὁ θεὸς εἰς τὸν κόσμον. ἆρ' οὖν ἡ ἀλήθεια καὶ ὁ κανὼν ὁ ἐκκλησιαστικὸς εἰς ὑμᾶς μόνους τοὺς Κορινθίους κατήντησεν; 75 xiv 37–38 [Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου εἰσὶν ἐντολαί· εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω.] [Ὠριγένους] Ἵν' οὖν ἐπιγινώσκωμεν τὰ τοῦ θεοῦ, παρακαλέσωμεν τὸν διδόντα χαρίσματα, ἵνα δώῃ ἡμῖν χάρισμα προφητικὸν καὶ ποιήσῃ ἡμᾶς ἀπὸ τοῦ κρατοῦντος πνεύ ματος πνευματικούς· καὶ οὕτως ἐπὶ τοῦ κρίνειν ποῖα τοῦ θεοῦ ἐστιν ἢ ποῖα οὐκ ἔστιν αὐτοῦ. ὁ γὰρ τῆς χάριτος ταύτης ἐστερημένος συνεῖναι οὐ δύναται· ὅθεν ἐπήγαγεν Εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω. 76 xv 1–2 [Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελι σάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.] [Ὠριγένους] Εὐαγγέλιον καλεῖ ὃ εὐαγγελίζεται, τοῦτο γὰρ καὶ παρέδωκεν· οὗτος δὲ ἕστηκεν ἐν τῷ εὐαγγελίῳ ὁ τὴν ψυχὴν ἑαυτοῦ ἔχων ἐπιβεβηκυῖαν, ὡς ἐπὶ σκάφει, ἐπ' αὐτῷ δι' οὗ καὶ σώζεται. εἰκῇ δὲ λέγει πεπιστευκέναι τὸν μὴ κατέχοντα τὸν λόγον τοῦ εὐαγγελίου, ἀλλ' ἀλόγως καὶ συντυχικῶς καὶ οὐκ ἐξητασμένως ἀκούσαντα. [Ὠριγένους] Ἰουδαῖοι οὐχ ἑστήκασιν ἐν τῷ εὐαγγελίῳ, τὸν Ἰησοῦν μὴ παραδεξάμενοι· οἱ ἀπὸ τῶν αἱρέσεων κακῶς ἑστήκασι, μὴ νοοῦντες τὸ εὐαγγέλιον ἀλλ' ἰδίως αὐτὸ ἐκδεχόμενοι· οἱ ἁμαρτάνοντες οὐχ ἑστήκασι, μὴ βιοῦντες κατὰ τὸ εὐ αγγέλιον. τίνες οὖν ἑστήκασιν ἐν τῷ εὐαγγελίῳ ἢ οἱ παραλαβόντες αὐτὸ καὶ παραδεξάμενοι καὶ κατ' αὐτὸ βιοῦντες; ἐὰν δὲ νοηθῇ Τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε, καὶ νοηθῇ τὸ ἐπιφερόμενον εὐλόγως τούτοις τὸ Ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε, εἰσόμεθα ὅτι ἀδύνατον εἶναι τὸν εἰκῇ πεπιστευκότα οὕτω
Fragmenta ex commentariis in epistulam i ad Corinthios Unit 10 opening§u10-open
u10-openUnit 10.
Lemma-led open — πεπιστευκέναι ψευδεῖ· ἀλλὰ τὸ πεπιστευκέναι μέν, ἀληθεῖ δέ, ἔργον οὐκ ἔστιν· ἐν κρίσει δὲ
Greek · §u10-open
πεπιστευκέναι ψευδεῖ· ἀλλὰ τὸ πεπιστευκέναι μέν, ἀληθεῖ δέ, ἔργον οὐκ ἔστιν· <ἐν> κρίσει <δὲ> πιστεύειν· οἱ πρὸ καιρὸν πι τεύοντε καὶ ἐν καιρῷ πειρα μοῦ ἀφι τάμενοι, εἰκῇ πιστεύουσι· καίτοιγε οὐ ψευδῆ πεπιστεύκασιν ἀλλὰ τῷ ἀληθεῖ μέν, ἐπειδὴ δὲ οὐ βεβαίως πεπιστεύκασιν, διὰ τοῦτο ἐν καιρῷ πειρα μοῦ ἀφί τανται. καλῶς γὰρ πιστεύων τις οὐ πεσεῖται. 77 xv 5 [Καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα.] [Ὠριγένους] Ὠφθῆναι τοῖς δώδεκα λέγει τὸν κύριον μετὰ τὴν ἀνάστασιν· εἰκὸς γὰρ ἦν ὅτι παρῆν καὶ ὁ Ματθίας ὃς ἀντὶ τοῦ Ἰούδα κατέστη ἀπόστολος. 78 xv 9 [Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ.] [Ὠριγένους] Συνειδὼς ἑαυτῷ ὧν ἠλευθερώθη ἁμαρτιῶν φησὶν Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος. 79 xv 10 [Χάριτι δὲ θεοῦ εἰμὶ ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν [Ὠριγένους] πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλ' ἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐμοί.] Εἰπὼν ὅτι ἡ χάρις αὐτοῦ οὐ κενὴ ἐγενήθη εἰς ἐμέ, ἐδίδαξεν ὅτι οἱ ἀναξίως ζῶντες τῆς χάριτος κενὴν αὐτὴν ἔλαχον. οὐχ ἡ χάρις δὲ κοπιᾷ, ἀλλ' οὕτως νοητέον· Οὐκ ἐγὼ τάδε πεποίηκα, ἀλλ' ἡ χάρις ἡ σὺν ἐμοί. 80 xv 11 [Εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύ σατε.] [Ὠριγένους] Πάντων τῶν ἀποστόλων πληρ<ο>φορηθέντων περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ χριστοῦ βεβαία ἡ ἀπόδειξις, διὸ τὰ αὐτὰ λέγομεν· καὶ γὰρ καὶ ὑμεῖς οὕτως ἐπιστεύσατε. 81 xv 12–13 [Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσίν τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται.] [Ὠριγένους] Σαφής ἐστιν ἡ τοῦ Χριστοῦ ἀνάστασις μεθ' ἧς εἶχε σαρκὸς γεγονυῖα ἐκ τοῦ προκειμένου ῥητοῦ, οἱ δέ, οἱ ἑτερόδοξοι, ἀλληγοροῦν θέλουσιν τὴν τῶν ἀνθρώπων ἀνάστασιν· ἀλληγορήτωσαν καὶ τὴν τοῦ Σωτῆρος κακῶς τῷ ἑαυτῶν ἀθε τοῦντες τὸ ῥητόν. [[Μανixαίους λέγει τοὺς λέγοντας ὅτι ὁ ἀπαλλασσόμενος ἁμαρτιῶν οὕτως ἀνέστη ἐκ νεκρῶν.]] 82 xv 14 [Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν.] [Ὠριγένους] Ἐπειδὴ οὔτε κενὸν τὸ κήρυγμα οὔτε κενὴ ἡ πίστις δῆλον ὅτι Χριστὸς ἐγήγερται. ταῦτα δὲ ἐσημειωσάμεθα ὑποδεικνύντες ὅτι εἰ καὶ ᾔδει τοὺς διαλεκτικοὺς λόγους ὁ Παῦλος, ἀλλὰ φυσικῶς αὐτοῖς ἐχρήσατο· ἀπὸ γὰρ τῆς φύσεως καὶ συνηθείας ἡ διαλεκτικὴ τέχνη ἐσωματοποιήθη ὑπὸ τῶν φιλοσοφούντων. 83 xv 15–16 [Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. <εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται>, οὐδὲ Χριστὸς ἐγήγερται.] [Ὠριγένους] Εἰ κατὰ τοῦ θεοῦ ψευδομαρτυρεῖ ὁ λέγων ὅτι Χριστὸς ἀνέστη, οὐκοῦν καὶ πᾶς ὁ λέγων ὅτι ἀνάστασις νεκρῶν· εἰ δὲ ἀπαρχὴ τῶν κεκοιμημένων ἀνέστη Χριστός, δῆλον ὅτι καὶ νεκροὶ ἐγείρονται. 84 xv 20–23 [Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμη μένων ἐγένετο· ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται. Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι.] [Ὠριγένους] Ἐπεὶ οἱ ἀπὸ τῶν αἱρέσεων λέγοντες τὴν ἐκκλησιαστικὴν πίστιν καὶ μυκτη ρίζοντες ὡς ἀνοήτων πίστιν ἀθετοῦσιν τῷ ἔργῳ, εἰ καὶ μὴ τῷ λόγῳ, μὴ γίνεσθαι ἀνάστασιν λέγοντες ὡς ἡ ἐκκλησία πιστεύει· ὅρα πῶς αὐτοῖς ἀπαντητέον ἐκ τῆς ἀποστολικῆς ταύτης λέξεως καὶ ἐξ ἄλλων δὲ μυρίων. Ἀνέστη Χριστὸς ἐκ νεκρῶν, ἢ οὐ; ἀλλὰ περὶ τούτου πᾶσα αἵρεσις συγκατέθετο. εἰ ἀνέστη Χριστὸς ἐκ νεκρῶν, πρωτότοκο δὲ ἐκεῖνός ἐστιν ἐκ νεκρῶν, οὐδεὶς δὲ πρωτότοκό ἐστιν ἑτερογενῶς, ἀνάγκη ὁμογενῆ εἶναι τὴν ἀνάστασιν αὐτοῦ τῇ ἀναστάσει τῶν ἀνισταμένων. οἷον· πρωτότοκός ἐστι Ῥουβίμ, υἱὸς ὢν τοῦ Ἰακώβ,
Unit 10 rem early§u10-rem-early
u10-rem-earlyRem early: Unit 10; Pauline lemma and Origen’s theoria.
Greek · §u10-rem-early
ὁμογενῶν τῶν ἀδελφῶν ὄντων· οὐ γὰρ ἄλλης φύσεως ὁ Ῥουβὶμ καὶ ἄλλης φύσεως ὁ Συμεὼν ἢ ὁ Λευῒ καὶ οἱ ἑξῆς. καὶ ἐπὶ τῶν ἄλλων πρωτοτόκων τὸ αὐτό. εἰ τοίνυν καὶ ὁ Ἰησοῦς πρωτότοκό ἐστιν ἐκ νεκρῶν, ἀνάγκη ὁμογενῆ εἶναι τὴν ἀνάστασιν τῶν ἀνισταμένων. εἰ δὲ ἐκεῖνος μὲν ἐφόρεσε σῶμα, καὶ ἡ ἀνάστασις αὐτοῦ μετὰ σώματος ἦν ὥστε αὐτὸν καὶ φαγεῖν ὡς γέγραπται ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ. ἄλλως δὲ ἀνίστανται, ὡς οἴονται οἱ ἀπὸ τῶν αἱρέσεων, οἱ ἀνιστάμενοι τῶν πιστευόντων εἰς τὸν χριστόν. οὐ δύνανται παραστῆσαι πῶς Ἰησοῦς πρωτότοκό ἐστιν ἐκ τῶν νεκρῶν. εἰ γὰρ ύμμορφοι γεγόναμεν τῷ θανάτῳ τοῦ χριστοῦ, καὶ τῆ ἀνα τά εω αὐτοῦ σύμμορφοι ἐ όμεθα· καὶ πῶς διδάσκει λέγων ὁ Παῦλος Ὃ μετα χηματί ει τὸ ῶμα τῆ ταπεινώ εω ἡμῶν ύμμορφον τῷ ώματι τῆ δόξη τοῦ χριστοῦ. Ἀναιδῶς τοίνυν τινὲς παραδέχονται μὲν ὅτι ἐγήγερται Χρι τὸ ἐκ νεκρῶν, λέ γου ι δὲ ὅτι ἀνά τα ι νεκρῶν οὐκ ἔ τιν. διὸ φησὶν ὁ ἀπόστολος Εἰ δὲ Χρι τὸ κηρύ εται ἐκ νεκρῶν ὅτι ἐγήγερται, πῶ λέγου ιν ἐν ὑμῖν τινε ὅτι ἀνά τα ι νεκρῶν οὐκ ἔ τιν; κἂν μὴ τῷ στόματι λέγῃ τις, τῇ δὲ καρδίᾳ λέγει Ἀνά τα ι νεκρῶν οὐκ ἔ τιν, δυνάμει ἀθετεῖ καὶ τὴν Ἰησοῦ Χριστοῦ ἀνάστασιν. εἰ γὰρ τὸ καθ ολικὸν ψεῦδος, δῆλον ὅτι περιέχεται ἐν τῷ καθολικῷ καὶ ὁ εἷς ἀναστὰς ἐκ νεκρῶν. εἰ γὰρ οὐκ ἐγείρονται οἱ νεκροί, γέγονε δὲ καὶ ἐν νεκροῖς ὁ Ἰησοῦς, οὐκ ἐγήγερται οὐδὲ ὁ Ἰησοῦς· εἰ δὲ ἐκεῖνος ἐγήγερται, δι' ἐκείνου δηλοῦται ἡ ἀνάστασις τῶν νεκρῶν· εἰ μὴ τῷ ἀδυνάτῳ τοῦ πράγματος καθ' αὑτὸ ἀπιστῶμεν, ἐπιλανθανό μενοι τίς ὁ ἐπαγγειλάμενος. τί γὰρ ὡς ἐν ἀδυνάτοις, ἵν' οὕτως εἴπω, ἀδυνατώ τερον τὸ ζωοποιηθῆναι τὸ σῶμα ἢ οὐρανὸν ἐξ οὐκ ὄντων γενέσθαι ἢ ἥλιον ἢ τὰ λοιπὰ τῶν κτισμάτων; Ἐλθὲ δὲ καὶ ἐπ' αὐτὴν τὴν τοῦ ἀνθρώπου ἀρχήν· ἀναπόλ<η>σον αὐτοῦ τὴν ἀρχήν. δείκνυταί σοι σπέρμα ἀνθρώπου· εἰ ἔλεγέν τις Τοῦτο τὸ σπέρμα ἄνθρωπος ἔσται, μορφωθήσεται, ὀστᾶ ἔσται, ἀπὸ τούτου σάρκες, νεῦρα, φλέβες· περιπατήσει· ἀπὸ τούτου τοῦ σπέρματος τοῦ βραχέος, τοῦ εὐτελοῦς, ἄνθρωπος ἐπὶ γῆς διεγηγερμένος χρήσεται ὀργάνοις· οὐκ ἂν ἐλέγομεν ἀνόητον εἶναι τὸν ταῦτα ἡμῖν κηρύσσοντα, εἰ μὴ πεῖραν εἰλήφαμεν τούτου; ἵν' οὖν τολμήσω καὶ παραστήσω σοι τὴν ἀνάστασιν, καὶ μᾶλλον αὐτὴν παραδέξῃ πιστεύσας τῇ τελειότητι τοῦ θεοῦ. ὅπερ ἐκεῖνο τὸ σπέρμα ἦν πρὸς τοῦτο τὸ σῶμα τὸ ἐνεστηκός, νῦν τὸ παρεστηκός, τὸ γενικόν, τὸ σπεῖρον, τὸ ὄργανον γενόμενον λόγων καὶ ἔργων τῶν κατὰ δικαιοσύνην, τοῦτο τὸ σῶμα πρὸς ἐκεῖνο γίνεται· Ὁ κόκκο τοῦ ίτου ἐὰν μὴ πε ὼν εἰ τὴν γῆν ἀποθάνῃ, αὐτὸ μόνο μένει· ἐὰν δὲ πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ καὶ διασαπῇ, ἐκ τῆς διασήψεως τοῦ κόκκου τοῦ σίτου στάχυς ἑκατοντάκις γίνεται. ὅτι γὰρ τὸ σῶμά σου σπέρμα ἐστὶ τοῦ ἀναστησομένου, ἄκουε Παύλου λέγοντος· Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρ ίᾳ· πείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· πείρεται ἐν ἀ θενείᾳ, ἐγείρεται ἐν δυνάμει· πείρεται ῶμα ψυχικόν, ἐγείρεται ῶμα πνευματικόν. ὁρᾷς ὡς ἐκεῖ ἐπὶ τοῦ σπέρματος εὐτελές <τι> καὶ οὐδενὸς λόγου ἄξιον ἐσπάρη, καὶ ἐγήγερται ἄνθρωπος ὡραῖος καὶ καλός· τὸν αὐτὸν τρόπον τοῦτο τὸ νεκρὸν κόκκος ἐστὶ σίτου τῷ θεῷ ὡς τὸ προαναστησόμενον. ὥσπερ οὖν εὐπόρησεν ὁ θεὸς ἀπὸ τοῦ κόκκου τοῦ σίτου στάχυν ποιῆσαι–οὐκ ἔξωθεν τῶν ἀφορμῶν τῶν ἐν τῷ σπέρματι τῷ βραχεῖ· ἀπὸ γὰρ ἐκείνου ἤγειρεν τὸν στάχυν, καὶ ἀφ' ἑκάστου σπέρματος ἐγείρει τὸ δυνάμει ἐνυπάρχον τῷ σπέρματι–οὕτως ἀπὸ σπέρματος μὲν ἀνθρώπου κατὰ τὴν ἀρχὴν γέγονεν οὗτος ὁ ἄνθρωπος. ἐὰν δὲ ἀποθάνῃ τὸ σῶμα αὐτοῦ, σπέρμα γίνεται τοῦ ἀναστησομένου ἐκ νεκρῶν ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ. τὸ ἄπιστον δὲ τῇ ἀναστάσει τῇ ἀπὸ τῶν νεκρῶν ἴσον ὑπέλαβεν εἶναι ὁ ἀπόστολος τῷ μὴ πιστεύειν ὅτι ἐσόμεθα τὴν ἀρχὴν μετὰ τὴν ἔξοδον. διὸ τοῖς <μὴ> πιστεύουσιν ἀνάστασιν ἔσεσθαι νεκρῶν φησιν, ὡς μὴ ἄλλης κατ' αὐτοὺς ζωῆς παρὰ τὴν ἐνεστῶσαν, τὸ Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χρι τῷ ἠλπικότε ἐ μὲν μόνον, ἐλεεινότεροι ἐ μὲν πάντων ἀνθρώπων. καὶ ἐν τοῖς ἑξῆς δὲ ὡς κατὰ τοὺς λέγοντας μὴ εἶναι ἀνάστασιν νεκρῶν, μηδὲ ζωῆς ὑπαρχούσης κατὰ τὸν βίον τοῦτον, φησὶ Τί καὶ ἡμεῖ κινδυνεύομεν πᾶ αν ὥραν; καθ' ἡμέραν ἀποθνή κω, νὴ τὴν ὑμετέραν καύχη ιν, ἣν ἔχω ἐν Χρι τῷ Ἰη οῦ τῷ κυρίῳ ἡμῶν, καὶ τὰ ἑξῆς. δηλοῖ δὲ καὶ ἡ αἵρεσις τῶν Σαδδουκαίων ἀθετούντων τὴν ἀνάστασιν τῶν νεκρῶν, ὅτι ἀκολουθεῖ αὐτοῖς τὸ μηδὲ ζῆν ὑμᾶς μετὰ τὴν παροῦσαν ζωήν. διόπερ ὁ Σωτὴρ πρὸς αὐτοὺς ἀπὸ τοῦ νόμου μόνον παράδειγμα λαμβάνει περὶ τοῦ εἶναι ἀνάστασιν τὴν ἐκ νεκρῶν ῥητὸν λέγων
Unit 10 rem mid§u10-rem-mid
u10-rem-midRem mid: Unit 10; lemma continues; spiritual reading with the letter.
Greek · §u10-rem-mid
Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε ὅτι ὁ θεὸ εἶπεν ἐπὶ τῆς βάτου λέγων Ἐγὼ ὁ θεὸ Ἀβραὰμ καὶ ὁ θεὸ Ἰακώβ;θεὸ οὐκ ἔ τι νεκρῶν ἀλλὰ ζώντων. Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων. Ἡ ἀπαρχὴ πολλῶν ἐστιν ἀπαρχή. ὡς δὲ ἐπὶ παραδείγματος τῶν ἐν τῷ νόμῳ εἴδομεν· ἀπαρχὴ ἀναφέρεται σίτου ὑπὸ τῶν σῖτον θερισάντων· καὶ φέρε εἰπεῖν οἴνου ὑπὸ τῶν οἶνον τρυγησάντων· καὶ ἐλαίου ἀπὸ τῶν ἐλαίαν ἐκθλασάντων· οὕτως εἴπερ ὁ κύριος ἡμῖν Ἰησοῦς Χριστὸς ἀπαρχή ἐστι τῶν κεκοιμημένων, ἀναγκαῖόν ἐστι πολλοὺς εἶναι ὧν ἐστιν οὗτος ἀπαρχή· καὶ ζητοῦμεν πότερον πάντων ἀπαρχή ἐστιν ἢ πολλῶν; Χριστὸς γάρ φησιν ἀπαρχὴ τῶν κεκοιμημένων. εἰ μὲν οὖν μὴ εἴχομεν λέξιν ἀπὸ τῆς ἀρχῆς, κἂν ἐλέγομεν, δύσφημόν τι νομίσαντες εἶναι κατὰ τὸν τόπον τὸ λέγειν αὐτὸν ἀπαρχὴν πάντων εἶναι, ὅτι ἀπαρχή ἐστι τῶν κεκοιμημένων δικαίων μόνων οὐχὶ δὲ τῶν λοιπῶν. νυνὶ δὲ καὶ αὐτὸς ὁ ἀπόστολος λέγει Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν· πῶς ἐπί τινας αὐτὸς λέγει ὅ τι ἐπὶ πάντας; ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως ἐν τῷ Χριστῷ, οὐκ εἴρηκεν Οἱ δίκαιοι ζωοποιηθήσονται <ἀλλὰ πάντες ζωοποιηθήσονται>. Εἶτα ἵνα μὴ ταραχθῇς καὶ εἴπῃς Ἆρα οὖν μάτην ἐμοὶ ὁ κάματος ὁ τοσοῦτος ἀνήντληται, εἴγε Χριστὸς ἀναστὰς ἐκ νεκρῶν πάντων ἐστὶν ἀπαρχὴ τῶν κεκοιμημένων καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται, λέγει Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. πάντες μὲν οὖν ἐν τῷ Ἀδὰμ ἀπέθανον, καὶ πάντες ἐν τῷ Χριστῷ ζωοποιηθήσονται· ἀλλ' εἰ καὶ ἐν τῷ Ἀδὰμ πάντες ἀπέθανον, οὐδὲν ἧττον Ἀβραὰμ δίκαιος ἦν, Ἰσαὰκπατριάρχης ἦν, Ἰακὼβ τοὺς δώδεκα πατριάρχας γεννήσας Ἰσραὴλ ἦν· οὕτω δὲ ἐλεύσει καὶ ἐπὶ τοὺς λοιποὺς δικαίους. κατατολμῶ εἰπεῖν ὅτι ὁ μὲν ἀπόστολος εἶπεν ἀπαρχὴν εἶναι τῶν κεκοιμημένων Χριστὸν Ἰησοῦν, ἐγὼ δὲ παρ' ἐκεῖνον ποιήσαιμ' ἂν Οὗτος μὲν ἀπαρχὴ ἐπὶ ζωὴν τῶν μελλόντων ζῆν, Ἀδὰμ δὲ ἀπαρχὴ τοῦ θανάτου τῶν ἀνθρώπων γεγένηται· ἐν γὰρ τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, ἐκείνου τὴν ἀπαρχὴν τοῦ θανάτου εἰληφότος· ἀλλ' ὁ μὲν Σωτὴρ θέλων τὴν ἀπαρχὴν τῆς ζωῆς ἀναλαβεῖν, ἀνέλαβεν πρῶτον τὸν θάνατον τῶν ἀποθανόντων, ἵνα καταργήσας τὸν θάνατον γένηται οὗτος ἀπαρχὴ τῶν κεκοιμημένων καὶ ζώντων. 85 xv 31 [Ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, καθ' ἡμέραν.] [Ὠριγένους] Ζητητέον εἰ οὐ παρέβη τὸ εὐαγγελικὸν πρόσταγμα τὸ λέγον Μὴ ὀμό ῃ ὅλω . 86 xv 32 [εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος;] [Ὠριγένους] Ἔστι καὶ θηρία νοητά. 87 xv 35–38 [Ἀλλ' ἐρεῖ τις Πῶς ἐγείρονται οἱ νεκροί, ποίῳ δὲ σώματι ἔρχονται; ἄφρον, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται ἐὰν μὴ ἀποθάνῃ· καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν· ὁ δὲ θεὸς αὐτῷ δίδωσι σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα.] [Ὠριγένους] Ἆρ' οὖν τὸ τοῦ ἀνθρώπου σπέρμα παρὰ πάντα ἐκεῖνα τὰ σώματα τῷ δημιουργῷ ἄχρηστόν ἐστιν, ὡς ἐλπίζειν μὲν ἀνάστασιν εἶναι νεκρῶν, εἰ δεῖ οὕτως εἰπεῖν, ἐλαϊκῶς καὶ ἀμπελικῶς καὶ σιτικῶς, καὶ ἀπὸ τῆς κιγχραμίδος τῆς συκῆς ἀνίσταται τηλικαύτη συκῆ, καὶ οὐ γελᾷς τοῦτο ὃ ἐπὶ τῇ πείρᾳ βλέπεις; καὶ εἴτις σοι λέγει ὅτι ἀπὸ τούτου τοῦ βραχέος ἐγείρεται συκῆ καρποφοροῦσα, τῇ πείρᾳ μαθὼν οὐ καταγελᾷς· ἐπεὶ δὲ οὐδέπω ἦλθεν ὁ καιρὸς τοῦ ἀνατεῖλαι ἀπὸ τοῦ ἀνθρωπείου σώματος κατὰ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν τὸ ἀναστησόμενον, οὐ θέλεις περιμένειν, ἵνα καὶ τοῦτο ἴδῃς; ἢ οὐκ οἶδας ὅτι καὶ ἐπὶ τῶν ἄλλων πάντων σπερμάτων οὐ πᾶς καιρὸς ἐπιτήδειός ἐστι πρὸς τὸ ἀνατεῖλαι τὰ σπέρματα; ἀλλ' ἐγείρεται κόκκος σίτου τῷδε τῷ καιρῷ τοῦ ἐνιαυτοῦ· ἐγείρεται τὸ γίγαρτον τῇδε τῇ ὥρᾳ τοῦ ἐνιαυτοῦ· ὁ πυρὴν τῆς ἐλαίας κατὰ τόνδε τὸν μῆνα, οὐ κατὰ πάντα χρόνον. θέλεις δὲ ἐπὶ τοῦ σώματος τοῦ ἀνθρώπου, ἵνα πιστεύσῃς, κατ' ἐνιαυτὸν ὡς τὸ γίγαρτον, ὡς τὴν ἐλαίαν, ἀνίστασθαι τοὺς νεκροὺς καὶ οὐχὶ ἕνα καιρὸν παράδοξον ὄψει ἵνα εἰδῇς τὴν ἀνάστασιν τῶν νεκρῶν; τίς ὁ εἷς καιρός; ἐπὶ συντελείᾳ τοῦ αἰῶνος. ἵνα μετὰ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν μηκέτι ᾖς ἐν τῷ αἰῶνι τῷ ἐνεστῶτι πονηρῷ. Ἰησοῦς γὰρ Χριστὸς πέπονθεν ὅπω ἐξέληται ἡμᾶ ἐκ τοῦ αἰῶνο τοῦ ἐνε τῶτο πονηροῦ· καὶ ἐξαγοραζόμενοι τὸν καιρὸν ὅτι αἱ ἡμέραι πονηραί εἰ ιν. καλῶς οὖν ὁ θεὸς καὶ τοῦτο μετὰ τῶν ἄλλων ᾠκονόμησεν. 88 xv 51 [Ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμησόμεθα πάντες δὲ ἀλλαγησόμεθα.]
Unit 10 rem close§u10-rem-close
u10-rem-closeRem CLOSEOUT: Unit 10 CLOSEOUT. SERIES CLOSEOUT.
Greek · §u10-rem-close
[Ὠριγένους] Πάντας τοὺς ὁμοίους ἑαυτῷ ὁ Παῦλος ἐν τῇ πρὸς Θεσσαλονικεῖς ˉα ζῶντα καλεῖ· ὁ γὰρ τῶν ζώντων θεὸ καὶ Παύλου καὶ τῶν ὁμοίων αὐτοῦ θεός ἐστιν. 89 xvi 10–12 [Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς καὶ ἐγώ· μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ· ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.] [Ὠριγένους] Κατὰ τὰς ἀρχὰς τῆς ἐπιστολῆς ἔφασκεν Ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν· ἕκα το γὰρ ὑμῶν, φησί, λέγει Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ– τούτου περὶ οὗ φησι τοιαύτης στάσεως καὶ ταραχῆς οὔσης ἐν τῇ Κορινθίων ἐκκλησίᾳ. ὁ θαυμάσιος οὗτος Ἀπολλὼς ἐπίσκοπος ὢν τῶν κατὰ τὸν καιρὸν ἐκεῖνον ὡς ἐπὶ κριτὴν κατέφυγεν τὸν ἀπόστολον. Παῦλος τὰ τῆς ἀποστολῆς ἐποίει· οὐκ ἦν αὐτῷ τὰ πράγματα ἐπιβάλλοντα διατρίβοντι ἐν τῇ Ἀσίᾳ τότε καταλιπεῖν τὰ ἐν τῇ Ἀσίᾳ καὶ γενέσθαι εἰς τὴν Κόρινθον· ἀλλ' ἀνθ' ἑαυτοῦ ἐξελέξατο Τιμόθεον καὶ ἔπεμψεν αὐτὸν διορθωσόμενον τὰ ἐν Κορίνθῳ καὶ ἀναγκαίως μετὰ τῆς ἐπιστολῆς πέμπων αὐτὸν παρακατατιθέναι τῇ ἐκκλησίᾳ. ὅτε γὰρ ἐπεδήμουν οἱ ἅγιοι ὠφελοῦντες τοὺς ἀκούοντας, οὐκ ἐν ἀ θενείᾳ παρεγίνοντο οὐδὲ ἐν φόβῳ οὐδὲ ἐν τρόμῳ· ὅτε δὲ παρεγίνοντο πρὸς τοὺς ἀσθενεστέρους, ἐν ἀ θενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ ἐπεδήμουν· τοιοῦτοι ἦσαν Κορίνθιοι, ὥστε οὐ Παῦλον τὸν μέγαν ἐπιδημεῖν αὐτοῖς ἀλλὰ τὸν ἀσθενῆ, καθὸ ἔλεγεν Ἐγενόμην τοῖ ἀ θενέ ιν ὡς ἀ θενή , ἵνα τοὺ ἀ θενεῖ κερδή ω. καὶ διὰ τοῦτο ἔλεγεν Κἀγὼ ἐν ἀ θενείᾳ ἐγενόμην πρὸ ὑμᾶ · διὰ τοῦτο καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγένετο, ὅπως τῶν ἀκουόντων περιγένηται. ἐπειδὴ οὖν τὸ ἐν φόβῳ καὶ ἐν τρόμῳ ἐπιδημεῖν τὸν μέλλοντα ὠφελεῖν περὶ τοὺς ἀκροατάς ἐστιν, παρακαλεῖ νῦν τοὺς Κορινθίους ἵνα ἀφόβως γένηται Τιμόθεος πρὸς αὐτούς· τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς καὶ ἐγώ· ὅπερ ἐγὼ ἐπεποιήκειν ἂν ἐπιδημήσας ὑμῖν, τοῦτο ποιεῖ ὑμῖν ὁ Τιμόθεος. μή τις οὖν αὐτὸν ἐξουθενήσῃ· εἰ γὰρ τοῦτον ἐξουθενεῖτε, κἀμέ· τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς καὶ ἐγώ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· νῦν μὲν ἔρχεται πρὸς ὑμᾶς εἰρήνην ποιήσων. στάσιν γὰρ ὑμῶν εὑρίσκει ἐν τῇ ἐκκλησίᾳ· ἀλλ' ὁμονοήσαντες καὶ διορθωθέντες ἐκ τῶν λεγομένων ὑπ' αὐτοῦ <καὶ> εἰρήνην ἀναλαβόντες, προπέμψατε αὐτὸν ἐν τῇ ὑμετέρᾳ ὁμονοίᾳ καὶ εἰρήνῃ, ἵνα ἔλθῃ πρὸς ἐμέ. ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν· ποίων ἀδελφῶν; περὶ ὧν προεῖπεν ὅτι Οὓ ἐὰν δοκιμά ητε δι' ἐπιτολῆ , τούτου πέμψω. ἐκδέχομαι οὖν ἀκούων αὐτὸν ἐπανελευσόμενον, ἀπαγγέλλοντά μοι τὰ καθ' ὑμᾶς. Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ παρεκάλεσα αὐτόν, ἵνα ἔλθῃ πρὸς ὑμᾶς· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα ἔλθῃ νῦν. ἄνθρωπος ἦν, ὡς εἰκός, ἅγιος, εἰρήνης φίλος, καὶ βλέπων στάσιν καὶ ταραχὴν ἐν τῇ ὑπ' αὐτὸν ἐκκλησίᾳ, οὐκ ἐπεδικάζετο τοῦτό που ἀλλὰ παρεχώρησεν. εἶτα παρακαλεῖ αὐτὸν ὁ ἀπόστολος μακροθυμήσαντα ἐπανελθεῖν εἰς τὴν παροικίαν αὐτοῦ. οὗτος δὲ οὐδὲ ὅλως ἑώρακεν τὴν Κόρινθον, οὐκ ἀπιθήσας τῷ ἀποστόλῳ· οὐ γὰρ ἂν οὕτως συνέστησεν αὐτοῦ τὸ δοκοῦν, οὐχ ὑποτεταγμένον· λέγει γὰρ Πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ· οἷον· οὐκ ἄνευ θελήματος θεοῦ πεποίηκεν τὸ μὴ ἐλθεῖν αὐτὸν πρὸς ὑμᾶς· ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ. πότε δὲ εὐκαιρεῖ; ἐὰν ὑμεῖς εἰρηνεύητε, ἐὰν Τιμόθεον μὴ ἐξουθενήσητε. 90 xvi 13–14 [Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.] [Ὠριγένους] Ἔστι γάρ τις ὕπνος ψυχῆς καὶ γρηγόρησις· διὸ καὶ ἀποτρέπων τοῦ καθεύδειν τὴν ψυχὴν διὰ Σολομῶντος ὁ λόγος φησὶ Μὴ δῷ ὕπνον τοῖς ὄμμα ι, μηδὲ νυσταγμὸν οῖ βλεφάροι , ἵνα ώζῃ ὥ περ δορκὰ ἐκ βρόχων καὶ ὥ περ ὄρνεον ἐκ παγίδο . καὶ ὁ Σωτὴρ φησὶ Γρηγορεῖτε ἐν παντὶ καιρῷ καὶ προ εύχε θε ἵνα δυνηθῆτε ἐκφυγεῖν τοὺς μέλλοντας γίνεσθαι πειρασμούς. Στήκετε· μὴ σαλεύεσθε ἀλλὰ βέβαιοι γίνεσθε. ὁ δίψυχος οὐχ ἕστηκεν ἐν τῇ πίστει ἢ ὁ ἀμφιβάλλων περὶ τῶν κατὰ τὴν πίστιν πραγμάτων. Ἀνδρίζεσθε· ὡς στρατιώταις λέγει· ἐνδύ α θε γάρ φησι τὴν πανοπλίαν τοῦ θεοῦ πρὸ τὸ δύνα θαι ὑμᾶ τῆναι πρὸ τὰ μεθοδεία τοῦ διαβόλου. Κραταιοῦσθε· οἷον· Ἀναλάβετε τὴν ἰσχύν, ἵνα δυνηθῆτε κραταιωθέντες εἰπεῖν Πάντα ἰ χύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω· Εἰσαγομένων τὸ ἐν φόβῳ ποιεῖν, τελείων δὲ τὸ ἐν ἀγάπῃ.