Commentarii in Job
Commentarii in Job Unit 1 opening§u01-open
u01-openUnit 1.
Lemma-led open — ΥΠΟΘΕΣΙΣ Πολλὰ τοῖς παλαιοτέροις ἔδοξε περὶ τῆς προκειμένης συγγραφῆς· οἱ μὲν γὰρ τοῦ ἀνδρ
Greek · §u01-open
Commentarii in Job ΥΠΟΘΕΣΙΣ Πολλὰ τοῖς παλαιοτέροις ἔδοξε περὶ τῆς προκειμένης συγγραφῆς· οἱ μὲν γὰρ τοῦ ἀνδρὸς ὑπεραπολογούμενοι λέγουσιν, ὅτι πρὸ τῆς χάριτος γεγονὼς καὶ μηδὲν ἐλπίζων ἔσεσθαι μετὰ τόνδε τὸν βίον, ἐπειδὴ τῆς τῶν ὁρωμένων εὐδαιμονίας ἀφῃρέθη χρημάτων καὶ παίδων, καὶ τῇ ἀνηκέστῳ περιβεβλημένος νόσῳ εἰκότως ἐδυσχέραινεν. οὐδὲν γὰρ ἑαυτῷ συνειδὼς ἄδικον οὐ δίκαια πάσχειν νομίζων ἐταράττετο. καὶ οὐδὲν μὲν εἰς θεὸν ἐδυσφήμησεν, ὅπερ μάλιστα τῷ διαβόλῳ διὰ σπουδῆς ἦν· πλὴν οὐκ ἐφύλαξε τὸ πρὸς θεὸν ἀκρότατον σέβας τῷ ὅλως ἀμφισβητῆσαι περὶ τὴν αὐτοῦ πρόνοιαν, διὰ τί μὴ τὸ κριτικὸν αὐτῷ ἐφύλαξε ὁ θεός, ἀλλ' εἴασε παρὰ τὴν ἀξίαν κακοῦσθαι, καὶ διὰ τί μὴ φιλανθρωπίας κατηξίωσεν, εἴπερ ἄρα πονηρίαν εἶδεν ἐν αὐτῷ. οὐκ ἀποδεδώκασιν οὖν οἱ ταῦτα λέγοντες τῷ δικαίῳ Ἰὼβ τὴν τελείαν ἀρετήν, ἀλλ' ἔφασαν, ὅτι καλὸν ἡμῖν ὑπόδειγμα γέγονεν ὁ Ἰὼβ οὕτω πρὸ τῆς χάριτος ἀγωνισάμενος, ἵνα ἡμεῖς οἱ τῆς χάριτος ἀπολελαυκότες ἐπὶ τὰ τελειότερα λοιπὸν ὁδεύωμεν, τὸ τοῦ θειοτάτου Παύλου κατὰ νοῦν λαμβάνοντες ὃς πρὸς τοὺς ἀμφισβητοῦντας ταῖς θείαις κρίσεσιν ἔφησεν ὅτι· ὦ ἄνθρωπε, μενοῦν γε σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; καὶ ταῦτα μὲν οὗτοι. ἕτεροι δὲ ἀπετόλμησαν εἰπεῖν, ὡς τὸ μὲν ἀγώνισμα τὸ κατὰ τὸν Ἰὼβ ἀληθὲς τυγχάνει, οὐκ ἔστι δὲ τῶν θεοπνεύστων βιβλίων ἡ συγγραφή, ἀλλά τις ἀνὴρ τῶν παρ' Ἑβραίοις λογίων τῆς θείας παιδεύσεως τὴν ἐπίδειξιν ποιούμενος ἀκοῇ τὰ κατὰ τὸν δίκαιον παρειληφὼς συνέγραψε τὸ βιβλίον, καὶ ὅσα τοῦ δικαίου φέρονται τραχύτερα δοκοῦντα ῥήματα, ἁμαρτήματα τοῦ συγγραφέως τυγχάνουσιν· οὐ γὰρ Ἰὼβ ἐφθέγξατο ταῦτα. φασὶ δὲ ὅτι καὶ τὴν τοῦ θεοῦ ῥῆσιν ὁ συγγραφεὺς ἀνέπλασεν ἑαυτῷ καὶ τὸ κῆτος, καὶ δι' ὅλων ἁπλῶς ἐκωμῴδησαν τὴν συγγραφὴν ὡς πεπλασμένην οὖσαν καὶ ἐξ ἀνθρωπίνης ἐπινοίας συντεθειμένην. ἕτεροι δὲ ταῦτα μὲν οὐκ εἶπον, τοὺς δὲ θαυμαστοὺς ἄνδρας τοὺς ἑβδομήκοντα διαβεβλήκασι τοὺς μεταβεβληκότας ἐκ τῆς Ἑβραίων φωνῆς εἰς τὴν Ἑλλάδα τὰ γεγραμμένα. οὐ γὰρ καλῶς, φασίν, νοήσαντες τὰ Ἑβραϊκά, ἀλλὰ τῇ ὁμωνυμίᾳ τῶν λέξεων πεπλανημέ 2 νοι εἰς πολλοὺς τόπους ἕτερα ἀνθ' ἑτέρων ἐκδεδώκασιν. οἱ δὲ ταῦτα φήσαντες Ἑβραίῳ τινὶ πεισθέντες ὑπορύττειν ἐπιχειρήσαντι καὶ παραλύειν τῶν ἑβδομήκοντα τὴν ἑρμηνείαν ἕτερα ἀντὶ τῶν γεγραμμένων παρενέβαλον ῥήματα τῷ συγγράμματι. ἄλλοι δὲ τὴν μὲν συγγραφὴν ἀπεδέξαντο ὡς θεόπνευστον οὖσαν, τοὺς δὲ φίλους τοῦ Ἰὼβ ἰσχυρῶς διέσυραν ὡς βασκάνους αὐτοὺς φήσοντες καὶ ὑπὸ βασκανίας οὕτως ἐπιθέσθαι τῷ Ἰώβ. ἕτεροι δὲ τὰ ἱστορικῶς ἐγγεγραμμένα ἀφέντες σχεδὸν ἅπαντα τὰ ῥητὰ πρὸς ἀλληγορίας ἔτρεψαν. καὶ ταῦτα μὲν περὶ τῆς τοῦ βιβλίου συγγραφῆς. περὶ δὲ αὐτοῦ τοῦ ἀνδρὸς οὐδὲν ἧττον διεφώνησαν οἱ μὲν πρὸ τοῦ νόμου τοῦτον γεγονέναι λέγοντες, οἱ δὲ μετὰ νόμον, ἕτεροι δὲ καὶ ἐπὶ τῶν χρόνων αὐτῶν τῶν βασιλέων τοῦ τε Ἰουδὰ καὶ τοῦ Ἰσραὴλ γεγονέναι φασίν. ἐγὼ δὲ θεῷ πειθόμενος τῷ καὶ μετὰ δικαίων καὶ μετὰ προφητῶν τὸν ἄνδρα συντάξαντι καὶ διὰ τοῦ θεοφόρου στόματος Ἰεζεκιὴλ τοῦ προφήτου φήσαντι περὶ αὐτοῦ· ἐὰν στῇ Νῶε καὶ Ἰὼβ καὶ ∆ανιήλ, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν οὐ μὴ ἐξέλωνται πειθόμενος δὲ καὶ τῷ λέγοντι· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε καὶ τὸ τέλος κυρίου εἴδετε, τὸν μὲν ἄνδρα θαυμαστόν τινα καὶ ἀποστολικὸν εἶναι πείθομαι καὶ προφητικῆς ἀξιωθέντα χάριτος, εἴτε καὶ πρὸ τῶν παλαισμάτων εἴτε καὶ ἐν αὐτοῖς μέσοις τοῖς ἀγωνίσμασιν· καὶ γὰρ οὐδὲν αὐτῷ τῆς ἀκριβείας παραλέλειπται. τέλειος οὖν ἦν τὴν ἀρετὴν καὶ τῆς τοῦ θεοῦ μαρτυρίας ἄξιος. πάλιν τε τοῖς τε ἱεροῖς ἀποστόλοις ἀκολουθῶν καὶ τοῖς ἁγιωτάτοις ἡμῶν πατράσιν, οἵτινες ἐκ τῶν ἀποστόλων τὸ βιβλίον παρειληφότες κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν
Unit 1 rem early§u01-rem-early
u01-rem-earlyRem early: Unit 1; lemma and argument toward the thesis.
Greek · §u01-rem-early
ἐκδεδομένον ἐν τοῖς ἐνδιαθέτοις τῆς θεοπνεύστου γραφῆς κατέλεξαν, οὔτε ἐξ ἀνθρωπίνης ἐννοίας συντεθεῖσθαι λέγω τὴν γραφήν, ἀλλὰ καὶ τοὺς ἑβδομήκοντά φημι ὑπὸ ἁγίου πνεύματος ὁδηγηθέντας καὶ καλῶς νενοηκότας τὰ Ἑβραϊκὰ αὐτό τε τοῦτο τὸ βιβλίον καὶ πάντα τὰ τῆς Παλαιᾶς ∆ιαθήκης εἰς τὴν Ἑλλάδα μεταβαλεῖν γλῶτταν πρὸ τῆς τοῦ κυρίου ἐπιδημίας ἐπὶ τῶν Πτολεμαίων τῶν Αἰγύπτου βασιλευσάντων θεοῦ τοῦτο οἰκονομήσαντος, ἵνα μή τις εἴπῃ, ὡς χάριν Χριστιανοῖς κατατιθέμενοι οὕτω τὰς γραφὰς οἱ ἑβδομήκοντα διηρμήνευσαν. καὶ οἱ μὲν λοιποὶ τῶν ἑρμηνευτῶν μετὰ τὴν ἐπι 3 δημίαν γεγονότες καὶ οὐκ ὄντες Χριστιανοὶ πρὸς τὸν ἴδιον σκοπὸν τὴν ἑρμηνείαν ἐποιήσαντο καὶ εἷς ἕκαστος καθ' ἑαυτὸν ὡς ἠβουλήθησαν· οἱ δὲ καὶ πρὸ τῆς ἐπιδημίας καὶ διῃρημένως ἡρμήνευσαν κατὰ συζυγίας ὑπὸ τοῦ Πτολεμαίου διαιρεθέντες, καὶ πάντες συνεφώνησαν ἀλλήλοις ὡς ἐκ μιᾶς γλώττης φθεγξάμενοι καὶ μήτε πρὸς χάριν μήτε πρὸς ἀπέχθειάν τινος τὴν μεταβολὴν τῶν Ἑβραϊκῶν ποιησάμενοι. διόπερ αὐτὴν ὡς ἀνύποπτον οὖσαν καὶ ὑπὸ πολλῶν καὶ πρεσβυτέρων τοῦ Ἰσραὴλ σὺν ἀληθείᾳ ἐκδεδομένην οἱ τῆς ἀληθείας μυσταγωγοὶ θεῖοι ἀπόστολοι τῇ ἐκκλησίᾳ παραδεδώκασιν, ὥστε περιτταὶ τῶν μυθολόγων Ἑβραίων αἱ παρεξηγήσεις. εἰ γὰρ καὶ κατὰ τὸ σπάνιον χρησόμεθα λέξει τινι κειμένῃ παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς, σαφηνείας καὶ μόνης χάριν τοῦτο ποιοῦμεν, κατὰ τῶν αὐτῶν μέντοι νοημάτων ἐρχόμεθα· οἷόν ἐστι παρ' Ἕλλησιν ἀκοῦσαι λεγομένους ἐρέτας τοὺς κωπηλάτας, καὶ διὰ τὸ μὴ εἰδέναι τοὺς ἀκροωμένους, τίνες εἰσὶν ἐρέται, φαμὲν πρὸς αὐτούς, ὅτι οὗτοί εἰσιν οἱ κωπηλάται. οὕτως καὶ ἐὰν εὕρωμεν παρὰ τοῖς ἑβδομήκοντα ἀσαφεστέραν λέξιν σαφέστερον εἰρημένην παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς, συγχρώμεθα τῇ σαφεστέρᾳ διὰ τὴν σαφήνειαν. οὐ γάρ φαμεν, ὅτι ἐκεῖνοι τούτων ἄμεινον ἡρμήνευσαν· τοῦτο γὰρ παντελῶς ἀνόητον καὶ Ἰουδαϊκῆς ἢ καὶ Σαμαρείτιδος τόλμης παρεγχείρημα. καὶ ταῦτα μὲν περί τε τοῦ ἀνδρειοτάτου Ἰὼβ καὶ τῆς συγγραφῆς, ἣν ἅπασαν δεχόμεθα μετὰ τῶν ἐν τῷ τέλει γεγραμμένων, ἐν οἷς καὶ ἡ γενεαλογία φέρεται τοῦ Ἰώβ, δι' ἧς δηλοῦται πρὸ νόμου τυγχάνων. ὅλην γὰρ τὴν συγγραφὴν οὕτω γεγραμμένην ἄνωθεν ἐκ τῶν ἀποστόλων ἡ ἐκκλησία παρείληφεν. πείθομαι δὲ καὶ τοὺς αὐτοῦ φίλους δικαίους εἶναι· οὐ γὰρ ἦν τὸν δίκαιον μὴ δικαίους κεκτῆσθαι φίλους· ἐπειδὴ δὲ μέγας ἦν ἀθλητὴς καὶ ὁ τῶν ἀποστατικῶν δυνάμεων ἄρχων διάβολος δι' ἑαυτοῦ κατέβη πρὸς τὸν ἀγῶνα, ὁ τοὺς ἑαυτοῦ στεφανίτας ἀνακηρύττων θεὸς πάντα παθεῖν συγκεχώρηκε τὸν δίκαιον καὶ πάσας ἐνέγκαι τοῦ πολεμίου τὰς πληγάς, ὡς ἂν μή τις αὐτῷ πρόφασις ὑπολειφθῇ. διὸ πρὸς πᾶσι τοῖς ἀλγεινοῖς συνεχωρήθησαν καὶ οἱ αὐτοῦ φίλοι ἀντὶ παραμυθίας φαρμάκου δεινοτέρους αὐτῷ τῶν τραυμάτων λόγους ἐπιθεῖναι. ἡ δὲ συγχώρησις γέγονεν οὕτως· πολλοὶ τῆς ἐγκαταλείψεώς εἰσιν οἱ 4 τρόποι, καὶ ὁ μέν τις πάσχει δι' ἁμαρτίας, ὡς ἐκεῖνος πρὸς ὃν ἔλεγεν ὁ σωτήρ· ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ὁ δέ, ἵνα δοξασθῇ ὁ θεός, ὡς ὁ ἐκ γεννητῆς τυφλός, περὶ οὗ πάλιν ἔφησεν ὁ κύριος· οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα δοξασθῇ ὁ θεός. καὶ ἄλλοι πάσχουσι κατ' ἄλλην οἰκονομίαν, ὡς οἱ παῖδες οἱ ἀναιρεθέντες ὑπὸ Ἡρώδου καὶ ἄλλοι πολλάκις, ἵνα κακίας προσδοκωμένης ἀνασταλῶσιν ἢ ἵνα ἀπὸ κακίας εἰς ἀρετὴν ἐπιστρέψωσιν. καὶ ἁπλῶς εἰπεῖν ποικίλοι καὶ πολλοὶ τῆς τοῦ θεοῦ προνοίας καὶ τῆς ἐξ αὐτοῦ παιδεύσεως ἡμῖν ἐπιφερομένης οἱ τρόποι, πάντες δὲ συμφέροντες καὶ ὠφέλιμοι, κἂν ἡμεῖς τούτων ἀγνοῶμεν τοὺς λόγους. εἷς δὲ τῶν τρόπων τυγχάνει καὶ οὗτος ὃς τοῖς δικαίοις ἐπιφέρεται, ἵνα αὐτῶν ἡ κεκρυμμένη ἀρετὴ διαλάμψῃ καὶ ὡς χρυσὸς ἐν χωνευτηρίῳ δοκιμασθέντες ἐκλάμψωσιν. κατὰ τοῦτον τὸν τρόπον συνεχώρει ὁ θεὸς τὸν τῆς ὑπομονῆς ἀνδριάντα τὸν μέγαν Ἰὼβ ὑπὸ τοῦ διαβόλου πειράζεσθαι. καὶ ἠγνόει μὲν τέως αὐτὸς τοῦτο, ὡς ἂν καὶ περιφανεστέρως ἀνδρεῖος ἀναδειχθῇ, ἠγνόουν δὲ καὶ οἱ τούτου φίλοι. ἐπεὶ δὲ ἤκουσαν αὐτοῦ τὸν θάνατον ἐπευχομένου, δέον ἑτέροις παραμυθήσασθαι λόγοις, συνεχωρήθησαν, ὡς ἤδη φθάσαντες εἴπομεν, τοῦτο μὲν μὴ ποιῆσαι, ἐκ δέ τινος δικαιώματος, ἴσως δὲ καὶ τοῦ διαβόλου λάθρᾳ αὐτοῖς τοῦτο ὑποσπείροντος, τὸν ὑπὲρ θεοῦ δῆθεν ζῆλον ἀναλαβεῖν, καὶ νομίσαντες, ὅπερ οὐκ ἦν ἀληθές, βλασφημίαν εἶναι κατὰ θεοῦ τὸ ποθεῖν τὸν δίκαιον ἀπαλλαγῆναι τοῦ σώματος, τὴν ὑπὲρ θεοῦ δῆθεν συνηγορίαν ἀναδεξάμενοι οἱ πρὸς θεραπείαν ἥκοντες πικρότεροι τῶν ἀλγηδόνων τῷ δικαίῳ κατέστησαν. ὅτι δὲ οὐκ ἦν ἀληθὴς ἡ ὑπόνοια,
Unit 1 rem mid§u01-rem-mid
u01-rem-midRem mid: Unit 1; lemma continues; reading with the letter.
Greek · §u01-rem-mid
ἐξὸν ἦν αὐτῷ διαχειρίσασθαι ἑαυτὸν καὶ ὑπεξαγαγεῖν τοῦ σώματος, ἀλλ' οὐκ ἠνέσχετο τοῦτο ποιεῖν διὰ τὸν θεὸν τὸν συνδήσαντα τὴν ψυχὴν τῷ σώματι. καὶ ἤρα μὲν τοῦ θανάτου, εἰλικρινὲς δὲ τὸ πρὸς τὸν θεὸν φυλάττων σέβας, καίτοιγε ἐπ' ἐξουσίας ἔχων, οὐχ ἑαυτὸν ἀνεῖλεν. εἴ τις τοιγαροῦν τοῖς ἴχνεσιν ἠκολούθησε τοῦ μεγάλου Ἰὼβ καὶ παρῆλθε μὲν τὸν ἐμπαθῆ φόβον, τὴν δὲ τελείαν ἀγάπην ἔφθασεν, οἶδεν 5 ἐκ ποίας παρρησίας οὕτω διαλέγεται καὶ ὅτι οὐκ ἂν ἐθάρρει κρίνεσθαι πρὸς θεόν, εἰ μὴ τῇ ἀγάπῃ τῇ πρὸς αὐτὸν συνεδέδετο καὶ σφόδρα ἐθάρρει τῇ τοῦ κυρίου δικαιοκρισίᾳ· διὸ καὶ ὁ θεὸς αὐτὸν ἀπεδέξατο εἰδώς, ἐκ ποίας γνώμης καὶ ποίας ἀγάπης τοὺς λόγους προέφερεν. εἰ δὲ καί τις ἀλγηδόνων πεπείραται, διαφερόντως καταπλαγήσεται τὴν ἐν ταῖς βασάνοις τοῦ ἀνδρὸς φιλοσοφίαν. ἀλλ' ἰτέον λοιπὸν ἐπὶ τὴν τῶν ῥητῶν ἑρμηνείαν. λέξομεν δὲ ὅσα καὶ τῇ ἱστορίᾳ συμβαίνει καὶ ὅσα πρὸς ἀλληγορίαν βλέπει οὐδὲν τῇ ἱστορίᾳ λυμαινόμενα, ὥσπερ καὶ ἐπὶ τῶν λοιπῶν ἁγίων βιβλίων. οὕτω γὰρ ἡμᾶς οἱ πατέρες ἐδίδαξαν, μήτε ἐκριζοῦν τὰ ἐγγεγραμμένα καὶ πάντα πρὸς ἀλληγορίαν στρέφειν μήτε Ἰουδαϊκῶς ἐναπομένειν μόνῳ τῷ γράμματι, ἀλλὰ διασκαλιδεύειν καὶ καλλιεργεῖν τὸν νοητὸν τῶν θείων γραφῶν παράδεισον καὶ τὰ μὲν τῇ ἱστορίᾳ, τὰ δὲ τῇ θεωρίᾳ ἀποδιδόναι, καὶ διαφερόντως ἐπὶ τῶν προφητῶν, ὧν ἕνα ἡγοῦμαι τὸν ἁγιώτατον Ἰώβ. εἰ μὲν γὰρ ἑκάτερα δέχεται τὸ ῥητὸν ἀβιάστως, καὶ τὴν ἱστορίαν καὶ τὴν θεωρίαν, χρηστέον ἀμφοτέροις· εἰ δὲ τὴν ἱστορίαν μόνην, μείνωμεν ἐπὶ τοῦ γράμματος· εἰ δὲ πρὸς διάνοιαν μόνην ὁρᾷ, ἀνακουφιστέον τὸν λόγον εἰς τὴν ἀλληγορίαν. χωρήσωμεν τοιγαροῦν, ὡς ἔφην, ἐπὶ τὴν τῶν ῥητῶν σαφήνειαν αὐτήν, πρότερον αἰτήσαντες τοῦ μακαρίου Ἰὼβ τὴν ἁγίαν ψυχήν, ἱκετεῦσαι θεὸν δοῦναί τι καὶ ἡμῖν ἐπάξιον εἰπεῖν τῆς τοῦ ἀνδρὸς μεγαλοψυχίας. 6 ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. Προθεωρία τοῦ κεφαλαίου ὄνομα τοῦ δικαίου καὶ χώραν φησὶν ἡ γραφὴ καὶ διαγράφει τὴν ὥραν αὐτοῦ τῆς ψυχῆς, προασφαλιζομένη τὸν ἀκροατήν, ἵνα κατὰ ταύτην τοῦ ἀνδρὸς τὴν ὑπόληψιν ἀκούσῃ καὶ τὰ ὑπ' αὐτοῦ λεγόμενα μηδὲν θορυβούμενος, ἀλλὰ ἀσφαλῶς πεπεισμένος περὶ τῆς αὐτοῦ δικαιοσύνης. εἶτά φησιν, ὡς καὶ πολύπαις ἦν καὶ καλλίπαις καὶ βρύων πᾶσι τοῖς τῆς ἀνθρωπίνης εὐδαιμονίας. διδάσκει δὲ καὶ τῶν παίδων αὐτοῦ τὴν ὁμόνοιαν καὶ φιλαδελφίαν καὶ τοῦ πατρὸς τὴν ἐπιμέλειαν καὶ τὸ περὶ θεὸν σέβας καὶ μεθ' ὅσης ἐπιμελείας τοὺς παῖδας ἀνέτρεφεν, πολλὴν ποιούμενος πρόνοιαν καὶ τὰς κατὰ διάνοιαν αὐτῶν ἀκουσίους ἁμαρτίας ἐξαλείφειν διὰ θυσιῶν καὶ τῆς εἰς θεὸν δεήσεως. 7 φρ. 1 μέχρι σήμερον ἐν τῇ Ἀραβίᾳ καὶ τὸ μνημεῖον τοῦ ἀνδρείου Ἰὼβ φαίνεται καὶ ἡ τῆς κοπρίας παλαίστρα, ἐν ᾗ τοὺς λαμπροὺς ἀνεδήσατο στεφάνους, καὶ τὰς δι' ἔτους αὐτῷ τιμὰς ἄγουσιν οἱ ἐπιχώριοι, ὡς ἐκεῖθεν ἡμῖν ἀφικόμενοί τινες τῶν ἀδελφῶν ἐξηγήσαντο. τὴν δὲ Αὐσίτιδα χώραν οἱ μὲν τὴν τοῦ Σιὼν εἶναι ἔφησαν, οἱ δὲ τὴν Ἰδουμαίαν, ἄλλοι δὲ ἐν μέσῳ τινὰ κειμένην τῆς Ἰδουμαίας καὶ τῆς Ἀραβίας, ἕτεροι δὲ αὐτὴν τὴν Ἀραβίαν, ἐν ᾗ καὶ τὸ μνῆμα τοῦ δικαίου κεῖται. ἀλλ' ὅτι μὲν Ἰδουμαῖος ἦν, εὔδηλον ἐκ τῶν πρὸς τῷ τέλει τοῦ βιβλίου γεγραμμένων. ποῦ δὲ κατῴκει καὶ ποῦ ἠγωνίσατο, πρόδηλον ἐκ τῶν μέχρι νῦν ὁρωμένων. 8 φρ. 2 ἡ χώρα ἡ Αὐσῖτις χώρα ἦν τοῦ Ἠσαύ· ἀπὸ γὰρ Ἠσαὺ Αὐσῖτις ἐκλήθη ἤτοι ἀπὸ Αὖς ἑνὸς τῶν υἱῶν Ἠσαύ. βούλεται δὲ εἰπεῖν, οἷον ἤνεγκεν εἰς εὐσέβειαν ἡ τοῦ βεβήλου καὶ ἀθέσμου χώρα. αὕτη δὲ ἡ Αὐσῖτις ἐν ὁρίοις Ἰουδαίας καὶ Ἀραβίας, ὡς Εὐσέβιος φάσκει οὕτωτὸν Ἀρισταῖον ἐν τῷ περὶ Ἰουδαίων ἐκλαβεῖν. φρ. 3 ἀληθινὸς μὲν καὶ οὐκ ἐπίπλαστος, ἄμεμπτος δὲ καὶ δίκαιος, ὡς δικαίως τὸ δίκαιον μεταδιώκων δι' αὐτὸ τὸ καλὸν καὶ οὐ δι' ἕτερόν τι, θεοσεβὴς δὲ ὡς πρὸ ὀφθαλμῶν τὸν θεὸν ἔχων καὶ διὰ τοῦτο ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος κατὰ τὴν φυσικὴν καὶ ἀπ' ἀρχῆς ἔννοιαν τὸν θεῖον νόμον καὶ φόβον γραπτὸν ἐν τῇ διανοίᾳ ἔχων· οὔπω γὰρ ἦν ὁ ἔγγραφος ὁ διὰ Μωσέως. θαυμαστὸν οὖν, ὅτι πρὸ νόμου καὶ πρὸ χάριτος νομικῶς τε ὁμοῦ καὶ εὐαγγελικῶς ἐπολιτεύσατο, καὶ ταῦτα ἐν ἀλλοφύλοις ἀναστρεφόμενος, διδάσκαλον αὐτὸν ἀρετῆς τοῖς περὶ τοὺς τόπους ἔθνεσιν ὁμοίως τοῦ πάντων κηδομένου θεοῦ καταστήσαντος. φρ. 4 καταλέγει ταῦτα, ἵνα δείξῃ, ὅτι ἐν τοσαύτῃ εὐδαιμονίᾳ τυγχάνων οὐκ 9 ἀπαιδαγώγητος ἦν οὐδὲ περιεσπᾶτο τὸν νοῦν ἀπὸ τῆς εὐσεβείας. φρ. 5α ἐντεῦθεν καὶ πλούσιοι παιδευέσθωσαν, μὴ διὰ τὸν κόρον ὑβρίζειν,
Unit 1 rem close§u01-rem-close
u01-rem-closeRem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek · §u01-rem-close
καὶ πένητες εὐχαριστείτωσαν ἢ τὴν ἀρχὴν μὴ κτησάμενοι ἢ κτησάμενοι καὶ εἰς πενίαν ἀποπεπτωκότες. παραμυθείσθωσαν δὲ καὶ οἱ παῖδας ἀποβεβληκότες πρὸς τὴν θαυμαστὴν εἰκόνα τοῦ δικαίου βλέποντες. ὑπηρεσίαν δὲ τὴν διὰ τῶν οἰκετῶν φησιν· ὁ γὰρ Ἀκύλας δουλεία πολλὴ σφόδρα ἐκδέδωκεν. ἔργα δὲ μεγάλα τὰ τῶν κατ' ἀγροὺς καὶ κατ' οἴκους οἰκοδομημάτων, διαφερόντως δὲ τὰ τῆς εὐσεβείας. φρ. 5β ἀντὶ τοῦ· ἀγροὶ παντοδαποὶ καὶ φυτεῖαι μεγάλαι. διαφερόντως δὲ τὰ τῆς εὐσεβείας ἔργα φησίν, διὸ οὐδὲ ὁ διάβολος πεποίηκέ τι τοῖς τοιούτοις ἔργοις. 10 φρ. 6 ἀλλήλους, φησίν, ἐκ διαδοχῆς συνεκάλουν _ἕ_κ_α_σ_τ_ο_ς_ _τ_ὴ_ν_ _ἑ_α_υ_τ_ο_ῦ_ _ἡ_μ_έ_ρ_α_ν_· οὕτω γὰρ Ἀκύλας ἐκδέδωκεν. τοῦτο δὲ φιλαδελφίας καὶ ὁμονοίας ἔργον καὶ τῆς πατρῴας παιδεύσεως γνώρισμα. θαυμασιώτατα δὲ ἐπὶ μὲν τῶν ἀρρένων ἔφη τὸ συμπορευόμενοι πρὸς ἀλλήλους (τουτέστι παρ' οὐδενὶ αὐτῶν περὶ πρωτείων ἡ αἵρεσις, μέγιστον δὲ ἕκαστος ἔκρινε τὸ πρὸς τὸν ἀδελφὸν ἐπείγεσθαι) ἐπὶ δὲ τῶν θηλειῶν τὸ συμπαραλαμβάνειν· οὐ γὰρ ταύτας ἀπῄτουν τὴν περὶ τῶν τοιούτων φροντίδα, ἀλλὰ κοινωνοὺς μόνον τῆς εὐωχίας ἐλάμβανον. καὶ οἱ μὲν ἄρρενες περὶ ταύτην τὴν διακονίαν ἠσχολοῦντο, αἱ δὲ θήλειαι σεμνῶς καὶ ἀπερισπάστως συνῆσαν τοῖς ἀδελφοῖς. φρ. 7 συμπορευόμενοι· καὶ ἐν τούτῳ τὸ φιλάλληλον, ὅπως ἀπερισπάστους φυλάξουσι τὰς θηλείας. φρ. 8α ἡνίκα ἡ περίοδος τῶν ἑπτὰ ἡμερῶν ἐπληροῦτο, ἅπαξ τῆς ἑβδομάδος ἔθυεν. φρ. 8β καὶ ἐγένετο ὡς ἂν συνετελέσθησαν· ἡνίκα ἡ περίοδος τῶν ἑπτὰ ἡμερῶν ἐπληροῦτο. 11 φρ. 9 τὸ μὲν ὡς συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου ἢ ὅτι καθ' ἑκάστην ἡμέραν τοῦτο ἐποίει ὑπὲρ τῆς παρελθούσης ἡμέρας προσφέρων τὴν θυσίαν, ἢ ὅτι μετὰ τὴν περίοδον τῶν ἑπτὰ ἡμερῶν ἅπαξ τῆς ἑβδομάδος. τὸ δὲ ἀπέστειλε τὴν ἐπιμέλειαν δείκνυσι τοῦ πατρός· οὐ γὰρ ἐκ τύπου τινὸς τοῦτο ἐγίνετο, ἀλλ' ἐξ ἀγρύπνου φροντίδος. τὸ δὲ ἐκαθάριζεν καθαρσίοις ὡς ἔοικε τοῖς δι' ὑδάτων, οἷς φυσικῶς τε οἱ ἄνθρωποι χρῶνται καὶ κατὰ νόμον οἱ Ἰουδαῖοι. καὶ τὰς μὲν οὖν θυσίας ὑπὲρ τῆς αὐτῶν σωτηρίας προσέφερεν, τὸν δὲ μόσχον ὑπὲρ τῶν κατὰ διάνοιαν ἁμαρτημάτων. φρ. 10 ηὐλαβεῖτο γὰρ τὴν συνεζευγμένην τοῖς δείπνοις τοῦ λογισμοῦ ταραχὴν καὶ καθαίρειν ταῖς θυσίαις τὰς μόνῳ θεῷ γινωσκομένας πράξεις ἠπείγετο πρὸς τὴν χάριν βλέπων καὶ παρατρέχων τὰ νομικὰ παραγγέλματα. ὁρᾷς ἀκρίβειαν εὐαγγελικήν· τοῦ γὰρ εὐαγγελικοῦ νόμου κελεύοντος μήτε κατὰ διάνοιαν πορνεύειν ἢ θυμοῦσθαι εἰκῆ ὁ ἅγιος Ἰὼβ καὶ ὑπὲρ τῶν κατ' ἔννοιαν ἁμαρτημάτων τῶν παίδων τὸν θεὸν ἐξιλεοῦτο διὰ τῆς θυσίας. 12 φρ. 11 τὰ γὰρ ὁρώμενα αὐτῶν εἰδὼς καθαρὰ διενοεῖτο, μήπως τι ἦν ἐν αὐτοῖς κρυπτὸν παρολίσθημα, καὶ ἔθυεν ὑπὲρ τῶν κρυφίων κατὰ τὸν λέγοντα προφήτην· ἐκ τῶν κρυφίων μου, τουτέστι τῶν κατ' ἄγνοιαν συμβαινόντων, καθάρισόν με. 13 ΚΕΦΑΛΑΙΟΝ ∆ΕΥΤΕΡΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· καὶ ὡς ἐγένετο ἡ ἡμέρα αὕτη, καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν μετ' αὐτῶν. Προθεωρία τοῦ κεφαλαίου ὁ κοινὸς τῶν ἀνθρώπων ἀλιτήριος διάβολος οὐ φέρων τοῦ δικαίου τὴν ἐπ' ἀρεταῖς ἀνδραγαθίαν, ἀλλ' οὐδὲ ἔχων τινὰ ἐξουσίαν καθ' ἡμῶν, ὅπουγε οὔτε χοίρων ἔσχεν εἰ μὴ παρὰ τοῦ σωτῆρος εἴληφε, διαβάλλει πρὸς θεὸν τὸν δίκαιον ὡς οὐ δι' ἀρετὴν μετιόντα τὸ δίκαιον, ἀλλ' ὡς ἀντιμισθίαν εἰσφέροντα τῷ θεῷ ἐφ' οἷς αὐτὸν εὐηργέτησεν, ἐπεί φησιν· περίελε τὴν εὐδαιμονίαν καὶ ὄψει τοῦ τρόπου τὴν φαυλότητα· ὁμοῦ γὰρ τῇ τῶν χρημάτων ἀφαιρέσει καὶ εἰς πρόσωπον ἐξοίσει κατὰ σοῦ τὴν βλασφημίαν. ἐπὶ τούτοις θεὸς εἰδὼς τοῦ δικαίου τὴν κατὰ ψυχὴν ἀνδρείαν, βουλόμενος δὲ αὐτὸν καὶ διὰ τῶν ἀγωνισμάτων λαμπρότερον ἀναγορεῦσαι, δίδωσι τῷ διαβόλῳ τὴν κατὰ τῆς περιουσίας τοῦ Ἰὼβ ἐξουσίαν· ὁ δὲ οὕτως ἐπεξῆλθεν αὐτῷ τῇ τῶν ὑπαρχόντων ἀπωλείᾳ, ὡς ἀκριβῶς αὐτοῦ πᾶσαν ἐκκόψαι τὴν περιουσίαν καὶ μόνους ἀγγέλους ὑπολείψασθαι τῶν συμφορῶν ἀλλεπαλλήλοις αὐτὸν καὶ πικροτάταις βάλλοντας ταῖς ἀπαγγελίαις. ἐπειδὴ δὲ τὰ τιμιώτατα τῶν πατέρων κτήματα παῖδες τυγχάνουσιν, ἀπολαβὼν ὁ διάβολος τὴν ἀρίστην δεκάδα τῶν παίδων συνεστιωμένην ἀθρόον ἅπασι τὴν οἰκίαν ἐπέσεισε καὶ πολυάνδριον αὐτοῖς τὸν οἶκον 14 εἰργάσατο, ἄπαιδα τὸν πολύπαιδα ἐν μιᾷ καιροῦ καταστήσας ῥοπῇ. τότε ὁ ἀδάμας ἐκεῖνος Ἰὼβ ἀποδιδοὺς τῇ φύσει τὸ χρέος τὴν μὲν στολὴν ἔρρηξεν· ἐκείρατο δὲ καὶ τὴν κόμην πενθικῶς· φθέγγεται δὲ οὐδὲν ἀγεννὲς
Commentarii in Job Unit 2 opening§u02-open
u02-openUnit 2.
Lemma-led open — οὐδὲ ἀνάξιον τῆς ἑαυτοῦ μεγαλοψυχίας, ἀλλ ὁμοῦ τῇ ὑστάτῃ καὶ μεγίστῃ πληγῇ τὰς πολυυμνήτου
Greek · §u02-open
οὐδὲ ἀνάξιον τῆς ἑαυτοῦ μεγαλοψυχίας, ἀλλ' ὁμοῦ τῇ ὑστάτῃ καὶ μεγίστῃ πληγῇ τὰς πολυυμνήτους ἐκείνας ἀφῆκε φωνάς· ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο, εἴη τὸ ὄνομα κυρίου εὐλογημένον. ταύταις ταῖς φωναῖς τὰς καιριωτάτας πληγὰς δεξάμενος ὁ διάβολος καὶ διαφερόντως διὰ τῶν εἰς τὸν δίκαιον ἐπαίνων τοῦ θεοῦ οὐκ αἰσχύνεται μέν (ἀναιδὲς γὰρ τὸ θηρίον), τὸν δὲ εἰς τὸ δέρμα τοῦ δικαίου προστίθησιν ἀγῶνα καὶ αἰτεῖ τὸν θεὸν ἐξουσίαν λαβεῖν τῷ σώματι χρήσασθαι τοῦ Ἰώβ. πάλιν δὲ ὁ φιλάνθρωπος θεὸς ὁ τοὺς οἰκείους στεφανίτας ἀγγέλοις καὶ ἀνθρώποις δημοσιεύειν βουλόμενος ἐπιτρέπει καὶ τοῦτο. ἐπειδὴ δὲ τὴν ἀνήκεστον πληγὴν εἴληφεν ὁ ἀνὴρ καὶ οὐδὲν ἧττον ἔμεινεν ἀκαμπὴς καὶ ἀκατάσειστος, ἐπὶ τὴν συνήθη τρέπεται πανουργίαν ὁ δράκων καὶ ὑποδραμὼν αὐτοῦ τὴν σύνευνον δι' αὐτῆς παραινεῖ τῷ δικαίῳ λέγων· εἰπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα. ἀλλὰ καὶ πάλιν κατὰ κόρρης εἴληφε τὴν πληγὴν ἀκούσας· εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; οὕτω τοῦ διαβόλου πολλάκις ὑπὸ τοῦ ἀθλητοῦ καὶ ἐν πολλαῖς ταῖς προσβολαῖς περιτραπέντος καὶ καταραχθέντος τρεῖς ἔνδοξοί τινες φίλοι τοῦ Ἰὼβ τῆς φήμης αὐτοῦ πανταχοῦ τὰς συμφορὰς περιαγγελλούσης ἀκούσαντες τὰ συμβεβηκότα ἦλθον αὐτοῦ πρὸς τὴν ἐπίσκεψιν. παραμυθίας δὲ οὐχ εὑρίσκοντες φάρμακον διὰ τὴν τῶν κακῶν ὑπερβολὴν σιωπῇ παρεκαθέζοντο τῇ προσεδρείᾳ τὴν συμπάθειαν ἐπιδεικνύμενοι. 15 Αἱ λέξεισ 1, 6 Καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἦλθον παραστῆναι ἐνώπιον τοῦ κυρίου καὶ ὁ διάβολος ἦλθεν μετ' αὐτῶν. ὁ μὲν θεὸς ἀόρατος πάσῃ γενητῇ κτίσει, ἄποσος ἀμεγέθης, πανταχοῦ παρὼν καὶ τοῖς πᾶσιν ἐφιστάμενος, τὰ πάντα περιλαμβάνων, καὶ οὐκ ἔστι τόπος ἔξω τῆς αὐτοῦ δεσποτείας, καὶ πάρεστιν ἑκάστῳ καθὸ προσήκει, τοῖς μὲν ἁγίοις ἀγγέλοις ὡς ἁγίοις ἀπορρήτους φωνὰς ἐπιταγμάτων ἐκπέμπων, τῷ πονηρῷ δὲ ὡς πονηρῷ συγχωρήσεις πειραστικὰς ἐφιείς. οὐ γὰρ δύναταί τινα πράττειν ὁ διάβολος, εἰ μὴ ὅσα συγχωρεῖται παρὰ θεοῦ, καὶ οὐχ ἵσταται μὲν εἰς τοὺς ὑπερουρανίους τόπους, μὴ γένοιτο· ἐκεῖθεν γὰρ ἐξεκυλίσθη. πῶς γάρ, φησίν, ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων; λέγεται δὲ παρίστασθαι μετὰ τῶν ἀγγέλων ὡς καὶ αὐτὸς ἐν τοῖς τόποις τῆς δεσποτείας τοῦ θεοῦ τυγχάνων καὶ ἀναμένων ἐπιτραπῆναι ἢ συγχωρηθῆναι τοὺς κατὰ τῶν ἀνθρώπων ποιεῖσθαι πειρασμούς, οὐ λειτουργίαν τινὰ ταύτην ἐκπληρῶν τῷ θεῷ· ἀλλ' ἐπειδήπερ ὑπὸ τῆς παρατροπῆς καὶ τῆς κακίας εἰς τοῦτο κατηνέχθη καὶ μέμηνεν καθ' ἡμῶν, συγχωρεῖται ὑπὸ τοῦ τὰ ἡμέτερα καλῶς διοικοῦντος πρὸς ἃ φέρειν δυνάμεθα τοὺς πειρασμοὺς ἡμῖν ἐπάγειν. ταῦτα οὖν αὐτὰ διατυπώσασα ἡ γραφὴ διὰ τὴν ἡμετέραν νόησιν κατὰ σχηματισμὸν τὸν λόγον προήγαγεν. τὸ δὲ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη ἀντὶ τοῦ· ἧκέν τις ἡμέρα, ἐν ᾗ τὸ θέατρον ἠνοίχθη καὶ ὁ ἀθλητὴς κατέβη πρὸς τὰ παλαίσματα. ἐπειδὴ δὲ οἱ μὲν ἅγιοι ἄγγελοι κήδονταί τε ἡμῶν 16 καὶ περιέπουσιν, ὁ δὲ διάβολος ἀντιπράττει τῇ ἡμετέρᾳ σωτηρίᾳ, καὶ περὶ τὸ αὐτὸ πρᾶγμα, τουτέστι τὸν ἄνθρωπον, ἀντιπράττουσιν ἀλλήλοις, ὁμοῦ παρεστάναι λέγονται τοῦ θεοῦ τὰ πραττόμενα ἐφορῶντος. νικῶμεν δὲ ἡμεῖς ἢ ἡττώμεθα, οὐ παρὰ τὴν τῶν ἀντιπραττόντων δύναμιν ἢ τῶν συμμαχούντων ἀδυναμίαν, ἀλλὰ παρὰ τὴν ἡμετέραν προαίρεσιν. ἑκατέρων γὰρ εἰς ἑαυτοὺς προτρεπόντων, τῶν μὲν ἁγίων ἀγγέλων εἰς τὰ ἀγαθά, τῶν δὲ ἀλιτηρίων δαιμόνων εἰς τὰ φαῦλα, ἡ ἡμετέρα προαίρεσις τῷ αὐτεξουσίῳ τετιμημένη εἰς ὃ ἂν θελήσῃ μέρος προχωρεῖ. οὔτε γὰρ θεὸς βιάζεται τιμήσας ἡμᾶς τῷ αὐτεξουσίῳ, οὔτε διάβολος ἀναγκαστικήν τινα δύναμιν κέκτηται καθ' ἡμῶν. 1, 7 καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· πόθεν παραγέγονας; ὅτι μὲν ἄγγελοι προσδιαλέγονται τῷ διαβόλῳ, δηλοῦται μὲν καὶ ἐκ
Unit 2 rem early§u02-rem-early
u02-rem-earlyRem early: Unit 2; lemma and argument toward the thesis.
Greek · §u02-rem-early
τῶν παρὰ Ζαχαρίᾳ τῷ προφήτῃ, ἔνθα φησὶν ὁ ἄγγελος τῷ διαβόλῳ· ἐπιτιμήσαιέν σοι ὁ ἐκλεξάμενος τὴν Ἰερουσαλήμ. εἴρηται δὲ καὶ ἐν Καθολικαῖς, ὅτε ὁ Μιχαὴλ περὶ τοῦ Μωυσέως διεμάχετο σώματος, ὡς ὅτι· οὐκ ἐτόλμησεν ὁ ἅγιος Μιχαὴλ κρίσιν βλασφημίας ἐπενεγκεῖν κατὰ τοῦ διαβόλου, ἔφη δὲ μόνον· ἐπιτιμήσαι σοι κύριος. κἀνταῦθα τοίνυν ἔστιν ἐννοεῖν, ὡς τῷ δεσποτικῷ προστάγματι ἅγιός τις ἄγγελος ὑπηρετούμενος τὴν διάλεξιν ποιεῖται πρὸς τὸν διάβολον. καὶ ὥσπερ, εἴ τις δορυφόρος ἄρχοντος ἀπόκρισιν ἐκ τοῦ κρατοῦντος φέροι πρός τινα, τοῦ ἄρχοντος εἶναι τὴν ἀπόκρισιν οἴδαμεν, οὕτω καὶ τῶν ἁγίων ἀγγέλων αἱ φωναὶ κατὰ γνώμην θεοῦ προσφερόμεναι αὐτοῦ εἶναι πιστεύονται τοῦ θεοῦ. διαλέγεται τοίνυν ὁ 17 θεὸς τῷ διαβόλῳ διὰ τῶν ἁγίων ἀγγέλων οὐκ ἀξιῶν αὐτὸν λόγου, ἀλλὰ διὰ τὸν πειραζόμενον. ἢ οὖν τοῦτό ἐστιν, ἢ τοῦ θεοῦ τοῖς τοῦ δικαίου κατορθώμασιν ἡδομένου, τοῦ δὲ διαβόλου διαφθονουμένου καὶ ζητοῦντος λαβεῖν κατ' αὐτοῦ τῶν πειρασμῶν τὴν συγχώρησιν πάλιν ἡ γραφὴ κατὰ σχηματισμὸν τὸν λόγον προήγαγεν. τὸ δὲ πόθεν παραγέγονας ὀνειδιστικῶς λέγεται πρὸς τὸν διάβολον διὰ τὸ ἐκπεπτωκέναι αὐτὸν τῆς τῶν λειτουργικῶν πνευμάτων τάξεως, ὥσπερ καὶ τῷ Ἀδὰμ ἔλεγεν ὁ θεός· Ἀδάμ, ποῦ εἶ; ἀντὶ τοῦ· ἐκ ποίων εἰς οἷα καταπέπτωκας. 1, 7 καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ κυρίῳ εἶπεν· περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι. πρῶτα μὲν ἑαυτοῦ κατήγορος γίνεται, ὡς οὐκέτι βεβαίαν ἔχει τὴν στάσιν, ἀλλὰ ἀστάτως πανταχοῦ περιφέρεται τὴν κατὰ πάντων ἀνθρώπων ἀναδεξάμενος μάχην, καὶ ὅτι καὶ τὴν ἀοίκητον περινοστεῖ (ἐμπεριπατήσας, γάρ φησιν, τὴν ὑπ' οὐρανὸν πάρειμι) κατά τινα ἴσως οἰκονομίαν θεοῦ ὡς ἂν μὴ διὰ παντὸς ἐνοχλοίη ἡμῶν τῷ γένει. 1, 8 καὶ εἶπεν αὐτῷ ὁ κύριος· προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰώβ; τῇ διεστραμμένῃ διανοίᾳ, τῇ κακοτέχνῳ, ᾗ ἀεὶ προσέχεις εἰς τὸ παρατρέψαι τῶν ἀνθρώπων τὴν εὐθύτητα. ἢ οὖν ἐρωτηματικῶς λέγεται ἢ ἀποφαντικῶς καὶ μετὰ ἤθους, ἀντὶ τοῦ· οἶδα ὅτι προσέσχες, διαφθονῇ γὰρ αὐτῷ διὰ τὰς προσούσας αὐτῷ ἀρετάς. 1, 8 ὅτι οὐκ ἔστιν κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄμεμπτος, 18 ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. πολλοῖς ἐγκωμίοις αὔξει τὸν δίκαιον εἰς τὴν κατὰ τοῦ ἀθλητοῦ πάλην ἐκκαλούμενος τὸν ἀνταγωνιστήν. 1, 9 ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου· μὴ δωρεὰν Ἰὼβ σέβεται τὸν θεόν; ὄντως διαβόλου τὰ ῥήματα· οὐ κατὰ ἀρετήν, φησίν, ἀλλὰ ἀντιμισθίαν τῶν εἰς αὐτὸν εὐεργεσιῶν ἀπονέμει σοι τὸ σέβας. τὸ δὲ ἐναντίον τοῦ κυρίου, ἵνα δείξῃ τὴν ἀναιδῆ γνώμην τὴν ἀντιπράττειν ἀεὶ τοῖς θεῷ δοκοῦσι σπουδάζουσαν. 1, 10 οὐ σῦ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ πάντων τῶν ὄντων αὐτῷ κύκλῳ; τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας, καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς. οὐδὲν αὐτοῦ, φησίν, ἀπρονόητον εἴασας μέρος· ἥδεται κατ' οἶκον, εὐθηνεῖται κατ' ἀγρούς, πλήθει τοῖς κτήνεσιν· οὐδὲν ἀφῆκας, ὃ μὴ πανταχόθεν αὐτὸν εὐθυμεῖν παρασκευάζει. 1, 11 ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψῃ πάντων ὧν ἔχει, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. ὁρᾷς ὠμότητα διαβολικήν· οὐκ ἀρκεῖται μέρος αὐτοῦ τῆς οὐσίας ἀπολέσαι ἤ τινας τῶν παίδων, ἀλλ' ἀθρόον αὐτὸν πάντων ἔρημον καταστῆσαι βούλεται. τὸ δὲ ἀπόστειλον τὴν χεῖρά σου ἀντὶ τοῦ· πληκτικῶς αὐτοῦ περίδραξαι. δείκνυται δὲ κἀντεῦθεν, ὡς οὐδεμίαν ἔχει καθ' ἡμῶν ἐξουσίαν ὁ διάβολος, εἰ μὴ ὑπὸ θεοῦ συγχωρηθῇ κατὰ τὰς αὐτοῦ περὶ ἡμᾶς ἀρρήτους οἰκονομίας. 19 τὸ δὲ ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει ἀντὶ τοῦ· ὄντως τότε σε φανερῶς βλασφημήσει. εὐφήμως γὰρ ἡ γραφὴ τῷ εὐλογήσει ἀντὶ τοῦ βλασφημήσει χρᾶται, ὥσπερ καὶ ἐν ταῖς Βασιλείαις εἴρηται περὶ τοῦ Ναβουθέ· εὐλόγησε θεὸν καὶ βασιλέα. ὅρα δέ, πῶς πανούργως καὶ μεθ' ὑποκρίσεως οὐ λέγει ὅτι· ἐπίτρεψόν μοι, ἀλλά· σὺ ποίησον. σύνοιδε γὰρ τὴν ἑαυτοῦ ἀσθένειαν καὶ ὅμως μέμηνε καὶ ἀλαζονεύεται, ὅπερ τῆς ἐσχάτης ἀνοίας ἐστίν. 1, 12 τότε εἶπεν ὁ κύριος τῷ διαβόλῳ· ἰδοὺ πάντα ὅσα ἔστιν αὐτῷ δίδωμι ἐν τῇ χειρί σου, ἀλλὰ αὐτοῦ μὴ ἅψῃ. τοῦ πονηροῦ μὴ εἰρηκότος· ἐπίτρεψόν μοι, ὁ μέγας ἀγωνοθέτης τὴν ἀνδρείαν ἐπιστάμενος τοῦ οἰκείου ἀθλητοῦ αὐτῷ τῷ ἀντιπάλῳ δίδωσιν αὐτὸν ἔκδοτον χρῆσθαι ὡς βούλεται. εἰδὼς δὲ τοῦ μισανθρώπου τὸν ἀκόρεστον θυμὸν μέτρῳ περιορίζει τὸ ἀόριστον αὐτοῦ τῆς ἐπιθυμίας. τοῖς μὲν γὰρ αὐτοῦ, φησίν, ὡς βούλει κέχρησο, αὐτοῦ δὲ μὴ ἅψῃ. ὅρα δὲ σοφίαν ἀγωνοθέτου καὶ φιλανθρώπου θεοῦ· πρῶτον ἐᾷ τὸν ἀθλητὴν ἐν τοῖς ἔξωθεν
Unit 2 rem mid§u02-rem-mid
u02-rem-midRem mid: Unit 2; lemma continues; reading with the letter.
Greek · §u02-rem-mid
καὶ ἀκινδυνοτέροις διαγυμνασθῆναι, εἶτα νικηφόρον ἀναδείξας τότε προστίθησι καὶ τὸν περὶ τὰς σάρκας ἀγῶνα. 1, 12 καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ κυρίου. καίτοιγε οὐκ ἔστι τόπος ἔξω τῆς τοῦ θεοῦ δεσποτείας, ἀλλ' ἵνα δείξῃ, ὅτι τὴν ἐπιτροπὴν λαβὼν εἴχετο λοιπὸν τοῦ ἔργου, καὶ ὅτι ἐντὸς τοῦ ἀγαθοῦ φαῦλον οὐδὲν οὔτε εἶναι οὔτε πράττεσθαι δύναται· ἔξω γάρ εἰσι τοῦ ἀγαθοῦ τὰ φαῦλα. 1, 13 καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη. ἀντὶ τοῦ· ἧκέ τις ἡμέρα, καθ' ἣν ὁ ἀγὼν συνεκροτήθη. καὶ ὅρα, ὡς ἐν ἡμέρᾳ μιᾷ ἅπαντα ἐπήγαγεν ὁ διάβολος τὰ δεινὰ τῷ δικαίῳ εἰς ἔκπληξιν αὐτὸν ἢ ἀγανάκτησιν καὶ βλασφημίαν κινῆσαι βουλόμενος. τοῦτο γὰρ δὴ καὶ ὑποσχόμενος ἐτύγχανεν φήσας· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. 1, 13 οἱ υἱοὶ Ἰὼβ καὶ αἱ θυγατέρες αὐτοῦ ἔπινον οἶνον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου. ὅθεν καὶ ηὐπόρησεν τῆς ἀθρόας κατ' αὐτῶν ἀπωλείας ὁ διάβολος ἅμα πάντας εὑρών. 1, 14 καὶ ἰδοὺ ἄγγελος ἦλθεν πρὸς Ἰὼβ καὶ εἶπεν αὐτῷ· ἠδύνατο μὲν ὁ διάβολος ἐξουσίαν παρὰ τοῦ θεοῦ λαβὼν καὶ πολεμίων διερεθίσαι ψυχὰς καὶ πῦρ αἰθέριον κατάγειν καὶ μόνους ἀγγέλους σῴζειν τῶν συμφορῶν καὶ πνεῦμα συγκινεῖν εἰς τὴν τῆς οἰκίας κατάπτωσιν τῇ ἀγγελικῇ δυνάμει χρώμενος ᾗ ἐξ ἀρχῆς εἴληφεν παρὰ τοῦ δημιουργοῦ. ἠδύνατο δέ, ὡς ἔφην, ὑπὸ θεοῦ συγχωρούμενος. δύναται δὲ καὶ σχηματίζεσθαι καὶ τοὺς οἰκείους δορυφόρους δαίμονας διασκευάζειν ὡς πολεμίους φαίνεσθαι καὶ ὡς ἀνθρώπους ἀπαγγέλλοντας συμφοράς, καὶ πυρὸς ὑπόληψιν ποιεῖν ἐξ οὐρανοῦ κατερχομένου καὶ πνοῆς ἀνέμου βιαίας φερομένης κατὰ τῆς οἰκίας, ὅπουγε καὶ εἰς ἄγγελον φωτὸς μετασχηματίζεται τοιαύτην τινὰ φύσεως ἐξουσίαν παρὰ τοῦ δημιουργοῦ λαβών. εἴτε οὖν οὕτως εἴτε ἐκείνως ἠγωνίσατο, πλὴν ὅτι πικρῶς καὶ ἐντέχνως καὶ κακοήθως ἐχρήσατο τοῖς παλαίσμασιν. 21 1, 1415 τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν· καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ἠχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις. σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. ὁρᾷς ἀγγελίαν διαβολικὴν κακοτέχνως καὶ κατὰ αὔξησιν προερχομένην, ἐφ' ᾧ τὴν ἄσειστον τοῦ δικαίου κατασεῖσαι ψυχήν; οὐκ εἶπεν ἁπλῶς τὰ ζεύγη τῶν βοῶν, ἀλλὰ καὶ ἠροτρία, ἀντὶ τοῦ· πόρον ἐκ τῶν τῆς γῆς προσόδων εἰργάζοντο· οὐδὲ ἁπλῶς εἶπεν· αἱ ὄνοι, ἀλλὰ αἱ θήλειαι, ἐξ ὧν ἡ ἐπιγονὴ καὶ ἡ αὔξησις. εἶτα εἰρηκὼς τῶν ἀλόγων τὴν ἀφαίρεσιν τότε προστίθησι καὶ τῶν οἰκετῶν τὴν ἀναίρεσιν κατὰ προσθήκην αὔξων τὴν συμφοράν. τὸ δὲ δὴ χαλεπώτερον· ἐγώ, φησίν, ἐσώθην μόνος ὁ τὰς τῶν κακῶν ἀγγελίας ἀποκομίζων. 1, 16 ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ἰώβ· πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσε τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως. καὶ σωθεὶς ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. ἐπειδὴ πρὸς τὴν πρώτην ἀκοὴν ὁ δίκαιος οὐκ ἐταράχθη, ἀλλὰ γενναίᾳ ψυχῇ τὴν ἀγγελίαν ἤνεγκε καὶ τὴν πεῖραν τοῦ δυσμενοῦς ἀπεκρούσατο, εὐθὺς ἕτερος τοῦ διαβόλου δορυφόρος ἐπέστη οὐκέτι μὲν αὐτὸν ἐξ ἀνθρώπων πολεμεῖσθαι λέγων, οὐρανόθεν δὲ κεραυνωθῆναι τὰ πρόβατα καὶ τοὺς ποιμένας, τὸν θεὸν αὐτῷ παραδηλῶν πολέμιον γεγονέναι τὸν ὑπ' αὐτοῦ σεβόμενον. 1, 17 ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ἰώβ· οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς, καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ἠχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. 22 πάλιν κάτωθεν ἡ ἀγγελία τοῦ πολέμου, ὡς ἂν ἀπείπῃ καὶ ὑπὸ θεοῦ καὶ ὑπὸ ἀνθρώπων πολεμούμενος. τὸ δὲ κεφαλὰς τρεῖς ἀντὶ τοῦ· διέταξαν ἑαυτοὺς οἱ πολέμιοι εἰς ἀρχὰς καὶ τάγματα τρία. σῴζεσθαι δὲ πάλιν μόνος φησὶν ὁ τῶν συμφορῶν ἀγγελιαφόρος· προσέθηκεν δὲ καὶ τῶν ἀνθρώπων τὴν ἀναίρεσιν, ἐφ' ᾗ μάλιστα ἀλγοῦσιν οἱ δίκαιοι. 1, 1819 ἔτι τούτου λαλοῦντος ἄγγελος ἄλλος ἔρχεται λέγων τῷ Ἰώβ· τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ ἐξαίφνης πνεῦμα μέγα ἐξῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν· ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. θεώρει κἀνταῦθα τοῦ διαβόλου τὴν πικρίαν, πῶς ὀνομαστὶ τῆς γονῆς μέμνηται τῶν υἱῶν σου λέγων καὶ τῶν θυγατέρων σου, μονονουχὶ τὴν φύσιν αὐτὴν τοῦ δικαίου πλήττων. σεμνύνει καὶ τὸ συμπόσιον παρὰ μὲν τῷ ἀδελφῷ τῷ πρεσβυτέρῳ λέγων γίνεσθαι, αὐτοὺς δὲ κατευφραίνεσθαι καὶ
Unit 2 rem close§u02-rem-close
u02-rem-closeRem CLOSEOUT: Unit 2 CLOSEOUT.
Greek · §u02-rem-close
ἐξαίφνης ἐλθεῖν πνεῦμα ἐκ τῆς ἐρήμου καὶ ἄλλης μὲν οἰκίας μὴ ἅψασθαι, μόνην δὲ ἐκείνην ἔνθα οἱ παῖδες εὐωχοῦντο κατασεῖσαι. καὶ πάλιν ἐπισημαίνου τὸ πικρὸν τῆς ἀγγελίας· οὐ γὰρ εἶπεν· καὶ ἔπεσεν ἐπὶ πάντας τοὺς ἔνδον, καίτοιγε πάντας ἀπέκτεινεν, ἐξ ὧν αὐτός, φησίν, ἐσώθην δὲ ἐγὼ μόνος, ἀλλ' ἰδικῶς φησιν· καὶ ἔπεσεν ἐπὶ τὰ παιδία σου τῆς φύσεως ἀναμιμνήσκων καὶ καιρίας αὐτῷ διδοὺς τὰς πληγάς. 23 πάλιν δὲ θεήλατον ἔπλασεν τὴν συμφορὰν δύο μὲν πολεμίων σχηματίσας ἐφόδους, δύο δὲ ἐκ θεοῦ, τήν τε τοῦ πυρὸς καὶ τοῦ ἀνέμου. τελευταίαν δὲ τὴν τῶν παίδων ἀναίρεσιν ἐπαγαγὼν καὶ μόνων τῶν σῳζομένων ἀγγέλων τὸ παράδοξον εἰς ἀμηχανίαν καὶ σύγχυσιν καὶ τὴν κατὰ θεοῦ βλασφημίαν ὑπερεθίζει τὸν δίκαιον. 1, οὕτως ἀναστὰς Ἰὼβ διερρήξατο τὰ ἱμάτια αὐτοῦ καὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ. ἐπὶ μὲν ταῖς προτέραις ἀγγελίαις σύννους ἦν ὡς εἰκὸς καὶ ἐθαύμαζε τὰ γινόμενα. ὡς δὲ τὴν τῶν πολλῶν καὶ ὡραίων παίδων ἀθρόαν ἤκουσε τελευτήν, ἵνα μή τις ἀνάλγητος εἶναι δόξῃ καὶ ἀσυμπαθής, ἀποδίδωσι τῇ φύσει τὸ χρέος καὶ διαρρήσσει μὲν τὴν ἐσθῆτα, κείρεται δὲ τὴν κόμην πενθικῶς. οἷς μὲν γὰρ τὸ κομᾶν πρὸς κόσμον νενόμιστο, οὗτοι ἐπὶ τοῖς πένθεσιν ἐκείροντο· οἷς δὲ τὸ κείρεσθαι εὐπρεπὲς ἐδόκει, οὗτοι ἐπὶ τοῖς πένθεσιν ἐκόμων τοῦ τῶν τριχῶν ἀνεχόμενοι βάρους. ὅτι δὲ οὐκ ἀφιλόσοφον τὸ συμπαθές, δείκνυσι μὲν καὶ Παῦλος λέγων ἐν ταῖς Πράξεσιν· τί κλαίετε καὶ συνθρύπτετέ μου τὴν καρδίαν; δείκνυσι δὲ καὶ ∆αυὶδ οὐ τῶν παίδων τὸν πειθήνιον, ἀλλὰ τὸν πολεμιώτατον ὀλοφυρόμενος καὶ μετὰ πικρᾶς οἰμωγῆς ἀναστένων καὶ λέγων· υἱέ μου Ἀβεσσαλώμ, υἱέ μου. δακρύει δὲ καὶ αὐτὸς ὁ θεὸς ἡμῶν καὶ σωτὴρ συμπαθῶς, εἴτε διὰ τὸν Λάζαρον εἴτε διὰ τὴν τῶν Ἰουδαίων ἀπώλειαν, ὃ δὴ καὶ ἀληθέστερον εἰπεῖν. οὐ γὰρ ἐν τῷ μὴ πάσχειν ἡ νίκη, ἀλλ' ἐν τῷ πάσχοντα καρτερεῖν. 24 εἴποι δ' ἄν τις γλαφυρώτερον ἐξηγούμενος, ὅτι καὶ αὐτὴν τῷ διαβόλῳ τὴν ἐσθῆτα προσέρριψεν οἷά τις ἀθλητὴς εἰς πάλην ἀποδυόμενος, ὡς ἂν ἀληθῶς γυμνὸς γενόμενος τὰ πολυύμνητα φθέγξηται ῥήματα· 1, 21 καὶ πεσὼν χαμαὶ προσεκύνησεν καὶ εἶπεν· αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ· ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον. βαβαὶ φιλοσοφίας ὑπερβολῇ. τῷ μὲν σχήματι τῇ φύσει τὸ χρέος ἀπέδωκεν, τῇ δὲ διαθέσει χωρεῖ πρὸς τὸν θεὸν καὶ κλίνει γόνυ καὶ προσκυνεῖ γνησίως καὶ φυσικῆς ἅπτεται φιλοσοφίας ἐν μέσοις τοῖς πάθεσιν ἑαυτῷ τε καὶ ἡμῖν τὸ τῆς παραμυθίας σκευάσας φάρμακον. νόμος ἀνθρώπῳ, φησίν, ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παράγεσθαι γυμνόν, ἀλλὰ καὶ ἐξιέναι τοῦ βίου μετὰ τοῦ ὁμοίου σχήματος· τί οὖν δεινὸν πεπόνθαμεν, φησίν, φυσικῶς μὲν οὐδὲν ἔχοντες, εἰληφότες δὲ παρὰ θεοῦ καὶ αὖθις ἀφαιρεθέντες ὧν μικρὸν ὕστερον τὴν στέρησιν ὑπομένειν ἀνάγκη. καὶ νομίζει μὲν ὑπὸ θεοῦ πάσχειν τὰ δεινά, προσκυνεῖ δὲ καὶ εὐχαρίστως ἀποδίδωσι τὴν παρακαταθήκην καὶ αὐτοῖς τοῖς ἀκοντίοις τοῖς διαβολικοῖς κατατοξεύει τὸν ἀλιτήριον. ὁ μὲν γὰρ ἔλεγεν εἰρωνευόμενος· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει, ἀντὶ τοῦ δυσφημήσει, ὁ δὲ τὸν χαριστήριον ἐπὶ τοῖς συμβᾶσιν ἀναπλέκων ὕμνον αὐτὴν ταύτην ἀφίησι τὴν φωνὴν εὐλογῶν τὸν θεόν, καί φησιν· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον. 1, 22 ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ κυρίου καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ. 25 ἐν τούτοις, φησίν, πᾶσι τοῖς τῶν συμφορῶν κύμασιν οὐδὲ κατὰ διάνοιάν τι ἀπρεπὲς περὶ θεοῦ ὁ Ἰὼβ ἐλογίσατο· τοῦτο γὰρ σημαίνει τὸ ἐναντίον τοῦ κυρίου. ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον, ὁ δὲ θεὸς εἰς τὴν καρδίαν βλέπει. μετὰ γνησίας οὖν τῆς διαθέσεως τὴν δοξολογίαν προσήνεγκε καὶ οὐ φαύλους καὶ ἄφρονας λογισμοὺς ἀντὶ ἀγαθῶν προσεκόμισεν. 2, 13 ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη καὶ ἦλθον οἱ ἄγγελοι παραστῆναι ἐναντίον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν παραστῆναι ἐναντίον τοῦ κυρίου. καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· πόθεν σὺ ἔρχῃ; τότε εἶπεν ὁ διάβολος ἐναντίον τοῦ κυρίου· διαπορευθεὶς τὴν ὑπ' οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι. εἶπε δὲ ὁ κύριος πρὸς τὸν διάβολον· προσέσχες οὖν τῷ θεράποντί μου Ἰώβ, ὅτι οὐκ ἔστι κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄκακος, ἀληθινός, ἄμεμπτος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ; ἔτι δὲ ἔχεται ἀκακίας· σὺ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτῷ διὰ κενῆς ἀπολέσαι.
Commentarii in Job Unit 3 opening§u03-open
u03-openUnit 3.
Lemma-led open — πρῶτον ἐν πενίᾳ καὶ ἀπαιδίᾳ γυμνασθέντος τοῦ δικαίου καὶ τὴν ἄκραν φιλοσοφίαν ἐπιδειξαμένο
Greek · §u03-open
πρῶτον ἐν πενίᾳ καὶ ἀπαιδίᾳ γυμνασθέντος τοῦ δικαίου καὶ τὴν ἄκραν φιλοσοφίαν ἐπιδειξαμένου, ἐφ' οἷς οὐ μόνον οὐκ ἐδυσφήμησεν, ἀλλὰ καὶ εὐχαριστηρίους φωνὰς ἀνέπεμψεν, οἱ μὲν ἅγιοι συνέχαιρον ἄγγελοι τῇ νίκῃ, ὁ δὲ διάβολος διέπριε τοὺς ὀδόντας καὶ δευτέρας πείρας ἐξουσίαν ἐξῄτει κατ' αὐτοῦ λαβεῖν. ὁ δὲ ἀγαθὸς θεὸς καὶ τοὺς ἑαυτοῦ δοξάζων γνησίους ὑπερεθίζει τὸ θηρίον, ἵνα καὶ μᾶλλον καταισχυνθῇ, καὶ πολλοῖς ἐγκωμίοις στεφανοῖ τὸν δίκαιον ὡς τὴν φυσικὴν ἀλήθειαν διαφυλάξαντα καὶ οὐδεμίαν ὑπομείναντα διαστροφὴν ἐκ τῶν συμφορῶν. ἀλλὰ καὶ ἔτι, φησίν, τῆς αὐτῆς ἀκακίας ἔχεται μηδεμίαν ὑπομείνας τροπήν· σὺ δὲ ἐμεγαλαύχεις διὰ 26 κενῆς, ἀντὶ τοῦ· ἀκαίρως ἐφλυάρεις λέγων· ἐὰν ἀπολέσῃ τὰ ὑπάρχοντα, δυσφημεῖ. κατανόει δὲ ἐντεῦθεν, ὡς ὁ μὲν θεὸς προγνώστης ὢν καὶ εἰδὼς τὸ ἐκβησόμενον καὶ ὅτι οὐκ ἂν ὁ μέγας Ἰὼβ ἀπρεπές τι φθέγξοιτό ποτε, ἐπέτρεψε τὴν κατὰ τοῦ δικαίου πάλην. ὁ δὲ διάβολος οὔτε τὸ μέλλον οἶδεν οὔτε τὰ ἐν τῇ ἡμετέρᾳ καρδίᾳ γινώσκει, διὸ καὶ ἀγνοῶν, ὅτι ἡττηθήσεται, ἐφλυάρει λέγων· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. καὶ αὖθις νικήσειν οἰόμενος τὴν εἰς τὸ δέρμα τοῦ δικαίου πεῖραν ἐξαιτεῖ καί φησιν· 2, 45 δέρμα ὑπὲρ δέρματος· ὅσα ὑπάρχει ἀνθρώπῳ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει. οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. τὸ μὲν θηρίον ὠμὸν καὶ ἀναίσχυντον· οὐ γὰρ ἀνέχεται μόνον τῶν ἡμετέρων ἐμφορηθῆναι σαρκῶν, ἀλλὰ καὶ μέχρις ὀστῶν καὶ μυελῶν διελθεῖν βούλεται. ἐλεγχθεὶς δὲ ὁ μισάνθρωπος πάλιν ἀναισχυντεῖ καί φησιν· οὐδὲν μέγα, εἰ ἀλλοτρίων σωμάτων πεπονθότων οὐκ ἐδυσφήμησε δεδοικώς, μή σε παροργίσῃ καὶ κατὰ τοῦ αὐτοῦ σώματος ἐνέγκῃς τὴν πληγήν. καὶ ἄλλως δὲ πολλάκις τις, ἵνα μὴ εἰς ὀφθαλμὸν λάβῃ, τὴν χεῖρα προτείνει καὶ εἰς τὸ ἧττον τίμιον μέλος δέχεται τὴν πληγήν, δέρμα ὑπὲρ δέρματος προισχόμενος, ἵνα σώσῃ τὸ κυριώτερον. οὐδὲν οὖν μέγα, φησίν, εἰ τῶν ἔξωθεν περιεφρόνησεν. ἔστι δὲ καὶ ἄλλως νοεῖν· ἐξευτελίζων τὴν τοῦ δικαίου πρὸς θεὸν 27 εὐφημίαν ὁ πονηρὸς δέρμα, φησίν, ὑπὲρ δέρματος δέδωκεν, ἀντὶ τοῦ· εἰς ὀλίγα βλαβεὶς ὀλίγην τινὰ εὐφημίαν προσήγαγεν, καὶ οὐδὲν μέγα, εἰ τῶν ὑπαρχόντων ἄνθρωπος καταφρονεῖ, ἵνα αὐτὸς μὴ βλαβῇ. τὸ γὰρ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἀντὶ τοῦ ὑπὲρ ἑαυτοῦ εἴρηκεν. 2, 6 εἶπεν δὲ ὁ κύριος τῷ διαβόλῳ· ἰδοὺ παραδίδωμί σοι αὐτόν, μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον. πάλιν κατὰ μέτρον τὸν χρυσοῦν ἀνδριάντα τῷ διαβολικῷ πυρὶ δοκιμάζει ὁ θεὸς οὐκ αὐτὸς γνῶναι θέλων, ὃν ἠπίστατο, ἀλλ' εἰς ἔλεγχον διαβολικὸν καὶ ἐφ' ᾧ τοῦτον ἡμῖν γνωρίσαι. καὶ τοῦ μὲν σώματος δίδωσι τὴν ἐξουσίαν, οὐ συγχωρεῖ δὲ τοῦ σώματος ὑπεξαγαγεῖν τὴν ψυχήν, ἵνα ἐξ ἐπιγονῆς τὰ διπλασίονα χαρίσηται ἀγαθά. ἢ καὶ τοῦτό φησιν, ὅτι τοῦ ἡγεμονικοῦ αὐτοῦ μὴ ἅψῃ, διὰ δὲ τῶν εἰς τὴν σάρκα βασάνων τὸν ἀγῶνα ποιοῦ. 2, 78 ἐξῆλθεν δὲ ὁ διάβολος ἀπὸ τοῦ κυρίου καὶ ἔπαισεν τὸν Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν μέχρι κεφαλῆς. καὶ ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξέῃ, καὶ αὐτὸς ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως. μετὰ τὴν τῶν κτημάτων καὶ τῶν οἰκετῶν καὶ τῶν παίδων ἀφαίρεσιν τότε τὸ τῆς λώβης ἕλκος ἐπήγαγεν ὁ διάβολος, ὡς δριμεῖς μὲν ῥέειν ἰχῶρας ἐκ τοῦ σώματος καὶ ἐπιδάκνοντας, ἀπορίαν δὲ εἶναι παντελῆ τῶν τε ἀναγκαίων καὶ τῶν νοσοκομούντων. καὶ τῆς μὲν πόλεως ὡς λελωβημένος ἔξω καθῆστο. τῇ δὲ χειρὶ τοὺς μυδῶντας ἰχῶρας οὐχ ὑπεδέχετο, ἵνα μὴ καὶ μᾶλλον ἀποκναίοιτο, ἀλλ' ὀστράκῳ τούτους ἀπέ 28 ξεεν. αἴθριος δὲ καὶ ἐπὶ κοπρίας ἔκειτο, ἵνα κἂν ἀνθρωπίνης ἀκούσῃ φωνῆς ἢ καθαρὸν ἀναπνεύσῃ τὸν ἀέρα ἤ, τό γε ἀληθέστερον εἰπεῖν, τῇ μείζονι κακοπαθείᾳ τὸν θεὸν ἐξιλεούμενος. 2, 99α χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· μέχρι τίνος καρτερήσεις λέγων·
Unit 3 rem early§u03-rem-early
u03-rem-earlyRem early: Unit 3; lemma and argument toward the thesis.
Greek · §u03-rem-early
ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; ὁ μὲν οὖν γενναῖος καὶ φιλόθεος Ἰὼβ ἐνεκαρτέρει τῇ πενίᾳ καὶ τοῖς πάθεσι χρόνον οὐκ ὀλίγον καὶ πρὸς ἑαυτὸν παραμυθούμενος ἔλεγεν· δεῖ φέρειν ἀνδρικῶς, δεῖ καρτερεῖν, δεῖ τὴν ἐκ θεοῦ προσμένειν βοήθειαν, οὐ βραδύνει θεὸς ἐπαμῦναι καὶ τῶν παρόντων ἀπαλλάξαι δεινῶν. ἐξασθενεῖ δὲ ἡ γυνὴ πρὸς τὰς συμφορὰς ὑπὸ τοῦ διαβόλου τηρηθεῖσα ὥσπερ ὕστερον μηχάνημα κατά τινος ἀσείστου τείχους. ὁ δὲ πανοῦργος διάβολος ὡς ἱκανῷ χρόνῳ κατειργάσατο τὸν δίκαιον, τότε τῇ τῆς γυναικὸς ἀσθενείᾳ συγχρῆται καὶ ὁπλίζει ταύτην κατ' αὐτοῦ ὥσπερ ποτὲ καὶ τὴν Εὕαν κατὰ τοῦ προπάτορος Ἀδάμ. ἡ δὲ καὶ πρὸς τὰς συμφορὰς ἀπειποῦσα καὶ τοῦ διαβολικοῦ πληρωθεῖσα πνεύματος ἐπὶ τοὺς παρόντας προήχθη λόγους, καὶ πρῶτα μὲν αὐτῷ τὰς εἰς θεὸν ἐλπίδας ἀνηνύτους πειρᾶται δεικνύναι τῷ πολλῷ παρεληλυθότι χρόνῳ πιστουμένη τὸ μέλλον· εἶτα καὶ ἐπάγει· 2, 9 βε ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων. σύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθισαι διανυκτερεύων αἴθριος· κἀγὼ πλανῆτις καὶ λάτρις τόπον ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας, προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέ 29 χουσιν. ἀλλὰ εἰπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα. ὅλον ἦν θεοῦ συγχώρησις καὶ διαβόλου προσβολὴ μετ' ἐξουσίας πράττοντος διὰ τὸν συγκεχωρηκότα θεόν, ἐφ' ᾧ διὰ πάντων ἀγωνισάμενον τὸν Ἰὼβ στεφανίτην ἀναδειχθῆναι. διὸ καὶ τὴν γυναῖκα οὐδεὶς ἠλέει οὐδὲ τῆς παλαιᾶς αὐτῆς εὐδαιμονίας μεμνημένος παρεμυθεῖτο τὴν ἔνδειαν, ἀλλ' ἐθήτευεν ἐπὶ μισθῷ (τοῦτο γὰρ σημαίνει τὸ λάτρις) τοῖς ἑκάστοτε δεομένοις ὑπηρετοῦσα, ἐφ' ᾧ καὶ ἑαυτῇ καὶ τῷ συνεύνῳ ἐπαρκέσαι πρὸς τὸ ἀποζῆν. ἀπειποῦσα τοίνυν πρὸς τὰς συμφορὰς καὶ διαβολικῆς ἐνεργείας πεπληρωμένη ὑποτίθεται τῷ δικαίῳ ταύτην αὐτῷ τῶν κακῶν λύσιν ὑπολελεῖφθαι τὴν τοῦ σώματος ἀπαλλαγήν· δυνατὸν δὲ ταύτην αὐτῷ προσγενέσθαι, εἰ παροργίσοι διὰ τῆς βλασφημίας τὸν θεὸν καὶ πρὸς τὴν ἀναίρεσιν ὑπερεθίσοι τὴν καθ' ἑαυτοῦ. κακοτέχνως δὲ καὶ ἀσυμπαθῶς τὴν τοιαύτην εἰσηγεῖται βουλὴν ἔκ τε τῶν τοῦ ἀνδρὸς καὶ τῶν ἑαυτῆς συμφορῶν τὸν λόγον κατασκευάζουσα. τὰς τῶν ὠδίνων, φησίν, ἀλγηδόνας ὑπέμεινα, ἐμόχθησα παιδοτροφοῦσα, ἵνα μετὰ σὲ μνημόσυνόν σου τοὺς παῖδας καταλίπῃς. ἐξεκόπη τούτων ἡ ἐλπίς· πάντες ἀπώλοντο, ἄρρενες ὁμοῦ καὶ θήλειαι. εἰς τίνα λοιπὸν ἀποβλέψομαι, εἰς σὲ τὸν τούτων πατέρα, τὸν σκωλήκων πλήρη, τὸν πένητα, τὸν ἀπερριμμένον; εἰς ἐμὲ τὴν ἀθλίαν, τὴν πλανῆτιν, τὴν ἐκ τῆς πολλῆς εὐδαιμονίας ἐπὶ μισθῷ θητεύουσαν, τὴν μέχρις ἑσπέρας ἐν ὀδύναις καὶ μόχθοις ἐξεταζομένην; ἀλλ' εἴ τί μοι πείθῃ, φθέγξαι τι ῥῆμα πρὸς τὸν θεὸν παροργίζων αὐτόν, ἵνα σε ἀνέλῃ· αὕτη γάρ σοι μόνη τῶν κακῶν ὑπολέλειπται λύσις. 30 2, 10 ὁ δὲ ἐμβλέψας αὐτῇ εἶπεν· ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας. εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; ὁρᾷς διδασκάλου καὶ ἐν τοῖς πάθεσι γνώμην καὶ πρόσοψιν; ἐπειδὴ γὰρ τὴν γυναῖκα τοῖς τῆς θεοσεβείας ἐπαίδευεν νόμοις, τὰ παρ' ἐλπίδα ἀκούσας καταπληκτικῷ φοβεῖ τῷ βλέμματι. εἶτα καὶ ἠπίοις ἐντρέπει λόγοις· ταῦτα, γάρ φησιν, ὦ αὕτη, ἄφρονος ἦν εἰπεῖν γυναικός. ἢ γὰρ οὐκ ἀφροσύνη τὸ νομίζειν ὁμοῦ τῇ βλασφημίᾳ καὶ τὴν τελευτὴν ἐπακολουθεῖν ἢ ὅλως τολμᾶν βλασφημόν τι ῥῆμα προφέρειν κατὰ θεοῦ; τούτοις δὲ παιδεύσας τῷ τε λόγῳ καὶ τῷ βλέμματι νουθετεῖ φέρειν εὐχαρίστως τῶν δυσχερῶν τὴν ἐπαγωγήν. πολλοὶ μὲν γάρ, φησίν, οὐδὲ εὐθηνίας τινὸς ἐπειράθησαν, ἡμεῖς δὲ ταύτης ἀπολελαυκότες ἐκ θεοῦ τί πρὸς τἀναντία δυσχεραίνομεν, τί δὲ μὴ μετὰ πολλῆς τῆς εὐχαριστίας ὡς παρὰ γνησίου δεσπότου καὶ ταῦτα δεχόμεθα; ἡ μὲν οὖν ταῦτα ἀκούσασα ἐφησύχασε καὶ τὴν νουθεσίαν ἐδέξατο μηδὲν ἀντιφθεγξαμένη· διόπερ οἶμαι καὶ τῶν ὕστερον ἀγαθῶν κοινωνὸν αὐτὴν γεγενῆσθαι τῷ Ἰώβ. ὁ δὲ γενναῖος ἀγωνιστὴς τριπλᾶς τῷ διαβόλῳ δέδωκε τὰς πληγὰς αὐτός τε μὴ καμφθεὶς καὶ τὴν ὑπ' αὐτοῦ παρατραπεῖσαν γυναῖκα ἐπανορθώσας τῇ νουθεσίᾳ καὶ τὰς εὐχαρίστους καὶ παντὸς ἀξίας ἐπαίνου καὶ ἀλήστου μνήμης φωνὰς ἀναφθεγξάμενος. 2, 10 ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ θεοῦ. 31 ἀσφαλίζεται πάλιν ἡμᾶς ἡ γραφὴ καὶ τῇ λαμπρότητι καὶ ἀναμαρτησίᾳ καὶ τῇ ἐν τοῖς πειρασμοῖς τοῦ ἀνδρὸς μεγαλοψυχίᾳ προσμαρτυρεῖ, ὡς ἂν ἐπαξίως τῆς τοιαύτης
Unit 3 rem mid§u03-rem-mid
u03-rem-midRem mid: Unit 3; lemma continues; reading with the letter.
Greek · §u03-rem-mid
ψυχῆς καὶ τὰ ἐν παντὶ τῷ βιβλίῳ τοῦ ἀνδρὸς νοήσωμεν ῥήματα. δειχθείσης οὖν αὐτοῦ πανταχόθεν τῆς μεγαλονοίας καὶ ὡς παρ' ὅλους τοὺς ἀγῶνας ἐνίκησεν, μηδὲν ταπεινὸν ἐννοήσωμεν περὶ αὐτοῦ ἐν τῇ τῶν ἐφεξῆς ῥημάτων προφορᾷ. 2, 11 ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν. ἐάν τις λέγῃ· διὰ τί μετὰ τοσοῦτον χρόνον οἱ φίλοι παραγεγόνασιν, ἐννοείτω πρῶτον μέν, ὡς διαφόρους ᾤκουν χώρας καὶ μετὰ πολὺ μὲν ἴσως ἤκουσαν. τὸ δὲ παράδοξον τῆς συμφορᾶς καὶ ἄπιστον ἐδόκει, εἰ ἐπὶ κοπρίας ἀνεπικούρητος ὁ Ἰὼβ κάθηται, καὶ περιέμενον διὰ πλειόνων πιστώσασθαι τὴν ἀκοὴν ἢ καὶ ἐκπέμψαι καὶ ἰδεῖν, εἰ ἀληθῆ τὰ λεγόμενα. ἐν τούτοις μὲν οὖν ὁ χρόνος ἐτρίβετο· πρὸς δὲ δὴ τούτοις, ὅτε τὸ ἀληθὲς ἔγνωσαν, βασιλεῖς ὄντες καὶ ἐκδημεῖν μέλλοντες ἀνάγκην εἶχον πρότερον εὖ διατάξασθαι τὸ ὑπήκοον, διαθεῖναι τὰ κατὰ τὸν οἶκον, ἐπιστῆσαι τοῖς ἀρχομένοις τοὺς ἀνθ' ἑαυτῶν. ταῦτα πάντα αὐτοὺς ἀπησχόλει καὶ ἐνεβράδυνον, καὶ εἰ μὴ σφόδρα γε ἀγαπητικοί τινες ἦσαν καὶ δίκαιοι, οὐκ ἂν τὰς οἰκείας καταλιπόντες χώρας τε καὶ βασιλείας ἀφικνοῦντο πρὸς τὴν ἐπίσκεψιν, ἀλλὰ δι' ἑτέρων τὴν χρείαν ἐπλήρουν. ἔστι δὲ ἐννοεῖν, ὡς καὶ οἰκονομία τις ἦν θεία ἡ τῆς ἀφίξεως ἀναβολή· ἐπειδὴ γὰρ ὁμοῦ τῇ τῶν φίλων διαλέξει καὶ τὸ πᾶν τοῦ ἀγῶνος ἐλύθη τοῦ θεοῦ χρηματίσαντος καὶ τὸν δίκαιον ἀνακτησαμένου καὶ στεφανώσαντος, οἰκονομία τις θεία γέγονεν ἐμβραδῦναι τοὺς φί 32 λους, ἵνα παράτασιν σχῇ τὰ τοῦ σκάμματος καὶ μειζόνως ἀθλήσας ὁ δίκαιος δικαιότερον ἀναρρηθῇ παρὰ τοῦ θεοῦ. 2, 11 Ἐλιφὰζ ὁ Θαιμανῶν βασιλεύς· ἔθνους περὶ τὸ Σινά. 2, 11 Βαλδὰδ ὁ Σαυχαίων τύραννος· τὴν δὲ Σαυχὶ πόλιν εἶναί φασι Μωαβιτῶν. Μωαβιτῶν οὖν ἦν βασιλεὺς ὁ Βαλδάδ· τὸ γὰρ τύραννος ἐνταῦθα ἀντὶ τοῦ βασιλεὺς κεῖται. 2, 11 Σωφὰρ ὁ Μιναίων βασιλεύς· τουτέστιν· Ἀμμανιτῶν. 2, 11 καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν. Σύμμαχος οὕτως ἐκδέδωκεν· _σ_υ_ν_ε_τ_ά_ξ_α_ν_τ_ο_ _γ_ὰ_ρ_ _ὁ_μ_ο_ῦ_ _ἐ_λ_θ_ό_ν_τ_ε_ς_ _σ_υ_μ_παθῆσαι αὐτῷ καὶ παραμυθήσασθαι αὐτόν. ὅρα καὶ ἐντεῦθεν, ὡς καὶ ἕτερος παρῆλθε χρόνος, ἕως ὅτε πρὸς ἀλλήλους διαπεμψάμενοι τὴν ἐπὶ τὸ αὐτὸ σύνοδόν τε καὶ ἄφιξιν ἐποιήσαντο. 2, 12 ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν τῆς λώβης τοὺς παλαιοὺς αὐτοῦ χαρακτῆρας ἐξαφανισάσης. 2, 12 καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν ῥήξαντες ἕκαστος τὴν ἑαυτοῦ στολὴν τήν τε τοῦ φίλου συμφορὰν ἰδόντες καὶ τὴν ἀγχίστροφον τῶν πραγμάτων μεταβολὴν ἐνθυμηθέντες ἔκλαυσαν μετ' οἰμωγῆς ἔρρηξάν τε 33 τὴν στολὴν ὡς νεκρὸν πενθοῦντες τὸν τῶν τεθνηκότων ἀπερριμμένων ἐλεεινότερον. 2, 12 καὶ καταπασάμενοι γῆν ἐπὶ τῆς κεφαλῆς αὐτῶν. τινὰ δὲ βιβλία ἔχουσι· _κ_α_ὶ_ _ἀ_ν_α_β_λ_έ_ψ_α_ν_τ_ε_ς_ _ε_ἰ_ς_ _τ_ὸ_ν_ _ο_ὐ_ρ_α_ν_ὸ_ν τὸν θεὸν ἐξιλεούμενοι καὶ μονονουχὶ λέγοντες· ἵλεως ἔσο, δέσποτα, καὶ μὴ τοιούτοις ἡμᾶς περιβάλῃς κακοῖς, ὃ δὴ καὶ ποιεῖν εἰώθαμεν θαυμάζοντες ὁμοῦ καὶ φοβούμενοι, ὅταν ὁρῶμέν τινας ταῖς ἀδοκήτοις περιπεπτωκότας συμφοραῖς. 2, 13 παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, καὶ οὐδεὶς αὐτῶν ἐλάλησεν· ἑώρων γὰρ τὴν πληγὴν μεγάλην οὖσαν καὶ δεινὴν σφόδρα. οὐκ εἶπεν ἡ γραφή· ἑπτὰ ἡμέρας ἀπὸ πρωίθεν ἕως ἑσπέρας, οὐδέ· ἑπτὰ νύκτας ἀφ' ἑσπέρας μέχρι πρωίας. δῆλον οὖν, ὅτι τὸ πλεῖον τῆς ἡμέρας παρακαθεζόμενοι ὑπανεχώρουν τὰς ἀναγκαίας ἐκπληρώσαντες χρείας. καὶ πάλιν ἐπανήκοντες μέχρι πολλοῦ τῆς νυκτὸς παρεκαθέζοντο, καὶ αὖθις ἀπιόντες πάλιν ὤρθριζον πρὸς αὐτόν, ὃ δὴ τῶν γνησιωτάτων καὶ συμπαθεστάτων φίλων ἴδιον. τῇ δὲ κοινῇ συνηθείᾳ χρωμένη ἡ γραφὴ οὕτως ἀπολύτως εἶπεν· παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, ἐπεὶ καὶ ὅτε λέγει τὸν Ἰακὼβ δεκατέσσαρα ἔτη δουλεῦσαι καὶ συγκαίεσθαι τῷ καύσωνι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός· ἆρα ὑπὸ στέγην οὐκ εἰσῄει ποτέ; ἆρα οὐδεμιᾶς ἀναπαύσεως ἔτυχεν ἐν ὅλῳ τῷ χρόνῳ; ταῦτα μὲν οὖν καὶ λεπτολογεῖν φλύαρον· ὡς γὰρ ἔφην, ἡ γραφὴ κοινῇ συνηθείᾳ χρῆται. ἐπειδὴ δέ τινες κωμῳδοῦντες τὴν γραφὴν καὶ ἐντεῦθεν αὐτὴν ὡς ψευδῆ δια 34 σύρουσιν (οὐ γὰρ ἄν, φασίν, ἄσιτοι διετέλουν ἐπὶ τοσαύταις ἡμέραις), ἠναγκάσθημεν αὐτῶν συναπαχθῆναι τῇ ἀκαίρῳ στενολεσχίᾳ. προσκαρτεροῦντες τοιγαροῦν τάς τε ἡμέρας καὶ τὰς νύκτας, καθ' ὃν ἔφην τρόπον, καὶ ὡς ὁ τῆς ἀγάπης ἀπῄτει θεσμός, οὐδένα λόγον ηὕρισκον παραμυθίας, ὑπερνικώσης τῆς συμφορᾶς τὴν ἐκ τῶν λόγων παραψυχήν. 35
Unit 3 rem close§u03-rem-close
u03-rem-closeRem CLOSEOUT: Unit 3 CLOSEOUT.
Greek · §u03-rem-close
ΚΕΦΑΛΑΙΟΝ ΤΡΙΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ λέγων. Προθεωρία τοῦ κεφαλαίου ἀλγεῖ μὲν ὁ δίκαιος καὶ οὐκ ἄν τις ἀρνήσαιτο· οὐ γὰρ τῶν ἀναισθήτων ἡ ἀρετή, ἀλλὰ τῶν ἐν τοῖς πάθεσι φιλοσοφούντων. ὀδυνᾶται δὲ κατὰ μὲν τὸ φαινόμενον ὑπὸ τῆς ἐν τῇ σαρκὶ πληγῆς δριμυτάτως κεντούμενος, κατὰ δὲ τὸ νοούμενον οἷα δίκαιος καὶ φιλόθεος ἀνὴρ ὁρῶν τινας σκανδαλιζομένους ἐπὶ τοῖς αὐτοῦ πάθεσιν ὡς δὴ τοῦ δικαίου τοιαῦτα ὑπομένοντος. ἤλγει τοιγαροῦν καὶ ὠδυνᾶτο καὶ διὰ τὰ πάθη καὶ ὡς τῆς τοῦ θεοῦ δόξης ἐπ' αὐτῷ διασυρομένης. καὶ γὰρ ὅταν λέγη· ἵνα τί ἔθου με κατεντευκτήν σου; οὐκ αὐτὸς κατὰ θεοῦ ἐνετύγχανεν, μὴ γένοιτο. τίνι γὰρ καὶ εἶχεν ἐντυγχάνειν; ἀλλὰ τοῦτό ἐστιν ὅ φησιν· ἵνα τί δι' ἐμέ, δέσποτα, τὸ ὄνομά σου βλασφημεῖται; ἐθορυβεῖτο δὲ οὐχ ἥκιστα καὶ ἰλιγγία οἷα σφοδρῶς τῇ τοῦ θεοῦ τετρωμένος ἀγάπῃ, μήπως τελείαν ἐγκατάλειψιν ὑπέμεινεν ὑπὸ θεοῦ· οὐδὲν γὰρ οὕτω τιμωρεῖται ψυχὴν λογικὴν καὶ φιλόθεον ὡς τὸ ὑποπτεύειν καταλελεῖφθαι παρὰ θεοῦ. καὶ μυριάκις ᾑρεῖτο τὸν θάνατον 36 ἢ μετὰ ἀλγηδόνων καὶ τοιαύτης ὑποψίας τοῖς ζῶσιν ἐγκαταλέγεσθαι. ἐπὶ μὲν οὖν τῇ τῶν κτημάτων ἀπωλείᾳ καὶ τῇ τῶν παίδων ἀθρόᾳ τελευτῇ οἵας ἀφῆκε χαριστηρίους φωνάς, ἠκούσαμεν, καὶ ὅπως τὴν γυναῖκα ἐξεπαίδευσεν ἀπρεπές τι περὶ τοῦ δεσπότου λογισαμένην καὶ ποῖα μετὰ πενίαν καὶ ἐξουδένωσιν καὶ τὸ δριμὺ πάθος ἐφθέγξατο, καὶ ὡς οὐδὲν αὐτὸν τῶν ἀνθρωπίνων συμπτωμάτων διεθορύβησεν. ὡς δὲ οἱ φίλοι παρεγένοντο ἄνδρες δίκαιοι καὶ συμπαθεῖς, εὔκαιρον ᾠήθη θεωρῶν αὐτῶν τὴν ὑπομονὴν καὶ τὴν ἀγάπην, ἐπ' αὐτῶν εἰπεῖν καὶ δημοσιεῦσαι τὰς κατὰ ψυχὴν ἀλγηδόνας. καὶ φθέγγεται μὲν καθ' ἱστορίαν ἀκίνδυνα· ἓν γὰρ τοῦ διαβόλου τὸ σπούδασμα τὸ παρασκευάσαι τὸν δίκαιον βλασφημῆσαι θεόν. ὁ δὲ οὐδαμοῦ φαίνεται τοιοῦτόν τι διαπραξάμενος, ἀλλὰ καὶ μᾶλλον εὐφημήσας καὶ χαριστηρίους ἀναπέμψας φωνάς. καταρᾶται δὲ τὴν ἡμέραν τῆς γεννήσεως καὶ τὸν θάνατον ἐπιποθεῖ διὰ τὰς ἀνωτέρω λεχθείσας αἰτίας. πρὸς δὲ διάνοιαν μυστήρια λαλεῖ καὶ περὶ τῶν ἤδη προγεγονότων φιλοσοφεῖ καὶ πληροφορεῖται τὸ μέλλον· τοιαῦται γὰρ ἀεὶ τῶν ἁγίων προφητῶν αἱ ῥήσεις. ἐπὶ δὲ αὐτῶν τῶν λέξεων γενόμενοι σαφηνίσωμεν τὴν ἔννοιαν αὐτοῦ ποδηγοῦντος ἡμᾶς πρὸς τὴν ἑρμηνείαν τοῦ καὶ τὸν ἁγιώτατον Ἰὼβ πρὸς τοὺς ἀγῶνας ἐνισχύσαντος. 37 Αἱ λέξεισ 3, 12 Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ λέγων· ὅτε δίκαιος ἀνοίγει τὸ στόμα, οὐχ ἁπλῶς οὑτωσὶ προσήκει προσέχειν τοῖς λεγομένοις, ἀλλὰ τὴν ἐκ τῶν λόγων ὠφέλειαν ἀναζητεῖν. μεστὰ γὰρ ἀεὶ ὠφελείας τῶν ἁγίων τὰ ῥήματα, διὸ καὶ τὸ σκεῦος τῆς ἐκλογῆς ὁ Παῦλος ἐπιστέλλων φησίν· τὸ στόμα μου ἀνέωγεν πρὸς ὑμᾶς, Κορίνθιοι. καὶ περὶ τοῦ κυρίου δὲ εἴρηται ἐν ταῖς ἱεραῖς τῶν εὐαγγελίων γραφαῖς· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων. ἴδωμεν οὖν, τί καὶ ὁ μέγας Ἰὼβ ἀνοίξας τὸ στόμα φθέγγεται. 3, 3 ἀπόλοιτο ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νύξ, ἐν ᾗ εἶπαν· ἰδοὺ ἄρσεν. ὅτι μὲν ἠθύμει διὰ τὰς εἰρημένας αἰτίας ὁ Ἰώβ, πρόδηλον. ἐκφέρει δὲ τὰ τῆς ἀθυμίας ῥήματα καὶ καταρᾶται πρᾶγμα οὐχ ὑφεστηκός, ἀλλ' ἡμερονύκτιον παρελθόν. ὅτι δὲ ἀθυμοῦσιν ἐν ταῖς περιστάσεσιν οἱ δίκαιοι, καὶ Ἰερεμίου λέγοντος ἀκούσῃ· ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην, καὶ τοῦ ἱεροφάντου Μωσέως· ἀπόκτεινόν με, εἰ οὕτως μοι μέλλεις ποιεῖν. καὶ αὐτὸς δὲ ὁ κύριός φησι περὶ τοῦ τοῖς ἀνηκέστοις περιπεπτωκότος κακοῖς Ἰούδα· καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. 38 ἀθυμοῦσι μὲν οὖν, ὡς ἔφην, οὐκ ὀλιγωροῦσι δὲ οὐδὲ καταπίπτουσιν οὐδὲ φθέγγονταί τι παλίμφημον κατὰ θεοῦ, ἀλλ' ἢ καθ' ἑαυτῶν ἢ κατὰ πραγμάτων οὐδὲν βλαπτομένων τὰ τῆς ἀθυμίας ἐκφέρουσι ῥήματα. καὶ γοῦν ὁ μέγας ∆αυὶδ τὰ ὄρη τὰ Γελβοῦε καταρᾶται φάσκων· μὴ ἔλθοι ἐφ' ὑμᾶς δρόσος, ὅτι τὸν ποθούμενον Ἰωναθὰν μετὰ τοῦ πατρὸς καίτοιγε πολεμίου τυγχάνοντος αὐτῷ ἐπὶ τῶν ὀρῶν ἐκείνων ἤκουσεν ἀναιρεθέντας. καὶ πρὸς μὲν ῥητὸν ταῦτα· ἐπικεκρυμμένως δὲ ὡς προφήτης μυστήρια λαλεῖ. καὶ ἐπειδὴ γέννησιν οἶδεν ἡ γραφὴ οὐ τὴν κατὰ σάρκα μόνην, ἀλλὰ καὶ τὴν ἀπὸ τρόπου εἰς τρόπον μεταβολήν, οἷον ἀπὸ ἀρετῆς εἰς κακίαν ἢ ἀπὸ κακίας εἰς ἀρετήν, ἀπολέσθαι ἐπεύχεται τὴν ἡμέραν τῆς ἁμαρτίας, ἐν ᾗ ὁ Ἀδὰμ παρέβη. τὸ γὰρ τῆς ἀνθρωπότητος οἰκειοῦται πρόσωπον καί φησιν ὅτι· ἀπόλοιτο ἡ
Commentarii in Job Unit 4 opening§u04-open
u04-openUnit 4.
Lemma-led open — ἡμέρα, καθ ἣν ἀπὸ τῆς ἀρετῆς εἰς τὴν φαυλότητα ὁ ἄνθρωπος μετετράπη. τὸ δὲ ἐν ᾗ εἶπαν· ἰδο
Greek · §u04-open
ἡμέρα, καθ' ἣν ἀπὸ τῆς ἀρετῆς εἰς τὴν φαυλότητα ὁ ἄνθρωπος μετετράπη. τὸ δὲ ἐν ᾗ εἶπαν· ἰδοὺ ἄρσεν, ὅτι ἐξ ἑνὸς τοῦ Ἀδὰμ οἱ πολλοὶ ἁμαρτωλοὶ κατέστημεν. ἡμέραν δὲ καὶ νύκτα τὴν αὐτήν φησι, πρὸς μὲν ῥητόν, ὅτι τὸ ἡμερονύκτιον μίαν ἡμέραν οἶδεν ἡ γραφή, πρὸς δὲ διάνοιαν, ὅτι ἡ παράβασις φωτὸς ἐπαγγελίαν ἔχουσα διὰ τὸ ἀκοῦσαι ἔσεσθε ὡς θεοὶ σκότους ἤνεγκεν ἔργα. σκότος γὰρ ἡ παρακοὴ δι' ἧς ὁ θάνατος εἰσῆλθεν, ὥστε δεῖν λοιπὸν ἐναργέστερον τὴν διαφορὰν ὀφθῆναι τοῦ ἄρρενος πρὸς τὸ θῆλυ. 3, 45 καὶ ἡ νὺξ ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος· ἐκλάβοι δὲ αὐτὴν σκότος 39 καὶ σκιὰ θανάτου. πρὸς μὲν ῥητὸν μὴ καταλαμφθῆναι ὑπὸ σελήνης ἢ ἀστέρων τὴν νύκτα ἐξαιτεῖ, ἀλλὰ βαθεῖ κατασχεθῆναι σκότῳ, ὃ δὴ καὶ σκιὰν θανάτου καλεῖ. πρὸς δὲ διάνοιαν τὴν ἁμαρτίαν ἐπεύχεται ἐν τῇ ἰδίᾳ κακίᾳ φαίνεσθαι, ἵνα μὴ ἰσχύσῃ ὑποκρίνεσθαι ἀρετήν, ἀλλὰ γνωριζομένη, ὅτι ζοφώδης ἐστὶ καὶ θανατηφόρος, φευκτὴ γένηται καὶ ἀποτρόπαιος. 3, 56 ἐπέλθοι ἐπ' αὐτὴν γνόφος. καταραθείη ἡ ἡμέρα ἐκείνη καὶ ἡ νὺξ ἐκείνη, ἀπενέγκοιτο αὐτὴν σκότος. γνόφος νεφώδης ἀχλύς. πρὸς μὲν οὖν ῥητὸν εὔχεται ἀφεγγῆ γενέσθαι τήν τε ἡμέραν αὐτοῦ τῆς γεννήσεως καὶ τὴν νύκτα. πρὸς δὲ διάνοιαν ἐξαιτεῖ τὴν ἁμαρτίαν φαίνεσθαι, ὥσπερ καὶ ἔστιν, ἵνα μὴ ὁ Σατανᾶς ὡς ἄγγελος φωτὸς ὑποκρινόμενος δείξῃ τὰ φαῦλα ὡς ἀγαθά, ἀλλ' ἵνα γνωριζόμενα, ὅτι εἰσὶ φαῦλα καὶ σκότους αἴτια, φευκτὰ πᾶσι γένωνται. 3, 6 μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν. πρὸς μὲν ῥητόν· ἐξαφανισθείη, φησίν, ἡ ἡμέρα τῆς γεννήσεώς μου συστελλομένου τοῦ ἐνιαυσιαίου κύκλου. πρὸς δὲ διάνοιαν μηδὲ μνήμην εὔχεται γενέσθαι τῆς ἁμαρτίας, διὸ καί φησιν· 3, 7 ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη. ἀντὶ τοῦ· γνωσθήτω, ὅτι φαύλη ἐστίν, καὶ διὰ τοῦτο μισείσθω ὡς φαύλη καὶ ὀδύνης αἰτία. 40 3, 7 καὶ μὴ ἔλθοι ἐπ' αὐτὴν εὐφροσύνη μηδὲ χαρμονή. ἀλλὰ μηδὲ ἔλθοι, φησίν, εἰς τὸν καιρὸν τῆς ἐμῆς γεννήσεως εὐφροσύνη τις ἢ χαρμοσύνη. πρὸς δὲ διάνοιαν· μηδείς, φησίν, ἐπιτερφθείη τῇ ἁμαρτίᾳ, μηδεὶς ὡς χαρᾶς αἰτίαν ταύτην ἐργάσαιτο. ὁ μὲν οὖν, ὡς ἔφην, κατὰ πράγματος ἀνυποστάτου ῥίπτειν δοκεῖ τῆς ἀθυμίας τοὺς λόγους, προφητικῶς δὲ τὴν πατροπαράδοτον ἁμαρτίαν καταρᾶται αἰτῶν αὐτὴν ἐξαφανισθῆναι. διὸ καὶ εἰς ἔργον ἐξέβη τὰ ῥήματα, τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας ταύτην ἐξαφανίσαντος. 3, 8 ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. σαφῶς ἐνταῦθα τὴν προφητείαν ἀπεκάλυψεν· οὐ γὰρ περὶ αἰσθητοῦ κήτους λέγει, ἀλλὰ περὶ τοῦ νοητοῦ δράκοντος, τοῦ διαβόλου, ὃν ἰσχυρὸν ὄντα καὶ μέγα κῆτος δήσας ὁ ἰσχυρότερος, ὡς ἐν εὐαγγελίοις ἠκούσαμεν, διήρπασεν αὐτοῦ τὰ σκεύη, τουτέστιν· τοὺς αἰχμαλωτισθέντας ἀνθρώπους ὑπ' αὐτοῦ. τίς οὖν ἕτερος τὴν ἁμαρτίαν κατηράσατο καὶ ἐξηφάνισεν ἐν ἑαυτῷ, τίς δὲ τὸ νοητὸν ἐχειρώσατο κῆτος, ἀλλ' ἢ ὁ δι' ἡμᾶς ἄνθρωπος γενέσθαι καταδεξάμενος τοῦ θεοῦ λόγος; ὃς ἐν τύπῳ τῆς ἁμαρτίας τὴν συκῆν κατηράσατο, ὡς ἐδιδάχθημεν ἐν εὐαγγελίοις. ὅτι γὰρ οὐ περὶ αἰσθητοῦ τινός φησι κήτους, ἠκούσαμεν ἐν ταῖς Καθολικαῖς· πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ. εἰ δὲ ἄνθρωπος καὶ τὰ θηρία καὶ τὰ ἐνάλια κήτη καὶ ἐχειρώσατο καὶ χειροῦται, πῶς περὶ θεοῦ ἔλεγεν ἡ γραφὴ ὡς μήπω μὲν 41 χειρωσαμένου τὸ ἐνάλιον κῆτος, μέλλοντος δὲ αὐτοῦ κρατήσειν ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι; τί δὲ καὶ μέγα θεῷ τὸ κήτους ἐναλίου κρατῆσαι; εὔδηλον οὖν, ὡς περὶ τῆς ἁμαρτίας καὶ τοῦ διαβόλου ταῦτα τῷ δικαίῳ λέλεκται. 3, 9 σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης, καὶ μὴ ὑπομείναι καὶ εἰς φωτισμὸν μὴ ἔλθοι καὶ μὴ ἴδοι ἑωσφόρον
Unit 4 rem early§u04-rem-early
u04-rem-earlyRem early: Unit 4; lemma and argument toward the thesis.
Greek · §u04-rem-early
ἀνατέλλοντα. πρὸς μὲν ῥητόν· μὴ δώσῃ, φησίν, τὸ οἰκεῖον φέγγος, ἀντὶ τοῦ· μὴ λάμψωσι τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης. ἄστρα δὲ κυρίως τὰ ἐκ πολλῶν ἀστέρων συγκείμενα ὥσπερ ἡ Πλειὰς καὶ ἡ Ἄρκτος· ἀστὴρ δὲ ὁ καθεῖς. ἀλλὰ μηδὲ ὑπομείναι, φησίν, ἀντὶ τοῦ· μὴ ἐμμείνοι φαίνοντα μηδὲ τὸν οἰκεῖον ἐκτελοῦντα δρόμον, ἀλλὰ μηδὲ διαδέξηται τὴν νύκτα ἐκείνην φῶς. ἑωσφόρον γὰρ ἀνατέλλοντα ἢ τὸν ἐωθινὸν ἀστέρα φησὶν ἢ τὸν ἥλιον ὡς τὴν ἕω φέροντα. πρὸς δὲ διάνοιαν· τῆς ἁμαρτίας, φησίν, ἣν δὴ νύκτα καλεῖ, αἱ δοκοῦσαι τερπνότητες καὶ τὰ κάλλη ἐξαφανισθείησαν, καὶ μὴ νικήσοι τὰ πονηρὰ τὴν ἀρετήν ποτε. τοῦτο γὰρ λέγει τὸ εἰς φωτισμὸν μὴ ἔλθοι ἀντὶ τοῦ· γνωσθείησαν αἱ τῆς ἁμαρτίας τερπνότητες, ὅτι σκότος εἰσί, καὶ μὴ ἰσχυσάτωσαν ἀπατῆσαι μηδὲ πλάσασθαι, ὅτι ἔχουσί τι ἀγαθόν. τὸ δὲ καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα οὐκ εὐκτικῶς φησιν, ἀλλ' αὐτὸ τὸ ὂν ἀπαγγέλλει· οὐ γὰρ δύναται ἡ ἁμαρτία ὑπομεῖναι τὸν ἑωσφόρον ἐν ταῖς ψυχαῖς ἡμῶν ἀνατέλλοντα. ἑωσφόρος δέ ἐστιν ὁ περὶ τοῦ κυρίου λόγος ὁ τὴν ἡμετέραν καταυγάζων ψυχήν, ὡς ὁ ἔγκριτος τῶν ἀποστόλων Πέτρος δευτέραν ἐπιστολὴν ἀποχαράττων ἐδίδαξεν καὶ ἔχομεν, λέγων, 42 βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν. φησὶν οὖν, ὅτι οὐ δύναται ἡ ἁμαρτία μένειν ἐν ταῖς ψυχαῖς, ἐπὰν ἀξιωθῶσι καταυγασθῆναι ὑπὸ τοῦ ἑωσφόρου, τουτέστι τοῦ θείου λόγου. τοῦ γὰρ φωτὸς ἐπιλάμποντος τὸ σκότος ὑπαναχωρεῖ. 3, 10 ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου. κατὰ μὲν τὸ ῥητόν· ὅτι, φησίν, οὐκ ἐκώλυσέ με γεννηθῆναι, καίτοιγε οὐκ ἐν τῇ νυκτὶ ἐτύγχανε τὸ κωλῦσαι αὐτὸν ἐκ μήτρας προελθεῖν, ἀλλ' ὃ διὰ πάντων λέγει, τοιοῦτον ἔχει νοῦν, ὅτι ἄμεινον ἦν μὴ γεννηθῆναι. πρὸς δὲ διάνοιαν· ἐπαρῶμαι, φησίν, τὴν ἁμαρτίαν, ὅτι μὴ ἐκωλύθησάν μου αἱ τῆς προθέσεως ὁρμαί, ἀλλὰ καὶ ὠδίνησα τὴν ἁμαρτίαν καὶ ἀπεκύησα, τουτέστιν· ἔργῳ ἔπραξα τοῦ ἀπηγορευμένου ξύλου γευσάμενος. 3, 10 ἀπήλλαξε γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου. εἰ γὰρ μὴ ἐτέχθην, φησίν, οὐκ ἂν ταῖς παρούσαις περιέπιπτον συμφοραῖς. πρὸς δὲ διάνοιαν· εἰ μὴ γὰρ διὰ τὴν ἁμαρτίαν, φησίν, καὶ τὴν γενομένην παρατροπὴν οὐκ ἂν αἱ φθοραὶ καὶ αἱ νόσοι τοῖς ἀνθρώποις συνέβαινον. 3, 11 διὰ τί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα, ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόμην; οὕτω γὰρ ἄμεινον ἦν ἢ μηδὲ τεχθῆναι, ἢ τεχθέντα παραχρῆμα ἀπο 43 θανεῖν. πρὸς δὲ διάνοιαν· καλὸν γάρ ἐστιν, ἢ μηδὲ ὅλως τινὰ φαῦλον ἐν ἡμῖν γεννηθῆναι λογισμόν, ἢ καί, εἰ γένοιτο, παραχρῆμα αὐτὸν ἐξαφανισθῆναι. 3, 12 ἵνα τί δὲ συνήντησάν μοι γόνατα; ἵνα τί δὲ μαστοὺς ἐθήλασα; οὕτως οὐκ ὤφειλον, φησίν, οὔτε εἰς γόνατα τεθῆναι τιτθῆς οὔτε γάλακτος μεταλαβεῖν, ἵνα καὶ ζωοποιηθῶ. κατὰ δὲ τὴν θεωρίαν· ἵνα τί γάρ, φησίν, οὐκ ὤκλασα ἢ ὑπεσκελίσθην πορευόμενος τοῦ ἀπηγορευμένου ξύλου γεύσασθαι· ἵνα τί δὲ καὶ ἐπίδοσίν τινα ἐποίησα ἐπὶ τὰ φαῦλα; τοῦτο γὰρ λέγει μαστοὺς ἐθήλασα, τουτέστι τοὺς τρόπους τῆς κακίας ηὔξησα. 3, 13 νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην, εἰ μὴ γὰρ ἐτέχθην, φησίν, ἢ τεχθεὶς παραχρῆμα ἐτελεύτησα, οὐκ ἂν εἰς πεῖραν ἠρχόμην τῶν δεινῶν. 3, 1415 μετὰ βασιλέων βουλευτῶν γῆς, οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσιν, ἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου. ἐκ τούτων παιδευόμεθα μὴ μέγα φρονεῖν ἐπὶ δυναστείᾳ ἢ πλούτῳ ἢ φρονήσει, ὅπουγε καὶ βασιλεῖς καὶ οἱ ἐπὶ γῆς βουλευταί, ἀντὶ τοῦ· οἱ ἐπὶ σοφίᾳ καὶ βουλῇ μέγα φρονοῦντες, καὶ οἱ γαυριῶντες ἐπὶ ξίφεσιν, τουτέστιν· ταῖς ἀρχαῖς, ταῖς δυναστείαις, τοῖς κατὰ πολεμίων τροπαίοις, πρὸς δὲ δὴ τούτοις καὶ οἱ πολύχρυσοι τὸν κοινὸν ἅπασιν ὑφίστανται θάνατον. οὐδὲν οὖν ἔπασχον δεινὸν σύνδρο 44 μον ὑπομένων τῇ γεννήσει τὸν θάνατον καὶ μηδενὸς τῶν ἐν βίῳ δοκούντων καλῶν ἐν μεθέξει γινόμενος, ὅπουγε καὶ οἱ ἐπὶ τούτοις μέγα φρονήσαντες ἴσα τοῖς λοιποῖς ἀνθρώποις τεθνήκασιν. 3, 16 ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς ἢ ὥσπερ νήπιοι, οἳ οὐκ εἶδον φῶς. ἔκτρωμά ἐστι τὸ μήπω διαμορφωθὲν τελείως ἐν τῇ γαστρί, νήπιον δὲ λέγει τὸν μήπω δεξάμενον αἴσθησιν τῶν τοῦ βίου καλῶν ἢ φαύλων. τὸν δὲ περὶ τούτων λόγον, διὰ τί οἱ μὲν οὐδὲ τελεσφοροῦνται, οἱ δὲ καὶ τελεσφορηθέντες νεκροὶ γεννῶνται, οἱ δὲ ὁμοῦ τῇ γεννήσει τὸν θάνατον ὑπομένουσι, τοῖς ἀνεφίκτοις τοῦ θεοῦ κρίμασι καταλειπτέον. 3, 17 ἐκεῖ ἀσεβεῖς ἔπαυσαν θυμὸν ὀργῆς, ἐκεῖ
Unit 4 rem mid§u04-rem-mid
u04-rem-midRem mid: Unit 4; lemma continues; reading with the letter.
Greek · §u04-rem-mid
ἀνεπαύσαντο κατάκοποι τῷ σώματι. κάλλιστον ἡμᾶς διδάσκει μάθημα, ὅτι εἰ καὶ δι' ἁμαρτίαν ὁ θάνατος, ἀλλ' οὖν χρησίμως καὶ φιλανθρώπως ὁ θεὸς τοῖς ἀνθρώποις καὶ τοῦτον ᾠκονομήσατο. καὶ γὰρ οἱ ἀσεβεῖς, φησίν, οἱ διὰ πλοῦτον καὶ ὑπεροψίαν βίου κατὰ θεοῦ θρασυνόμενοι, παύονται καὶ ἀνακόπτονται τοῦ κακοῦ μηκέτι θυμούμενοι ἢ ὀργιζόμενοι, καὶ οἱ ἐν ὀδύναις σωματικαῖς ὄντες τῶν πόνων λήγουσιν. οὐδὲν οὖν, φησίν, αἰτῶ συμβῆναί μοι φαῦλον, ἀλλὰ τὸ παρὰ θεοῦ τοῖς ἀνθρώποις χρησίμως οἰκονομηθέν, τὸν θάνατον. ἐπεὶ δὲ ἕτερα βιβλία ἔχουσιν· _ἐ_κ_ε_ῖ_ _ἀ_σ_ε_β_ε_ῖ_ς_ _ἐ_ξ_έ_κ_α_υ_σ_α_ν_ _θ_υ_μ_ὸ_ν_ ὀργῆς, οὕτω νοήσεις· οἱ μὴ ἐνταῦθα, φησίν, παιδευθέντες, 45 ἀλλ' ἐμμείναντες τῇ ἀσεβείᾳ τὴν ἐκ τῆς θείας ὀργῆς κόλασιν ἑαυτοῖς ἐπισπῶνται. 3, 18 ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι εὐθήνησαν· οὐκ ἤκουσαν φωνὴν φορολόγου. ἀλλὰ καὶ οἱ ἐξ αἰῶνος, φησίν, τελευτήσαντες ἐκεῖ τυγχάνουσι τῶν πρακτόρων καὶ ἀπαιτητῶν τῆς ἐπαχθείας ἀπαλλαγέντες, ἵνα εἴπῃ ὅτι· τῶν τοῦ βίου συμφορῶν ἐκτὸς γενόμενοι. πρὸς δὲ διάνοιαν φορολόγον φησὶ τὸν διάβολον, ὃς οὐ μόνον ὡς φορολόγος, ἀλλὰ καὶ ὡς δεσπότης τοὺς ὑπ' αὐτῷ προαιρετικῶς γεγονότας ὥσπερ τινὰ δασμὸν ἀπαιτεῖ τὸ πράττειν τὰ αὐτῷ καταθύμια. καὶ τούτου τοιγαροῦν τοῦ πικροῦ φορολόγου οἱ τὸν βίον ἐξελθόντες ἀπαλλάττονται οὐκέτι τὰ φαῦλα πράττειν δυνάμενοι. 3, 19 μικρὸς καὶ μέγας ἐκεῖ ἐστι καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ. πάντες οὖν ἐκεῖ τυγχάνουσι, καὶ ἄλλο τοῦ θανάτου χρήσιμον τὸ μὴ εἶναι ἐκεῖ δοῦλον καὶ δεσπότην. καὶ γὰρ οἱ πάλαι, φησίν, δεδοικότες τοὺς ἑαυτῶν δεσπότας ἐκεῖ οὐ φοβοῦνται. ἄλλα δὲ βιβλία ἔχουσιν· οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ. εἰ μὲν οὖν οὐ δεδοικώς, πρόδηλος ἡ νόησις· εἰ δὲ δεδοικώς, ἀντὶ τοῦ· πάλαι μὲν δεδοικώς, ἐν ᾅδου δὲ οὐκέτι. ταῦτα περὶ τοῦ θανάτου διὰ πολλῶν ἐφιλοσόφησεν ὁ σηπόμενος καὶ σκώληκας βρύων καὶ τῷ ἰχῶρι περιρρεόμενος, καὶ ὥσπερ τῶν ἀλγηδόνων ἐπιλαθόμενος καθαρῷ διανοίας ὄμματι τὰ κάλλιστα ἡμῖν τῶν μαθημάτων παραδέδωκεν, ἡμεῖς δὲ τούτων εἰς ἔννοιαν οὐκ ἐρχόμεθα. εἰ 46 γὰρ τοῦ θανάτου τὴν μνήμην εἴχομεν, βελτίους ἂν ἐγινόμεθα καὶ πλούτου καὶ δυναστείας καὶ τῶν ἐν τῷ βίῳ δοκούντων τερπνῶν ῥᾳδίως ἂν περιεφρονοῦμεν. 3, ἵνα τί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; πολλαχοῦ ἡ γραφὴ τὸ ἵνα τί ἐπὶ παρακλήσεως τίθησιν, οὐκ ἐπὶ ἀποδυσπετήσεως, ὡς ἐπὶ τοῦ ἵνα τί, κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψει; οὐ γὰρ μέμφεται, ἀλλ' ἱκετεύει μὴ ἐγκαταλειφθῆναι ἐν ταῖς θλίψεσιν. καὶ πάλιν· ἵνα τί, ὁ θεός, ἀπώσω εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου. πάλιν γὰρ οὐκ αἰτιᾶται, ἀλλὰ μὴ εἰς τέλος ἀπωσθῆναι παρακαλεῖ. κἀνταῦθα τοίνυν ὁ μακάριος οὗτος ἀνὴρ ἱκετεύει λέγων· ἐπειδὴ φωτὸς καὶ ζωῆς εἶ χορηγός, κύριε, περίελε τὰς ὀδύνας, περίελε τῆς ψυχῆς τὴν πικρίαν. καὶ γὰρ αἱρετώτερος τοῦ ὀδυνηροῦ βίου ὁ θάνατος. διὸ καὶ ἐπιφέρει· 3, 2122 οἳ ὁμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυρούς, περιχαρεῖς δὲ ἐγένοντο, ἐὰν κατατύχωσιν. ὥσπερ, φησίν, οἱ χρυσὸν μεταλλεύοντες καὶ θησαυρὸν ζητοῦντες, ἐὰν εὕρωσιν, χαίρουσιν, οὕτω καὶ οἱ ἐν πικραῖς ὀδύναις, ἐὰν συναίσθωνται πλησίον ὄντα τὸν θάνατον, λύσιν αὐτὸν τῶν κακῶν ἐλπίζοντες εἶναι χαίρουσιν. 47 3, 23 θάνατος ἀνδρὶ ἀνάπαυσις, συνέκλεισεν γὰρ ὁ θεὸς κατ' αὐτοῦ. καθ' ἑκάτερά φησίν· θάνατος ἀνδρὶ ἀνάπαυσις. πέρας γάρ ἐστι τοῦ ἐνταῦθα βίου καὶ συγκλείει τὰς ἐνταῦθα τῶν ἀνθρώπων πράξεις, ὥστε μὴ δύνασθαι ἡμᾶς ἔτι φαῦλόν τι πράττειν. ἀλλὰ καὶ τὰ κατὰ τοὺς πόνους τῆς ἀρετῆς πέρας ἔχει· ἐκεῖ γὰρ οὐκέτι οἱ ἀγῶνες, ἀλλ' οἱ στέφανοι, οὐκέτι οἱ ἱδρῶτες, ἀλλ' ἡ ἀνάπαυσις. τὸ οὖν συνέκλεισεν ὁ θεὸς κατ' αὐτοῦ ἀντὶ τοῦ· καὶ τῶν πόνων τῶν περὶ τὴν ἀρετὴν πέρας ἔχει ὁ θάνατος καὶ τῆς κακίας ἐποχήν. ἕτερα δὲ βιβλία ἔχουσι καὶ τοῦτον τὸν στίχον μετὰ τὸ θάνατος ἀνδρὶ ἀνάπαυσις· _ο_ὗ_ _ἡ_ _ὁ_δ_ὸ_ς_ _ἀ_π_ε_κ_ρ_ύ_β_η_ _ἀ_π_'_ _α_ὐ_τ_ο_ῦ_. ὁ δὲ νοῦς οὗτος· τοῦ θανάτου ἡ ὁδὸς ἀπεκρύβη ἀπὸ τοῦ ἀνθρώπου· οὐ γὰρ οἶδεν ὁ ἄνθρωπος, πότε ὁ θάνατος ἐφίσταται διὰ τὸ αἰφνίδιον. 3, 24 πρὸ γὰρ τῶν σιτίων μου στεναγμός μοι ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ. αἰτίαν ἀποδίδωσι τοῦ ποθεῖν τὸν θάνατον· οὔτε γὰρ ἀστενακτί, φησίν, τροφῆς μεταλαμβάνω, ἀλλὰ καὶ πυκνὰ δακρύω δεδοικώς, μή τι ἄρα ἐγκατάλειψιν τελείαν ὑπὸ θεοῦ ὑπέμεινα. αἱρετώτερος δὲ τοῖς δικαίοις, ὡς φθάσαντες ἔφημεν, μυριάκις ὁ
Unit 4 rem close§u04-rem-close
u04-rem-closeRem CLOSEOUT: Unit 4 CLOSEOUT.
Greek · §u04-rem-close
σωματικὸς θάνατος ἢ τὸ ὑποπτεύειν ἐγκατάλειψιν ὑπομεμενηκέναι παρὰ θεοῦ. καὶ ἄμεινον κρίνει ὁ λογικὸς ἄνθρωπος τὸ μηδὲ ὅλως γενέσθαι ἢ ἐν ἐγκαταλείψει γενέσθαι θεοῦ. 48 3, 25 φόβος γάρ, ὃν ἐφρόντισα, ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέ μοι. φησί που ψάλλων ὁ μεγαλογράφος· ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. εἶτα ἐπιφέρει· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος. ὁ δὲ μέγας Ἰὼβ ἐξ ὑπερβαλλούσης φιλοσοφίας ἐν πλούτῳ καὶ εὐθηνίᾳ οὐκ εἶπεν· οὐ μὴ σαλευθῶ, ἀλλὰ καὶ σφόδρα ἐδεδοίκει καὶ περιδεὴς ἦν, μή τι προσκρούσῃ θεῷ, μὴ ἐκτὸς τῆς θείας σκοπῆς γένηται. διὰ τοῦτο νῦν ἀγωνιᾷ καὶ τὸν θάνατον ποθεῖ ὑπονοῶν, ὅτι τοῦτο πέπονθεν, ὅπερ ἐφοβεῖτο, καὶ ὁ ὑπ' αὐτοῦ ποθούμενος θεὸς ἀπεστράφη τὰ κατ' αὐτόν. 3, 26 οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην, ἦλθε δέ μοι ὀργή. οὐδέποτε, φησίν, ἀπεμερίμνησα, οὐ μετὰ τῆς ἁμαρτίας εἰρήνευσα, οὐκ ἐφησύχασα τοῦ ἀγαθοποιεῖν, τὴν ὀργὴν καὶ ἀποστροφὴν τοῦ θεοῦ δεδοικὼς τὴν νῦν ἐπελθοῦσάν μοι. 49 ΚΕΦΑΛΑΙΟΝ ΤΕΤΑΡΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· Ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει·μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; Προθεωρία τοῦ κεφαλαίου καὶ ταῦτα μὲν ὁ ἐν ταῖς βασάνοις κείμενος, ταῦτα ὁ ἐκ πλουσίων πένης, ὁ ἐκ πολυπαίδων ἄπαις, ὁ πᾶσιν ἐλεεινὸς καὶ ἀπερριμμένος ἐφιλοσόφησεν. καὶ δέδειχε μέν, ὡς ἐπαισθάνεται τῶν ἀλγηδόνων· ἔξω δὲ γίνεται τοῦ σώματος ἐν αὐταῖς μέσαις ταῖς βασάνοις καὶ προφητεύει κατὰ θείαν χάριν καὶ τὸ περὶ ἀθανασίας ψυχῆς κάλλιστον εἰσηγεῖται μάθημα, δι' ὧν διδάσκει μὴ συναπόλλυσθαι τοῖς σώμασι τὰς ψυχάς, ἀλλ' ἐν ᾅδου τυγχάνειν. καὶ παιδεύει τοὺς πλουσίους καὶ παραμυθεῖται τοὺς ἐν ἀνάγκαις πέρας ἁπάντων εἶναι λέγων καὶ τῶν ἐν βίῳ φοβερῶν καὶ τῶν δοκούντων ἡδέων· καὶ ὅτι χρησίμως καὶ σφόδρα φιλανθρώπως ὑπὸ θεοῦ τοῖς ἀνθρώποις τὸ τοῦ θανάτου μυστήριον ᾠκονομήθη διὰ τὸ καὶ κακίαν ἐπέχειν καὶ πόνων φέρειν ἀνάπαυλαν· καὶ ὡς οὐ δεῖ καταφρονεῖν ἐν ταῖς εὐθηνίαις, ἀλλ' ἐννοεῖν τοῦ βίου τὸ εὐμετάπτωτον καὶ δεδοικέναι· καὶ ὅτι τὸ ἀποθανεῖν ἄμεινον ἢ ἐν προσκρούσει γενέσθαι θεοῦ. ταῦτα οὐ νενοηκότες οἱ περὶ τὸν Ἐλιφάζ, ὑποπτεύσαντες δὲ 50 βλασφημίαν εἶναι κατὰ θεοῦ τὸ ποθεῖν τὸν δίκαιον ἀπαλλαγῆναι τοῦ βίου, ἀλόγῳ κινοῦνται ζήλῳ· καὶ ἐκταραχθέντος αὐτοῖς τοῦ θυμικοῦ οὐκ εὐλόγῳ θυμῷ χρώμενοι κατὰ τοῦ δικαίου πλανῶνται περὶ τοὺς τῆς προνοίας λόγους· καὶ νομίζοντες, ὅτι δι' ἁμαρτίας μόνον πάσχουσιν οἱ ἄνθρωποι, τὴν ὑπὲρ τοῦ θεοῦ δῆθεν συνηγορίαν ἀναλαβόντες, ὅτι δικαίως καὶ ὡς ἁμαρτωλὸν τιμωρεῖται τὸν Ἰώβ, προσθήκη τῶν ἀλγηδόνων οἱ ἐπὶ παραμυθίαν ἥκοντες αὐτῷ γεγόνασιν. ποιοῦσι δὲ τοῦτο οὐ κακονοίᾳ τινί, ἀλλ' οἰόμενοι τὸν ἑαυτῶν φίλον ἐπιστρέφειν καὶ καλλίονα ποιεῖν καὶ διὰ τοῦ ἐκφοβεῖν ἐπὶ μετάνοιαν προτρέπειν. διὸ καὶ ὑπὸ τοῦ κυρίου ἀγανακτοῦνται μὲν ὡς οὐ δίκαια λαλήσαντες, συγχωροῦνται δὲ ὡς οὐ κακονοίᾳ τινί, εὐνοίᾳ δὲ μᾶλλον τῇ περὶ τὸν δίκαιον καὶ τῇ πρὸς θεὸν εὐλαβείᾳ τὰ τοιαῦτα φθεγξάμενοι. ἔστιν οὖν οὐδὲ ἡ τῶν φίλων ἀντιλογία ἀνωφελὴς ἡμῖν, εἰ καὶ μὴ κατὰ τὸ δέον μηδὲ ἐν καιρῷ μηδὲ ἐπὶ προσώπου ταῦτα {μὴ} ὀφείλοντος ἀκούειν γέγονεν. πρῶτα μὲν γὰρ διδασκόμεθα μὴ ὡς ἔτυχε τὰς παραινέσεις ποιεῖσθαι, ἀλλὰ μετὰ πολλῆς εὐλαβείας καὶ δεήσεως τῆς πρὸς τὸν θεόν, ὅπως ἀπλανεῖς ἡμῶν καὶ ἀδιαστρόφους φυλάξῃ τοὺς λογισμούς, καὶ ὅτι οὐδεμία ὠφέλεια, μᾶλλον δὲ καὶ βλάβη τῷ μὴ κατὰ τὸ δέον κρίνοντι, κἂν ὑπὲρ θεοῦ δοκῇ ποιεῖσθαι τοὺς λόγους. χρὴ τοιγαροῦν, ὡς ἔφην, μετὰ φόβου θεοῦ ποιεῖσθαι τοὺς λόγους· πέφυκε γὰρ ὁ πονηρὸς ἐφεδρεύειν ἡμῶν ταῖς διαλέξεσι καὶ τὸ θυμικὸν τῆς ψυχῆς ἐκταράττειν μέρος, ὡς ἂν σκοτωθέντες τὸν νοῦν καὶ τῆς εὐθείας παρατραπέντες οἱ ἐπὶ ὠφελείᾳ πολλάκις συναχθέντες βλάβης αἴτιοι ἑαυτοῖς γενώμεθα. πιθανῷ δὲ προοιμίῳ χρησάμενος ὁ Ἐλιφὰζ ἐν μέσοις πλανᾶται 51 τοῖς λόγοις καὶ πειρᾶται δεικνύναι, ὡς δι' ἁμαρτίας πάσχει ὁ Ἰώβ, καὶ ἐπιστρέφειν τὸν ἐπεστραμμένον καὶ πρὸς θεοσέβειαν ἕλκειν τὸν ἄμεμπτον καὶ θεοσεβῆ καὶ παρ' αὐτὰς μέσας τὰς ἀλγηδόνας τοιαῦτα φιλοσοφήσαντα. Αἱ λέξεισ 4, 1 Ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει· τουτέστιν· τοὺς τοῦ Ἰὼβ λόγους διαδεξάμενος. 4, 2 μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; οἶσθα, φησίν, ὦ Ἰώβ, ὅτι οὐδέποτέ σοι λελαλήκαμεν λυπηρὰ ὥστε σε κοπῶσαι, οὐδέποτέ σου
Commentarii in Job Unit 5 opening§u05-open
u05-openUnit 5.
Lemma-led open — κατεφρονήσαμεν· νῦν δέ, ἐπειδὴ μὴ δυνάμεθά σου φέρειν τὴν τραχύτητα τῶν ῥημάτων, εἰς ἀντιλ
Greek · §u05-open
κατεφρονήσαμεν· νῦν δέ, ἐπειδὴ μὴ δυνάμεθά σου φέρειν τὴν τραχύτητα τῶν ῥημάτων, εἰς ἀντιλογίαν ἤλθομεν. 4, 35 εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας, ἀσθενοῦντας τε ἐξανέστησας ῥήμασι, γόνασί τε ἀδυνατοῦσι θάρσος περιέθηκας. νυνὶ δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, σὺ δὲ ἐσπούδασας. ἀναμνήσθητι τοιγαροῦν, ὡς πολλοὺς ὑπὸ συμφορῶν ἐκλελυμένους ὡς φίλος τοῖς παρακλητικοῖς σου λόγοις ἐπέρρωσας καὶ καταπεσόντας ὑπὸ τῆς ἀθυμίας θαρρεῖν παρεσκεύασας ἀγαθὰς ἐλπίδας αὐτοῖς ὑποθέμενος. τί οὖν πέπονθας; πῶς τὸν ἐπελθόντα σοι πόνον φέρειν οὐ δύνῃ, ἀλλὰ θορυβῇ καὶ σπουδάζεις ἀποθέσθαι τὸ βάρος; καίτοιγε ἐ 52 χρῆν σε τῶν οἰκείων ὑπομιμνησκόμενον λόγων μὴ ἐν ταῖς ἑτέρων μόνον, ἀλλὰ κἀν ταῖς σαυτοῦ συμφοραῖς φιλοσοφεῖν. ἐπιτήρει δέ, ὡς πρὸς ταῖς ἄλλαις ἀρεταῖς μαρτυρεῖ τῷ Ἰὼβ ὁ Ἐλιφάζ, ὅτι καὶ διδασκαλικὸν εἶχε χάρισμα καὶ τὸν παρακλητικὸν μετὰ χάριτος θείας προέφερε λόγον, ὥστε καὶ εὐθυμεῖν τοὺς ἐν ταῖς συμφοραῖς παρασκευάζειν διὰ τῆς παραινέσεως. ταῦτα μὲν οὖν οὔπω τραχέα τοῦ Ἐλιφὰζ τὰ ῥήματα, τὰ δὲ ἐφεξῆς οὐκέτι πρὸς τὴν τοῦ παραμυθουμένου προσώπου ποιότητα φθέγγεται. 4, 6 πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου. δέδεικται γάρ, φησίν, ἐπὶ τῶν πραγμάτων, ὅτι μάτην ἔλεγες τὸν θεὸν φοβεῖσθαι. ὁ γὰρ περὶ θεὸν φόβος περιεκτικός ἐστι τῶν ἀρετῶν. σὺ δὲ οὐ καθαρὸν τοῦτον ἐκέκτησο, ἀλλ' ἐν κακίᾳ ὢν ἔλεγες φοβεῖσθαι θεὸν καὶ ἐλπίζειν ἐπ' αὐτόν, ὅπερ ἐστὶν ἀφροσύνης. 4, 79 μνήσθητι οὖν τίς καθαρὸς ὢν ἀπώλετο ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο. καθ' ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα, οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς. ἀπὸ προστάγματος κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται. ὅτι μὲν ὃ σπείρει τις τοῦτο καὶ θερίζει, κατὰ τὸν ἱερὸν ἀπόστολον πρόδηλον, καὶ καλῶς τοῦτο εἶπεν ὁ Ἐλιφάζ. ἐπειδὴ δὲ δεῖ ἀροτριᾶν, εἶτα σπείρειν, εἶτα θερίζειν, ἀκολούθως ἐχρήσατο τῇ 53 τροπῇ τοῦ λόγου. ἐκεῖνο δὲ οὐκ ἐνόησεν, ὅτι οὐ πάντως ἐνταῦθα αἱ ἀνταποδόσεις· πολλοὶ γὰρ τῶν φαῦλα πραξάντων ἀνελέγκτως ἀπῆλθον μὴ κολασθέντες ἐν τῷδε τῷ βίῳ, ἀλλὰ τηρούμενοι τῷ μέλλοντι δικαίῳ κριτηρίῳ. οὐ καλῶς οὖν ἀπεφήνατο, ὅτι πάντως οἱ ἄδικοι ἐνταῦθα κολάζονται, ἢ ὅτι πάντως οἱ ἀληθινοὶ καὶ δίκαιοι οὐ περιπίπτουσιν ἐνταῦθα συμφοραῖς. οὗτοι γὰρ μάλιστα ὡς ἐπίπαν πάσχουσιν, ἵνα καὶ δοκιμασθῶσιν. τὸ δὲ ὁλόρριζοι ἀντὶ τοῦ· αὐτοῖς τέκνοις καὶ περιουσίᾳ, ὅπερ πέπονθεν ὁ Ἰώβ. πλανηθεὶς οὖν ὁ Ἐλιφὰζ ἀντιφθέγγεται τῇ γραφῇ. τῆς γὰρ γραφῆς εἰπούσης περὶ τοῦ Ἰώβ· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινὸς αὐτός φησιν ὅτι· οὐκ εἶ ἀληθινός, ἢ γὰρ ἂν οὐδὲ ἐκ ῥιζῶν ἀπώλου. τὸ δὲ ἀπὸ πνεύματος ὀργῆς αὐτοῦ ἀντὶ τοῦ· διὰ τῆς ἀπειλῆς τοῦ θεοῦ. 4, 1012 σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυρίαμα δὲ δρακόντων ἐσβέσθη· μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν, σκυμνοὶ δὲ λεόντων ἔλιπον ἀλλήλους. εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, οὐδὲν ἂν τούτων ἀπήντησέ σοι. τὸν μυρμηκολέοντα οἱ μὲν οὐδὲ ὅλως εἶναί φασι ζῷον καθ' ἱστορίαν, ἀλλὰ κατὰ σύνθεσιν οὕτως εἰρῆσθαι. οἱ δὲ λέγουσιν, ὅτι καὶ ζῷόν ἐστι καὶ δίχα τροφῆς δύναται διαζῆν οὕτως αὐτὸ τοῦ θεοῦ κατασκευάσαντος. πρὸς μὲν οὖν τὴν ἱστορίαν πειρᾶται δεικνύναι ὁ 54 Ἐλιφάζ, ὅτι οὐκ ἔστιν ἀληθινὸς ὁ Ἰώβ, φυσικοῖς χρώμενος παραδείγμασιν. εἰπέ μοι, γάρ φησιν, ὦ Ἰώβ, μὴ οἱ λέοντες τὴν οἰκείαν ἀλκὴν ἀπώλεσαν; οὐ μέχρι νῦν ἰσχυρόν ἐστι τὸ ζῷον ὁ λέων; μὴ τῶν δρακόντων ἐσβέσθη τὸ γαυρίαμα; οὐ μέχρι νῦν σῴζουσι τὴν αὐθάδειαν καὶ τὸ ἀπτόητον; μὴ ὁ μυρμηκολέων ἀπώλετο, καὶ ταῦτα μὴ τρεφόμενος; μὴ οἱ τῶν λεόντων σκύμνοι ἀγεληδὸν ὥσπερ τὰ θρέμματα νέμονται; οὐ καθ' ἑαυτοὺς ζῶσι καὶ ἕκαστος ἐν ἰδιάζοντι τόπῳ, ὡς ἐξ ἀρχῆς ὑπὸ τῆς φύσεως
Unit 5 rem early§u05-rem-early
u05-rem-earlyRem early: Unit 5; lemma and argument toward the thesis.
Greek · §u05-rem-early
ἐτάχθησαν; ὥσπερ οὖν, φησίν, ταῦτα τηροῦσι τῆς φύσεως τοὺς ὅρους, οὕτω καὶ σὺ εἰ ἦς ἀληθινὸς ὄντως καὶ μὴ μέχρι λόγων μόνον εἶχες τὸ θεοσεβές, οὐδὲν ἂν τούτων συνήντησέ σοι. κατὰ δὲ τὴν θεωρίαν τὰς ὁρμὰς τῶν παθῶν τοῖς θηρίοις ἀπεικαστέον, τὸν δὲ μυρμηκολέοντα τῷ διαβόλῳ, μύρμηκα μὲν ὄντα τοῖς εὐσεβέσιν, λέοντα δὲ τοῖς ἀσεβέσιν. εἰ μὴ εὗρεν, οὖν φησιν, τροφὴν παρὰ σοὶ ὁ διάβολος, τουτέστιν εἰ μὴ ἦς ἄδικος, ἀπώλετο ἄν, ἀντὶ τοῦ· ἄπρακτος ἔμενε καὶ αἱ τῶν παθῶν προσβολαὶ ἀπεσβέννυντο καὶ διελύοντο. 55 ταῦτα δὲ οὐχ ὡς τοῦ Ἐλιφὰζ οὕτω νοήσαντος ἐθεωρήσαμεν, ἀλλ' ὡς δυναμένων τῶν ῥητῶν καὶ πρὸς ἀλληγορίαν τρέπεσθαι, ὅταν ἡ χρεία καλέσοι. οὐ γὰρ ἀποφαντέον, ὅτι ὁ Ἐλιφὰζ οὕτως ἐνόησεν, πλὴν οἱ παλαιότεροι ἐχρήσαντο τῇ θεωρίᾳ. 4, 1216 πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ' αὐτοῦ; φόβος δὲ καὶ ἠχὼ νυκτερινή, ἐπιπίπτων φόβος ἐπ' ἀνθρώπους, φρίκη δέ μοι συνήντησε καὶ τρόμος καὶ μεγάλως μου τὰ ὀστᾶ συνέσεισεν. καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν, ἔφριξαν δέ μου τρίχες καὶ σάρκες, ἀνέστην καὶ οὐκ ἐπέγνων, εἶδον καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλ' ἢ αὖραν καὶ φωνὴν ἤκουον. κατὰ πολλὰς ἐννοίας τὰ παρόντα δυνατὸν νοῆσαι· ἢ γὰρ εἰς φόβον ἐνάγων τὸν Ἰώβ φησιν ὅτι· δεῖ σε φοβεῖσθαι, ὦ Ἰώβ, καὶ μὴ καταφρονεῖν τοῦ θεοῦ, ἐπειδήπερ οὐ μόνον καθ' ἡμέραν κολάζει, ἀλλὰ καὶ διὰ νυκτερινῶν ὄψεων, ὡς καὶ ἑτέρων διηγουμένων τὰ περὶ αὐτοῦ θαυμάσια ἤκουσα καὶ αὐτὸς ἐπειράθην πολλάκις ἐν ὕπνῳ φοβηθεὶς ὡς φρίξαι μου τὰς τρίχας καὶ σύντρομον γενέσθαι καὶ σεισμὸν ὑπομεῖναι τῶν ὀστῶν τὴν ἁρμονίαν καὶ δοκεῖν τι πνεῦμα ἐπιέναι μοι καὶ μηδὲν μὲν μεμορφωμένον ὁρᾶν, φωνῶν δὲ μόνον ἀκούειν ἠρέμα ἐκπληκτικῶς μοι προσπιπτουσῶν καὶ τρόμον ἐμβαλλουσῶν. δεῖσον τοίνυν, φησίν, τὸν θεὸν τὸν καὶ δι' ἐνυπνίων κολάζοντα. καὶ ἄλλως· φοβεῖσθαι σε προσήκει, φησίν, τὸν θεόν, ὦ Ἰώβ, οὗ καὶ ἡ ἔννοια φοβερά· καὶ γὰρ καὶ παλαιοτέρων ἤκουσα τὰ περὶ αὐτοῦ 56 ἐξαίσια διηγουμένων. καὶ ἔγωγε ὅταν εἰς νοῦν λάβω τὴν περὶ τῆς φύσεως αὐτοῦ μεγαλειότητα, καὶ μάλιστα, πῶς ἦν ἐν τῇ οἰκείᾳ μακαριότητι πρὸ τοῦ τὸν κόσμον ποιῆσαι, πῶς δὲ καὶ νῦν ἐστι πανταχοῦ ὢν καὶ ἔξω τοῦ παντὸς τυγχάνων ἐν τῇ ἑαυτοῦ περιωπῇ καὶ μακαριότητι, ταὐτὸν ὑπομένω τοῖς ἀωρὶ τῶν νυκτῶν βαθείας σιγῆς κατεχούσης τὰ πάντα ἐν πολλῇ τῇ ἡσυχίᾳ ὑπὸ τοῦ ἤχου τοῦ νυκτερινοῦ καταπτοουμένοις, ὥστε καὶ φρίκην μοι συμβαίνειν καὶ τρόμον ἐν ταῖς τοιαύταις ἐννοίαις· καὶ γίνομαι μὲν ἐν διανοίᾳ ἀφανοῦς τινος καὶ ἀκαταλήπτου πνεύματος· εἰ δὲ καὶ διανασταίην ἐπὶ πλεῖον τοῖς λογισμοῖς, οὐδὲν ἐπιγινώσκω οὐδὲ καταλαμβάνω. τὸ γὰρ ἀνείδεον τοῦ θεοῦ καὶ ἀκατάληπτον διαφεύγει τὴν ὀπτικὴν τῆς ψυχῆς δύναμιν, καὶ ὅσον ἄν τις ἀνέλθοι τοῖς λογισμοῖς, τοσοῦτον αὐτὸν τοῦ ζητουμένου ἡ εὕρεσις ἀπολιμπάνει. καὶ τὴν μὲν γὰρ φύσιν ἐστὶν ἀκατάληπτος, συναισθάνεται δὲ οὖν ὅμως ἡ διάνοια ὡσανεὶ αὔρας λεπτῆς καὶ φωνῆς ἠρεμαίας ἀναψυχούσης τὸν νοῦν, καὶ τῆς μὲν τοῦ θεοῦ ἐνεργείας ποιούσης συναισθάνεσθαι, τὴν μέντοι θείαν φύσιν οὐκ ἐπιδεικνύσης. παντελῶς γάρ ἐστιν ἀνέφικτος καὶ φρίκης γέμουσα καὶ σκοτοδινιᾶν τοὺς λογισμοὺς παρασκευάζουσα ἡ τοιαύτη θεωρία. ἄλλως· μὴ φαυλίσῃς μου, φησίν, τοὺς λόγους καὶ τὴν παραίνεσιν, ὦ Ἰώβ. καὶ γὰρ καὶ θείας ἀποκαλύψεως ἠξιώθην καὶ δι' ὀνείρων ὀπτασίαν ἐθεώρησα καὶ ἁγίου πνεύματος ἔλλαμψιν ἐδεξάμην· καὶ οἶδα μέν, ὅτι ἀνείδεός ἐστιν ὁ θεὸς ἁπλοῦς τε καὶ ἀκατάληπτος τὴν φύσιν, πλὴν ὡς ἐν αὔρᾳ τινὶ λεπτῇ συναίσθησίς μοι θεία γέγο 57 νεν. ταῦτα δὲ ἴσως φησὶν εὐπρόσδεκτον ἑαυτοῦ τὸν λόγον κατασκευάζων, ἵνα ἐν οἷς μέλλει λέγειν πίστεως ἄξιος εἶναι δόξῃ. κατὰ πάσας δὲ τὰς ἐννοίας φοβεῖν πειρᾶται τὸν Ἰὼβ καὶ εἰς μετάνοιαν ἐπιστρέφειν. 4, 17 τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον τοῦ κυρίου ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ; καὶ μὴ νόμιζε, φησίν, ὅτι ὀνειδιστικῶς σοι ταῦτα λέγω· καθόλου γὰρ οὐδεὶς ἄνθρωπός ἐστιν ἄμεμπτος, ἀλλὰ κἂν ἀνθρώπους λάθῃ, τὸν παντεπόπτην ὀφθαλμὸν τοῦ θεοῦ τὸν ἀκριβῶς πάντα ἐπιστάμενον οὐ διαλανθάνει. τοῦτο γὰρ σημαίνει τὸ ἐναντίον τοῦ κυρίου. 4, 18 εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκόλιόν τι ἐπενόησεν. οἱ γὰρ ἄγγελοι, φησίν, οἱ γνήσιοι αὐτοῦ θεράποντες, ὅσον πρὸς τὴν τοῦ θεοῦ ἀκρίβειαν οὐκ εἰσὶν ἄμεμπτοι. τὸ γὰρ οὐ πιστεύει ἀντὶ τοῦ· εἰ πρὸς τὴν ἑαυτοῦ ἀκρίβειαν ἐξετάσοι, εὑρήσει μὴ ἐν πᾶσι πιστούς. τὸ δὲ σκόλιόν τι ἐπενόησεν ἀντὶ τοῦ·
Unit 5 rem mid§u05-rem-mid
u05-rem-midRem mid: Unit 5; lemma continues; reading with the letter.
Greek · §u05-rem-mid
τρεπτὴν αὐτῶν τὴν φύσιν κατεσκεύασεν, ὡς ἐνδέχεσθαι διὰ τῆς τροπῆς καὶ μέμψεως ἐντὸς γίνεσθαι, ὅπερ οὖν καὶ πεπόνθασιν αἱ ἀποστατικαὶ δυνάμεις, ἐπεὶ μὴ τὴν φύσιν ἄτρεπτον ἐκληρώσαντο, προαιρετικῶς τῆς οἰκείας στάσεως ἀπολισθήσασαι. παῖδας δὲ αὐτοῦ τοὺς ἁγίους ἀγγέλους καὶ ἀνθρώπους φησίν. 58 4, 1921 τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν, ἔπαισεν αὐτοὺς σητὸς τρόπον καὶ ἀπὸ πρωίθεν ἕως ἑσπέρας οὐκέτι εἰσίν, παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο· ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν, ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν. τί οὖν χρή, φησίν, λέγειν περὶ τῶν ἀνθρώπων τῶν χοϊκῶν; εἰ γὰρ ἄγγελοι πνεύματά τε ὄντες καὶ οὐρανὸν οἰκοῦντες οὐκ ἄμεμπτοι πρὸς τὴν θείαν ἀκρίβειαν, τί ἂν πάθοιμεν ἡμεῖς οἱ γήϊνοι καὶ γῆν οἰκοῦντες; εἰ γὰρ πλήξει θεός, οὕτω ῥᾳδίως δαπανώμεθα καὶ οὐδὲ ὅλην ἡμέραν ἀντέχομεν, ὡσπερανεὶ λάχανα ὑπὸ σκωλήκων βρωθέντα ἢ ἱμάτια ὑπὸ σητῶν δαπανηθέντα· ὥσπερ γὰρ ταῦτα, οὕτω καὶ ἡμεῖς ἐσμεν ἀσθενεῖς. θεὸς δὲ οὕτω δυνατὸς καὶ μετ' εὐκολίας ἐξαφανίζων οὓς ἂν ἐθελήσῃ, ὅτι ὥσπερ ἀνθρώπῳ ῥᾴδιον τὸ φυσῆσαι, οὕτω θεῷ τὸ θελῆσαι μόνον καὶ ἀποξηρᾶναι. τροπικῶς δὲ ὡς ἐπὶ ἀνέμου φυσῶντος καὶ ἀνθῶν ξηραινομένων διὰ τὸ παραστῆσαι τοῦ θεοῦ τὴν ἐξουσίαν τοῖς λόγοις ἐχρήσατο. εἶτα, ἵνα μὴ δόξῃ λέγειν, ὅτι ἐπ' ἐξουσίας ἅπαντα πράττων ἀκρίτως ἐπιφέρει τὴν ὀργήν, φησὶν ὅτι· ταῦτα δὲ πάσχουσιν οἱ ἄνθρωποι οὐκ ἀκρίτως, ἀλλὰ διὰ τὸ μὴ ἔχειν σοφίαν, τουτέστιν· μὴ φοβεῖσθαι τὸν θεόν. ἀρχὴ γὰρ σοφίας φόβος κυρίου. 5, 12 ἐπικάλεσαι δέ, εἴ τις σου ὑπακούσεται, ἢ εἴ τινα ἁγίων ἀγγέλων ὄψει. καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή, πεπλανημένον δὲ θανατοῖ ζῆλος. 59 τί οὖν, φησίν, ὑπὲρ τὴν ἀξίαν φθέγγῃ ἄνθρωπος ὤν; τοσοῦτον γὰρ ἀπολιμπάνεται θεοῦ ἄνθρωπος, ὅτι οὐ μόνον ἀόρατός ἐστιν ὁ θεὸς καὶ ἀκατάληπτος, ἀλλ' οὐδ', ἂν μυριάκις αὐτὸν ἐπικαλέσῃ, ἀποκρίνεταί σοι. τί δὲ λέγω περὶ θεοῦ, ὅπουγε καὶ οἱ αὐτοῦ λειτουργοί, οἱ ἅγιοι ἄγγελοι, ἀόρατοι τυγχάνουσιν ἡμῖν. σοφοῦ μὲν οὖν τὸ ταῦτα διανοεῖσθαι· τὸν δὲ ἄφρονα καὶ πεπλανημένον καὶ κατὰ θεοῦ θρασυνόμενον ἡ δικαία τοῦ θεοῦ κίνησις καὶ ὁ ζῆλοςἀντὶ τοῦ· τὸ μισοπόνηρον τοῦ θεοῦἀναιρεῖ. ἔστι δὲ καὶ καθόλου ἄφρονα νοῆσαι τὸν ὀργίλον, ἵνα ᾖ καθολικὸς ὁ λόγος, ὅτι παντὶ ἄφρονι καὶ ὀργίλῳ ἡ οἰκεία ὀργὴ θάνατον κατεργάζεται. παραινεῖ οὖν, μὴ θρασύνεσθαι κατὰ θεοῦ. 5, 3 ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζας βαλόντας, ἀλλ' εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα. ἐπειδὴ ἀντιπίπτει τῷ Ἐλιφὰζ τὸ καὶ ἀδίκους πολλάκις ἐν εὐημερίᾳ γίνεσθαι καὶ μάλιστα τὰ κατ' αὐτὸν τὸν Ἰὼβ πρότερον ἐν εὐπραγίᾳ τυγχάνοντα, τὸ ἀντιπῖπτον ἐπιλύων ἔφη, ὅτι ὁ ἄδικος, κἂν γένηται ἐν εὐπαθείᾳ τινὶ καὶ βεβαίως ἔχειν νομίσῃ τὰ ἀγαθάτοῦτο γάρ ἐστι τὸ ῥίζας βαλόντας, ἀλλ' οὐκ ἐπὶ πολὺ διαμένει. δίαιταν δὲ τὴν πᾶσαν αὐτῶν οἰκίαν καὶ ἐν εὐθηνίᾳ διαγωγήν φησιν. εἶτα ἐπιφέρει τῶν ἀσεβῶν τὰ ἀποτελέσματα. 60 5, 45 πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας. κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος. ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαιρετοὶ ἔσονται, ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς. ταῦτα πολλάκις μὲν συμβαίνει τοῖς ἀσεβέσιν. καὶ γὰρ ἐκληρονόμησεν ὁ Ἑβραίων λαὸς τὴν γῆν τῆς ἐπαγγελίας τῶν προτέρων οἰκητόρων δι' ἀσέβειαν ἀναιρεθέντων. οὐκ ἀεὶ δὲ ταῦτα συμβαίνει ἐν τῷ παρόντι βίῳ· αἱ γὰρ ἀνταποδόσεις οὐκ ἐνταῦθα πάντως, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, ὥστε μὴ μετὰ διαιρέσεως τεθέντα οὐ καλῶς εἴρηται τῷ Ἐλιφάζ. τὸ δὲ πόρρω γένοιντο οὐκ εὐκτικῶς εἴρηται, ἀλλ' ὡς πάντως συμβαῖνον· οἱ γὰρ χρόνοι ἀδιαφόρως κεῖνται, καὶ μάλιστα ἐν τῇ παρούσῃ γραφῇ. τὸ δὲ κολαβρισθείησαν ἀντὶ τοῦ· ἐπιτριβείησαν, ἐξευτελισθείησαν· κόλαβρος γὰρ ὁ μικρὸς χοῖρος. οὐκ ἔσται δὲ ὁ ἐξαιρούμενος, ἐκ τῆς συνεχούσης δηλονότι πενίας· ὅμοιον δὲ τῷ οὐκ ἐξαιρούμενος τὸ οὐκ ἐξαιρετοὶ ἔσονται. τὸ δὲ ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχὺς ἀντὶ τοῦ· ἐκροφηθείη, ἐξαφανισθείη. 5, 67 οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ γῆς κόπος οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος, ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ, νεοσσοὶ δὲ ἀετῶν τὰ ὑψηλὰ πέτονται. ἠρέμα δοκεῖ παραμυθεῖσθαι τὸν Ἰὼβ ἐν τούτοις ἐκ φυσικῆς παραινέσεως. οὐ γὰρ δεῖ σε, φησίν, δυσχεραίνειν ἄνθρωπον ὄντα καὶ πάσ 61 χοντα· οὐ γὰρ ἀναισθήτων τὸ τιμωρεῖσθαι. ἀλλὰ καὶ τὰ πτηνάἀπὸ γὰρ τοῦ ἀετοῦ τὰ πάντα πτηνὰ λέγειἀπονώτερον ἡμῶν καὶ ἀμεριμνότερον ἐκληρώσαντο βίον. 5, 811 οὐ μὴν δέ, ἀλλ' ἐγὼ δεηθήσομαι κυρίου·
Unit 5 rem close§u05-rem-close
u05-rem-closeRem CLOSEOUT: Unit 5 CLOSEOUT.
Greek · §u05-rem-close
κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός· τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν· τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος καὶ ἀπολωλότας ἐξεγείροντα. καὶ ταῦτα μέν, φησίν, ὧδε ἐχέτω, ἐγὼ δὲ προσφεύγω θεῷ καὶ πρὸς τὴν αὐτοῦ καταφεύγω βοήθειαν. εἶτα ἐκδιηγεῖται· τοῦ θεοῦ τὴν ὑπεροχήν, πρὸς φόβον ἐνάγων τὸν Ἰὼβ καὶ διὰ τοῦ οἰκείου προσώπου πρὸς μετάνοιαν ἕλκων. 5, 12 διαλλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσωσιν αἱ χεῖρες αὐτῶν ἀληθές. τὸν μεταστρέφοντα τὰς βουλὰς τῶν μὴ ποιούντων τὸ ἀληθές, τουτέστι τὸν μὴ συγχωροῦντα κατὰ γνώμην τοῖς πανούργοις ἐκβαίνειν τὰ πράγματα, ἀλλὰ ῥᾳδίως, ὅταν ἐθέλῃ, τῶν τοιούτων ἀνατρέποντα τὰς κακοτεχνίας. χεῖρας δὲ τὰς πράξεις φησίν. 5, 13 ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει, βουλὰς δὲ πολυπλόκων ἐξέστησεν. ὁ καταλαμβάνων ἀντὶ τοῦ· ὁ ἐλέγχων, ὁ τὴν παρὰ ἀνθρώποις σοφίαν μωρίαν ἀποδεικνύς. πολυπλόκων δὲ τῶν σκολιῶν λέγει, οὓς οἱ κυριολεκτοῦντες ἀγκυλογνώμονας καλοῦσιν. τὸ δὲ ἐξέστη 62 σεν ἀντὶ τοῦ· ἠκύρωσεν, ἔξω τοῦ σκοποῦ στῆναι παρεσκεύασεν. 5, 1415 ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί, ἀπόλοιντο δὲ ἐν πολέμῳ. διὰ τῆς ἡμέρας καὶ μεσημβρίας τὴν εὐημερίαν αἰνίττεται, ἵνα εἴπῃ, ὅτι ἐν αὐτῇ τῇ εὐθηνίᾳ καὶ τῇ ἀκμῇ τῆς εὐπραγίας οἱ ἄδικοι καὶ παρ' ἑαυτοῖς σοφοὶ καὶ πανοῦργοι ἀδόκητον ὑπομενοῦσι τῆς εὐθηνίας τὴν μεταβολήν· σκότος γὰρ καὶ νύκτα τὸ δυσπραγεῖν φησιν. τούτοις δὲ συμβαίνει καὶ τὴν ἐκ πολεμίων ὑποστῆναι σφαγήν. 5, 1516 ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου· εἴη δὲ ἀδυνάτῳ ἐλπίς, ἀδίκου δὲ στόμα ἐμφραχθείη. ὁ δὲ κατὰ θεόν, φησίν, ταπεινὸς καὶ οὐδεμίαν δύναμιν περιβεβλημένος ἔχων τὴν εἰς θεὸν ἐλπίδα διαφεύξεται τῶν δυνατῶν τὴν ἐπήρειαν. τῶν δὲ μεγαλορρημόνων καὶ ἀδίκων καὶ μεγαλαύχων ἐμφράττεται στόμα, τουτέστιν· ἡ μεγαλόφρων ἰσχὺς κατασπᾶται. 5, 1718 μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν ὁ κύριος· νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου. αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο. μακαρισμὸν μὲν καλεῖ τὴν ἐπὶ τῷ σωφρονισμῷ παιδείαν. παραινεῖ δὲ καὶ τῷ Ἰώβ, ὡς διὰ ἁμαρτήματα παιδευομένῳ μὴ δυσχεραίνειν, ἱκετεύειν δὲ θεὸν τὸν καὶ τὴν πληγὴν ἐπαγαγόντα καὶ τὴν ἴασιν ἐπιθεῖναι δυνάμενον. χεῖρας δὲ θεοῦ τὰς δραστηρίους δυνάμεις φησίν. 63 5, 1921 ἑξάκις ἐξ ἀναγκῶν ἐξελεῖταί σε, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν. ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε. ἀπὸ μάστιγος γλώσσης σε κρύψει, καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων. τὸ ἑξάκις ἀντὶ τοῦ πολλάκις φησίν. εἶτα λέγει τὰ ὡς εἰκὸς συμβαίνοντα δυσχερῆ. μετὰ δὲ τὴν τούτων, φησίν, πεῖραν, ἐὰν εὐχάριστος ὀφθῇς ἐν τῷ ἑβδόμῳ, τουτέστι μετὰ τοὺς πολλοὺς πειρασμούς, τελευταῖον θεὸς οὐκέτι συγχωρεῖ σε παθεῖν. χεῖρα δὲ σιδήρου τὴν δραστήριον τοῦ σιδήρου δύναμιν λέγει, ἀντὶ τοῦ· οὐ συγχωρήσει σε ἐν πολέμῳ πεσεῖν. ἀλλὰ καὶ ἀπὸ γλώσσης πονηρᾶς καὶ συκοφαντεῖν ἐπισταμένης ἀποκρύψει σε· μάστιγα γὰρ γλώσσης τὴν πονηρίαν καὶ συκοφαντίαν φησίν. ἄφοβος δὲ τοῦ λοιποῦ διατελέσεις. 5, 2224 ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ φοβηθήσῃ· θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι. εἶτα γνώσῃ, ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ. γνοῦς δέ, φησίν, τῆς εὐσεβείας τὴν δύναμιν καὶ τῆς εἰς θεὸν καταφυγῆς κατὰ μὲν τῶν ἀδίκων πλατὺ γελάσεις, τοὺς δὲ θηριώδεις ἀνθρώπους οὐ μὴ φοβηθήσῃ. καὶ γὰρ καὶ οὗτοι τὴν σὴν θεοσέβειαν αἰσχυνόμενοι οὐκέτι σοι πολεμεῖν αἱρήσονται. καὶ τότε τῇ πείρᾳ μαθήσῃ, ὡς εἰρηνεύσει σου μὲν ὁ οἶκος, ἡ δὲ πᾶσά σου τοῦ βίου διαγωγὴ οὐ μὴ ἁμάρτῃ, ἀντὶ τοῦ· οὐκ ἔξω τῶν χρηστῶν ἐλπίδων γενήσεται. 64 5, 25 γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ. ἀλλὰ καὶ πολύπαις ἔσῃ καὶ ὡραίων παίδων πατήρ· ἔσονταί σου γὰρ τὰ παιδία ὡς τὸ παμβότανον τοῦ ἀγροῦ ἀντὶ τοῦ· ὡς ἀγρὸς πάσαις βοτάναις ἀνθηρός. 5, 26 ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος ἢ ὥσπερ θιμωνιὰ ἅλωνος καθ' ὥραν συγκομισθεῖσα. ἀλλὰ καὶ πλήρης ἡμερῶν ὥσπερ σῖτος πεπληρωμένος καὶ εἰς τομὴν ἐπιτήδειος τραφεὶς ἐν γήρᾳ καλῷ καταλύσεις τὸν βίον, ἢ ὥσπερ θιμωνιὰ
Commentarii in Job Unit 6 opening§u06-open
u06-openUnit 6.
Lemma-led open — ἅλωνος κατὰ καιρὸν εἰς τὰς ἀποθήκας συγκομισθεῖσα. θεώρει δέ, ὅτι πολυπαιδία καὶ πολυετία
Greek · §u06-open
ἅλωνος κατὰ καιρὸν εἰς τὰς ἀποθήκας συγκομισθεῖσα. θεώρει δέ, ὅτι πολυπαιδία καὶ πολυετία ἴδια πρὸς εὐδαιμονίαν τοῖς παλαιοῖς ἐνενόμιστο. θιμωνιὰν δὲ ἅλωνος ἔφη, ἵνα εἴπῃ, ὅτι ἐν πᾶσι κομῶν τοῖς ἀγαθοῖς μεταλλάξεις τὸν βίον. 5, 27 ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν· σὺ δὲ γνῶθι σεαυτῷ εἴ τι ἔπραξας. ταῦτα μὲν οὖν οὕτως ἔχειν ἡμεῖς ἀκριβῶς ἐθεωρήσαμεν, σὺ δὲ ἀναλογίζου, ποίων πλημμελημάτων ἐκτιννύων δίκην ταῦτα ὑπομένεις. 65 ΚΕΦΑΛΑΙΟΝ ΠΕΜΠΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν, καὶ δὴ ἄμμου παραλίας βαρύτεραί εἰσιν. Προθεωρία τοῦ κεφαλαίου ἐπειδὴ παρῄνεσεν ὁ Ἐλιφὰζ τῷ δικαίῳ πρὸς μετάνοιαν ἰδεῖν ὡς δι' ἁμαρτίας τιμωρουμένῳ, εἰς ἄπρακτον μὲν αὐτῷ κατέληξεν ἡ συμβουλή. οὐ γὰρ ἔσχεν πείθειν, ὡς ἁμαρτωλὸς εἴη ὁ μηδὲν ἑαυτῷ συνειδὼς ἄτοπον, ὥστε καὶ πρὸς ἀντιλογίαν εἶδεν ὁ δίκαιος· καὶ ἀπολογεῖται μέν, ὑπὲρ ὧν καὶ ὅλως λαλεῖ, καὶ οὐ τῇ σιωπῇ τὴν καρτερίαν ἐπιδείκνυται, διὰ δὲ φυσικῶν παραδειγμάτων τῶν ἑαυτοῦ λόγων παραστήσας τὸ εὔλογον. καὶ ἅγιον ἀποκαλεῖ τὸν θεόν, καὶ ὅτι ἐπ' αὐτῷ τὴν ἐλπίδα ἔσχε φησίν, τήν τε κεκρυμμένην αἰτίαν τῆς ἀθυμίας δημοσιεύει δεδοικέναι λέγων, μὴ τελείως αὐτὸν ὁ θεὸς ἐγκατέλιπεν. εἶτα καὶ τὰς οἰκείας ἐξαριθμεῖται συμφορὰς καὶ παραινεῖ μὴ πεποιθέναι ἐπὶ πλούτῳ καὶ δυναστείᾳ· καὶ μέμφεται τοῖς φίλοις ὡς τὰς ἀνίας αὐτῷ διὰ τῶν λόγων φορτικωτέρας ἐργαζομένοις· καὶ παραινεῖ φοβεῖσθαι εἰς τὰ τοῖς πλησίον συμβαίνοντα βλέποντας. καὶ κάλλιστον πάντας ἀνθρώπους διδάσκει μάθημα, ὅτι πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς. καὶ πάλιν ἐκτραγῳδεῖ τὰς 66 οἰκείας συμφορὰς καὶ ἐξαιτεῖ τὸν θεόν, μνήμην αὐτοῦ καὶ ἐπισκοπὴν ποιήσασθαι. καὶ πάλιν ὑπὲρ τῶν οἰκείων ἀπολογεῖται λόγων καὶ τὴν ἀνθρωπίνην οὐδένειαν εἰς ἱκετηρίαν προβάλλεται, καὶ αἰτεῖ τὸν θεόν, ἀμνηστίαν αὐτῷ χαρίσασθαι, εἴ τι αὐτῷ καὶ πεπλημμέληται. Αἱ λέξεισ 6, 13 ὑπολαβὼν δὲ Ἰὼβ λέγει· εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν. καὶ δὴ ἄμμου παραλίας βαρύτεραί εἰσιν. τοῦ Ἐλιφὰζ εἰρηκότος· εἰ γὰρ σὺ ἐνουθέτησας πολλούς, καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας, ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασιν, γόνασί τε ἀδυνατοῦσι θάρσος περιέθηκας, νυνὶ δὲ ἥκει ἐπὶ σὲ πόνος, καὶ ἥψατό σου, σὺ δὲ ἐσπούδασας καὶ ὡς ἀφιλοσόφου καὶ ἑαυτὸν παραμυθήσασθαι μὴ δυναμένου κατηγορήσαντος, ἀπαραμύθητον δεικνὺς τὴν συμφοράν, εἴθε, φησίν, ἐνδεχόμενον ἦν σταθμισθῆναι τὴν ἐκ θεοῦ ἐπενεχθεῖσάν μοι ὀργὴν καὶ τὸν ἐτασμὸν καὶ τὰς ὀδύνας ὁμοθυμαδὸν τάς τε τῆς ψυχῆς καὶ τοῦ σώματος, ὥστε φανερὸν γενέσθαι, ὡς καὶ αὐτῆς τῆς παραλίας ἄμμου βαρύτερά εἰσι τὰ συνέχοντά με καὶ ἀθυμεῖν παρασκευάζοντα. 67 6, 34 ἀλλ' ὡς ἔοικεν, τὰ ῥήματά μού ἐστι φαῦλα. βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με. ἀλλ' ἐκφαυλίζετέ μου, φησίν, τὰ ῥήματα, ἐν ἀνέσει τυγχάνοντες καὶ οὐκ ἐννοοῦντες, ὡς αἱ παρὰ θεοῦ ἐπενεχθεῖσαι τῷ σώματί μου τιμωρίαιβέλη γὰρ τὰς τιμωρίας φησίνμετά τινος σφοδρότητος ἐκδαπανῶσί μου τὸ αἷμα καὶ τὴν ἰσχὺν καταναλίσκουσιν οὐδὲ φθέγγεσθαι ἀνωδύνως συγχωροῦσαι, ἀλλὰ κατὰ πάντα καιρὸν κατατιτρώσκουσαι. 6, 56 τί γάρ; μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ' ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα; εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς; φυσικοῖς καὶ αὐτὸς κεχρημένος παραδείγμασι καὶ τῶν ἑαυτοῦ λόγων τὸ εὔλογον δείκνυσι καὶ ὡς δικαίως οὐκ ἐπείσθη τῇ τοῦ Ἐλιφὰζ παραινέσει, ἀλλὰ πρὸς ἀντιλογίαν εἶδεν. ὥσπερ γάρ, φησίν, οὐ μάτην ἀνακράζει ὄνος ἄγριος, ἀλλ' ὅταν ἐπιδεὴς γένηται τροφῆς, οὐδὲ βοῦς ἐπὶ φάτνης, εἰ μὴ
Unit 6 rem early§u06-rem-early
u06-rem-earlyRem early: Unit 6; lemma and argument toward the thesis.
Greek · §u06-rem-early
ἐπιλείποι τὰ βρώματα, οὕτως οὐδὲ ἐγὼ ἠθύμουν, εἰ μὴ πρὸς ἔσχατον ἐληλάκειν κακῶν. πῶς δὲ καὶ πεισθήσομαι τῇ ὑμετέρᾳ παραινέσει μήτε τὸ εὔλογον ἐχούσῃ μήτε πρὸς παραμυθίαν ἐξηρτυμένῃ; ὥσπερ γὰρ ἄναλος ἄρτος οὐ βρώσιμος, οὕτω καὶ λόγοι διακενοὶ καὶ οὐκ ἔχοντες τὸ πιθανὸν ἢ τὸ εὔλογον πείθειν οὐ δύνανται τοὺς ἀκούοντας· γεῦμα γὰρ τὴν πειθὼ λέγει ἐπιμείνας τῇ τοῦ ἄρτου τροπῇ. διὰ τοῦτο καὶ ὁ ἀπόστολος ἔλεγεν· ὁ λόγος ὑμῶν πάντοτε 68 ἐν χάριτι, ἅλατι ἠρτυμένος οἱονεὶ ἡδὺς καὶ νόστιμος, ἐπιστύφων τε ὁμοῦ καὶ καταγλυκαίνων τοὺς ἀκούοντας. ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν· _μ_ὴ_ _σ_τ_έ_ν_ε_ι_ _λ_ι_μ_ῶ_δ_ε_ς_ _ὄ_ν_α_γ_ρ_ο_ς_ _π_α_ρ_ούσης χλόης· καὶ σαφέστερον τὸ φυσικὸν εἶπεν, ὅτι οὐ ζητεῖ ζῶον τροφὴν παρούσης τροφῆς. 6, 7 οὐ δύναται γάρ μου παύσασθαι ἡ ψυχή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος. πῶς δὲ καὶ ἐμαυτὸν παραμυθήσασθαι δύναμαι ὁ καὶ τὴν τροφὴν αὐτὴν ἀηδίας καὶ δυσωδίας μεστὴν βλέπων; καὶ τοῦτο δὲ ἐξ ἀνάγκης συμβαίνει τοῖς ἄγαν νοσοῦσι καὶ ἀνορεκτοῦσιν. 6, 89 εἰ γὰρ δοίη καὶ ἔλθῃ μου ἡ αἴτησις καὶ τὴν ἐλπίδα μου δώῃ ὁ κύριος. ἀρξάμενος ὁ κύριος τρωσάτω, εἰς τέλος δὲ μή με ἀνελέτω. πρότερον ἴδωμεν, τίς ἡ ἐλπὶς τοῦ Ἰώβ, ἵνα καὶ τὰ παρόντα ῥήματα κατεξετάσωμεν. μεμνήμεθα τοίνυν, ὣς ἔλεγε πρὸς αὐτὸν ἡ γυνή· μέχρι τίνος καρτερήσεις λέγων· ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου. προδήλου τοίνυν γεγονότος, ὡς ἤλπιζεν ἐκ θεοῦ σωτηρίας τυχεῖν, εὔδηλον, ὅτι ταύτην καὶ νῦν εὔχεται καί φησιν ὅτι· παιδεύσαι με ὁ κύριος, ἀλλ' ἐν κρίσει καὶ μὴ ἐν θυμῷ. ὥσπερ καὶ ὁ ∆αυὶδ ἔλεγεν· κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς μεοὐ γὰρ τὴν παιδείαν παρῃτεῖτο, ἀλλὰ τὴν μετ' ὀργῆς, τοῦτο τοίνυν κἀνταῦθά φησιν ὅτι· εἰ καὶ ἔτρωσεν, μὴ ἐπὶ πολὺ παρατεινέτω τὰς βασάνους· τοιαύτην γὰρ καὶ τὴν ἐλπίδα κέκτημαι. 69 6, 10 εἴη δέ μου ἡ πόλις τάφος, ἐφ' ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ' αὐτῆς. πρὸς μὲν ῥητὸν δοκεῖ λέγειν, ὅτι καὶ βέλτιόν μοι τὸ ἀποθανεῖν καὶ τάφον ἔχειν οἴκησιν ἀντὶ τῆς πόλεως, ἐφ' ἧς ἔνδοξος ὣν ἐν εὐημερίᾳ διῆγον. πρὸς δὲ διάνοιαν, ἐπειδὴ τὴν ἐλπίδα τῆς σωτηρίας προσεδέχετο, φησὶν ὅτι· γένοιτο δέ με ἀπολαβόντα μου τὴν ἐλπίδα τῇ ἀρίστῃ πολιτείᾳ καὶ τῇ δικαιοσύνῃ ἐναποθανεῖν περιφρασσόμενον ὑπὸ τοῦ θεοῦ ὡς τὸ πρότερον· τοῦτο γὰρ σημαίνει τὸ ἐφ' ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ' αὐτῆς. εἴτε τοίνυν διὰ τοῦ θανάτου, εἴτε διὰ τῆς ὑγείας, ἀπαλλαγὴν εὔχεται τῶν δεινῶν· οὐδὲν δὲ δυσχερὲς οὐδὲ παλίμφημον ἐφθέγξατο. 6, 10 οὐ μὴ φείσομαι· οὐ γὰρ ἐψευσάμην ῥήμασιν ἁγίου θεοῦ μου. τοιγαροῦν, φησίν, τῆς πρὸς ὑμᾶς ἀντιλογίας οὐ φείσομαι. οὐ γὰρ ἀνέχομαι ἕτερα μὲν ἔχειν κατὰ διάνοιαν, ἐναντία δὲ τῇ γνώμῃ προφέρειν ῥήματα, ἀλλὰ ἃ φρονῶ σὺν ἀληθείᾳ φθέγγομαι. διὰ ταύτην αὐτοῦ τὴν γνώμην καὶ τὴν σὺν ἀληθείᾳ παρρησίαν ἐπαινοῦσα αὐτὸν ἔφησεν ἡ γραφή· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός, ἄμεμπτος. ὅρα δὲ τὴν Ἀβραμιαίαν συγγένειαν, θεώρει τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ τὸν οὐ μόνον κατὰ σάρκα, ἀλλὰ καὶ κατὰ τὴν εὐσέβειαν διά 70 δοχον. περὶ μὲν γὰρ ἐκείνων ἔλεγεν ὁ θεός· ἐγὼ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ. τὸ δὲ τούτων γνήσιον γέννημα, τί φησιν; οὐ γὰρ ἐψευσάμην ῥήμασιν ἁγίου θεοῦ μου. εἶδες ἀγάπην οἵαν ἔχει εἰς θεόν, πῶς τὸν ἐπὶ πάντων ἰδιοποιεῖται θεόν; ἐπαίνεσον αὐτοῦ καὶ τὴν διὰ πάντων ἀλήθειαν· καὶ σκόπει, μεθ' ὅσης τῆς πρὸς θεὸν ἀγάπης τοὺς λόγους προέφερεν. 6, 1114 τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή; μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; ἢ αἱ σάρκες μού εἰσι χάλκειαι; ἢ οὐκ ἐπ' αὐτῷ ἐπεποίθειν; βοήθεια δὲ ἀπ' ἐμοῦ ἄπεστιν. ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέ με. μὴ γὰρ ἀνάλγητος ἢ λίθινος ἢ χαλκοῦς εἰμι; φησίν. οὐκ ἀνθρώπου σάρκα περίκειμαι; οὐκ ὀλιγοχρόνιος τυγχάνω; μηδεὶς οὖν ἀλγοῦντι μεμφέσθω καὶ ἀπαλλαγὴν αἰτοῦντι τῶν παρόντων δεινῶν. καὶ τὰ μὲν τοῦ σώματος τοιαῦτα· ὃ δὲ μάλιστα τὴν ἐμὴν ἀνιᾷ ψυχήν, τὸ ἐκ τῶν παρόντων τεκμαίρεσθαι, ὡς ὁ ὑπ' ἐμοῦ ποθούμενος θεός, εἰς ὃν τὴν πᾶσαν μου τῆς ζωῆς ἐλπίδα ἀνήρτησατὸ γὰρ ἐπεποίθειν ἀντὶ τοῦ πέποιθα κεῖται τῶν χρόνων συνεχῶς ἐν παντὶ τῷ βιβλίῳ παρηλλαγμένων, ἐγκατέλειψέ με καὶ τῆς οἰκείας ἐπισκοπῆς καὶ τῶν οἰκτιρμῶν ἐγύμνωσεν. διὰ ταῦτα μάλιστα ὁ δίκαιος ἠθύμει. καὶ σκοπείτω γε ἕκαστος τῶν τῇ θείᾳ τετρωμένων ἀγάπῃ, ὅσην ὀδύνην ἐμποιεῖ λογικῇ ψυχῇ τὸ ὑποπτεύειν ἐγκαταλελεῖφθαι παρὰ τοῦ ποθουμένου θεοῦ. εἰ γὰρ οἱ γυ 71 ναικὸς ἔρωτι
Unit 6 rem mid§u06-rem-mid
u06-rem-midRem mid: Unit 6; lemma continues; reading with the letter.
Greek · §u06-rem-mid
τρωθέντες, εἶτα, ἐὰν ὑπεροφθέντες τύχωσιν, ἀβίωτον ἡγοῦνται τὸν βίον καὶ ἀφορήτοις ἀνίαις βάλλονται, τί ἂν πάθοι ψυχὴ τῇ εἰς θεὸν ἀγάπῃ τρωθεῖσα καὶ ἐγκατάλειψιν ὑπομεμενηκέναι νομίζουσα; εἶτα ἐπιφέρει τὰ αὐτῷ συμβεβηκότα, ἐξ ὧν ὑπώπτευε παρῶφθαι παρὰ τοῦ θεοῦ· 6, 1518 οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάρρους ἐκλείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με. οἵτινές με διηυλαβοῦντο, νυνὶ ἐπιπεπτώκασί μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς· καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν, οὕτω κἀγὼ κατελείφθην ὑπὸ πάντων, ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην. κρύσταλλος μέν ἐστιν ἡ δυσδιάλυτος χιών, ἐφ' ἧς καὶ βαδίζειν ἔστιν. ὥσπερ οὖν, φησίν, χείμαρρος ἐκλείπων ἢ κῦμα παρελθὸν ἢ χιὼν ἢ κρύσταλλος ὑπὸ ἡλιακῆς διαλυθέντα θέρμης οὐδὲ ἴχνος ἐγκαταλιμπάνουσιν, τὸν αὐτὸν οἶμαι τρόπον ὡς μηδὲ ὄντα με ἐλογίσαντο, καὶ ταῦτα οἱ διὰ γένους ἐγγύτητα συμπαθεῖν ὀφείλοντες. ἔστι δὲ καὶ ἄλλο τι χαλεπώτερον· οἱ γὰρ πρότερόν με διευλαβούμενοι νῦν ταῖς ἐμαῖς ἐπεμβαίνουσι συμφοραῖς. τὸ δὲ ἔξοικος ἐγενόμην ἀντὶ τοῦ· πανέστιος ἀπόλωλα. τὰ παραπλήσια καὶ ὁ μέγας ∆αυὶδ ἀποδυρόμενος ἔλεγεν· ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. 72 6, 19 ἴδετε ὁδοὺς Θαιμανῶν, ἀτραποὺς δὲ Σαβῶν, οἱ διορῶντες· καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσι καὶ χρήμασι πεποιθότες. ἕτερος τῶν ἑρμηνευτῶν οὕτως ἐκδέδωκεν· _ἀ_π_ο_β_λ_έ_π_ο_υ_σ_ι_ν_ _ε_ἰ_ς_ _ὁ_δ_ο_ὺ_ς_ Θαιμάν, ὁδοιπορίας Σαβὰ προσδοκῶσιν ἑαυτοῖς. τοὺς ἐπὶ πλούτῳ τοίνυν καὶ δυναστείᾳ μέγα φρονοῦντας ἐκ τῆς καθ' ἑαυτὸν μεταβολῆς νουθετεῖ, μὴ ἐλπίζειν ἐπὶ τῇ τούτων ἀδηλίᾳ. οἱ γὰρ προσέχοντες, φησίν, εἰς τὰς ὁδοὺς τῆς Θαιμὰν καὶ τὰς ἀτραποὺς τῶν Αἰθιόπων (Σαβὰ γὰρ οἱ Αἰθίοπες)τουτέστιν· οἱ ἐκ τῆς ἐμπορίας τῆς πρὸς τούτους κέρδη προσδοκῶντες, μὴ πεποίθετε ἐπὶ χρήμασιν· αἰσχύνην γὰρ ὀφειλήσουσιν οἱ ἐπὶ τούτοις ἐλπίζοντες. ἢ καὶ ἄλλως ἔστιν ἐννοεῖν, ὡς χωρία ἐπιδείκνυσι πάλαι μὲν εὐδαίμονα, τότε δὲ ἔρημα καὶ ἐρείπια τυγχάνοντα καί φησιν, ὅτι· εἰς ταῦτα ἀποβλέψατε καὶ μὴ πιστεύετε τῇ τοῦ πλούτου ἀδηλότητι. εἴτε δὲ τοῦτο, εἴτε ἐκεῖνο, παραινεῖ μὴ πεποιθέναι ἐπὶ χρήμασιν ἢ δυναστείᾳ. 6, 21 ἀτὰρ δὴ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε. ἀλλ' ἔστω, φησίν, ἐκεῖνοι παρεῖδόν με· διὰ τί καὶ ὑμεῖς, οἱ ἐμοὶ φίλοι, οὕτω πικροῖς τοῖς κατ' ἐμοῦ λόγοις ἐχρήσασθε; εἶτα ἀρίστη τοῦ φιλοσόφου καὶ φιλοθέου συμβουλὴ τὸ δεῖν εἰς τὰς ἑτέρων προσέχοντας συμφορὰς εὐλαβέστερον ἕκαστον γίνεσθαι καὶ περίφοβον. 6, 2223 τί γάρ; μή τι ὑμᾶς ᾔτησα ἢ τῆς παρ' ὑμῶν ἰσχύος ἐπιδέο 73 μαι ὥστε σῶσαί με ἐκ χειρὸς ἐχθρῶν ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με; καίτοιγε, φησίν, κατ' οὐδὲν ὑμῖν ἐπαχθὴς γέγονα, οὐ χρήματα ᾔτησα παρ' ὑμῶν, οὐκ ἐπικουρίαν τινά· καὶ διὰ τί σφοδρῶς οὕτω καὶ ἀνηλεῶς ἐπέθεσθέ μοι; κοινοποιεῖ δὲ τὸν λόγον πρὸς τὰ τοῦ Ἐλιφὰζ ἀποτεινόμενος ῥήματα· 6, 2425 διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι. ἀλλ' ὡς ἔοικεν, φαῦλα ἀληθινοῦ ῥήματα. ἀλλ' ἰδού, φησίν, ἡσυχάζω· διδάξατέ με, εἰ πεπλανημένως καὶ ἐσφαλμένως αἰτῶ τὸν θάνατον. οὐ βαρεῖαι καὶ ἀνύποιστοι αἱ συμφοραί; οὐκ ἐπιθυμητὸν ἀπαλλαγῆναι τῶν ἀλγηδόνων; ἀλλ' ὡς ἔοικε ταὐτὸν τοῖς πολλοῖς πεπόνθατεφορτικὸν γὰρ ἀεὶ τοῖς πολλοῖς ἡ ἀλήθεια, καὶ διὰ τοῦτο τῆς ἐμῆς ἀληθείας ἐκφαυλίζετε τὰ ῥήματα. 6, 2527 οὐ γὰρ παρ' ὑμῶν ἰσχὺν αἰτοῦμαι· οὐδὲ ὁ ἔλεγχος ὑμῶν ῥήμασί με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι. πλὴν ὅτι ἐπ' ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν. ἀλλὰ μηδὲ συγκαταβῆτέ μοι, φησίν, μηδὲ ὡς ἐπιρρῶσαι βουλόμενοι τὰ πρὸς χάριν λαλήσητε· ἐλέγξατε δέ με μετὰ παρρησίας. οὐ γὰρ δέδοικα ὑμῶν τοὺς ἐλέγχους, ἀλλὰ καὶ πρὸς ἕκαστον ἀντιλέγων ῥῆμα νικήσειν ἐλπίζω. πλὴν ἐκεῖνο οἶδα, ὅτι οὕτω με βάλλετε πικροῖς 74 τοῖς ὀνείδεσι μὴ τὴν συμφοράν, μὴ τὴν φιλίαν λογιζόμενοι ὡς ὄντως ἀπορφανισθέντα τῆς τοῦ θεοῦ βοηθείας. 6, 2830 νυνὶ δὲ ἐμβλέψας εἰς πρόσωπον ὑμῶν οὐ ψεύσομαι. καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε. οὐ γὰρ ἔστιν ἐν γλώσσῃ μου ἄδικον· ἢ οὐχὶ ὁ λάρυγξ μου μελετᾷ σύνεσιν; σὺν παρρησίᾳ λαλήσω, καὶ οὐδὲν ὑμᾶς ἐρυθριάσας οὐδὲ προκρίνας τῆς ἀληθείας ὑμᾶς αὐτοὺς αἰτῶ καθίσαι μοι δικαστὰς καὶ δικαίας ἐξοῖσαι τὰς ψήφους. πιστεύω γάρ, μηδὲν ἄδικον λέξειν μηδὲ ἀσυνέτους ἢ φλυάρους
Unit 6 rem close§u06-rem-close
u06-rem-closeRem CLOSEOUT: Unit 6 CLOSEOUT.
Greek · §u06-rem-close
προάξειν λόγους. ταῦτα δέ φησιν προκαλούμενος αὐτοὺς εἰς τὴν ἐξέτασιν. 7, 12 πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ καὶ τετευχὼς σκιᾶς, ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ. ὥσπερ ἤδη καθίσας αὐτοὺς δικαστὰς ἄρχεται συνηγορεῖν τοῖς ἑαυτοῦ λόγοις καὶ δεικνύναι, ὡς οὐ μέμψεως ἄξιός ἐστι ποθῶν μεταλλάξαι τὸν βίον. ἐκ δύο δὲ τούτων αἰτιῶν εὔλογον ἑαυτοῦ κατασκευάζει τὴν ἐπιθυμίαν, μιᾶς μὲν ὅτι καθόλου κινδύνων μεστὸς ὁ ἐπίκηρος οὗτος βίος, ἔπειτα ὅτι πρὸς τῷ καθόλου καὶ τοῖς γενικοῖς φόβοις τε καὶ ἀγωνίαις αὐτὸς διαφερόντως ταῖς ἀνηκέστοις περιβέβληται συμφοραῖς. γυμνάζει δὲ τέως τὸ καθόλου τοῦ βίου μοχθηρὸν καί φησιν· ἆρα ὑμῖν οὐ δοκεῖ πειρασμῶν ἐμπεπλῆσθαι καὶ περιστάσεων πάντων ἀνθρώ 75 πων ὁ βίος; καὶ ὡς πᾶς ἄνθρωπος ἔοικεν αὐθημερινῷ μισθωτῷ, ὃς δι' ὅλης ἡμέρας κάμνει, ἵνα μικρόν τι κομίσηται, ἢ θεράποντι δεδοικότι τὸν ἑαυτοῦ δεσπότην καὶ μόλις ποτὲ μικρᾶς ἀναπαύσεως τυγχάνοντι, ἢ ἁπλῶς μισθωτῷ, εἰ καὶ μὴ αὐθημερινῷ, ἵνα μετὰ τοὺς πολλοὺς καμάτους λάβῃ τινὰ μισθόν; ταῦτα δὲ ἔφη δεικνύς, ὡς πειρασμῶν μὲν καὶ φόβων ἐμπέπλησται ἡμῶν ὁ βίος. εἰ δὲ καί τις εὖ πράττειν δόξει, ὀλίγης τινὸς ἀπολαύσεως τυχὼν τὸν πάντα χρόνον ἐν μόχθοις διάγει. δείξας δέ, ὡς καθόλου μοχθηρὸς ὁ βίος, ἐπὶ τὰ ἰδικῶς ἑαυτῷ συμβεβηκότα μετέρχεται καί φησιν· 7, 36 οὕτως καὶ ἐγὼ ὑπέμεινα μῆνας κενούς, νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν. ἐὰν κοιμηθῶ, λέγω· πότε ἡμέρα; ὡς δ' ἂν ἀναστῶ πάλιν· πότε ἑσπέρα; πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωί. φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων, τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων. ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως, ἀπόλωλε δὲ ἐν κενῇ ἐλπίδι. κἀγὼ τοιγαροῦν εἷς γέγονα τῶν τὸν ἀνιαρὸν τοῦτον ἀντλούντων βίον, καὶ πολὺν ἤδη χρόνον ἐν ταλαιπωρίαις ἐξετάζομαι· τοῦτο γὰρ σημαίνει τὸ μῆνας κενούς. εἰ δὲ βούλεσθε τὰ ἴδια μοι συμβεβηκότα μαθεῖν, εἰσὶ ταῦτα· αἱ νύκτες εἰς ἀνάπαυσιν τοῖς ἀνθρώποις ᾠκονομήθησαν, ἐγὼ δὲ παρὰ ταύτας ὀδυνῶμαι καὶ τὸν ἥλιον ἰδεῖν ἐπεύχομαι, εἰ ἴσως ἐν ἡμέρᾳ παραμυθίας τύχω τινός, ἡμέρας δὲ διαλαμψάσης ταῖς ὁμοίαις ὀδύναις βαλλόμενος τὴν ἑσπέραν ποθῶ, καὶ ταύτης ἐλθούσης ἐπὶ τοῖς ὁμοίοις κατεξετάζομαι μέχρι τῆς ἑτέρας 76 ἡμέρας. καὶ εἴθε μέχρις ὀδυνῶν εἱστήκει τὸ πρᾶγμα· ἀλλ' οἱ σκώληκες τίκτονται μὲν ἐξ ἐμοῦ, τὸ δὲ ἐμὸν καταδαπανῶσι σῶμα, καὶ οὕτω δριμεῖς ἰχῶρας ἐκρέω ὡς, ἐὰν ὀστράκου διαπορήσω, εἶτα ἐθελήσω βώλῳ τούτους ὑποδέξασθαι, αὐτὰς τήκουσι τὰς βώλους τῷ σφοδρῷ τῆς δριμύτητος. τί οὖν ταῦτα μὲν ὑπομένω; μακρὸν δὲ ἐλπίζων διάγειν βίον προσδοκῶ τινα μεταβολήν; ἀλλὰ καὶ οὗτός ἐστιν ὀλίγος, ὅσος ἂν ᾖ, καὶ θᾶττον ὠκυτάτου δρομέως πρὸς τὸ τέρμα ἐπειγομένου παρερχόμενος. πολὺς δὲ ἤδη καὶ παρῴχηκε χρόνος χρηστῆς ἐλπίδος οὐδεμιᾶς ὑποφανείσης. οὕτω δὲ κατασκευάσας τὸν λόγον ἡμῖν ἀφῆκεν ἐννοεῖν, ὡς οὐκ ἐσφαλμένως ἐπόθει τὸν θάνατον μηδὲ μικρᾶς ἀξιούμενος τυχεῖν ἀναπαύσεως. εἶτα ἐάσας τὴν πρὸς τοὺς φίλους διάλεξιν εἰς εὐχὴν διὰ μέσου τρέπεται καί φησιν· 7, 7 μνήσθητι οὖν, ὅτι πνεῦμά μου ἡ ζωὴ καὶ οὐκέτι ἐπανελεύσεται ὁ ὀφθαλμός μου ἰδεῖν ἀγαθόν. ὅμοια καὶ ὁ ∆αυὶδ ηὔξατο λέγων· ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι οὐ μὴ ὑπάρξω. τὸ δὲ πνεῦμά μου ἡ ζωή ἀντὶ τοῦ· ἄνεμος, τὸ μηδέν. τὸ δὲ καὶ οὐκέτι ἐπανελεύσεται ὁ ὀφθαλμός μου ἰδεῖν ἀγαθόν, ἐπειδὴ τὰ παρῳχηκότα οὐκέτι τις δύναται λαβεῖν. οὐκ ἀγνοῶν δὲ τὸ τῆς ἀναστάσεως μυστήριον ταῦτα λέγει, ὡς ἐν τοῖς ἐφεξῆς ἐπιδείξομεν, ἀλλ' ὅτι ὁ ἅπαξ ἀποθανὼν εἰς τοῦτον τὸν βίον ἐπανελθεῖν οὐκέτι δύναται, εἰ καὶ διά τι μυστήριόν τινες ἀνέστησαν. 77 7, 810 οὐ περιβλέψεται ὁ ὀφθαλμὸς ὁρῶντός με, οἱ ὀφθαλμοί σου ἐν ἐμοί, καὶ οὐκέτι εἰμὶ ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπ' οὐρανοῦ. ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐκέτι οὐ μὴ ἀναβῇ, οὐδ' οὐ μὴ ἐπιστρέψῃ ἔτι εἰς τὸν ἴδιον οἶκον, οὐδὲ μὴ ἐπιγνῶ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ. καὶ οὕτως, φησίν, ταχεῖά τίς ἐστιν ἡ τοῦ βίου τελευτή, ὅτι οἱ σήμερον ὁρῶντές με οὐ πάντως αὔριον βλέπουσιν· ἅμα τε γὰρ θελήσεις, ἀπωλόμηντοῦτο γὰρ σημαίνει τὸ οἱ ὀφθαλμοί σου ἐν ἐμοίκαὶ ἔοικα νέφει διαλυθέντι καὶ τὴν οἰκείαν σύστασιν ἀπολέσαντι. ὁ γὰρ ἅπαξ ἀποθανὼν εἰς τὸν ἴδιον οἶκον οὐχ ὑποστρέψει οὐδὲ τὰ συνήθη πράττων ἐπιγνωσθήσεται· τοῦτο γὰρ σημαίνει τὸ οὐδὲ μὴ ἐπιγνῶ
Commentarii in Job Unit 7 opening§u07-open
u07-openUnit 7.
Lemma-led open — αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ. , ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου, λαλήσω ἐν ἀνάγκῃ ὢν
Greek · §u07-open
αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ. 7, 11 ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου, λαλήσω ἐν ἀνάγκῃ ὢν τοῦ πνεύματός μου, ἀνοίξω πικρίας ψυχῆς μου συνεχόμενος. τοιγαροῦν, φησίν, οὐκ ἐφησυχάσω, ἀλλὰ εὔξομαι καὶ δεηθήσομαι συνεχόμενος. τὰς δὲ παρούσας ἀνάγκας καὶ τὴν καταπικρανθεῖσαν ψυχὴν καὶ τὸ εὐτελὲς τῆς φύσεως εἰς ἱκετηρίαν προβάλλεται. 7, 12 πότερον θάλασσά εἰμι ἢ δράκων, ὅτι κατέταξας ἐπ' ἐμὲ φυλακήν; ἐννόησον, φησίν, ὦ δέσποτα, ὅτι οὔκ εἰμι μέγα τι καὶ ἐξαίσιον τῶν σῶν κτισμάτων, οἷον θάλασσα ἢ κῆτος, ἀλλ' εὐτελὴς καὶ μικρός τις καὶ ἐξασθενῶ τοσαύταις περικλειόμενος συμφοραῖς. ὥσπερ δέ, φη 78 σίν, τὴν θάλατταν καὶ τὰ ἐν αὐτῇ κήτη ὁρίοις περιέκλεισας, ἃ οὐχ ὑπερβαίνουσιν, οὕτω με ταῖς συμφοραῖς περιεστοίχισας, ἃς ὑπεξελθεῖν οὐχ εὑρίσκω. εἶτα καὶ εἰς οἰκτιρμοὺς ἐκκαλούμενος τὸν θεὸν ἐπάγει· 7, 1314 εἶπα ὅτι· παρακαλέσει με ἡ κλίνη μου, ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου· ἐκφοβεῖς με ἐν ὑπνίοις καὶ ἐν ὁράμασί με καταπλήσσεις. κατ' αὐτὸν γὰρ τῆς ἀνέσεως τὸν καιρόν, ὅτε προσδοκῶ μικρὸν ἀδολεσχῆσαί μου τοῖς λογισμοῖς καὶ ὕπνου τυχεῖν καὶ ἀναπαύεσθαι, φοβερά μοι τὰ ἐνύπνια ἐφίστανται. συμβαίνει δὲ τοῦτο μάλιστα μὲν καὶ φυσικῶς τοῖς μεθ' ἡμέραν πειραζομένοις, ὥς που καὶ ὁ σοφὸς ἔφησεν Ἐκκλησιαστής· ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμῶν. εἰκὸς δὲ καὶ τὸν διάβολον φάσματά τινα φοβερὰ δεικνύντα ἐκδειματοῦν αὐτὸν καὶ ἐκταράττειν καθ' ὕπνους. ὁ δὲ μακάριος οὗτος οὔπω πληροφορηθείς, ὡς ἐξῃτήθη ὑπὸ τοῦ διαβόλου, οἴεται τὸν θεὸν καὶ ταῦτα καὶ τὰς βασάνους ἐπιφέρειν αὐτῷ. 7, 1516 ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου, ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου. οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω. ἱκετεύω τοίνυν, λαβέ μου τὴν ψυχὴν καὶ ἀπάλλαξόν με τῆς ὀδύνης διὰ τοῦ θανάτου· οὐ γὰρ αἰώνιόν μέ τινα κατεσκεύασας, ἵνα νῦν μὲν ἐνέγκω τὰς ἀλγηδόνας, τὸν ὕστερον δὲ χρόνον ἐν ἀναπαύσει ζήσωμαι. 79 οὐδὲν οὖν αἰτῶ παρὰ τὸ σὸν δόγμα, δέσποτα, θνητόν με ἔπλασας καὶ οὐκ ἀθάνατον· ἐπάγαγέ μοι τὸν θάνατον. τὸ ὅμοιον καὶ Μωσῆς ἱκέτευε λέγων· εἰ οὕτω μοι μέλλεις ποιεῖν, ἀπόκτεινόν με. 7, 16 ἀπόστα ἀπ' ἐμοῦ, κενὸς γάρ μου ὁ βίος. κενός μου ὁ βίος ἀντὶ τοῦ· ἐκλείπω, οὐκέτι ἔχω ἰσχύν. τὰ ὅμοια καὶ ∆αυὶδ ηὔχετο· ἀπόστησον ἀπ' ἐμοῦ τὰς μάστιγάς σου, ἀπὸ γὰρ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον. 7, 1718 τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτόν, ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτὸν ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωὶ καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς; τὸ τῆς τοῦ ἀνθρώπου φύσεως εὐτελὲς καὶ τοῦ θεοῦ περὶ αὐτὸν τὴν κηδεμονίαν εἰς ἱκεσίαν προβάλλεται. τί γάρ ἐστιν ἄνθρωπος, φησίν, εἰς ἰδίαν φύσιν; οὐδέν. σὺ δὲ διὰ πλῆθος φιλανθρωπίας οὕτως αὐτὸν ἐμεγάλυνας, ὅτι καὶ προσέχειν ἀξιοῖς αὐτῷ καὶ ἐπισκέπτῃ τὰ κατ' αὐτὸν μετὰ σπουδῆς καθ' ἡμέραν· τοῦτο γὰρ σημαίνει τὸ πρωί. πλὴν ἐπειδὴ κρίμα καὶ δόγμα σόν ἐστι τὸ διαναπαύειν αὐτόν, τουτέστι τὸ παρασκευάζειν ἡμᾶς τελευτᾶν, μὴ μακρύνῃς μοι τὰς ἀλγηδόνας. διὸ καὶ ἐπάγει· 7, 19 ἕως τίνος οὐκ ἐᾷς με οὐδὲ προίῃ με ἕως ἂν καταπίω τὸν 80 πτύελόν μου ἐν ὀδύνῃ; εἰ ἐγὼ ἥμαρτον, τί σοι δύναμαι πρᾶξαι; οὐκ ἀποδυσπετῶν ταῦτα λέγει, ἀλλ' ἱκετεύων μαθεῖν, μέχρι τίνος αὐτῷ τὰ τῶν ὀδυνῶν παρατείνεται, ἆρα μέχρις οὗ μηδὲ πτῦσαι μηδὲ φθέγξασθαί τι δυνηθείῃ; παραπλήσια καὶ ∆αυὶδ ἔλεγεν· ἕως πότε, ὁ θεός, ὀργισθήσῃ εἰς τέλος; ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου, μνήσθητι, τίς μου ἡ ὑπόστασις. καὶ γὰρ κἀκεῖνος οὐ μεμφόμενος, ἀλλ' ἱκετεύων ἔλεγε καὶ τὸ τῆς φύσεως ἀσθενὲς εἰς ἱκετηρίαν προυβάλλετο. εἶτα καὶ μειζόνως ἐκμειλισσόμενος τὸν θεόν φησιν· εἰ ἐγὼ ἥμαρτον, τί σοι δύναμαι πρᾶξαι; ἀντὶ τοῦ· εἰ δὲ καὶ ἥμαρτον, τί σοι δύναμαι ποιῆσαι; μάλιστα μὲν γὰρ οὐδὲ ἡ ἐμὴ
Unit 7 rem early§u07-rem-early
u07-rem-earlyRem early: Unit 7; lemma and argument toward the thesis.
Greek · §u07-rem-early
ἁμαρτία εἰς σὲ ἀνατρέχει. τί δὲ καὶ ἔχω πρᾶξαι, εἰ μὴ εἰς τοὺς σοὺς οἰκτιρμοὺς καταφεύγειν; 7, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, διὰ τί ἔθου με κατεντευκτήν σου; εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον. ἀλλὰ καὶ οἶσθα, φησίν, δέσποτα, οἷα ταῖς ἐννοίαις ἐμβατεύων, ὡς πολλοὶ πολλάκις εἰς ἐμὲ τὸν σὸν ὁρῶντες θεράποντα ταῦτα ὑπομένοντα καὶ παρορώμενον βλασφημοῦσι τὸ σὸν ὄνομα· καί εἰμί σου τρόπον τινὰ φορτίον, βάρους ῥημάτων καὶ βλασφημίας αἴτιος γινόμενος. κατεντευκτὴν οὖν αἴτιον καταβοήσεώς φησιν. 7, 21 καὶ διὰ τὶ οὐκ ἐποιήσω λήθην τῆς ἀνομίας μου καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου; 81 καὶ ταῦτα πλήρης ἱκεσίας τὰ ῥήματα. τὸ γὰρ διὰ τί, ὡς πολλάκις δέδεικται, ἱκετευτικῶς κεῖται ἢ καὶ ποθοῦντος τὴν αἰτίαν μαθεῖν τῶν ἐτασμῶν. ὁ δὲ νοῦς οὗτος· οὐκ εἶ, φησίν, φιλάνθρωπος, οὐχ ἱκανὸς συγχωρεῖν ἁμαρτίας καὶ καθαρὸν δεικνύναι διὰ πλῆθος οἰκτιρμῶν τὸν ἁμαρτήσαντα; διὰ τί μὴ κἀγὼ τῆς σῆς χρηστότητος ἀπολαύω; 7, 21 νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, ὀρθρίζων δὲ οὐκέτι εἰμί. καὶ τὸ ὀλιγοχρόνιον τῆς ζωῆς ἔπλεξε τῇ ἱκετηρίᾳ πανταχόθεν εἰς οἶκτον τὸν θεὸν ἐκκαλούμενος. τὸ δὲ ὀρθρίζων οὐκέτι εἰμί τοιοῦτον ὑποβάλλει νοῦν· οὐ γάρ ἐστιν, φησίν, ὥσπερ ὕπνος ὁ θάνατος· μετὰ γὰρ τὸν ὕπνον οἱ ἄνθρωποι ὀρθρίζοντες πάλιν ἐν τῷ βίῳ τυγχάνουσιν, ὁ δὲ ἀποθανὼν οὔτε ὄρθρον προσδοκᾷ οὔτε μετὰ ἀνθρώπων διατριβήν. ταῦτα δὲ εἶπεν ὁ Ἰὼβ οὐδὲν μὲν ἑαυτῷ συνειδὼς ἁμάρτημα, κατὰ δὲ συγχώρησιν λέγων ὅτι· εἰ καὶ ἥμαρτον, μετὰ πάντων ὀφείλω τῆς τοῦ θεοῦ φιλανθρωπίας ἀπολαῦσαι. δέδεικται τοίνυν διὰ πάντων ἡ εὐσεβὴς καὶ φιλόθεος καὶ δικαία καὶ ἄμεμπτος τοῦ Ἰὼβ γνώμη, εἰ καὶ ἀσαφέστερον τῇ ἀπαγγελίᾳ τῶν λόγων ἐχρήσατο. 82 ΚΕΦΑΛΑΙΟΝ ΕΚΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει· μέχρι τίνος λαλήσεις ταῦτα; πνεῦμα πολυρρῆμον τοῦ στόματός σου. Προθεωρία τοῦ κεφαλαίου εἰς ἀντιλογίαν τῶν νῦν εἰρημένων ὑπὸ τοῦ Ἰὼβ καθιστάμενος ὁ Βαλδὰδ μέμφεται μὲν αὐτὸν ὡς πολυρρήμονα, εἰς τοὺς αὐτοὺς δὲ τῷ Ἐλιφὰζ καὶ αὐτὸς ἐξεκυλίσθη λόγους ταῖς ἁμαρτίαις τὰς κακώσεις ἀκολουθεῖν ὑπολαμβάνων. ἐπεὶ δὲ ᾔδει ἀντιπῖπτον αὐτῷ, ὅτι εἰ καὶ Ἰὼβ ἥμαρτεν, διὰ τί οἱ παῖδες ἐτιμωρήθησαν, προκαταλαμβάνει καί φησιν, ὅτι καὶ αὐτοὶ δι' ἁμαρτίας πεπόνθασιν· καὶ παραινεῖ μὲν τῷ δικαίῳ θεὸν ἱκετεύειν, πειρᾶται δὲ διὰ φυσικῶν παραδειγμάτων αὐτὸν πείθειν, ὡς δι' ἁμαρτίας πάντως αἱ κολάσεις ἐπιφέρονται. πέπονθε δὲ καὶ αὐτὸς τὴν ὁμοίαν πλάνην τῷ Ἐλιφάζ, τὴν ὑπὲρ θεοῦ δῆθεν καὶ αὐτὸς συνηγορίαν ἀναδεξάμενος. ἢ οὖν διὰ τοῦτο τῶν παίδων ἐμνήσθη, ἢ ὡς μηδὲν ἔχων φανερὸν ἁμάρτημα λέγειν κατὰ τοῦ Ἰὼβ ἐπὶ τοὺς παῖδας τὴν αἰτίαν μετήγαγεν· πλὴν οὐδὲ αὐτὸν ἀθῷον ἀφῆκεν πειρώμενος δεικνύναι, μὴ τοῖς εὐσεβέσιν ἀλλὰ τοῖς ἀδίκοις τὰς κολάσεις ἀκολουθεῖν. 83 Αἱ λέξεισ 8, 23 μέχρι τίνος λαλήσεις ταῦτα; πνεῦμα πολυρρῆμον τοῦ στόματός σου. μὴ ὁ κύριος ἀδικήσει κρίνων, ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον; ὡς φλυαρήσαντα μέμφεται τὸν Ἰὼβ καὶ οἴεται αὐτὸν ἐπιστομίζειν ἐκ τῆς τοῦ θεοῦ δικαιοκρισίας. οὐδὲ γὰρ ὁ τὰ πάντα, φησίν, ποιήσας εὐκόσμως καὶ ἐναρμονίως ἐπὶ σοῦ μόνου τὴν τοῦ δικαίου διετάραξεν ἰσότητα. ἠρέμα οὖν αὐτὸν πλήττει ὡς κατὰ τὸ δίκαιον καὶ δι' ἁμαρτίας ὑπομένοντα. 8, 4 εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν. εἰ γὰρ τὰ τέκνα σου, φησίν, ἥμαρτον, οὐ δικαίως ἐτιμωρήθησαν; τὸ δὲ ἐναντίον αὐτοῦ διὰ τὸ μηδὲν λανθάνειν τὸν θεὸν εἶπεν. ἐν χειρὶ δέ· ἐν τῇ πράξει, ἵνα εἴπῃ, ὅτι κατὰ τὰς ἑαυτῶν πράξεις ἀπέλαβον. 8, 57 σὺ δὲ ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος. εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσεως ὑπακούσεταί σου. ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης· ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, τὰ δὲ ἔσχατά σου ἀμύθητα. συμβουλεύω σοι τοίνυν, φησίν, δέεσθαι τοῦ θεοῦ μετὰ σπουδῆς, παντὸς προτιμοτέραν τὴν ἱκεσίαν ποιούμενον· τὸ γὰρ ὄρθριζε τοῦτο δηλοῖ. καὶ εἰ ὄντως ἀληθινὸς εἶ καὶ οὐκ ἐπίπλαστος, ἀποκαταστήσει σοι βίον καὶ διαγωγὴν πρέπουσαν δικαίῳ, ἵνα οὕτως εὖ πράξῃς, ὡς ὀλίγα σου νομισθῆναι τὰ πρότερον ἀγαθά. κατανόει δέ, ὡς οἴεται ὁ Βαλδὰδ ἐν μέρει εὐλογίας κεῖσθαι τοῖς 84 δικαίοις τῶν ἐν τῷδε τῷ βίῳ ἀγαθῶν τὴν ἀπόλαυσιν. 84 8, 89 ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων· χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν· σκιὰ γάρ ἐστιν ὁ βίος ἡμῶν ἐπὶ τῆς γῆς. ζήτησον γάρ, φησίν, τὰ παλαιότερα καὶ ἀνερεύνησον τὰ ἐπὶ τῶν πατέρων· ἡμεῖς γὰρ χθὲς καὶ πρώην γεγόναμεν, καὶ ὅλος ἡμῶν ὁ βίος ὡς σκιὰ
Unit 7 rem mid§u07-rem-mid
u07-rem-midRem mid: Unit 7; lemma continues; reading with the letter.
Greek · §u07-rem-mid
παρατρέχει, καὶ διὰ τὸ τοῦ βίου ὀλιγοχρόνιον οὐδὲ τὰ πολλὰ γνῶναι δυνάμεθα. 8, 10 ἦ οὐχ οὗτοί σε διδάξουσι καὶ ἀναγγελοῦσι καὶ ἐκ καρδίας ἐξάξουσι ῥήματα; οἱ πατέρες, φησίν, σὲ διδάξουσι καὶ δι' ὧν ἔπραξαν καὶ δι' ὧν ἐλάλησαν. τί δὲ λέγει, ὅτι διδάξουσί σε οἱ πατέρες; εὔδηλον, ὅτι διὰ τὰς ἁμαρτίας αἱ τιμωρίαι, καὶ ὅτι οὐ δυνατὸν εὐθηνίαν ἀδίκων κρατύνεσθαι. 8, 1112 μὴ θάλλει πάπυρος ἄνευ ὕδατος ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου; ἔτι ὂν ἐπὶ ῥίζης καὶ οὐ μὴ θερισθῇ, πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη ξηρανθήσεται. ὥσπερ, φησίν, οὐκ ἐνδέχεται πάπυρον ἢ βούτομον αὔξεσθαι ἢ θερίζεσθαι τῆς τοῦ ὕδατος ἰκμάδος μὴ ἀπολαύσαντα, ἀλλὰ καὶ πᾶσα βοτάνη μὴ ἀρδευομένη ξηραίνεται, οὕτως ἄνευ εὐσεβείας ἀμήχανον ἀνθρώπῳ εὐθηνίαν διαμεῖναι. διὸ καὶ ἐπάγει· 85 8, 1314 οὕτω τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ κυρίου· ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται. ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος, ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή. τὸν αὐτὸν τοιγαροῦν τρόπον οὐ μέχρι τέλους ἡ τῶν ἀσεβῶν εὐημερία διαμένει, ἀλλὰ δίκην ἀράχνης διαλύεται πάσης αὐτοῦ τῆς εὐπραγίας ἀφανιζομένης. ἴχνη δὲ τὰς πορείας, τὰς ὁδούς φησιν, ἵνα εἴπη, ὅτι πανέστιος ἀπόλλυται· τοῦτο γὰρ σημαίνει τὸ ἀοίκητος αὐτοῦ ὁ οἶκος. 8, 15 ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ· ἐπιλαβομένου δὲ αὐτοῦ οὐ μὴ ὑπομείνῃ. ἐὰν γὰρ ὡς οἷόν τε ἀσφαλῶς δόξῃ πράττειν καὶ ἑδραίως τὰ καθ' ἑαυτὸν διατίθεσθαι, ἐπιλάβηται δὲ αὐτοῦ ὁ θεόςἀντὶ τοῦ· πληκτικῶς αὐτοῦ περιδράξηται, οὐ μὴ ὑπομείνῃ. 8, 16 ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται. ὡς γὰρ πάπυρος, φησίν, καὶ βούτομον, κἂν ἰκμάδα ἔχωσιν ὕδατος, ἡλιακοῦ καύσωνος ἐπιπεσόντος ἀποξηραίνονται καὶ αἱ παραφυάδες αὐτῶν σήπονταιτοῦτο γάρ φησι τὸ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται, οὕτω καὶ οἱ ἀσεβεῖς πάσχουσι τῆς θείας ὀργῆς ἐπιπεσούσης. ἔοικε δὲ διὰ τῶν ῥαδάμνων, οἳ σημαίνουσι τὰς παραφυάδας ἢ κλάδους ἢ ἄνθη, τὴν ἀπώλειαν τῶν παίδων τοῦ Ἰὼβ αἰνίττεσθαι. 86 8, 1718 ἐπὶ συναγωγῇ λίθων κοιμᾶται, ἐν δὲ μέσῳ χαλίκων ζήσεται. ἐὰν δὲ καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν. ἐοίκασι γάρ, φησίν, οἱ ἀσεβεῖς τοῖς ἐν γῇ φυτευθεῖσι μὴ ἐχούσῃ βάθος, ἀλλὰ λιθώδει καὶ σκληρᾷ τυγχανούσῃ. ἢ γὰρ οὐδὲ ὅλως ῥιζοῦνται, ἢ, κἂν ῥιζωθῶσιν, διὰ τὸ μὴ ἔχειν βάθος γῆς ξηραίνονται, ὡς μηδὲ φαίνεσθαι ἔτι ἐν τῷ τόπῳ. τὸ γὰρ ἐὰν καταπίῃ ἀντὶ τοῦ· ἐὰν ῥιζωθῇ, τὸ δὲ ὁ τόπος ψεύσεται αὐτὸν ἀντὶ τοῦ· ἀφανῆς γίνεται καὶ ἀνεπίγνωστος ὑπὸ τῆς συμφορᾶς. καλῶς δὲ ἔοικε λίθων καὶ χαλίκων μεμνῆσθαι. οἱ γὰρ ἀσεβεῖς ἐπὶ τῇ τῶν φαύλων τραχύτητι καὶ ἀνωμαλίᾳ ἐπαναπαύονται· κἂν δόξωσί τινα δέχεσθαι θεοσεβείας λόγον, εὐθέως ἐμοῦσιν αὐτὸν διὰ τὸ μὴ ἔχειν εὔγειον καὶ καρποφόρον ψυχήν. 8, 1819 οὐχ ἑώρακας τοιαῦτα, ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη; ταῦτα, φησίν, καὶ ἐκ τῶν ἑτέροις συμβεβηκότων ὀφείλεις θεωρῆσαι. 8, 19 ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει· ὁ γὰρ κύριος οὐ μὴ ἀποποιήσεται τὸν ἄκακον. ὥσπερ δέ, φησίν, τοὺς ἐν εὐημερίᾳ ἀσεβεῖς ὁ θεὸς ἐξαφανίζει, οὕτω καὶ τοὺς ἀκάκους, ἐὰν ἔν τινι δυσπραγίᾳ γένωνται, παρασκευάζει ἀναβλαστῆσαι καὶ ἐν εὐθηνίᾳ καθίστησιν. οὐ γὰρ εἰς τέλος ὁ ἄκακος περιορᾶται, οὐδὲ ὁ ἀσεβὴς εἰς τέλος εὐθηνεῖται. ἐπιμείνας δὲ τῇ τροπῇ τῶν βοτανῶν τὸ ἀναβλαστήσει τέθεικεν. 87 8, 22 πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται· ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, τὰ δὲ χείλη αὐτῶν ἀγαλλιάσεως. οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, δίαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται. καὶ τὰ μὲν δῶρα τῶν ἀσεβῶν οὐ δεκτὰ παρὰ τῷ θεῷ, τοὺς δὲ ἀληθινοὺς χαρᾶς ἐμπλήσει, ὡς εὐθηνουμένους ἀγαλλιᾶσθαι καὶ δοξάζειν τὸν θεόν. καὶ οἱ μὲν τῶν δικαίων ἐχθροὶ αἰσχύνην ὀφλήσουσι, τῶν δὲ ἀσεβῶν πᾶσα διαγωγὴ ἀνατραπήσεται. δι' ὅλων δὲ καὶ οὗτος δεῖξαι ἐπειράθη, ὡς ἡ μεταβολὴ τῷ Ἰὼβ διὰ ἀσέβειαν γέγονεν. 88 ΚΕΦΑΛΑΙΟΝ ΕΒ∆ΟΜΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· ἐπ' ἀληθείας οἶδα, ὅτι οὕτως ἐστίν. πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ κυρίῳ; Προθεωρία τοῦ κεφαλαίου τοῦ Βαλδὰδ εἰρηκότος· μὴ ὁ κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον, συντρέχει καὶ ὁ Ἰὼβ τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ φάσκων· ἐπ' ἀληθείας οἶδα, ὅτι οὕτως ἐστίν. ἀποφηνάμενος δὲ μετὰ πολλῆς τῆς πληροφορίας δίκαιον τὸν θεόν φησιν, ὅτι καὶ σοφός ἐστι καὶ δυνατὸς καὶ μέγας, καὶ χαλεπὸν πάντῃ πρὸς θεὸν ἀντιτείνειν. εἶτα κατασκευάζει διὰ πλειόνων τοῦ θεοῦ τὸ δυνατὸν καὶ ἀκατάληπτον
Unit 7 rem close§u07-rem-close
u07-rem-closeRem CLOSEOUT: Unit 7 CLOSEOUT.
Greek · §u07-rem-close
καί φησιν, ὅτι οὐδεὶς δίκαιος παρὰ τῷ θεῷ, εἰ μὴ κατὰ χάριν, καὶ ὅτι οὐδὲν μὲν σύνοιδεν ἑαυτῷ, πλὴν οὐκ ἐν τούτῳ δεδικαίωται. εἶτα τοῦ βίου τὸ ὀλιγοχρόνιον εἰς ἱκεσίαν προβάλλεται καί φησιν ὅτι· εἰ ὡς ἀσεβὴς κολάζομαι, ἄμεινόν μοι ἦν τὸ ἀποθανεῖν. ὑπὸ δὲ τῆς πολλῆς περὶ θεὸν ἀγάπης τὸν ἐμπαθῆ φόβον ὑπερβάς, ἐπειδὴ μὴ πείθει τοὺς φίλους, ὅτι οὐ δι' ἁμαρτίας κολάζεται, πρὸς τὸν ἀδέκαστον θεὸν ἡδέως τὴν ἑαυτοῦ λέγει δίκην, σφόδρα θαρρῶν τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ, εἰδὼς ὅτι οὐκ ἀνέξεται κύριος ἄδικόν τι φθέγξασθαι. ταῦτα οὖν οὐ τραχυνομένου τυγχάνουσι τὰ ῥήματα, ἀλλ' ὡς υἱοῦ πρὸς πατέρα παρρησιαζομένου καὶ μονονουχὶ λέγοντος· ἡδέως σοι, ὦ πάτερ, δικάζομαι· οἶδα γάρ, ὅτι ψεύσασθαι οὐκ ἀνέχῃ. ὁ δὲ 89 ταῦτα λέγων ὑπερβαλλόντως τιμᾷ τὸν θεὸν ὡς δίκαιον καὶ ἀληθῆ καὶ ἀπροσωπόληπτον. ἐκ τοιαύτης οὖν διαθέσεως τὴν πρὸς θεὸν αἰτεῖ διαδικασίαν, καὶ πάλιν, ἐπειδὴ ὅλως ἐτόλμησεν λαλῆσαι, σύγγνωθι, φησίν, δέσποτα· αἱ γὰρ περιστᾶσαι ὀδῦναι καὶ ὅλως φθέγξασθαί με παρεσκεύασαν. καὶ πάλιν τὸ φιλάνθρωπον τοῦ θεοῦ καὶ ἀμνησίκακον καὶ μεγαλόδωρον προίσχεται καὶ ἱκετεύει ὡς ποιητὴν φείσασθαι τοῦ ποιήματος· καὶ τὸ δυνατὸν τοῦ θεοῦ παρίστησι καὶ αἰτεῖ τινος ἀναψύξεως τυχεῖν πρὸ τελευτῆς, οὐχ οὕτως, οἶμαι, διὰ τὸ τῶν βασάνων ἀπαλλαγῆναι, ὡς ἵνα πληροφορηθῇ ζῶν, ὅτι οὐκ ὀργίζεται αὐτῷ ὁ θεὸς οὐδὲ ἀπορρίπτει αὐτὸν εἰς σκότος ἐκ τοῦ φωτεινοτάτου ἑαυτοῦ προσώπου. Αἱ λέξεισ 9, 2 ἐπ' ἀληθείας οἶδα, ὅτι οὕτως ἐστίν. οἶδα, φησι, κἀγώ, ὅτι οὐκ ἄδικος ὁ θεός, ἀλλὰ καὶ κολάζων τοὺς ἀσεβεῖς κατὰ τὸν τοῦ δικαίου κολάζει λόγον. δεικνὺς δέ, ὅτι τοῦτο τὸ δόγμα παρ' ἑαυτῷ πάγιον ἔχει, οἱονεὶ μεθ' ὅρκου πιστοῦται τὸν λόγον φήσας· ἐπ' ἀληθείας οἶδα, ὅτι οὕτως ἐστίν. οὕτω δὲ προοιμιάσατο τοὺς ἐφεξῆς ἑαυτοῦ λόγους προασφαλιζόμενος, ἵνα ὅταν λέγῃ· ἡδέως κρίνομαι πρὸς θεόν, μή τις ὑπολάβῃ, ὅτι ὡς ἄδικα πάσχων τοῦτό φησιν, ἀλλ' ὅτι θαρρῶν τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ καὶ τῇ ἑαυτοῦ δικαιοσύνῃ καὶ τῇ περὶ θεὸν ἀγάπῃ τοὺς λόγους προφέρει. ὅτι μὲν οὖν οὐδὲν ἑαυτῷ σύνοιδεν ἁμάρτημα, πρόδηλον ἐκ τῶν ἑαυ 90 τοῦ λόγων· ἐπιστάμενος δέ, ὡς πρὸς τὴν θείαν ἀκρίβειαν οὐδείς ἐστιν ἀναμάρτητος, ἐπιφέρει καί φησιν· 9, 24 πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ κυρίῳ; ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτοῦ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων. σοφὸς γάρ ἐστι διανοίᾳ κραταιός τε καὶ μέγας. ἀλλὰ καὶ τοῦτο οἶδα, φησίν, ὅτι οὐδεὶς πρὸς τὴν θείαν ἀκρίβειαν δίκαιος, εἰ μὴ γὰρ μόνον κατὰ χάριν ἐθελήσῃ δικαιῶσαι· εἰ δὲ μή, οὐκ ἔστι πρὸς αὐτὸν διᾶραι. ἐὰν γὰρ ἐθελήσῃ ὁ θεὸς κρίνεσθαι μετὰ ἀνθρώπου, ἀμηχανεῖ ὁ ἄνθρωπος ὅλως ὑπακοῦσαι καὶ διᾶραι τὸ στόμα. οὐ γὰρ δύναται χιλίους λόγους λέγοντος τοῦ θεοῦ πρὸς ἕνα γοῦν καὶ μόνον ἀντειπεῖν, ὅτι κακῶς ἐρρέθη. τὴν γὰρ αὐτοσοφίαν ἀμήχανον μὴ πάντα εἰδέναι καὶ τὰ ἡμᾶς διαλανθάνοντα, ἀμήχανον δὲ καὶ ἄσοφόν τι λαλῆσαι ἢ ἐπιλήψιμον. μετὰ δὲ τοῦ σοφοῦ ἔχει καὶ τὸ παντοδύναμον καὶ τὸ τῆς φύσεως μεγαλεῖον. πάλιν δὲ σημειωτέον, ὡς ταῦτα προεῖπεν ὁ δίκαιος μονονουχὶ λέγων τὸ τοῦ μακαρίου ∆αυίδ· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν, ἵνα, ἐὰν ἀκούσωμεν αὐτοῦ βουλομένου κρίνεσθαι πρὸς θεόν, μὴ ὑπολάβωμεν, ὅτι φησίν· ἄδικα πάσχω καὶ δύναμαι κρινόμενος πρὸς θεὸν ἀπελέγξαι αὐτὸν οὐ δίκαια ποιοῦνταἄπαγε, πόρρω γὰρ ταῦτα τῆς τοῦ μεγάλου καὶ φιλοθέου Ἰὼβ μεγαλονοίας, ἀλλ' ἵνα μάθωμεν, ὅτι τὰς μὲν παρὰ ἀνθρώποις κρίσεις φεύγει οἷα ἢ κατὰ ἄγνοιαν λαλούντων ἢ πρὸς χάριν τινός, ὃ δὴ πεπόνθασιν οἱ αὐτοῦ φίλοι πεπλανημένοι περὶ τοὺς τῆς προνοίας λόγους καὶ οἰόμενοι 91 θεῷ συνηγορίαν νέμειν διὰ τοῦ καταψηφίζεσθαι τοῦ δικαίου, ἀξιοῖ δὲ καὶ ἱκετεύει, αὐτὸν αὐτῷ καταστῆναι τὸν ἀψευδῆ θεὸν εἰς κρίσιν, ὡς ἂν διὰ τῆς τοῦ θεοῦ ἀληθείας ἀποδειχθῇ μὴ δι' ἁμαρτήματα κολαζόμενος. 9, 4 τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν; ἀλλ' οὐδὲ τραχυνόμενός τις, φησίν, κατὰ θεοῦ ἀτιμώρητος ἀπέρχεται. πάλιν καὶ τοῦτο προασφαλιζόμενος τέθεικεν, ἵνα γνῶμεν, ὅτι οὐδαμοῦ τραχυνόμενος, ἀλλ' ἱκετεύων καὶ θαρρῶν τῇ τοῦ θεοῦ ἀληθείᾳ τοὺς λόγους προφέρει. ὁ γὰρ εἰδὼς μὴ συμφέρον εἶναι σκληρὸν φαίνεσθαι κατὰ θεοῦ οὐκ ἂν αὐτὸς ἐτραχύνετο, καίτοι μηδὲ πολλοῦ παρελθόντος χρόνου, ἀλλ' ἐν αὐτοῖς τοῖς ἐφεξῆς λόγοις .... οὕτω δὲ προοιμιασάμενος καὶ ἱκανῶς ἡμῶν τὴν γνώμην
Commentarii in Job Unit 8 opening§u08-open
u08-openUnit 8.
Lemma-led open — ἀσφαλισάμενος τὴν τοῦ θεοῦ δύναμιν ἐξηγεῖται, ὡς ἂν ἑκάστῳ διὰ τούτων παραινῶν, μηδ ὅλως τ
Greek · §u08-open
ἀσφαλισάμενος τὴν τοῦ θεοῦ δύναμιν ἐξηγεῖται, ὡς ἂν ἑκάστῳ διὰ τούτων παραινῶν, μηδ' ὅλως τολμᾶν ἀντιφθέγγεσθαι τῷ τοσούτῳ μὲν τὴν δύναμιν, τοσούτῳ δὲ τὴν ἰσχὺν καὶ τὴν μεγαλειότητα καὶ μὴ ἀνεχομένῳ κατὰ μηδὲν ταράξαι τὸ δίκαιον. 9, 5 ὁ παλαιῶν ὄρη καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ. πρὸς μὲν ῥητόν· ὁ καὶ τὰ ὄρη, φησίν, ἐξαφανίζων μετ' εὐκολίας. τὸ ὅμοιον καὶ ὁ ∆αυὶδ ἔφη· ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. πρὸς δὲ διάνοιαν· ὁ παραφέρων τὰς ἐπιβουλὰς τὰς ὑπερεχούσας τοῦ πονηροῦ ἐκ τῶν ἀνθρώπων καὶ ἀγνοούντων αὐτῶν. 9, 6 ὁ σείων τὴν ὑπ' οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται. 92 στύλους τὰ στηρίγματά φησιν· ἐν αὐτῷ γάρ ἐστι τῷ θεμελιώσαντι καὶ στηρίξαντι, ὡς αὐτὸς οἶδεν, καὶ σαλεῦσαι. ὅμοιον τὸ ἐν Ψαλμοῖς· ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν. 9, 7 ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ τῶν ἄστρων κατασφραγίζει. κατασφραγίζει ἀντὶ τοῦ· ἀποκλείει. δύναται, φησίν, καὶ τῷ ἡλίῳ ἐπιτάττειν, κατὰ χώραν μένειν καὶ μὴ ἀνατέλλειν, καὶ τὰ ἄστρα ἀποκλείειν, ὥστε μὴ φωτίζειν αὐτά. 9, 8 ὁ τανύσας τὸν οὐρανὸν μόνος ἀλλὰ καὶ τὸν οὐρανόν, φησίν, μετ' εὐκολίας διέτεινεν. 9, 8 καὶ περιπατῶν ὡς ἐπὶ ἐδάφους ἐπὶ θαλάσσης. κατὰ μὲν τὴν ἱστορίαν· ὁ καὶ τὴν θάλασσαν, φησίν, ὑπὸ πόδας ἔχων καὶ διὰ τὸ τῆς φύσεως ἄυλον διὰ πάντων ὁδεύων καὶ πᾶσιν ἐφιστάμενος. ἔοικε δὲ προφητικῶς καὶ τὴν ἐνανθρώπησιν τοῦ λόγου σημαίνειν, ὅτε πρὸς τὴν ἀποστολικὴν ὁ κύριος ὁλκάδα παρεγένετο ἐπ' ἄκρων τῶν κυμάτων βαδίζων. 9, 910 ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμεῖα νότου· ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. ὡς ἀνέγκλητος μὲν τούτοις τοῖς ὀνόμασιν ἐχρήσατο· τί γὰρ ἀδι 93 κοῦσι τὴν γραφὴν ὀνομαζόμενα παρ' αὐτῆς οὕτως ὡς ἀκούοντες ἄνθρωποι δύνανται νοεῖν; ἀπὸ μὲν τῶν περιφανεστέρων ἀστέρων τοὺς λοιποὺς περιέλαβεν καὶ οἱονεὶ εἶπεν ὅτι· ὁ πάντα τὸν οὐράνιον ποικίλας κόσμον. ἀπὸ δὲ τοῦ νότου τοὺς πάντας ἀνέμους ἐσήμανεν, ὡς καὶ ὁ μακάριος ἔφη ∆αυίδ· ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτῶν. θησαυροὺς δὲ καὶ ταμεῖα ἀνέμων εἶπεν ἡ γραφή, ἵνα γνῶμεν, ὅτι ἀνέφικτοί εἰσιν οἱ περὶ τῶν ἀνέμων λόγοι. καὶ τί, φησίν, τὸ καθέκαστον λέγω; μεγάλα γάρ εἰσι καὶ ἀκατάληπτα καὶ ἀναρίθμητα τοῦ θεοῦ τὰ ἔργα. 9, 11 ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω· καὶ ἐὰν παρέλθῃ με, οὐδ' ὧς ἔγνων. ἀλλὰ καὶ ἀόρατος καὶ ἀκατάληπτος τὴν φύσιν τυγχάνει, ὥστε ἄγνωστον ἡμῖν εἶναι, πῶς τε ἐν πᾶσι καὶ ἔξω πάντων καὶ ὑπὲρ πάντα τυγχάνει. 9, 1213 ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει; ἢ τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας; αὐτὸς γὰρ ἀπέστραπται ὀργήν, ὑπ' αὐτοῦ δὲ ἐκάμφθησαν κήτη τὰ ὑπ' οὐρανόν. ἐάν, φησίν, τελείαν συντέλειαν ποιήσασθαι θελήσῃ, τίς ἀνασκευάσει τὰ αὐτῷ δοκοῦντα; ἓν δέ, φησίν, οἴδαμεν, ὅτι ἀπαθῶς κολάζει καὶ ἀοργήτως τιμωρεῖται, πάντα συμφερόντως οἰκονομῶν τὰ καθ' 94 ἡμᾶς. ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ· ὑπ' αὐτοῦ δὲ ἐκάμφθησαν κήτη τὰ ὑπ' οὐρανὸν οὕτως ἐκδέδωκεν· _ὑ_π_ο_κ_ά_τ_ω_ _α_ὐ_τ_ο_ῦ_ _κ_α_μ_φ_θ_ή_σονται οἱ ἐπερειδόμενοι ἀλαζονείᾳ, ἵνα εἴπῃ, ὅτι καὶ τῶν ὑπερηφάνων κατασπᾷ τὴν ὀφρῦν. πρὸς δὲ διάνοιαν· ὑπ' αὐτοῦ ἐταπεινώθησαν τὰ πνευματικὰ τῆς πονηρίας, κήτη καλούμενα, ὅτι περὶ τοὺς κλύδωνας τῆς ψυχῆς διανήχονται. 9, 1415 ἐὰν δέ μου ὑπακούσηται, ἦ διακρινεῖ τὰ ῥήματά μου; ἐάν τε γὰρ δίκαιος ὦ, οὐχ ὑπακούσεταί μου, τοῦ κρίματος αὐτοῦ δεηθήσομαι. εἰ δὲ καὶ ὑπακούσεταί μου καὶ ὄντως διακρινεῖ καὶ κατεξετάσει τὰ ἐμὰ ῥήματα καὶ δόξω κατὰ πάντα λόγον δίκαιος εἶναι, ἐπειδὴ μὴ κατὰ τὸν ἡμέτερον νοῦν ὁ θεὸς κρίνει, ἀλλ' ὑψηλότερά τε καὶ ἀνέφικτα ἡμῖν τὰ αὐτοῦ κρίματα, δικαίως οὐκ εἰσακούσεταί μου. διὸ μᾶλλον αὐτοῦ δεηθήσομαι, ἵνα φιλανθρώπως ἐξοίσῃ τὰ ἐπ' ἐμοὶ κρίματα. ταῦτα δὲ λέγει τὴν ὑπεροχὴν τοῦ κρίματος τοῦ θεοῦ θαυμάζων καὶ
Unit 8 rem early§u08-rem-early
u08-rem-earlyRem early: Unit 8; lemma and argument toward the thesis.
Greek · §u08-rem-early
μονονουχὶ τὸ τοῦ ἀποστόλου λέγων· οὐδὲν μὲν ἐμαυτῷ σύνοιδα, πλὴν οὐκ ἐν τούτῳ δεδικαίωμαι. αἰτεῖ οὖν κατὰ χάριν ὑπὸ θεοῦ δικαιωθῆναι. 9, 1617 ἐάν τε καλέσω καὶ ὑπακούσῃ, οὐ πιστεύω, ὅτι εἰσακήκοέν μου· μὴ γνόφῳ με ἐκτρίψει; ἐὰν δὲ καὶ ἐπικαλέσωμαι τὸν θεὸν καὶ θελήσῃ ὑπακοῦσαί μου τῆς δικαιολογίας, πάλιν δέδοικα, μὴ οὐ παρεδέξατο ταύτην καὶ ὡς καταιγὶς ἤτοι γνόφος ἀφανίσει με. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὁ γνόφος 95 κυκλοτερὴς πανταχόθεν περιλαμβάνων ἐστίν. κἂν δι' ἑνὸς οὖν, φησίν, μέρους δόξω δίκαιος εἶναι, δι' ἑτέρου ἐλέγχει με. 9, 17 πολλὰ δέ μου τὰ συντρίμματα ἐποίησεν διὰ κενῆς. ἓν δὲ οἶδα, φησίν, ὅτι αἰτίαν οὐκ ἐπίσταμαι, δι' ἣν οὕτω συντρίβομαι. τοῦτο γὰρ ἔοικε σημαίνειν τὸ διὰ κενῆς. ἢ καὶ τοῦτο λέγει, ὅτι οὐκ ἐδεῖτο θεὸς δοκιμάσαι με διὰ βασάνων· ᾔδει γάρ με καὶ πρὸ τῶν ἐτασμῶν. τοῦτο δὲ καὶ ὁ θεὸς πρὸς τὸν διάβολον ἔλεγε περὶ αὐτοῦ· σὺ δὲ εἶπας ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς. 9, 1819 οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι, ἐνέπλησεν δέ με πικρίας. ὅτι μὲν γὰρ ἰσχύι κρατεῖ· τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται; ἐγὼ μὲν οὖν, φησίν, οὐδὲ ἀναπνεῦσαι ἀνωδύνως δύναμαι· λογιζόμενος δὲ τοῦ θεοῦ τὴν ἰσχὺν τολμηρὸν εἶναι ἀποφαίνομαι τὸ τοῖς αὐτοῦ κρίμασιν ἀνθίστασθαι. ταῦτα δὲ πάντα πρὸς τοὺς φίλους ἀποτεινόμενος λέγει τοὺς οἰομένους δι' ἁμαρτίας αὐτὸν κολάζεσθαι. 9, ἐάν τε γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει. ἐὰν γὰρ τολμήσω λέγειν, ὅτι δίκαιός εἰμι, αὐτὸ τὸ εἰπεῖν τοῦτο ἀσεβὲς εἶναι ὑπολαμβάνω. 9, ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι. ἐὰν δὲ καὶ τολμήσω εἰπεῖν, ὅτι ἄμεμπτός εἰμι, καὶ ἐμαυτὸν ἀπο 96 δέξωμαι, αὐτὸ τοῦτο σκολιόν με δείκνυσι καὶ οὐκ εὐθῆ. τοῦτο δέ ποτε καὶ ὁ Φαρισαῖος εἰπὼν κατῆλθε κατακεκριμένος. 9, 21 εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, πλὴν ὅτι ἀφῄρηταί μου ἡ ζωή. πάλιν τὸ τοῦ ἀποστόλου εἶπεν, ὅτι ἐγὼ μὲν οὐδὲν ἐμαυτῷ σύνοιδα, πλὴν οὐκ ἐν τούτῳ δεδικαίωμαι, δι' ὧν τὰς τοιαύτας ὑπομένω κολάσεις. 9, 22 διὸ εἶπον· μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή. ταῦτα ἀναλογιζόμενος λέγω, ὅτι τὸν οἰόμενον μέγαν ἑαυτὸν εἶναι καὶ δυνατὸν κατὰ δικαιοσύνην ἀπόλλυσιν ἡ τοῦ θεοῦ ὀργή. 9, 23 ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ· καὶ οἶδα μέν, ὅτι καὶ οἱ φαῦλοι τὰς ἐσχάτας ἐκτίσουσι δίκας. 9, 2324 ἀλλὰ δίκαιοι καταγελῶνται, παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. πλὴν καὶ οἱ δίκαιοι καταγελῶνται, ὑπὸ τῶν φαύλων δηλονότι. καταγελῶνται δέ, ἐπειδὴ πολλάκις καὶ αὐτοὶ παραδίδονται εἰς τὸ πάσχειν κακῶς. τῷ δὲ λέγειν εἰς χεῖρας ἀσεβοῦς ἔοικε πληροφορεῖσθαι, ὅτι διαβόλῳ παραδέδοται, τὴν δὲ αἰτίαν, ἐφ' ᾗ ταῦτα ᾠκονόμητο, ἀγνοεῖν. 97 9, 24 πρόσωπα κριτῶν αὐτῆς συγκαλύπτει· εἰ δὲ μὴ αὐτός, τίς ἐστιν; ἐπειδὴ διαβόλου ἐμνήσθη εἰρηκὼς παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς ἀκολούθως ἐπάγει λέγων ὅτι· ἡ δὲ ἁμαρτία λανθάνει καὶ τῶν διακριτικῶν τὴν γνῶσιν ἐν ὑποκρίσει δικαιοσύνης πολλάκις προσερχομένη· διὸ οὐδεὶς ἀναμάρτητος. εἰ δὲ μὴ πανουργίᾳ ἐχρῆτο, οὐ μέγας ὑπῆρχεν, ἀλλ' εὐκαταγώνιστος ὁ τῆς ἁμαρτίας αἴτιος διάβολος. ταῦτα δὲ ὡς ἅγιος καὶ προφήτης μετ' ἐπικρύψεως ἐν μέσῳ τῆς διαλέξεως τέθεικεν. εἶτα πάλιν τρέπεται εἰς τὸ διηγεῖσθαι τὰ καθ' ἑαυτὸν καὶ ἐπάγει· 9, 25 ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρομέως· ὀξύτατος, εἴτε καλὸς εἴτε φαῦλος. 9, 25 ἀπέδρασαν καὶ οὐκ εἴδοσαν. διὸ θᾶττον ἀπαλλαττόμενοι τοῦ βίου οἱ ἄνθρωποι τὰ καθέκαστα τῶν βίων ἰδεῖν οὐ δύνανται. 9, 26 ἦ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν; ὥσπερ δὲ οὐκ ἔστιν ἐν τοῖς κύμασιν ὁλκάδων ἴχνη φαίνεσθαι ἢ ἐν ἀέρι ἀετοῦ ἐπὶ βορὰν καθιπταμένου, οὕτω τῶν τελευτώντων οὐδὲν ἴχνος ἐν τούτῳ τῷ βίῳ καταλιμπάνεται. 9, 27 ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν· συγκαλύψας τῷ προσώπῳ στενάξω. 98 ἀλλὰ καὶ ἐὰν ἐπαγγείλωμαι τυχὸν μὴ ἁμαρτεῖν, ἡ λήθη τὴν μνήμην ἐκκρούουσα πάλιν ἁμαρτάνειν παρασκευάζει. διὸ καὶ ἐπὶ ταύτῃ τῇ λήθῃ συγκαλυψάμενος τὸ πρόσωπον στενάξω. τοῦτο δὲ καθόλου διδάσκων ἔφη. ἡ γὰρ λήθη τὸν φόβον ἐκκρούουσα τοῦ θεοῦ ἁμαρτάνειν παρασκευάζει. 9, 28 σείομαι πᾶσι τοῖς μέλεσιν· οἶδα γάρ, ὅτι οὐκ ἀθῶόν με ἐάσεις. τοῖς ἔνδον, τοῖς νοητοῖς μέλεσι τινάσσομαι εἰδώς, ὅτι οὐκ ἀναμάρτητόν με ἐάσεις· οὐδεὶς γὰρ ἀναμάρτητος πρὸς τὴν τοῦ θεοῦ ἀκρίβειαν ἐξεταζόμενος. 9, 29 ἐπειδὴ δέ εἰμι ἀσεβής, διὰ τί οὐκ ἀπέθανον; εἰ δὲ ὅλως ἐκρίθην εἶναι ἀσεβής, βέλτιον ἦν μοι τὸ τελευτῆσαι πρὸ τῆς ἀσεβείας. τοιοῦτον καὶ ὁ σωτὴρ ἔλεγεν περὶ τοῦ Ἰούδα, ὅτι
Unit 8 rem mid§u08-rem-mid
u08-rem-midRem mid: Unit 8; lemma continues; reading with the letter.
Greek · §u08-rem-mid
καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. ὡς φιλόθεος οὖν εἶπεν ὅτι· ἄμεινον ἦν μοι τελευτῆσαι ἢ ἀσεβείας κρίνεσθαι. 9, 3031 ἐὰν γὰρ ἀπολούσωμαι χιόνι καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς, ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας. ἐβδελύξατο δέ με ἡ στολή. ἔθος ἦν τοῖς παλαιοῖς λουτροῖς ἀποκαθαίρειν τοὺς μολυσμούς. καὶ τοῦτο δὲ πάλιν ἔθος ἦν· ἔνθα ἠβούλοντο δεῖξαι, ὡς οὐκ ἐκοινώνησαν τῇδε τῇ ἁμαρτίᾳ, ἀπενίπτοντο τὰς χεῖρας λέγοντες· ἀθῶός εἰμι ἀπὸ τοῦ πράγματος τούτου, ὡς καὶ ὁ Πιλᾶτος ἐπὶ τοῦ σωτῆρος πε 99 ποίηκεν. καὶ ὁ ∆αυὶδ ἔψαλλε λέγων· νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου. τοῦτο οὖν λέγει ὅτι· ὅπως ἐὰν ὦ καθαρός, οἱ ἀκριβεῖς οὗτοι ἐλεγμοὶ καὶ αἱ ἐπαχθεῖσαι τιμωρίαι ἐκ τῆς προλήψεως ἐρρυπωμένον με καὶ ἀκάθαρτον ἀποδεικνύουσιν, ὡς καὶ τὸν ἁπτόμενον τῶν ἱματίων μου δοκεῖν μολύνεσθαι, ἑκάστου διὰ πλῆθος ἁμαρτιῶν ταῦτα με πάσχειν ὑπολαμβάνοντος. ταῦτα δέ φησι διὰ τὸ τοὺς αὐτοῦ φίλους εἰς ἀπόδειξιν τοῦ εἶναι αὐτὸν ἁμαρτωλὸν τὰς ἐπενεχθείσας αὐτῷ βασάνους προφέρειν. ἐπειδὴ τοίνυν ἡ πρόληψις ἡ διὰ τῶν βασάνων ἀσεβῆ αὐτὸν ἀπεδείκνυε καὶ οὐκ ἦν ἐκ τῶν ὁρωμένων δεῖξαι ψευδῆ τὴν ὑπόνοιαν, πρὸς αὐτὸν βούλεται κριθῆναι τὸν ἀληθῆ καὶ ἀπροσωπόληπτον θεόν, σφόδρα πεποιθὼς τῇ αὐτοῦ δικαιοκρισίᾳ καὶ μονονουχὶ λέγων· ὑμεῖς μέν, ὦ φίλοι, ἐκ τῶν ἐπενεχθέντων κατ' ἐμοῦ τὰς ψήφους ἐκφέρετε· εἰ δὲ θελήσει ὁ ἀψευδὴς θεὸς διαδικάσασθαι μετ' ἐμοῦ ἀπροσωπόληπτος ὢν καὶ αὐτοαλήθεια τυγχάνων, αὐτὸς προσμαρτυρήσει, ὅτι οὐ δι' ἁμαρτήματα τὰς βασάνους ἐπήγαγεν. ὅτι δὲ τοιαύτη ἐστιν ἡ τοῦ δικαίου διάνοια καὶ ἐκ πολλῆς ἀγάπης τῆς πρὸς τὸν θεὸν καὶ παρρησίας καὶ πεποιθήσεως τῆς περὶ τὴν αὐτοῦ ἀλήθειαν φεύγει μὲν τὴν πρὸς ἀνθρώπους κρίσιν, πρὸς δὲ θεὸν ἡδέως κρίνεται τὸν ἀψευδῶς καὶ ἀπλανῶς ἕκαστα λέγοντα, ἄκουσον αὐτοῦ λέγοντος ἐν τοῖς ἐφεξῆς, ὅτε πρὸς τὸν Σωφὰρ διαλεγόμενος ἐάσας τὴν πρὸς τοὺς φίλους διάλεξιν οἷα ἐσφαλμένην καὶ οὐ μετὰ 100 τῆς δικαίας προιοῦσαν κρίσεως ἐπάγει· οὐ μὴν δέ, ἀλλ' ἐγὼ πρὸς κύριον λαλήσω, τὸν ἀψευδῆ δηλονότι καὶ ἀπροσωπόληπτον, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ, ἐὰν βούληται· ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες. ὁρᾷς, ὡς τὰς μὲν τῶν ἀνθρώπων κρίσεις ὡς ἀδίκους ἐκκλίνει, εἰς δὲ τὸν τῶν ψυχῶν ἰατρὸν καὶ δίκαιον κριτὴν καταφεύγει θεόν; εἶτα καὶ ἐφεξῆς σφόδρα πεποιθὼς τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ θαρρεῖ καὶ λέγει· οἶδα ἐγώ, ὅτι δίκαιος ἀναφανοῦμαι, καὶ πάλιν ἀλλαχοῦ λέγει· καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. θεωρεῖς πανταχοῦ, ὡς φεύγων τὰς παρὰ ἀνθρώποις ἐσφαλμένας κρίσεις αὐτὸν αἰτεῖ τὸν θεὸν καὶ ἀντίδικον αὐτῷ γενέσθαι καὶ μάρτυρα; ταῦτα πόσης ἀγάπης, πόσης παρρησίας, πόσης πεποιθήσεως. διὸ καὶ ὁ θεὸς ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων οὐ παρεσιώπησεν εἰδώς, ἐκ ποίας διαθέσεως ὁ δίκαιος ἐλάλει, ἀλλὰ δέδωκεν αὐτῷ κατὰ τῶν φίλων τὰ νικητήρια καὶ ἀπεφήνατο, μὴ δι' ἁμαρτίας αὐτὸν πάσχειν, ἀλλ' ἵνα ἀναφανῇ δίκαιος. ταύτην οὖν ἐγνωκότες τοῦ δικαίου τὴν περὶ θεὸν ἀγάπην καὶ πεποίθησιν οὕτω τῶν ἐφεξῆς ἀναγεγραμμένων ἀκούσωμεν. ἐὰν δὲ λέγῃ ὁ ψαλμῳδός· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν, μὴ τοῦτο ἡμᾶς θορυβείτω. καὶ γὰρ καὶ ὁ μέγας οἶδεν Ἰώβ, ὡς πρὸς τὴν θείαν δικαιοσύνην τε καὶ ἀκρίβειαν οὐδεὶς δίκαιος. νῦν δὲ ὁ σκοπὸς αὐτῷ, οὐ δικάσασθαι πρὸς τὴν θείαν ἀκρίβειαν οὐδὲ δεῖξαι τὸν δίκαιον θεὸν ἀδίκως αὐτὸν κολάζοντα, ἀλλ' ἀπελέγξαι ψευδομένους τοὺς φίλους τοὺς οἰηθέντας αὐτὸν δι' ἁμαρτίας τιμωρεῖσθαι· 101 ὥστε καὶ ὁ ἀγαθὸς καὶ φιλάνθρωπος θεὸς τῇ τοῦ Ἰὼβ συνέδραμε γνώμῃ καὶ σαφῶς εἶπεν, ὡς οὐ δι' ἀσέβειαν πέπονθεν, ἀλλὰ πεῖρά τις ἦν ἡ βάσανος δοκιμάζουσα τὸν γενναῖον Ἰώβ, ἵνα ἀναφανῇ δίκαιος. τὸ δὲ ἐβδελύξατό με ἡ στολή δύναται καὶ οὕτω νοεῖσθαι· ἢ ὅτι καὶ οἱ ἐγγύτατοί μου ἐβδελύξαντο καὶ ἐμίσησάν με, ἢ ὅτι φεύγει με καὶ ἡ ἐσθῆς οἱονεὶ μισήσασά με, ἀντὶ τοῦ· οὐδὲ ἐπενδύσασθαι δύναμαι διὰ τὸ ἄγαν εἱλκῶσθαι. 9, 32 οὐ γὰρ εἶ ἄνθρωπος κατ' ἐμέ, ᾧ ἀντικρινοῦμαι, ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν. εἴθε γὰρ ἦν ἐξόν, φησίν, ὡς ἐπὶ ἀνθρώπων πρὸς σὲ τὸν ἀδέκαστον κριθῆναι κριτήν. 9, 3310, 1 εἴ γε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων. ἀπαλλαξάτω ἀπ' ἐμοῦ τὴν ῥάβδον καὶ ὁ φόβος αὐτοῦ μή με στροβείτω. καὶ οὐ μὴ φοβηθῶ, ἂν λαλήσω, οὐ γὰρ συνεπίσταμαι ἐμαυτῷ ἄδικον, κάμνω δὲ τῇ ψυχῇ μου. καὶ εἴθε ἦν ἑλέσθαι μεσίτην τὸν ἐν τῷ πράγματι
Unit 8 rem close§u08-rem-close
u08-rem-closeRem CLOSEOUT: Unit 8 CLOSEOUT.
Greek · §u08-rem-close
ἀποφαινόμενον. ταῦτα δέ, ὡς ἔφημεν, θαρρῶν τῇ τοῦ θεοῦ ἀληθείᾳ φησὶ καὶ βουλόμενος τοὺς φίλους διελέγξαι μὴ ἀληθεύοντας. τοῦ γὰρ Ἰὼβ λέγοντος, ὅτι· οὐκ οἶδα τοιαῦτα ἁμαρτήσας, ὡς τοιαῦτα κολάζεσθαι, καὶ τοῦ θεοῦ φάσκοντος, ὡς οὐ δι' ἁμαρτίας κολάζει, τί ἕτερον εἶχεν ὁ μεσίτης ποιεῖν ἢ συντρέχειν τοῖς ἑκατέρων λόγοις καὶ καταδικάζειν τοὺς φίλους ὡς ψευσαμένους, ὃ δὴ καὶ ὕστερον ὁ θεὸς ἔπραξεν; εἶτα ὥσπερ τινὸς λέγοντος· καὶ διὰ τί μὴ τὰ σαυτοῦ παρατίθης 102 δίκαια; διδάσκει λέγων ὅτι· εἰ ἐπιτρέπει μοι ὁ θεὸς παρρησιάσασθαι, ἀφελεῖται τὰς βασάνους, ἐπιτρέψει μοι τὸ μὴ φοβεῖσθαι, ἵνα ὡς ἐξ αὐτοῦ τὴν παρρησίαν λαβὼν λαλήσω καὶ ἀπὸ καρδίας εἴπω καὶ τὰς ἐμὰς δικαιολογίας παραθῶμαι. ῥάβδον δὲ τὸ ἐταστικὸν καὶ τὰς βασάνους φησίν· στροβείτω δὲ ἀντὶ τοῦ ἀγχέτω, περιστρεφέτω, καταπλησσέτω. δεῖγμα δὲ ποιεῖται τῆς ἐπιτροπῆς τὴν τῶν βασάνων ἀπαλλαγήν. 10, 1 στένων ἐπαφήσω ἐπ' ἐμαυτὸν τὰ ῥήματά μου. λαλήσω πικρίᾳ ψυχῆς συνεχόμενος. θεώρει, πῶς ἡμᾶς ἀσφαλίζεται, μηδὲν ἄτοπον ἐννοεῖν περὶ αὐτοῦ. καὶ ταῦτα γάρ, φησίν, στένων καὶ τοῖς κακοῖς συνεχόμενος οὐ κατὰ θεοῦ βλασφημίαν ἐποίσω τινά, ἀλλὰ κατ' ἐμαυτοῦ τὰ τῆς ὀλιγωρίας τρέψω ῥήματα. ταῦτα δὲ εἶπεν, ἐπειδὴ ἐξ ἀρχῆς ἔλεγεν· ἀπόλοιτο ἡ ἡμέρα ἐν ᾗ ἐγεννήθην, δεικνὺς ὅτι οὐδὲν κατὰ θεοῦ ἐφθέγξατο, ἀλλὰ καθ' ἑαυτοῦ τὰ τῆς ὀλιγωρίας ἔτρεψεν ῥήματα, καὶ ταῦτα πικρίᾳ ψυχῆς συνεχόμενος. καὶ μονονουχὶ σαφῶς λέγει ὡς· κατὰ θεοῦ μὲν οὐδὲν φθέγγομαι, μὴ γένοιτο· εἰ δέ τι ὅλως καὶ λαλῶ, ὑπὸ τῆς ἄγαν κακώσεως φθέγγομαι, καὶ οὐκ ἐμὸν τὸ λαλεῖν, ἀλλὰ τῆς νόσου τὰ ῥήματα. δείκνυσιν οὖν, ὅτι οὐδὲ τὰ καθ' ἑαυτοῦ ἐλάλει ῥήματα οὐδὲ ὅλως ἐφθέγξατό τι, ἀλλ' ἐνεφιλοσόφει καὶ ἐνεκαρτέρει καὶ ἠγάπα τὴν σιωπήν, εἰ μὴ τὸ μέγεθος αὐτῶν τῶν ὀδυνῶν, εἶτα καὶ ὁ τῶν φίλων παροξυσμὸς λαλεῖν ἠνάγκαζεν. λαλεῖ δέ, ὡς ἔφημεν, οὐδὲν ἀπρεπὲς οὐδὲ ἀπηχὲς κατὰ θεοῦ, ὡς ἡμεῖς τε δι' ὅλων αὐτοῦ τῶν λόγων ἐπεδείξαμεν καὶ ὁ θεὸς προσε 103 μαρτύρησε δίκαιον αὐτὸν ἀποφηνάμενος. ἀπολογεῖται οὖν ὑπὲρ τοῦ Ἰὼβ ὑπὲρ ὧν ὅλως, κἂν ὀλίγωρόν τι, ἐφθέγξατο αὐτὸ τὸ ἄνθρωπον εἶναι καὶ μὴ ἀναλγήτως τὰς βασάνους φέρειν καὶ αἱ τῶν συμφορῶν ὑπερβολαὶ καὶ ἡ τῆς ἀρετῆς ἀκρίβεια καὶ τὸ ἁπλοῦν τοῦ τρόπου καὶ ἄδολον ὡς υἱοῦ πρὸς πατέρα μετὰ παρρησίας φθεγγομένου καὶ τὸ διὰ πάντων αὐτοῦ τῶν λόγων μηδὲν μὲν δυσχερὲς φθέγξασθαι περὶ θεοῦ, δεικνύναι δὲ μόνον, ὅτι οὐκ ἀπεικότως ποθεῖ τὸν θάνατον, καὶ ὅτι οὐκ ἀληθὴς ἡ περὶ αὐτοῦ τῶν φίλων ὑπόνοια, καὶ τὸ δὴ πάντων κεφάλαιον αὐτὴ τοῦ θεοῦ ἡ ἀδέκαστος ψῆφος δίκαιον αὐτὸν ἀποφηναμένη. εἰ γὰρ θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; ὁ ἱερός πού φησιν ἀπόστολος. 10, 2 καὶ ἐρῶ πρὸς κύριον· μή με ἀσεβεῖν δίδασκε: {καὶ διὰ τί με οὕτως ἔκρινας;} ταῦτα ἱκετεύω, φησίν, μονονουχὶ λέγων· παῦσον, ὦ δέσποτα, τὰ κατ' ἐμοῦ κακά, ἵνα μὴ ὡς εἰκὸς ἐκπλαγεὶς ἀνακόλουθόν τι φθέγξωμαι ἢ κατολιγωρήσας ὑπὸ τῶν βασάνων ἀσεβείας ἀφήσω λόγον. καὶ ἔοικέ πως καὶ καθ' ἕτερον λόγον τὴν αὐτὴν ἔννοιαν λέγειν τῷ μακαρίῳ ∆αυίδ. ἐκείνου γὰρ λέγοντος, ὅτι οὐκ ἀφήσει κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν, καὶ ἱκετεύοντος μὴ ἐπὶ πολὺ κατισχῦσαι τοὺς ἀδίκους τῶν δικαίων, ἵνα μὴ ὑπὸ τῆς ἀνάγκης οἱ δίκαιοι συγκλειόμενοι καὶ αὐτοὶ ἀσεβές τι πράξωσιν, καὶ οὗτος τὴν αὐτὴν ἔννοιάν φησιν ὅτι· μὴ ἐπὶ πολὺ παρατείνῃς μοι τὰς βασάνους, 104 δέσποτα, ἵνα μὴ ἀβούλητόν τι ὡς εἰκὸς πράξω. διὸ καὶ ἐπιφέρει· 10, 23 καὶ διὰ τί με οὕτως ἔκρινας; ἢ καλόν σοι, ἐὰν ἀδικήσω; τὸ διὰ τί, ὡς καὶ ἀνωτέρω πολλάκις εἴπομεν, οὐκ αἰτιολογικῶς, ἀλλ' ἱκετευτικῶς λέγει, οἱονεὶ λέγων· οὐ καλόν σοι, δέσποτα, οὐδὲ ἀρεστὸν τὸ εἰς ἀδικίαν με τραπῆναι, οἰκτείρησον τοίνυν. πολλοὶ γὰρ τὰς συμφορὰς οὐ φέροντες εἰς ἀδικίαν ἐτράπησαν. καὶ ὅρα, εἰ καὶ ὁ ἀπόστολος τοιοῦτόν τι νοήσας ἔλεγεν· κυρώσατε εἰς αὐτὸν ἀγάπην, ἵνα μὴ ὑπὸ τῆς περισσοτέρας λύπης καταποθῇ ὁ τοιοῦτος· εἶτα ἐπάγει· ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ, ὡς πεφυκότων τῶν ἀνθρώπων ἐν ταῖς ἄγαν περιστάσεσι κατολιγωρεῖν καὶ πράττειν τι τῶν τῷ διαβόλῳ δοκούντων. ὡς ἐξ οἰκείου τοίνυν προσώπου ὑπὲρ ἡμῶν πάντων ὁ μακάριος Ἰὼβ ἱκετεύει τὸν θεὸν πεφεισμένως συγχωρεῖν καθ' ἡμῶν τοὺς πειρασμούς, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ
Commentarii in Job Unit 9 opening§u09-open
u09-openUnit 9.
Lemma-led open — καταποθῶμεν. , ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες. πάλιν ὡς ποιητὴν ἱκε
Greek · §u09-open
καταποθῶμεν. 10, 3 ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες. πάλιν ὡς ποιητὴν ἱκετεύει θεὸν μὴ παριδεῖν ἑαυτοῦ τὸ ποίημα. καὶ ἠρέμα μὲν πληροφορεῖται ὁ ἅγιος, ὅτι τῷ διαβόλῳ παραδέδοται· τοῦτον γὰρ καὶ τοὺς σὺν αὐτῷ δαίμονας ἀσεβεῖς φησιν· τὴν δὲ πρόνοιαν, δι' ἣν ὁ πονηρὸς αὐτοῦ κατεξανίσταται, οὔπω μαθεῖν δεδύνηται. διό μοι δοκεῖ καὶ ποικίλους περιστρέφειν λόγους, τοῦτο μὲν ἐξαιτῶν ἀπαλλαγῆναι τῶν δεινῶν, τοῦτο δὲ καὶ μαθεῖν ἐπιποθῶν, δι' ἣν αἰτίαν κολάζεται. 105 10, 47 ἢ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς, ἢ ὣς ὁρᾷ ἄνθρωπος βλέψῃ, ἢ ὁ βίος σου ἀνθρώπινός ἐστιν, ἢ τὰ ἔτη σου ἀνδρός; ὅτι ἀνεζήτησας τὰς ἀνομίας μου καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας. οἶδας γάρ, ὅτι οὐκ ἠσέβησα, ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος; μὴ ἀνθρωπίνως, φησίν, τὰ πράγματα κρίνεις; μὴ δύναταί τι διαλαθεῖν τὴν σὴν ἀκρίβειαν ὥσπερ τοὺς ἀνθρώπους; μὴ τὰ ἔτη σου ὀλίγα τυγχάνουσι καὶ ἀγνοεῖς τὰ πρὸ τῆς σαυτοῦ ἀρχῆς γεγονότα καὶ χρεία σοί ἐστι ζητεῖν καὶ ἐξετάζειν τὰ πεπραγμένα ὥστε γνῶναι, ὅτι μηδὲν ἠσέβησα; ταῦτα δὲ λέγει μάρτυρα τὸν θεὸν τῆς ἑαυτοῦ δικαιοσύνης παρεχόμενος ὁμοῦ καὶ ἐξαιτῶν ἀγαθότητος ἀπολαῦσαι θεοῦ· οἱ μὲν γὰρ ἄνθρωποι τὰ ἴσα ζητοῦσιν, ὁ δὲ θεὸς τῇ ἀγαθότητι ἀπὸ πολλῶν ὀλίγα ἐτάζει. ἀλλ' εἰ καὶ μὴ ἠσέβησα, φησίν, τό γε εἰς ἐμὴν γνῶσιν, οἶδα, ὅτι τὴν σὴν βουλὴν οὐκ ἔστιν ἀποφυγεῖν, ἀντὶ τοῦ· κἂν μὴ ἐμαυτῷ σύνοιδα, ἀλλ' ἡ σὴ κρατείτω βουλὴ ἡ κρεῖττον ἡμῶν τὰ καθ' ἡμᾶς ἐπισταμένη. ταῦτα δὲ πάντα ὁ μακάριος Ἰὼβ φθέγγεται ἡμᾶς διδάσκων ἐν τοῖς πειρασμοῖς μηδὲν ἕτερον ποιεῖν ἢ ἐπὶ θεὸν καταφεύγειν καὶ ἱκετεύειν ὡς ἀγαθὸν φείσασθαι τοῦ ἑαυτοῦ ποιήματος. διὸ καὶ ἐπάγει· 10, 8 αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με. ὁρᾷς, ὡς καὶ ποιητὴν ἐπιγινώσκει θεὸν καὶ παρακαλεῖ φειδῶ ποιήσασθαι τοῦ ἰδίου δημιουργήματος. 10, 8 μετὰ ταῦτα μεταβαλών με ἔπαισας. μετὰ τὸ ποιῆσαί με, φησίν, καὶ ἐν εὐθηνίᾳ καταστῆσαι εἰς θλί 106 ψεις καὶ μάστιγας μετέβαλες τὰ κατ' ἐμέ. 10, 9 μνήσθητι, ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. ἱκετεύω δὲ μνησθῆναί σε καὶ τοῦ τῆς φύσεως εὐτελοῦς καὶ ὀλιγοχρονίου. 10, 10 ἦ οὐχ ὥσπερ γάλα με ἤμελξας; ἤτοι ἀπὸ χοὸς διὰ τὸ λεπτότατον ἢ διὰ τὸν σπερματικὸν λόγον φησίν. 10, 10 ἐτύρωσας δέ με ἴσα τυρῷ. ἢ διὰ τὴν ἐξ ἀρχῆς τῆς πλάσεως σύμπηξιν ἢ καὶ διὰ τὴν ἐν τῇ μήτρᾳ σύστασιν. 10, 11 δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας. τὸ ἐνεῖρας ἀντὶ τοῦ συνέρραψας. 10, 12 ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ' ἐμοί. ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνεῦμα. καὶ διὰ μόνην, φησίν, φιλανθρωπίαν καὶ ἔλεον ἐξ οὐκ ὄντων ἡμᾶς εἰς τὸ εἶναι καὶ ζῆν παρήγαγες. ἡ δὲ σὴ περὶ ἡμᾶς πρόνοια τὴν ἡμετέραν διατηρεῖ σύστασιν. 10, 13 ταῦτα ἔχων ἐν ἐμαυτῷ οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. ταῦτα, φησίν, τὰ δόγματα παρ' ἐμαυτῷ πάγια κεκτημένος, ὅτι καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν δυνατὸς εἶ καὶ τὴν ῥευ 107 στὴν καὶ γαλακτώδη οὐσίαν ἤτοι τὸν ἀπὸ γῆς χοῦν ὡς σοφὸς καὶ δυνατὸς εἰς ἀνθρώπου σύστασιν ἐργάζῃ, καὶ ὅτι ἐλεήμων εἶ καὶ ζωῆς χορηγός, καὶ ὅτι πολλὴν τῶν καθ' ἡμᾶς ποιῇ πρόνοιαν, ἱκετεύω καὶ οἶδα, ὅτι δυνατὸς εἶ καὶ τῶν παρόντων ἀλγεινῶν τὸ σὸν ἀπαλλάξαι ποίημα. ὁρᾷς, πῶς σεβασμίως μέμνηται τοῦ δημιουργοῦ καὶ χάριν ὁμολογεῖ τῆς ποιήσεως καὶ τῆς περὶ ἡμᾶς προνοίας, ἅπερ ἐστὶν ὄντως εὐσεβοῦς καὶ λίαν εὐχαρίστου καὶ τῇ τοῦ μακαρίου Ἰὼβ πρέποντα θεοσεβείᾳ; 10, 14 ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῶόν με πεποίηκας. πρέπει, φησίν, τῇ σῇ φιλανθρωπίᾳ, νεῖμαί τι καὶ συγγνώμης τῷ σῷ ποιήματι καὶ μὴ σφόδρα ἀκριβῶς ὡς πάντα ἐπιστάμενον πάσας τὰς πράξεις μου καὶ τὰ παραπτώματα ἐπιτηρεῖν. ταῦτα δὲ πάλιν ὁ ἅγιος τὸ οἰκεῖον πρόσωπον ὑποστησάμενος ὑπὲρ ἡμῶν
Unit 9 rem early§u09-rem-early
u09-rem-earlyRem early: Unit 9; lemma and argument toward the thesis.
Greek · §u09-rem-early
πάντων ἱκετεύει θεόν. 10, 15 ἐάν τε γὰρ ἀσεβήσω, οἶμοι· ἐάν τε ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι. εἴτε γάρ, φησίν, ἀσεβὴς εὑρεθῶ, τοῦτό μοι πάντων τὸ χείριστον. ἐὰν δὲ καὶ τολμήσω εἰπεῖν, ὅτι δίκαιός εἰμι, οὐδέν μοι ἐντεῦθεν ὄφελος. 10, 1516 πλήρης γὰρ ἀτιμίας εἰμί· ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν. ἓν δὲ οἶδα, φησίν, ὅτι ἀτιμία μου κατακέχυται, καὶ ὥσπερ λέων 108 εἰς σφαγὴν ἀγρευόμενος οὕτως πανταχόθεν ταῖς τιμωρίαις βάλλομαι. ἔοικε δὲ λέοντι ἑαυτὸν παρεικάσαι διὰ τὴν προτέραν εὐδαιμονίαν. 10, 1617 πάλιν δὲ μεταβαλὼν δεινῶς με ὀλέκεις ἐπανακαινίζων ἐπ' ἐμὲ τὴν ἔτασίν σου. ἀλλ' οὐδὲ ἀνίησί με, φησίν, τὰ δεινά, ἀλλὰ καὶ ἐπὶ πλέον αὔξεται καὶ ἀεὶ καινοποιεῖται τὸ κακόν, ἵνα εἴπῃ ὅτι· ποικίλαις περιβάλλομαι συμφοραῖς, καὶ ὅτι· ἔοικα τοῖς πρότερον μαστιχθεῖσι καὶ αὖθις καὶ πολλάκις εἰς ἑτέραν ἐξέτασιν καὶ βασάνους ἄλλας φερομένοις. 10, 17 ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω, ἐπήγαγες δὲ ἐπ' ἐμὲ πειρατήρια. ὀργὴν τὴν τιμωρίαν φησὶ τὴν μεγάλως αὐτῷ ἐπενηνεγμένην, πειρατήρια δὲ τὰ ἐπιστρατευθέντα αὐτῷ κακά. δεήσεως δὲ ἔχεται ταῦτα καὶ θεοσεβοῦς ἱκεσίας σὺν ὀδυρμῷ τῷ προσήκοντι. 10, 1819 ἵνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες καὶ οὐκ ἀπέθανον, ὀφθαλμός με οὐκ εἶδεν καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην; διὰ τί δὲ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην; ταῦτα ὁ Ἐκκλησιαστὴς ὕστερον εἶπε μακαρίζων τὸν ἀποθανόντα ὑπὲρ τὸν ζῶντα καὶ τὸν μὴ γενόμενον ὑπὲρ ἀμφοτέρους· τοιαύτῃ δὲ περιπέπτωκεν ὁ ἄνθρωπος ὀδυνηρᾷ ζωῇ διὰ τὸ μὴ μεῖναι παρὰ θεῷ μηδὲ φυλάξαι τὰ θεῖα προστάγματα. ὁ δὲ μακάριος Ἰὼβ ἐπόθει τὸν θάνατον οὐ μόνον διὰ τὰς ἀλγηδόνας, ἀλλ' ὅτι, ὡς ἔφημεν, ὀλιγοχρόνιος 109 ὢν καὶ τοῦ χρόνου παρατεινομένου ὑπώπτευεν ἐγκατάλειψιν ὑπομεμενηκέναι παρὰ θεοῦ. 10, 21 ἦ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου; ἔασόν με ἀναπαύσασθαι μικρὸν πρὸ τοῦ με πορευθῆναι, ὅθεν οὐκ ἀναστρέψω. πάλιν τὸ ὀλιγοχρόνιον εἰς ἱκεσίαν προβάλλεται, καὶ οὐκ ἀγνοεῖ μὲν τὸ τῆς ἀναστάσεως μυστήριον, ὡς ἐν τοῖς ἐφεξῆς ἐπιδείξομεν. δόγμα δὲ διδάσκει κάλλιστον, ὅτι ὁ ἅπαξ ἐξελθὼν τοῦ βίου οὐκέτι εἰς τόνδε τὸν βίον ἐπαναστρέφει, ὡς μυθολογοῦσιν οἱ τὰς μετενσωματώσεις τερατευόμενοι. 10, 2122 εἰς γῆν σκοτεινὴν καὶ ζοφεράν, εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστιν φέγγος οὐδὲ ὁρᾶν ζωὴν βροτῶν. δέδοικε μή, ἐὰν μετὰ τῶν βασάνων τελευτήσῃ καὶ τῶν ἐτασμῶν, ἐν τελείᾳ ἀπορριφῇ τοῦ προσώπου τοῦ θεοῦ γένηται καὶ μετὰ τῶν ἀσεβῶν ἐν τῷ ᾅδῃ καταλεχθῇ, οἵτινες τὸ αἰώνιον οἰκοῦσι σκότος κατὰ τὴν τοῦ σωτῆρος φωνὴν τὴν φήσασαν· δήσουσιν αὐτοῦ τοὺς πόδας καὶ χεῖρας καὶ ἐκβαλοῦσιν αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον. φωτὸς γὰρ ὄντος κατὰ φύσιν τοῦ θεοῦ οἱ ἔξω τοῦ προσώπου τοῦ θεοῦ βαλλόμενοι ἐν σκότει τυγχάνουσιν. αἰτεῖ τοιγαροῦν, μὴ ἐν προσκρούσει τοῦ θεοῦ καταληφθῆναι, ἀλλ' οἱονεὶ δειχθῆναι αὐτῷ διὰ τῆς τῶν βασάνων ἀνέσεως, ὅτι ἵλεω τὸν θεὸν ἐκτήσατο. οὔπω γὰρ διδαχθεὶς τὴν αἰτίαν τῶν πειρασμῶν ἐνδίκως ὁ δίκαιος ὀλιγωρεῖ καὶ ταράττεται. 110 ΚΕΦΑΛΑΙΟΝ ΟΓ∆ΟΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Σωφὰρ ὁ Μιναῖος λέγει· ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται; ἢ καὶ ὁ εὔλαλος οἴεται δίκαιος εἶναι; Προθεωρία τοῦ κεφαλαίου ἀποτάδην τοῦ Ἰὼβ διαλεχθέντος σφοδρότερον ὁ Σωφὰρ διαμάχεται. καὶ πρῶτον μὲν ἐπὶ πολυλογίᾳ σκώπτει, εἶτα μέμφεται ὡς εἰρηκότα ὅτι· καθαρὸς καὶ ἄμωμός εἰμι, καὶ οὐ νενοηκώς, ἐκ ποίας διαθέσεως ἤθελε κρίνεσθαι πρὸς θεόν, εἴθε, φησίν, ἦν δυνατὸν δικαιολογήσασθαί σοι θεόν, ἵνα καὶ ἐκ τῆς σοφίας αὐτοῦ καὶ ἐκ τῆς δυνάμεως γνῷς, ὡς τὸ κατ' ἀξίαν σοι ἀπονέμων ἐτιμωρήσατό σε. εἶτα δείξας τοῦ θεοῦ τὴν δύναμιν καὶ τοῦ ἀνθρώπου τὸ εὐτελὲς παραινεῖ τῷ Ἰὼβ εἰς εὐχὴν τραπῆναι καὶ μετανοῆσαι ἐφ' οἷος πρότερον ἥμαρτεν· οὕτω γὰρ ἔσται αὐτῷ ἵλεω τὸν θεὸν καταστησόμενον τῶν τε παρόντων δεινῶν ἔξω γενέσθαι καὶ τὴν προτέραν εὐδαιμονίαν ἀπολαβεῖν. Αἱ λέξεισ 11, 2 ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται; ἢ καὶ ὁ εὔλαλος οἴεται δίκαιος εἶναι; σαφέστερον ὁ Θεοδοτίων ἐκδέδωκεν εἰρηκώς· μὴ ὁ πολύλογος ἀν 111 _α_ν_τ_ί_ρ_ρ_η_τ_ο_ς_ _ἔ_σ_τ_α_ι_; ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὐκ ἐν πλήθει λόγων ἡ τοῦ δικαίου κρίνεται φύσις οὐδέ, εἴ τις εὔστομος καὶ εὐεπής, ἤδη παρὰ τοῦτο δίκαιος· ἀλλ' ἔστι καὶ πρὸς τοὺς τοροὺς καὶ εὐτροχάλους λόγους ἀντίρρησις. 11, 2 εὐλογημένος γενητὸς γυναικὸς ὀλιγόβιος. ἢ κατὰ ἀντίφρασίν φησι τὸ εὐλογημένος ἀντὶ τοῦ· κατάρας ἐγγὺς καὶ περὶ ἁμαρτίας εἰλούμενος ὁ ἐκ γυναικὸς ὀλιγόβιος, ἵνα εἴπῃ ὅτι· ἄνθρωπος ὢν μὴ οἴου ἀναμάρτητος εἶναι. ἢ ὀλιγόβιον λέγει
Unit 9 rem mid§u09-rem-mid
u09-rem-midRem mid: Unit 9; lemma continues; reading with the letter.
Greek · §u09-rem-mid
τὸν μὴ εἰς πολλὰ περιελκόμενον, ἵνα εἴπῃ ὅτι· σὺ πολλὰ φλυαρῶν οὐκ εὐλογημένος εἶ, ἀλλ' ἐπικατάρατος. 11, 3 μὴ πολὺς ἐν ῥήμασι γίνου. οὐ γὰρ ἔστιν ὁ ἀντικρινόμενός σοι. ἐπειδὴ θεὸν ᾔτησεν ὁ Ἰὼβ καταστῆναι αὐτῷ εἰς κρίσιν· μὴ μάτην, φησίν, φλυάρει· οὐ γὰρ ἕξεις θεὸν ἀντικρινόμενόν σοι. 11, 46 μὴ γὰρ λέγε, ὅτι· καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ. ἀλλὰ πῶς ἂν ὁ κύριος λαλήσαι πρὸς σὲ καὶ διανοίξαι χείλη αὐτοῦ μετὰ σοῦ; εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας, ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ. καὶ τότε γνώσῃ, ὅτι ἄξια σοι ἀπέβη παρὰ κυρίου ὧν ἡμάρτηκας. εἴθε, φησίν, ἦν θεὸν διαλεχθῆναί σοι ἵνα μαθὼν τὴν αὐτοῦ σοφίαν καὶ τὴν κατὰ δικαιοσύνην ὑπεροχὴν μηκέτι τολμήσῃς λέγειν ὅτι· καθαρός εἰμι καὶ ἄμεμπτος, ἀλλὰ γνῷς ὅτι τὸ κατ' ἀξίαν ἀπένειμέ σοι ὁ θεὸς ἰσομέτρους τοῖς ἁμαρτήμασι τὰς τιμωρίας ἐπαγαγών. τὸ δὲ ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ τοῦτο δηλοῖ· πολλή ἐστιν 112 ἡ ὑπεροχὴ τοῦ θεοῦ πρὸς τὸν λέγοντα ἑαυτὸν ὥσπερ σὺ σοφὸν εἶναι καὶ δίκαιον. εἰ δὲ καὶ σοφώτερος ἡμῶν ἐστι καὶ δικαιότερος, σοφῶς καὶ δικαίως ἐπήγαγέν σοι τὰς τιμωρίας. 11, 7 ἦ ἴχνος κυρίου εὑρήσεις ἢ εἰς τὰ ἔσχατα ἀφίκου, ἃ ἐποίησεν ὁ παντοκράτωρ; ἀνέφικτά σοι, φησίν, τὰ τοῦ θεοῦ, καὶ τὰς ὁδοὺς αὐτοῦ τῆς προνοίας εὑρεῖν ἀμήχανον ἢ ἄχρι τέλους τῶν βουλευμάτων αὐτοῦ φθάσαι ἢ τῶν ποιημάτων. 11, 8 ὑψηλότερος ὁ οὐρανὸς καὶ τί ποιήσεις; βαθύτερα δὲ τῶν ἐν ᾅδου τί οἶδας; πῶς δ' ἂν ἐφίκοιο, φησίν, πόσον ἐστὶ τὸ ὕψος τοῦ οὐρανοῦτοῦτο γὰρ σημαίνει τὸ καὶ τί ποιήσεις; ἀντὶ τοῦ· ἀμηχανήσεις εὑρεῖν, ἢ τίνα εἰσὶ τὰ ὑπὸ τὸν ᾅδην; 11, 9 ἢ μακρότερα μέτρα γῆς ἢ εὖρος θαλάσσης. οἶδας, δέ φησιν, τῆς γῆς τὸ μέτρον, πόσον ἐστίν, ἢ τῆς θαλάσσης τὸ πλάτος; 11, 10 ἐὰν δὲ καταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας; εἰ δὲ καὶ τὰ πάντα ἀναστρέψαι βουληθῇ, τίς ἀντερεῖ τοῖς αὐτοῦ νεύμασι καὶ τῇ τοσαύτῃ ἐξουσίᾳ; εἶτα, ἵνα μὴ δόξῃ λέγειν ὅτι· κατ' ἐξουσίαν ἐπήγαγέ σοι τὰς τιμωρίας καὶ οὐ κατὰ τὸ δίκαιον, ταχέως ἐπήγαγεν· 11, 11 αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων, ἰδὼν δὲ ἄνομα οὐ παρόψεται. ὡς δυνατὸς τοίνυν καὶ σοφός, φησίν, καὶ δίκαιος ἀνομοῦντά σε οὐ παρεῖδεν, ἀλλ' ἐτιμωρήσατο. 113 11, 12 ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις, βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνῳ ἐρημίτῃ. ὁ μὲν οὖν θεός, φησίν, τοσοῦτός ἐστι καὶ τοιοῦτος, ὁ δὲ ἄνθρωπος εἰκῇ καὶ μάτην φλυαρεῖ οὐδὲν ὄνου κατὰ τὸ εὐτελὲς τῆς φύσεως ὅσον πρὸς τὴν θείαν σοφίαν καὶ ὑπεροχὴν διαφέρων. ἐρημίτην δὲ ὄνον ἔφη διὰ τὸ ἀνυπότακτον. τοῦτο δὲ αἰνιττόμενος τὸν Ἰὼβ ἔφησεν ὡς καὶ φλύαρον καὶ πρὸς θεὸν ἀνυπότακτον. 11, 1314 εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, ὑπτιάζεις δὲ καὶ χεῖρας πρὸς αὐτόν, εἰ ἄνομόν τί ἐστιν ἐν χερσί σου, πόρρω ποίησον αὐτὸ ἀπὸ σοῦ, ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω. ὁ Σύμμαχος ἀντὶ τοῦ· ὑπτιάζεις δὲ χεῖρας πρὸς αὐτόν _ἁ_π_λ_ώ_σ_ε_ι_ς_ _π_ρ_ὸ_ς_ _α_ὐ_τ_ὸ_ν_ _τ_ὰ_ς_ _π_α_λ_ά_μ_α_ς_ _σ_ο_υ ἐκδέδωκεν. οἱ οὖν χρόνοι ἐνταῦθα ἐνηλλαγμένοι εἰσίν, ὁ δὲ νοῦς οὗτος· εἴ τι μοι πείθῃ, κάθαρόν σου τὴν καρδίαν καὶ τὰς χεῖρας ἅπλωσον πρὸς θεὸν εἰς εὐχὴν καὶ μηκέτι ἀδικήσῃς ἢ ἀνομήσῃς, καὶ ἔσονταί σοι τάδε καὶ τάδε ἅπερ ἐφεξῆς φησιν. καὶ δοκεῖ μὲν ὁ Σωφὰρ παραινεῖν τῷ Ἰώβ, πλὴν καὶ αὐτὸς αὐτὸν πλήττει ὡς δι' ἁμαρτίας κολαζόμενον. 11, 15 οὕτω γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν. εἰ γὰρ μετανοήσεις, φησίν, τὸ ἐσβεσμένον καὶ συγκεχυμένον σου πρόσωπον ἀπὸ τῶν συμφορῶν ἐκλάμψει καὶ ὡς καθαρὸν ὕδωρ διαυγάσει, ἵνα εἴπῃ ὅτι· τὴν παλαιὰν εὐδαιμονίαν ἀπολήψῃ. 114 11, 15 ἐκδύσει δὲ ῥύπον καὶ οὐ φοβηθήσῃ. ἐπειδὴ ὁ Ἰὼβ ἔφη· ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, ὁ Σωφάρ φησιν ὅτι· καὶ τοῦτον τὸν ῥύπονὅ ἐστιν· τὴν δυσπραγίανἀποδύσῃ καὶ οὐδὲ ἔτι φοβηθήσῃ, μή τι σοι ἐν τοῖς ἐφεξῆς δυσχερὲς ἀπαντήσῃ. 11, 16 καὶ τὸν κόπον ἐπιλήσει ὥσπερ κῦμα παρελθὸν καὶ οὐ πτοηθήσει. ἀλλ' οὐδὲ ἴχνος ὑποληφθήσεταί σοι τῶν κόπων οὐδὲ μνήμη τῶν συμφορῶν ὥσπερ οὐδὲ κύματος παρελθόντος ἴχνη καταλιμπάνονται. 11, 17 ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος. ἀντὶ τοῦ· ὑπέρλαμπρος, καθαρά, τουτέστιν· ἀνύουσα. 11, 17 ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή. ἢ τοῦτο λέγει, ὅτι· ὡς ἥλιος ἐν μεσημβρίᾳ διαλάμψει σου ἡ ζωή· ἢ ἐπειδὴ ἐν μεσημβρίᾳ ὑπὲρ κεφαλῆς ὢν ὁ ἥλιος οὔτε ὄπισθεν ποιεῖ σκιὰν οὔτε ἔμπροσθεν, φησὶν ὅτι· ἐπειδὴ νῦν ὥσπερ ἐν μέσῳ ζυγῷ ἐπὶ ξυροῦ κεῖται τὰ κατὰ σέ, ἐκ ταύτης σου τῆς ἀμφικρήμνου καταστάσεως ἀναλάμψει σου ἡ ζωή, ἐὰν
Unit 9 rem close§u09-rem-close
u09-rem-closeRem CLOSEOUT: Unit 9 CLOSEOUT.
Greek · §u09-rem-close
μετανοήσῃς. 11, 18 πεποιθώς τε ἔσῃ ὅτι ἔστι σοι ἐλπίς. καὶ θαρρήσεις λοιπὸν ὡς ἔχων εἰς θεὸν τὴν ἐλπίδα καὶ ὑπ' αὐτοῦ βοηθούμενος. 115 11, 18 ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη. τὰς δὲ νῦν συνεχούσας σε μερίμνας καὶ ἐπωδύνους φροντίδας γαληναία τις καὶ εἰρηνικὴ κατάστασις διαδέξεται. 11, 19 ἡσυχάσεις γὰρ καὶ οὐκ ἔσται ὁ πολεμῶν σοι. οὕτω δὲ βαθείας ἀπολαύσεις εἰρήνης, ὡς ἀπολέμητον τὸν κατάλοιπον διαβιῶναι χρόνον. 11, 19 μεταβαλλομένου δέ σου πολλοί σου δεηθήσονται, σωτηρία δὲ αὐτοὺς ἀπολείψει· ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπολεῖται. ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται. οἱ δὲ νῦν περιορῶντές σε διὰ τὰς συμφορὰς καὶ ἐπεμβαίνοντές σοι ὕστερόν σου δεηθήσονται, ὅταν αὐτοὺς ἡ παρὰ θεοῦ σωτηρία καταλίπῃ καὶ μηδεμίαν ἐλπίδα ἔχωσιν. τότε δὴ τότε καὶ τακήσονται αὐτῶν οἱ ὀφθαλμοὶ ἐπὶ τῇ σῇ εὐημερίᾳ, ὑπὸ τοῦ φθόνου δὲ δηλονότι. ἐκ δὲ τούτων τῶν λόγων ἔστι συνιδεῖν, ὅτι πρὸς πᾶσι τοῖς κακοῖς καί τινας ἔπεισεν ὁ διάβολος ἐπιγελᾶν καὶ ἐπεμβαίνειν ταῖς τοῦ Ἰὼβ συμφοραῖς. 11, παρ' αὐτῷ γὰρ σοφία καὶ δύναμις. τινὰ τῶν ἀντιγράφων ἔχουσι καὶ τοῦτον τὸν στίχον, τινὰ δὲ οὔ. κατὰ γοῦν τὰ ἐν οἷς κεῖται τὸ ῥητὸν εἰς τὴν τοῦ θεοῦ σοφίαν τε καὶ δύναμιν περιέκλεισεν ὁ Σωφὰρ τὸν λόγον μονονουχὶ λέγων ὅτι· χαλεπὸν οὖν ἀντιπράττειν τῷ μόνῳ σοφῷ καὶ δυνατῷ θεῷ. 116 καὶ ταῦτα μὲν πρὸς ἕτερον λεγόμενα διὰ ἁμαρτίας κολαζόμενον καλῶς ἐλέγετο. οὐδὲ γὰρ ἀπόβλητοι τῶν φίλων τοῦ Ἰὼβ οἱ λόγοι, ἐὰν ἕτερον ᾖ πρόσωπον τὸ νουθετούμενον καὶ μετὰ τῆς προσηκούσης λέγωνται διαιρέσεως. ὁ δὲ δίκαιος καὶ μᾶλλον ἀλγεῖ οὐδὲν μὲν ἑαυτῷ συνειδώς, ὡς ἀσεβὴς δὲ νουθετούμενος εἰς μετάνοιαν. 117 ΚΕΦΑΛΑΙΟΝ ΕΝΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· εἶτα ὑμεῖς ἐστε ἄνθρωποι ἢ μεθ' ὑμῶν τελευτήσει σοφία. Προθεωρία τοῦ κεφαλαίου σφοδρότερον τοῦ Σωφὰρ χρησαμένου τοῖς λόγοις καὶ διὰ τῆς τοῦ θεοῦ σοφίας καὶ δυνάμεως πειραθέντος τοῦτο μὲν φοβῆσαι τὸν δίκαιον, τοῦτο δὲ διδάξαι, ὅτι οὐκ ἀδίκως πάσχει ἃ πάσχει, ὡς πᾶσιν οὔσης ὡμολογημένης τῆς τοῦ θεοῦ σοφίας καὶ δυνάμεως χλευάζει ὁ Ἰὼβ τὸν Σωφὰρ ὡς τὰ ὡμολογημένα δι' ἀποδείξεων βουληθέντα κατασκευάσαι. εἶτα καὶ αὐτὸς μεγαλοπρεπῶς ἐξηγεῖται τὰ περὶ τῆς τοῦ θεοῦ σοφίας καὶ δυνάμεως δεικνύς, ὅτι συνετώτερος αὐτῶν ἐστι περὶ τὰ θεῖα. καὶ μέμφεται μὲν τοὺς φίλους ὡς οὐ δυνηθέντας θεραπευτικοὺς λόγους εἰπεῖν· αὐτὸς δὲ ἐπὶ τοῦ δικαίου θεοῦ ἡδέως λέγει τὰ προσόντα αὐτῷ σφόδρα θαρρῶν τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ. καὶ μέμφεται τοῖς φίλοις ὡς παρὰ τὸ δίκαιον τὴν ὑπὲρ θεοῦ δικαιολογίαν ἀναλαβοῦσι καί φησιν ὅτι· κἂν μυριάκις δόξητε ὑπὲρ θεοῦ λαλεῖν, λαλῆτε δὲ μετὰ δόλου καὶ παρὰ τὸ δίκαιον, οὐκ ἀποδέξεται ὑμᾶς ὁ φιλαλήθης θεός. τὸ δὲ ἐναντίον αὐτὸς σωτηρίας ἐλπίζει τεύξασθαι καὶ ἀποδοχῆς ὡς ἀδόλως καὶ καθαρῶς, ἃ φρονεῖ, μετὰ παρρησίας ἐπὶ θεοῦ διαλεγόμε 118 νος· καί φησιν ὅτι· οἶδα ἐγώ, ὅτι δίκαιος ἀναφανοῦμαι πρὸς θεὸν ἀληθῆ καὶ δίκαιον σὺν ἀληθείᾳ φθεγγόμενος. εἶτα τρέπεται καὶ εἰς αἴτησιν πρὸς θεὸν καὶ παρακαλεῖ συγγνώμης τυχεῖν, εἴ τι καὶ ἥμαρτεν, καὶ τὸ τῆς φύσεως ἀσθενὲς εἰς ἱκεσίαν προβάλλεται φάσκων μηδένα ἄνθρωπον εἶναι καθαρόν, κἂν μίαν ἡμέραν εἰς τὸν βίον παρέλθῃ. δείκνυσι δὲ κατὰ παράθεσιν, ὡς καὶ τῶν φυτῶν ἀδρανέστερός ἐστιν ὁ ἄνθρωπος. μέμνηται δὲ ὡς προφήτης καὶ συντελείας καὶ ἀναστάσεως· καὶ πάλιν ἱκετεύει τὸν θεὸν ὡς ποιητήν, φείσασθαι τοῦ ἰδίου δημιουργήματος, καὶ ἀξιοῖ μὴ πρὸς ἀκριβεῖς ἐλθεῖν ἐλεγμούς. ταῦτα δὲ πάλιν ἐν τῷ ἑαυτοῦ προσώπῳ ὑπὲρ πάντων ἡμῶν ἐξαιτεῖ τὸν θεόν· οἱ γὰρ ἅγιοι τὰ οἰκεῖα ὑποστησάμενοι πρόσωπα ἐκ τῶν καθ' ἑαυτοὺς ὑπὲρ τοῦ κοινοῦ τῆς ἀνθρωπότητος τὸν θεὸν λιτανεύουσιν, ὡς πολλαχόθεν ἔστιν ἰδεῖν, καὶ οὐχ ἥκιστα ἐκ τῆς ἐνθέου καὶ ἐναρμονίου τῶν Ψαλμῶν μελωδίας. ἐπιτήρει δὲ πάλιν, ποίας ἔχων τὰς περὶ θεοῦ δόξας ὁ μακάριος Ἰὼβ καὶ ἐκ ποίας ἀγάπης καὶ καθαρότητος σὺν παρρησίᾳ διαλέγεται. θαυμάσαι δὲ ἄξιον, πῶς ἐν τοσαύταις καὶ τηλικαύταις συμφοραῖς καὶ βασάνοις οὐκ ἐξεπλάγη, οὐ κατέπεσεν, πῶς οὐδὲν αὐτὸν τῶν ὑπὸ τῶν φίλων ῥηθέντων διέλαθεν, ἀλλὰ καὶ πρὸς πάντα ἀπαντᾷ καὶ δόγματα λαλεῖ καὶ ἀξίως θεοῦ τὰς περὶ αὐτοῦ κέκτηται ὑπολήψεις καὶ τρόπον τινὰ μὴ ὢν ἐν σαρκί, ἀλλ' ὅλος ὢν ἐν πνεύματι, οὕτως ἐν μέσαις ταῖς βασάνοις φιλοσοφεῖ. 119 Αἱ λέξεις 12, 2 εἶτα ὑμεῖς ἐστε ἄνθρωποι ἢ μεθ' ὑμῶν τελευτήσει σοφία; ἆρα οἴεσθε,
Commentarii in Job Unit 10 opening§u10-open
u10-openUnit 10.
Lemma-led open — φησίν, ὅτι μόνοι ἄνθρωποι τυγχάνετε καὶ εἰς ὑμᾶς ἡ πᾶσα σοφία τελευτᾷ, ὡς μηδένα ἄλλον μετ
Greek · §u10-open
φησίν, ὅτι μόνοι ἄνθρωποι τυγχάνετε καὶ εἰς ὑμᾶς ἡ πᾶσα σοφία τελευτᾷ, ὡς μηδένα ἄλλον μετέχειν αὐτῆς; ἢ καὶ οὕτως· εἶτα ἔστιν ἐφ' ὑμῖν εἰπεῖν, ὅτι ἄνθρωποί ἐστε τὸ κατ' εἰκόνα διασῴζοντες, ἢ μέχρι τελευτῆς συμπαραμένει ὑμῖν ἡ σοφία; ἵνα εἴπῃ ὅτι· οὐκ ἔστε ἐν τελειότητι σοφίας, ἀλλὰ παρετράπητε καὶ σχεδὸν ἀπωλέσατε τὸ εἶναι ἄνθρωποι. ταῦτα δὲ λέγει οὐ κατεπαιρόμενος αὐτῶν, ἀλλὰ ἀχθόμενος ἐφ' οἷς παρὰ τὴν ἀλήθειαν λαλοῦσιν. 12, 3 κἀμοὶ μὲν καρδία καθ' ὑμᾶς ἐστιν. δύναμαι, φησίν, κἀγὼ εἰδέναι ὅσα καὶ ὑμεῖς ἴστε. 12, 4 δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγενήθην εἰς χλεύασμα. γον. οἱ γὰρ σαρκικοὶ τὰ τῶν δικαίων καὶ πνευματικῶν μωρίαν ἡγοῦνται. ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος, μωρία γὰρ αὐτῷ ἐστιν. 12, 5 εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπ' ἄλλους, οἴκους τε αὐτοῦ ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων. ἐνταῦθα οἱ τὴν εἱμαρμένην δοξάζοντές φασιν ὅτι· ἰδοὺ καὶ ἡ γρα 1 φὴ λέγει, ὅτι εἵμαρτο αὐτὸν παθεῖν. ἀλλ' οὐ τοῦτο ἡ γραφὴ λέγει, μὴ γένοιτοοὐ γὰρ ὑπὸ ἀνάγκην τὰ ἡμέτερα, ἀλλ' ὅτι πάντα ἐν μέτρῳ διοικῶν τὰ καθ' ἡμᾶς ὁ θεὸς τοῖς τῆς ἑαυτοῦ προνοίας λόγοις οἶδε, καὶ μέχρι πόσου συμφερόντως δεῖ πάσχειν ἡμᾶς, καὶ κατὰ μέτρον ἐπάγει τοὺς πειρασμούς. τοῦτο δὲ εἶπεν ὁ Ἰώβ, ἵνα τὸ κρίμα τῷ θεῷ παράσχῃ μονονουχὶ λέγων· μὴ γελάσθωσαν οἱ δίκαιοι πάσχοντες. ἐπὶ τοσοῦτον γὰρ πάσχουσιν, ἐφ' ὅσον ὁ θεὸς βούλεται. 12, 6 οὐ μὴν δὲ ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῶος ἔσεσθαι, ὅσοι γὰρ παροργίζουσι τὸν κύριον, ὡς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται. καὶ πρόδηλον, φησίν, ὡς οὐκ ἀτιμώρητος ἡ πονηρία οὐδὲ ἀνεξέταστοι μένουσιν οἱ τὸν θεὸν παροργίζοντες. 12, 78 ἀλλὰ δὴ ἐπερώτησον τετράποδα, ἐάν σοι εἴπωσι ἢ πετεινὰ τοῦ οὐρανοῦ, ἐάν σοι ἀναγγείλωσιν, ἐκδιήγησαι δὲ γῇ, ἐάν σοι φράσῃ, καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης. εἰ δὲ οὐκ ἀρκεῖ, φησίν, ἀκούειν ἀνθρώπου, ἐπερώτησον τὰ ἄλογα καὶ τὰ ἄψυχα. τοῦτο δὲ λέγει πρὸς ἐντροπὴν τοῦ Σωφάρ, ὅτι ταῦτα ἀναντίρρητά ἐστι καὶ πᾶς ἄνθρωπος αὐτὰ ἐπίσταται. τάχα δὲ καὶ τοῦτό φησιν, ὅτι καὶ τὰ ἄψυχα καὶ τὰ ἄλογα, κἂν μὴ λαλῶσιν, τῆς τοῦ θεοῦ δυνάμεως συναισθάνονται. 12, 910 τίς οὐκ ἔγνω ἐν πᾶσι τούτοις, ὅτι χεὶρ κυρίου ἐποίησεν αὐτά; εἰ μὴ ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων τῶν ζώντων καὶ πνεῦμα παντὸς ἀνθρώπου; πᾶσιν οὖν, φησίν, ἐστὶν ὡμολογημένον, ὅτι τῇ ποιητικῇ καὶ δραστηρίῳ τοῦ θεοῦ δυνάμει τὰ πάντα συνέστησαν καὶ αὐτὸς τὴν πάντων 121 συνέχει ζωήν. εἰ δὲ μὴ τὸ αὐτὸ ψυχὴν καὶ πνεῦμα ἐνταῦθα λέγει, τὸ ψυχὴ μὲν ἐπὶ τῶν ἀλόγων νοητέον, πνεῦμα δὲ ἐπὶ τοῦ ἀνθρώπου διὰ τὸ δεδομένον τῷ ἀνθρώπῳ κατὰ τὴν ἐξ ἀρχῆς πλάσιν πνευματικὸν χάρισμα. 12, 1112 οὖς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται. ἐν πολλῷ χρόνῳ σοφία, ἐν δὲ πολλῷ βίῳ ἐπιστήμη. ὅνπερ γὰρ τρόπον, φησίν, ὁ λάρυγξ διακριτικός ἐστι τῶν γευστῶν κοινὸν δὲ τοῦτον πάντες ἔχομεν, οὕτως ἐστί μοι καὶ πρὸς ἀκοὴν λόγων ὠτίον καὶ χρόνος ἱκανὸς εἰς σοφίαν· ὁ γὰρ φρόνιμος παλαιούμενος προκόπτει τῇ σοφίᾳ. θέλει οὖν εἰπεῖν ὅτι· καὶ οἶδα ἃ ἀκούω καὶ χρόνον εἰς ἐπιστήμην προσέλαβον. ὁ μὲν οὖν Ἀκύλας ἀντὶ τοῦ οὖς _ὠ_τ_ί_ο_ν ἐκδέδωκε· τινὰ δὲ τῶν ἀντιγράφων ἀντὶ τοῦ οὖς νοῦς ἔχουσιν. λέγει οὖν ὅτι· ὥσπερ λάρυγγα ἐπὶ διακρίσει βρωμάτων ἅπαντες ἔχομεν, οὕτω καὶ νοῦν δυνάμενον εἰδέναι τὰ περὶ τῆς τοῦ θεοῦ σοφίας τε καὶ δυνάμεως. διὸ καὶ ἐπάγει· 12, 1316 παρ' αὐτῷ σοφία καὶ δύναμις, αὐτῷ βουλὴ καὶ σύνεσις. ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει, ἐὰν κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει; ἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν, ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας. παρ' αὐτῷ κράτος καὶ ἰσχύς, αὐτῷ ἐπιστήμη καὶ σύνεσις. οὐδεὶς οὖν ἀγνοεῖ, φησίν, ὅτι καὶ σοφός ἐστιν ὁ θεὸς καὶ δυνατὸς καὶ πάντα μετ' εὐκολίας ποιεῖ, ὅσα καὶ βούλεται, καὶ οὐδεὶς ἱκανὸς
Unit 10 rem early§u10-rem-early
u10-rem-earlyRem early: Unit 10; lemma and argument toward the thesis.
Greek · §u10-rem-early
ἀνατρέψαι τὰ αὐτῷ δοκοῦντα. 12, 17 διάγων βουλευτὰς αἰχμαλώτους, κριτὰς δὲ γῆς ἐξέστησεν. 122 ἀλλὰ καὶ τοὺς ἐπὶ βουλῇ μέγα φρονοῦντας λάφυρον λαμβάνει τῇ ἑαυτοῦ σοφίᾳ, καὶ τοὺς δοκοῦντας εἶναι διακριτικοὺς ῥᾳδίως ἐξίστησι τῆς οἰκείας βουλῆς ἢ καὶ τοὺς ἄρχοντας τῆς ἑαυτῶν καθέδρας, ὥστε γνῶναι ὅτι οὐδέν εἰσιν. 12, 18 καθιζάνων βασιλεῖς ἐπὶ θρόνου καὶ περιζωννύων ζωνὴν ὀσφύας αὐτῶν. ἀλλὰ καὶ αὕτη τοῦ θεοῦ ἐξουσία τὸ μηδένα χωρὶς αὐτοῦ βασιλεύειν. 12, 19 ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους. εἰ δὲ καὶ θελήσει, φησίν, καὶ αὐτοὺς ἐτάσαι τοὺς ὀφείλοντας καθαρωτάτους εἶναι, λάφυρον αὐτοὺς ἀποδείξει πρὸς τὴν ἑαυτοῦ ἀκρίβειαν. 12, 19 δυνάστας δὲ γῆς κατέστρεψεν. καὶ τοῦτο δεῖγμα τῆς τοῦ θεοῦ δυνάμεως. 12, διαλλάσσων χείλη πιστῶν. ὁ Θεοδοτίων παρατρέχων χείλη ἀπλανῶν ἐκδέδωκεν. ἀλλὰ καὶ τῶν δοκούντων, φησίν, ἀπλανεστάτων τὰς βουλὰς εἰς τοὐναντίον μεθίστησιν. 12, σύνεσιν δὲ πρεσβυτέρων ἔγνω. ὁ Σύμμαχος _κ_α_ὶ_ _ἐ_π_ι_σ_τ_ή_μ_η_ν_ _γ_ε_ρ_ό_ν_τ_ω_ν_ _ἀ_φ_α_ι_ρ_ῶ_ν ἐκδέδωκεν, καὶ κατὰ μὲν τοῦτον δοκεῖ λέγειν· καὶ τῶν ἐκ τοῦ χρόνου τι προσλαβόντων τὴν δοκοῦσαν σύνεσιν ῥᾳδίως ἀνατρέπει. κατὰ δὲ τοὺς Ἑβδομήκοντα τὸ σύνεσιν πρεσβυτέρων ἔγνω 123 ἀντὶ τοῦ· οὐδὲν αὐτὸν διαλανθάνει, καὶ δύναται ἀπ' ἀρχῆς γνοὺς τῶν συνετῶν τὰς κινήσεις ταύτας ἀνατρέπειν ὡς μηδὲ εἰς ἔργον ἐκβαίνειν. 12, 21 ἐκχέων ἀτιμίαν ἐπ' ἄρχοντας, ταπεινοὺς δὲ ἰάσατο. ταῦτα μάλιστα τὸν θεὸν δείκνυσι θαυμαστὸν τὰ παρὰ προσδοκίαν τοῖς ἀνθρώποις ἀπαντῶντα. 12, 22 ἀνακαλύπτων βαθέα ἐκ σκότους, ἐξήγαγε δὲ εἰς φῶς σκιὰν θανάτου. πρὸς μὲν ῥητὸν ὁ καὶ τὰ πᾶσιν ἄδηλα, φησίν, φανεροποιῶν καὶ τοὺς ἐν κινδύνοις καὶ πλησίον ὄντας θανάτου διασῴζων. σκιὰν δὲ θανάτου τὸν κίνδυνόν φησιν, ὅτι ὥσπερ ἡ σκιὰ προτρέχει τοῦ σώματος ἐγγυτάτη αὐτῷ οὖσα, οὕτως καὶ ὁ κίνδυνος τοῦ θανάτου πλησίον αὐτοῦ τυγχάνων. πρὸς δὲ διάνοιαν ἔοικε προφητικῶς τὴν τοῦ κυρίου παρουσίαν προκαταγγέλλειν, ὃς εἶπε τοῖς ἐν δεσμοῖς· ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· ἀνακαλύφθητε, καὶ ἐπέφανε τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. 12, 23 πλανῶν ἔθνη καὶ ἀπολλύων αὐτά, καταστρωννύων ἔθνη καὶ καθοδηγῶν αὐτά. τοῦτο ἐποίησε τοῖς Ἰσραηλίταις τοὺς μὲν ἐξελθόντας ἐξ Αἰγύπτου καὶ ἀπειθήσαντας πλανήσας, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ, τοὺς δὲ τούτων υἱοὺς καθοδηγήσας ἐν τῇ γῇ τῆς ἐπαγγελίας. 12, 2425 διαλλάσσων καρδίας ἀρχόντων γῆς, ἐπλάνησε δὲ αὐτοὺς ὁδῷ, ᾗ οὐκ ᾔδεισαν· ψηλαφήσαισαν σκότος καὶ οὐ φῶς, πλανηθείησαν δὲ 124 ὥσπερ ὁ μεθύων. τὸ διαλλάσσων πάλιν ἀντὶ τοῦ παρατρέπων· τὸ δὲ ψηλαφήσαισαν καὶ πλανηθείησαν οὐκ εὐκτικῶς λέγει, ἀλλὰ τὸ συμβαῖνόν φησιν. ὅμοιον δὲ καὶ ἐν Ψαλμοῖς εἴρηται· ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων. 13, 12 ἰδοὺ ταῦτα τεθεώρηκέ μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέ μου τὸ οὖς, καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν. ταῦτα, φησίν, καὶ αὐτὸς πείρᾳ ἔγνων καὶ λεγόντων ἑτέρων ἤκουσα, καὶ οὐδὲν ὑμῶν εἰμι περὶ ταῦτα ἀσυνετώτερος. 13, 34 οὐ μὴν δὲ ἀλλ' ἐγὼ πρὸς κύριον λαλήσω, ἐλέγξω δὲ ἐναντίον αὐτοῦ, ἐὰν βούληται. ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες. ὁρᾷς, ὡς ἐπὶ τοῦ δικαίου κριτοῦ καὶ τοῦ τῶν ψυχῶν ἰατροῦ βούλεται τὰ καθ' ἑαυτὸν ἐξετασθῆναι θαρρῶν τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ, ὡς τῶν φίλων καὶ σφαλλομένων καὶ ἀντὶ θεραπείας φαρμάκων καὶ λόγων παρακλήσεως ἐπιτριβόντων αὐτῷ τὰ τραύματα; τὸ δὲ ἐλέγξω ἐναντίον αὐτοῦ, ἐὰν βούληται ἐάν, φησίν, ὁ θεὸς ἐπιτρέψῃ μοι, αὐτοῦ δικάζοντος ἐλέγξω ὑμᾶς ψευδομένους. βλέπε ἀγάπης ῥήματα καὶ πεποιθήσεως τῆς εἰς τὸν θεόν, ὅτι διττὰ καὶ ἀντίδικον καὶ δικαστὴν καὶ μάρτυρα τῶν καθ' ἑαυτὸν ποιεῖται τὸν θεόν, οὐ πρὸς αὐτὸν δικαιολογούμενος, ἀλλὰ τοὺς φίλους ἐλέγχων. 13, 5 εἴη δὲ ὑμῖν κωφεῦσαι καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν. γένοιτο ὑμῖν ἐλθεῖν τοιαύτην σύνεσιν ὥστε σιωπῆσαι, καὶ διὰ τῆς σιωπῆς νομισθήσεσθε εἶναι σοφοί. 125 13, 6 ἀκούσατε ἔλεγχον στόματός μου, κρίσει δὲ χειλέων μου προσέχετε. κατανοήσατε τοιγαροῦν, ἃ μέλλω λέγειν εἰς ἔλεγχον ὑμῶν, καὶ ἐννοήσατε, εἰ κεκριμένως φθέγγομαι. 13, 7 πότερον οὐχὶ κατέναντι κυρίου λαλεῖτε, ἐναντίον δὲ αὐτοῦ φθέγγεσθε δόλον; οὐκ ἐννοεῖτε, ὅτι ὁ θεὸς ἐπακούει τῶν λόγων ὑμῶν; πῶς οὖν τολμᾶτε εἰς ὑπήκοον αὐτοῦ παρὰ τὸ ἀληθὲς φθέγγεσθαι; ἐπιτήρει δὲ καὶ ταῦτα τὰ ῥήματα τοῦ ἀμέμπτου καὶ ἀληθινοῦ, πῶς πανταχοῦ μέμφεται τὸ ψεῦδος, κἂν ὑπὲρ θεοῦ τις λέγειν δοκῇ· διόπερ αὐτὸς ἃ φρονεῖ σὺν ἀληθείᾳ καὶ μετὰ παρρησίας ἅπαντα διαλέγεται, ἐφ' ᾧ καὶ ὁ θεὸς
Unit 10 rem mid§u10-rem-mid
u10-rem-midRem mid: Unit 10; lemma continues; reading with the letter.
Greek · §u10-rem-mid
αὐτὸν ἀποδέχεται αὐτὸς ὢν ἡ ἀλήθεια. τὸ γὰρ ψεῦδος ἐκ τοῦ πονηροῦ ἐστιν, ὥς φησιν ὁ σωτήρ. 13, 8 ἢ ὑποστελεῖσθε; οὐ δύνασθε κρυβῆναι ἀπ' αὐτοῦ ἐν τοῖς τοιούτοις ῥήμασιν. 13, 810 ὑμεῖς δὲ αὐτοὶ κριταὶ γίνεσθε. καλόν, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς. εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ, οὐδέν τι ἧττον ἐλέγξει ὑμᾶς. ἀλλ' ὑμεῖς κρίνατε, εἰ μὴ ἀληθῆ λέγω ὅτι· ἐὰν τὰ καθ' ὑμᾶς ἀναζητήσῃ θεός, κἂν μυριάκις ὑπὲρ αὐτοῦ λαλεῖν δοκῆτε, ἐλέγξει ψευδομένους οὐδὲν τῆς ἀληθείας ποιούμενος προτιμότερον. 126 13, 1012 εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε, πότερον οὐχὶ ἡ δῖνα αὐτοῦ στροβήσει ὑμᾶς; φόβος δὲ παρ' αὐτοῦ ἐπιπεσεῖται ὑμῖν, ἀποβήσεται δὲ ὑμῖν τὸ γαυρίαμα ἴσα σποδῷ, τὸ δὲ σῶμα πήλινον. ἀντὶ τοῦ εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε _μ_ὴ_ _κ_ρ_ύ_φα πρόσωπον αὐτοῦ δυσωπηθήσεσθε ὁ Σύμμαχος ἐκδέδωκεν. ὁ δὲ νοῦς τοιοῦτός ἐστιν· εἰ δὲ καὶ χαριζόμενοι, φησίν, τῷ κυρίῳ καὶ ὥσπερ αἰδούμενοι αὐτοῦ τὸ πρόσωπον κρυφαίως λαλεῖτε, ἄλλα μὲν ἔχοντες κατὰ διάνοιαν, ἕτερα δὲ φθεγγόμενοι, ἆρα οὐχ ἡ συστροφὴ αὐτοῦ καὶ ἡ ἔτασιςτοῦτο γάρ ἐστιν ἡ δῖνα αὐτοῦπεριτρέψει ὑμᾶς καὶ φοβήσει καὶ καταπλήξει; καὶ ἡ μεγαλαυχία ἡ ὑμετέρα ἀποδειχθήσεται οὐδὲν ἕτερον ἢ σποδὸς καὶ ὅτι οὐδὲν ἕτερον ἢ πηλὸς τυγχάνετεἀντὶ τοῦ· ἀλαζονεύεσθε σποδὸς ὄντες καὶ πηλός, καὶ μετ' ἐπικρύψεως λαλεῖτε ὡς θεῷ χαριζόμενοι· οὐ γὰρ ἀνέξεται ὑμῶν ψευδομένων, ἀλλὰ καὶ φοβήσει καὶ στροβήσειἀντὶ τοῦ· τιμωρήσειὑμᾶς. 13, 1314 κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ, ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν. ἀκούσατε τοίνυν μεθ' ἡσυχίας, ἵνα ἀναπαύσωμαι παραμυθούμενος διὰ τῶν λόγων τὸ πάθος. τοῦτο γὰρ σημαίνει τὸ ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν. 13, 1415 ψυχὴν δέ μου θήσω ἐν χειρί, ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται. τίθημι δὲ τὴν ἐμὴν ψυχὴν εἰς ἐνέχυρον ἕτοιμος ὢν τὴν ὑπὲρ τῶν λόγων ὑπομένειν δίκην· κἂν ἀνελεῖν θέλῃ ὁ ἀρξάμενός με βασανίζειν 127 θεός, ἑτοίμως ἔχω πάντα πάσχειν τὰ αὐτῷ δοκοῦντα. ὁ δὲ νοῦς οὗτος· εἰ μὴ τἀληθῆ φθέγγομαι, ἕτοιμός εἰμι ὑπομένειν ὅτι ἂν τῷ θεῷ δοκῇ. 13, 1516 ἢ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ, καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν· οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται. ὁρᾷς, πῶς θαρρεῖ τῇ ἀληθείᾳ καὶ τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ; οἶδα, φησίν, ὅτι εἰς σωτηρίαν μοι ἀποβήσεται τὸ ἐναντίον θεοῦ τἀληθῆ λέγειν καὶ διελέγχειν ὑμᾶς ψευδομένους. 13, 1718 ἀκούσατε, ἀκούσατε τὰ ῥήματά μου· ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων. ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγώ, ὅτι δίκαιος ἀναφανοῦμαι. ἐγγὺς κύριος, λέγεται, τοῖς ἐπικαλουμένοις αὐτόν, ἀντὶ τοῦ· εὐμενὴς αὐτοῖς ἐστιν ὁ θεός. ἀκούσατε οὖν, φησίν, ἃ μέλλω λέγειν· εὐμενὲς γὰρ ἕξω τὸ κριτήριον ἐπὶ θεοῦ δικαίου καὶ ἀληθοῦς φθεγγόμενος, οὗ τῇ ἀληθείᾳ θαρρῶν πιστεύω δικαιότερα λέγων ὑμῶν ἀναφανήσεσθαι. ἢ καὶ οὕτως· ἐγγύς εἰμι τοῦ κρίματός μου, ἀντὶ τοῦ· ἕτοιμός εἰμι πάσχειν ὅ τι ἂν κρίνῃ ὁ θεός. θαρρῶν τῇ αὐτοῦ ἀληθείᾳ ἐλπίζω δίκαιος ὀφθήσεσθαι. 13, 19 τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω; τίνα γάρ, φησίν, ὑμῶν κρινόμενος εὐλαβηθήσομαι, ἵνα σιωπήσω; τὸ δὲ ἐκλείψω ἀντὶ τοῦ· σιωπῶν γὰρ ὑπόδικον ἐμαυτὸν ποιῶ καὶ ἀναπολόγητον ὡς ἐκλειπουσῶν μοι τῶν δικαιολογιῶν. 128 13, 21 δυοῖν δέ μοι χρεία· τότε ἀπὸ προσώπου σου οὐ κρυβήσομαι, τὴν χεῖρά σου ἀπ' ἐμοῦ ἀπόσχου, καὶ ὁ φόβος σου μή με καταπλησσέτω. μὴ γὰρ γένοιτο, φησίν, ἀποστῆναί μέ σουπρὸς δὲ τὸν θεὸν τὸν λόγον ἔτρεψεν, ἱκετεύω δὲ καὶ κουφισθῆναι τῶν βασάνων καὶ ἀφόβως εἰπεῖν. 13, 22 εἶτα καλέσεις, ἐγὼ δέ σου ὑπακούσομαι. ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν. ἐάν, φησίν, γνῶ, ὅτι εὐμενῶς διάκεισαι πρός με, καὶ ἐρωτώμενος εἰς ἀπολογίαν ἔρχομαι. 13, 2324 πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου; δίδαξόν με, τίνες εἰσίν. διὰ τὶ ἀπ' ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον; τὴν αἰτίαν ἐπιθυμῶ μαθεῖν, φησίν, τῶν κολάσεων καὶ ποίων πλημμελημάτων ἐκτίνων δίκας ταῦτα ὑπομένω. διὰ τί, δέσποτα, ἀποκρύπτεις με; διὰ τί ὡς ἐχθρῷ κέχρησαι τῷ φύλλων ἀδρανεστέρῳ; διὸ καὶ ἐπάγει· 13, 2514, 3 ἢ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι, ὅτι κατέγραψας κατ' ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας, ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου, οἳ παλαιοῦνται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον
Unit 10 rem close§u10-rem-close
u10-rem-closeRem CLOSEOUT: Unit 10 CLOSEOUT.
Greek · §u10-rem-close
σητόβρωτον. βροτὸς γὰρ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ὀργῆς, ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν, ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στῇ. οὐχὶ καὶ τούτου λόγον ἐποιήσω καὶ τοῦτον ἐποίησας εἰσελθεῖν ἐνώπιόν σου ἐν κρίματι; τὸ τῆς φύσεως εὐτελὲς εἰς ἱκετηρίαν προβάλλεται φύλλῳ παρεικάζων 129 τὸν ἄνθρωπον καὶ χόρτῳ τῇδε κἀκεῖσε περιφερομένῳ καὶ ἀσκῷ παλαιουμένῳ καὶ ἱματίῳ ὑπὸ σητῶν δαπανωμένῳ καὶ ἄνθει ταχὺ μαραινομένῳ καὶ σκιᾷ παρατρεχούσῃ. τὸν τοιοῦτον, οὖν φησιν, δέσποτα, εἰς ἀκριβεῖς εἰσάγεις ἐλεγμοὺς καὶ λεπτῶς τὰ κατ' αὐτὸν ἐξετάζεις. τὸ δὲ κατέγραψας κατ' ἐμοῦ κακά ἀντὶ τοῦ· ἀπεσημήνω πᾶν, εἴ τι καὶ ἥμαρτον ἐκ νεότητος. τὸ δὲ ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἵνα εἴπῃ ὅτι· ἀκριβῶς ἐφύλαξας τὰ κατ' ἐμὲ ὡς οἱ ἐν τῇ ξυλοπέδῃ δεσμοῦντες τοὺς καταδίκους. ὁ γὰρ Ἀκύλας οὕτως ἐκδέδωκεν· _κ_α_ὶ_ _ἔ_θ_η_κ_α_ς_ ἐν ξυλοπέδῃ τὸν πόδα μου. τὸ δὲ εἰς ῥίζας τῶν ποδῶν μου ἀφίκου, τουτέστιν· καὶ τὰ λεπτότατα τῆς πορείας μου ἐφύλαξας. τὸ δὲ πλήρης ὀργῆς ὁ Ἀκύλας _π_λ_ή_ρ_η_ς_ _κ_λ_ο_ν_ή_σ_ε_ω_ς ἐκδέδωκεν, ἵνα εἴπῃ, ὅτι καὶ ὀλιγοχρόνιός ἐστιν ὁ ἄνθρωπος καὶ ὁ βίος αὐτοῦ μεστὸς ταραχῆς. ταῦτα δὲ εἶπε καὶ συγγνώμην αἰτῶν, εἴ τι καὶ ἥμαρτεν, καὶ ἔλεον ἐπιζητῶν ἐπὶ τῇ ἀνθρωπίνῃ ταπεινότητι. 14, 46 τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ῥύπου; ἀλλ' οὐδείς, ἐὰν καὶ μίαν ἡμέραν ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς. ἀριθμητοὶ δὲ μῆνες αὐτῷ παρ' αὐτοῦ, εἰς χρόνον ἔθου, καὶ οὐ μὴ ὑπερβῇ. ἀπόστα ἀπ' αὐτοῦ ἵνα ἡσυχάσῃ καὶ εὐδοκήσῃ τὸν βίον ὥσπερ ὁ μισθωτός. τί δεῖ, φησίν, περὶ ἀνθρώπου μακρὰ λέγειν, ὅπουγε καὶ αὐτὴ ἡ ἀνθρωπίνη γέννησις οὐκ ἄνευ ῥύπου καὶ ἁμαρτίας τυγχάνει; τοῦτο δὲ 130 λέγει ὡς προφήτης διὰ τὴν ἐν Ἀδὰμ παράβασιν· ὡς γὰρ ὁ πολύνους ἀπόστολος ἔφη· διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἁμαρτωλοὶ κατέστησαν οἱ πολλοί. ἔστι δέ, φησίν, καὶ ἄλλως ὁ ἄνθρωπος ὀλιγοχρόνιος μέτρον εἰς ζωὴν παρὰ θεοῦ λαβών, ὅπερ ὑπερβῆναι παντελῶς ἀμηχάνως ἔχει. ἐλθὲ τοίνυν εἰς οἶκτον, δέσποτα, τοῦ οὕτως εὐτελοῦς, τοῦ ἐκ γεννητῆς ἁμαρτωλοῦ καὶ ὀλιγοβίου· καὶ ἀπόστησόν σου τὸ ἐταστικὸν ἀπ' αὐτοῦ, ἵνα ἀναπνεύσῃ δίκην μισθωτοῦ μετὰ τοὺς πολλοὺς καμάτους ὀλίγην εὑρίσκων ἀνάπαυσιν. 14, 710 ἔστι γὰρ δένδρῳ ἐλπίς. ἐὰν γὰρ ἐκκοπῇ, ἔτι ἐπανθήσει, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλείπῃ. ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ, ἐν δὲ πέτρᾳ τελευτήσῃ τὸ στέλεχος αὐτοῦ, ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει, ποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον. ἀνὴρ δὲ τελευτήσας ᾤχετο, πεσὼν δὲ βροτὸς οὐκέτι ἐστίν. ἀλλὰ καὶ φυτῶν, φησίν, εὐτελέστερός ἐστιν ὁ ἄνθρωπος. ἐκεῖνα γὰρ καὶ μετὰ τὴν τομὴν δύναται ἐπανθῆσαι καὶ κλῶνας ἀναβλαστῆσαι ἀρδείας ὑδάτων τυχόντα καὶ ποιεῖν θερισμόν, ἀντὶ τοῦ· καρπόν. ἄνθρωπος δὲ ἅπαξ ἀποθανὼν παλινδρομῆσαι εἰς τὸν βίον οὐ δύναται. 14, 1112 χρόνῳ γὰρ σπανίζεται θάλασσα, ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη. ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ, ἕως ἂν ὁ οὐρανός, οὐ μὴ συρραφῇ καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν. ἀντὶ τοῦ· χρόνῳ δὲ σπανίζεται θάλασσα, ὁ Σύμμαχος· _ὡ_ς_ _ _ 131 ἐκρεῖ ὕδατα ἀπὸ θαλάσσης ἐκδέδωκεν. ὁ δὲ νοῦς οὗτος· ὥσπερ, φησίν, ὕδωρ ἀπὸ θαλάσσης ἐκρέον, οἷόν ἐστι τὸ ἐκ τοῦ Πόντου κατιὸν ῥεῦμα, καὶ ὥσπερ ποταμὸς ξηρανθείς, οὕτως ἄνθρωπος ἀποθανὼν ἀφανὴς γίνεται. τὸ δὲ ἕως ἂν ὁ οὐρανός, οὐ μὴ συρραφῇ, τουτέστιν· ἕως συντελείας. οὕτως οὖν ἀνάγνωθι· ἕως ἂν ὁ οὐρανός, καὶ ὑπόστιξον, ἵνα εἴπῃ· ἕως συνέστηκεν ὁ κόσμος, ὁ ἀποθανὼν ἄνθρωπος οὐ μὴ συρραφῇ, ἀντὶ τοῦ· οὐ μὴ συναρμοσθῇ. συρραφὴν δὲ λέγει τὸν εἱρμὸν τῶν ζεύξεων τῶν μελῶν. τοῦτο δὲ εἶπεν, ἵνα μή τις ὑπολάβῃ κατὰ καιρὸν ἀνάστασιν γίνεσθαι, ἀλλ' ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων. καὶ σημείωσαι, ὅτι σαφῶς τὸ τῆς ἀναστάσεως ἐδίδαξε μυστήριον. καὶ ταῦτα μὲν πρὸς τὸ ῥητόν. ἔστι δὲ κατὰ ἀλληγορίαν δένδρῳ ἐλπίς, ἀντὶ τοῦ· ἀνθρώπῳ. κἂν γὰρ ἐν παραπτώματι γένηται, μετανοήσῃ δὲ καὶ γένηται ἐν τῇ γῇ τῆς εὐσεβείας καὶ ἐν τῇ πέτρᾳ ἤγουν τῇ εὐσεβεῖ πίστει, ἐκ τοῦ ὕδατος τῆς παλιγγενεσίας ἢ καὶ ἐκ τοῦ δακρύου τῆς μετανοίας ἀναβλαστήσει. ὁ δὲ τῇ παρατροπῇ καὶ τῇ ἁμαρτία ἐναποθανὼν οὐδεμίαν ἔχει χρηστὴν ἐλπίδα. καὶ χρόνῳ μὲν ἀφανίζεται ἡ ἁμαρτία, θάλασσα τροπικῶς ὀνομαζομένη, ὁ δὲ διάβολος καὶ οἱ αὐτοῦ πειρασμοὶ ξηραίνονται, οἱ δὲ τελευτήσαντες οὐκ ἐξαφανίζονται περιμένοντες τὴν ἀνάστασιν. 14, 1314 εἰ γὰρ ὄφελον ἐν ἅδῃ με ἐφύλαξας, ἔκρυψας δέ με, ἕως ἂν παύσηταί σου ἡ ὀργή· καὶ τάξῃ
Commentarii in Job Unit 11 opening§u11-open
u11-openUnit 11.
Lemma-led open — μοι χρόνον, ἐν ᾧ μνείαν μοι ποιήσῃ. ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος, ζήσεται συντελέσας τὰς ἡμέρα
Greek · §u11-open
μοι χρόνον, ἐν ᾧ μνείαν μοι ποιήσῃ. ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος, ζήσεται συντελέσας τὰς ἡμέρας τοῦ βίου αὐτοῦ. ὁ Θεοδοτίων ἀντὶ τοῦ ζήσεται· _μ_ὴ_ _ζ_ή_σ_ε_τ_α_ι_ _ἔ_φ_η_. 132 ὁ δὲ νοῦς οὗτος· εἴθε, φησίν, τὸν χρόνον τοῦτον, ὃν ὀργίζει μοι, ἐν τῷ ᾅδῃ με ἐφύλαξαςἀνέγκλητος γὰρ ἡ ἐκεῖ φυλακήκαὶ μὴ παντελῶς ἐπελάθου μου, ἀλλ' ἔταξάς μοι χρόνον τῆς ἐκεῖ φυλακῆς. αἰτίαν δὲ ἀποδέδωκε τοῦ ποθεῖν τὸν θάνατον· δίχα γὰρ βασάνων, φησίν, ἐκεῖ φυλαττόμενος προσδοκῶ τὴν ἀνάστασιν. ἐὰν γάρ, φησίν, ἀποθάνῃ ἄνθρωπος συντελέσας τὰς ἡμέρας τοῦδε τοῦ βίου, οὐκ εἰς ἀνυπαρξίαν χωρεῖ, ἀλλὰ ζῇ τῇ ψυχῇ περιμένων τὴν ἀνάστασιν. κατὰ δὲ Θεοδοτίωνα· ἐάν, φησίν, ἀποθάνῃ ἄνθρωπος, οὐ ζήσεται, ἵνα εἴπῃ, ὅτι τῶν βασάνων ἀπαλλάττεται. 14, 1415 ὑπομενῶ, ἕως ἂν πάλιν γένωμαι. εἶτα καλέσεις με, ἐγὼ δέ σοι ὑπακούσομαι. ἐὰν γάρ, φησίν, ἐν ᾅδου φυλαχθῶ, προσδοκῶ τὴν παλιγγενεσίαν καὶ ἀνάστασιν, ὅτε σὺ μὲν ἐντέλλῃ τοῖς νεκροῖς ἀναστῆναι, ἐγὼ δέ σοι ὑπακούσομαι. σημαίνει τὸ γοργὸν τῆς φύσεως εἰς τὴν ἀνάστασιν. ἐν γὰρ κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, οὐδενὸς ἀντιπράττοντος ἐν ῥιπῇ ὀφθαλμοῦ ἡ ἀνάστασις γίνεται, ὡς καὶ ὁ ἱερὸς ἡμᾶς ἀπόστολος ἐδίδαξε. ταῦτα δὲ προφητικῶς ἐξαγγείλας ὁ μακάριος Ἰὼβ πάλιν ἐπὶ τὴν ἱκεσίαν προτρέπεται καί φησιν· 14, 1517 τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ ἀποποιοῦ, ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα, καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν ἁμαρτιῶν μου. ἐσφρά 133 γισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίῳ, ἐπεσημήνω δέ, εἴ τι ἄκων παρέβην. πάλιν ὡς ποιητὴν ἱκετεύει τὸν θεὸν καί φησιν· μὴ ἀπόβλητόν με, δέσποτα, τὸ σὸν ποιήσῃ δημιούργημα, μηδὲ οὕτω τὰ καθ' ἡμᾶς λεπτῶς ἐξαρίθμει καὶ ἐξιχνίαζε ὥσπερ ἐν βαλλαντίῳ πάντα κατακλείων, ἐφ' ᾧ μηδεμίαν οἱονεὶ παραπολέσθαι τῶν ἁμαρτιῶν ἡμῶν, ἀλλὰ πασῶν ἀπαιτεῖσθαι τὰς δίκας. διὰ τί δέ, δέσποτα, καὶ τὰς ἀκουσίους ἡμῶν ἁμαρτίας οὕτως ἐπισημαίνει καὶ οἱονεὶ ἀπογράφεις; ταῦτα δέ φησι θεὸν μὲν ἱκετεύων, μὴ ἀκριβῶς ἐξετάζειν τὰ καθ' ἡμᾶς, ἡμᾶς δὲ διδάσκων, ὡς οὐδὲν διαλανθάνει τὴν ἀπλανῆ τοῦ θεοῦ κατανόησιν τῶν ἡμετέρων, εἴτε προαιρετικῶς, εἴτε ἀκουσίως τι πράξομεν. ὅτι δὲ καὶ τῶν ἀκουσίων ὑφέξομεν τοὺς λόγους, ἤκουσας καὶ τοῦ λόγου τοῦ Ἐκκλησιαστικοῦ πρὸς τῷ τέλει λέγοντος, ὅτι· σύμπαν τὸ ποίημα ὁ θεὸς ἄξει ἐν κρίσει ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν καὶ ἐὰν πονηρόν. 14, 1819 καὶ πλὴν ὄρος πῖπτον πεσεῖται καὶ πέτρα παλαιωθήσεται ἐκ τοῦ τόπου αὐτῆς. λίθους ἐλέαναν ὕδατα, καὶ κατέκλυσεν ὕδατα ὑπτία τοῦ χώματος τῆς γῆς καὶ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας. ὁ σοφὸς Ἰὼβ αἰνίγματα λαλεῖ, ἐπειδὴ καὶ πολλὰ τῶν φίλων δι' αἰνιγμάτων ῥηθέντα συνῆκεν αὐτὸς ὡς σοφός, οὐδαμοῦ τὸν νοῦν ἐκ τῶν ἀλγηδόνων περισπασθείς, ἀλλ' ἐν μέσοις αὐτοῖς τοῖς πάθεσι φιλοσοφῶν. ἔοικεν οὖν ἐν τούτοις τὸν θεὸν ἱκετεύειν μὴ ἐπὶ πολὺ παρατείνειν αὐτῷ τὰς συμφοράς, μήπως τις αὐτῷ καὶ ὀκλασμὸς γένηται καὶ ἐξατονήσῃ. εἰ γὰρ καὶ ὄρος, φησίν, καὶ πέτρα τῷ χρόνῳ παλαιοῦται 134 καὶ πίπτει, καὶ τοὺς λίθους τοὺς στερροτάτους λεαίνει ἡ συχνὴ τῶν ὑδάτων ἐπιρροὴ καὶ τὰ ἀνεστηκότα τῆς γῆς χώματα ἡ τῶν ὑδάτων φορὰ κατακλύζει καὶ ὑπτία ἀπεργάζεται, δέος, μὴ τῇ συνεχείᾳ τῶν πειρασμῶν καὶ τῷ μήκει τοῦ χρόνου πάθω τι κἀγὼ τῶν ἀβουλήτων, καὶ ἀπείπω πρὸς τὰς συμφοράς. τὸ δὲ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας τοῦτο σημαίνει, ὅτι ἐκτὸς τῆς ἄνωθεν βοηθείας ἄνθρωπος οὐδέν ἐστιν οὐδὲ τὰς τῶν πειρασμῶν νιφάδας ὑπομεῖναι δύναται. 14, ὤσας αὐτὸν εἰς τέλος καὶ ᾤχετο, ἐπέστησας αὐτῷ τὸ πρόσωπόν σου καὶ ἐξαπέστειλας. πάλιν περὶ τῆς οὐδενίας τοῦ ἀνθρώπου πρὸς θεὸν ἀποδύρεται. ὡς γὰρ ἐπὶ ἀνέμου καὶ χοὸς ἤ τινος τῶν κουφοτάτων, ἐάν, φησίν, μόνον ὠθήσῃς αὐτὸν ἢ ἐπιστήσῃς αὐτῷ τὸ πρόσωπόν σου ἀπειλητικῶς, εὐθέως ἀποστέλλεται καὶ οἴχεται, ἀντὶ τοῦ· ἀποθνήσκει. 14, 2122
Unit 11 rem early§u11-rem-early
u11-rem-earlyRem early: Unit 11; lemma and argument toward the thesis.
Greek · §u11-rem-early
πολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ οὐκ εἶδεν, ἐὰν δὲ ὀλίγοι γένωνται, οὐκ ἐπίσταται, ἀλλ' ἢ αἱ σάρκες αὐτοῦ ἤλγησαν, ἡ δὲ ψυχὴ αὐτοῦ ἐπένθησεν. τί δέ, φησίν, ὄφελος ἀνθρώπῳ ἐν ὀδύναις ζήσαντι καὶ ἐν πένθει ψυχῆς ἐκ τῶν μετ' αὐτὸν ἐσομένων; κἄν τε γὰρ εἰς πλῆθος ἐκταθῇ αὐτοῦ ἡ γονή, κἄν τε εἰς ὀλίγους περιστῇ, αὐτὸς ἅπαξ ἀποθανὼν ἀγνοεῖ. ἠρέμα δὲ πάλιν ἡμᾶς διδάσκει, μὴ μέγα οἴεσθαι τὴν εὐπαιδίαν καὶ πολυπαιδίαν. τῷ γὰρ ἅπαξ ἀποθνήσκειν μέλλοντι τούτων οὐδὲν ὄφελος. τὸ δὲ ὀλιγοχρόνιον πρὸς παραίτησιν καὶ ἱκεσίαν προεβάλετο. 135 ΚΕΦΑΛΑΙΟΝ ∆ΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει· πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματι καὶ ἐνέπλησε πόνον γαστρός; Προθεωρία τοῦ κεφαλαίου τοῦ Ἰὼβ προοιμιασαμένου καὶ εἰρηκότος· πότερον ὑμεῖς ἐστε ἄνθρωποι ἢ μεθ' ὑμῶν τελευτήσει σοφία; κἀμοὶ μὲν καρδία καθ' ὑμᾶς ἐστιν, εὐθὺς ὁ Ἐλιφὰζ πρὸς τοῦτο ἱστάμενός φησι πρὸς τὸν Ἰὼβ ὅτι· οὐδέποτε ὁ σοφὸς ἐπιδεικτικῶς τὴν ἑαυτοῦ προάγει σοφίαν, ὅπερ σὺ πεποίηκας καίτοι γε οὐδὲν ἀναγκαῖον εἰρηκώς, ὥστε ἐκ τῶν σῶν ῥημάτων καὶ ἄσοφος καὶ ἄφοβος ὢν δείκνυσαι. εἰπὲ γάρ, ὦ οὗτος· πρὸ πάντων ἀνθρώπων γέγονας ἢ καὶ πρὸ αὐτῆς τῆς κτίσεως ἢ μύστης τῆς τοῦ θεοῦ σοφίας κατέστης, ὅτι σαυτῷ ἀποδίδως; πῶς δὲ καὶ ἐτόλμησας εἰπεῖν ὅτι· ἄμεμπτός εἰμι καὶ δίκαιος ἀναφανοῦμαι, ὅπουγε οὔτε ἄγγελοι οὔτε οὐρανὸς μήτιγε καὶ ἄνθρωπος ἀκάθαρτος δύνανται εἶναι καθαροὶ πρὸς τὴν τοῦ θεοῦ καθαρότητα; μάνθανε τοίνυν παλαιὸν καὶ ἀληθῆ λόγον, ὅτι δι' ἁμαρτίας τοῖς ἀνθρώποις αἱ κολάσεις ἐπηνέχθησαν. 136 εἶτα λέγει καὶ τὰ τοῖς ἀσεβέσιν ἴσως συμβαίνοντα· καὶ ἀληθὴς μὲν ὁ λόγος, ὅτι δι' ἁμαρτίας αἱ κακώσεις· πλὴν οὐ πάντως ἀνταποδοτικῶς ἐπιφέρονται, ἀλλ' ἐσθότε καὶ γυμναστικῶς, ἵνα δοκιμασθῶσιν οἱ δίκαιοι, ὥστε μὴ μετὰ τῆς προσηκούσης διαιρέσεως ταῦτα εἰρηκὼς ὁ Ἐλιφὰζ πάλιν ἔπληξε τὸν Ἰὼβ συντάξας αὐτὸν τοῖς δι' ἁμαρτίαν κολαζομένοις. θεώρει δέ, ὡς ἐν κόσμῳ ποιοῦνται τοὺς διαλόγους καὶ τοῦ ἑνὸς λαλοῦντος οἱ ἕτεροι σιωπῶσιν ἀντιπαραχωροῦντες ἀλλήλοις τὰς διαλέκτους καὶ οὐκ ἐπιδεικτικῶς τοὺς ἑαυτῶν διὰ μέσου παρεμβάλλοντες λόγους, ἀλλ' ἕκαστος ἀναμένει, ἕως ἂν ὁ λέγων πληρώσῃ. χρὴ οὖν καὶ ἡμᾶς ἐκ ταύτης τῆς εἰκόνος, ὅταν τις λαλῇ, περιμένειν τοῦ λόγου τὸ πέρας καὶ μὴ φανητιῶντας διακόπτειν τὰ λεγόμενα μήτε μετ' ἐπιδείξεως τοὺς οἰκείους προφέρειν λόγους, ἀλλ' ἐν κόσμῳ καὶ μετὰ τάξεως, ὡσπεροῦν καὶ ὁ μακάριος Ἰὼβ καὶ οἱ αὐτοῦ φίλοι ἀσυγχύτους τὰς διαλέξεις ἐποιήσαντο. τοῦτο καὶ ὁ σοφώτατος Παῦλος τοῖς ἐν ἐκκλησίᾳ προφητεύουσιν ἐπέταττε ποιεῖν· ἐὰν δέ, φησίν, ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ ὁ πρῶτος σιγάτω. δύνασθε γὰρ καθ' ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν, ὁμοῦ καὶ τάξιν ἐπιτιθεὶς τοῖς προφητεύουσι καὶ τὸ ἀσύγχυτον τοῖς λεγομένοις φυλάττων. καὶ πνεύματα, γάρ φησιν, προφητῶν προφήταις ὑποτάσσεται, ὥστε δεῖ καὶ ἀκενοδόξως ποιεῖσθαι τὴν προφορὰν τῶν λόγων. διὰ τοῦτο τοιγαροῦν πάλιν ὁ Ἐλιφὰζ πρὸς τὸν Ἰὼβ ἀποκρίνεται. 137 ἐπειδὴ γὰρ αὐτὸς πρῶτος ἀντικατέστη τῷ Ἰώβ, εἶτα ὁ Βαλδάδ, καὶ μετ' ἐκεῖνον ὁ Σωφάρ, κατὰ τὴν προσήκουσαν τοίνυν τῶν λόγων διαδοχὴν πάλιν αὐτὸς ἵσταται πρὸς τὰ εἰρημένα καί φησιν· Αἱ λέξεις 15, 23 πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματι καὶ ἐνέπλησε πόνον γαστρὸς ἐλέγχων ἐν ῥήμασιν, οἷς οὐ δεῖ, ἐν λόγοις οἷς οὐδὲν ὄφελος. συνέσεως πνεῦμά φησιν τὴν γνῶσιν τοῦ πνεύματος. τοῦτο οὖν ἐντρεπτικῶς λέγει πρὸς τὸν Ἰὼβ ὅτι· ὁ τέλειος σοφὸς οὐδέποτε ἐπιδεικτικῶς προφέρει τὴν γνῶσιν τοῦ πνεύματος, ἀλλ' οὐδὲ ὡς ζηλωτὴς τῆς ἀληθείας καὶ ὥσπερ πληττόμενος ὑπὸ τοῦ ἀληθοῦς τὴν γαστέρα προφέρει λόγους ἀνωφελεῖς. τοῦτο γὰρ σοφὸς οὐ ποιεῖ, ὅπερ σὺ πεποίηκας. δύο τοίνυν κατηγορεῖ τοῦ Ἰώβ, ὅτι μάλιστα μὲν ὁ σοφὸς οὐκ ἐπιδεικτικῶς προφέρει τὴν σοφίαν, ἔπειτα ὅτι· ἃ ἐλάλησας ὡς ἐλέγχων ἡμᾶς καὶ ὡς δῆθεν πάσχων ὑπὲρ τῆς ἀληθείαςτοῦτο γὰρ δηλοῖ τὸ ἐνέπλησε πόνον γαστρός, ματαίως ἐφθέγξω καὶ ἀνωφελῶς ἔστι δὲ καὶ οὕτω νοῆσαι· πότε, φησίν, σοφός, ὦ Ἰώβ, οὕτως ἀποκρίνεται ὡς ἄλλων τὰς ψυχὰς πληρῶσαι πόνουγαστέρα γὰρ τὴν ψυχὴν λέγει ὡς ἀναδοτικὴν τῶν ἐκ τοῦ λόγου τροφῶνκαίτοιγε 138 διὰ ῥημάτων μηδεμίαν ἐχόντων ὄνησιν; ἵνα εἴπῃ ὅτι· ἔπληξας ἡμᾶς οὕτω διαλεχθεὶς καὶ ματαίους προκομίσας λόγους, ὅπερ σοφὸς οὐ ποιεῖ. 15, 4 οὐ καὶ σὺ ἀπεποιήσω φόβον, συνετέλεσας δὲ ῥήματα τοιαῦτα ἐναντίον κυρίου; ἀπετόλμησας, φησίν, καὶ ἀφόβως
Unit 11 rem mid§u11-rem-mid
u11-rem-midRem mid: Unit 11; lemma continues; reading with the letter.
Greek · §u11-rem-mid
ἐλάλησας πρὸς τὸν θεὸν θελήσας κρίνεσθαι. τρόπῳ δὲ θεοσεβείας ὡς τοῦ θεοῦ ἔκδικοι ταῦτα λέγουσιν οἱ περὶ τὸν Ἐλιφάζ. 15, 56 ἔνοχος εἶ ῥήμασι στόματός σου οὐδὲ ἔκρινας ῥήματα δυναστῶν. ἐλέγξει σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ, τὰ δὲ χείλη σου καταμαρτυρήσαισάν σε. δυναστῶν λέγει τῶν σοφῶν, ἢ τῶν πρὸ αὐτοῦ παλαιοτέρων ἢ καὶ τῶν προειρηκότων φίλων. μὴ κατανενοηκώς, οὖν φησιν, μηδὲ διακρίνας τὰ τῶν ἐν σοφίᾳ δυνατῶν ῥήματα οὕτως ἐλάλησας, ὡς μὴ ἀλλαχόθεν, ἀλλ' ἐκ τῶν σῶν λόγων καταδικάζεσθαι. 15, 79 τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγεννήθης, ἢ πρὸ θινῶν ἐπάγης, ἢ σύνταγμα κυρίου ἀκήκοας, εἰς δέ σε ἀφίκετο σοφία; τί γὰρ οἶδας ὃ οὐκ οἴδαμεν, ἢ τί συνίεις ὃ οὐχὶ καὶ ἡμεῖς; μὴ πρὸ πάντων, φησίν, ἐγένου καὶ πρὸ αὐτῆς τῆς κτίσεως, ἢ μετὰ σοῦ ὁ θεὸς συνετάξατοἀντὶ τοῦ· ἐβουλεύσατο, ἢ μύστης τῆς αὐτοῦ σοφίας γέγονας; τί δὲ καὶ πλέον ἡμῶν ἐπίστασαι; 15, 10 καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν πρεσβύτερος τοῦ πατρός σου ἡμέραις. 139 ἀλλὰ τί λέγεις, φησίν, ὅτι ὁ χρόνος σε σοφώτερον κατεσκεύασεν; ἀλλ' ἔστι τις ἐξ ἡμῶν τῶν τριῶν τυχὼν οὐ μόνον σου, ἀλλὰ καὶ τοῦ πατρός σου παλαιότερος. ἢ καὶ τοῦτο λέγει· δῶμεν, φησίν, ὅτι καὶ παλαιὸς εἶ καὶ τοῦ σοῦ πατρὸς πρεσβύτερος, ὅπερ ἀμήχανον, ἆρα ἀπὸ τοῦ χρόνου σε προσήκει μεγαλαυχεῖν; 15, 11 ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι· μεγάλως ὑπερβαλλόντως λελάληκας. ἴσθι τοίνυν, ὡς πρὸς σύγκρισιν τῶν σῶν ἁμαρτημάτων ἐλαφρῶς ἐτιμωρήθης. εἶτα, ἐπεὶ μηδὲν ἔχει δεικνύναι τοῦ Ἰὼβ ἁμάρτημα, ἐκ τῶν λόγων αὐτοῦ πειρᾶται κρίνειν καί φησιν· 15, 1213 τί ἐτόλμησεν ἡ καρδία σου, ὅτι ὑπήνεγκαν οἱ ὀφθαλμοί σου, ὅτι θυμὸν ἔρρηξας ἐναντίον κυρίου, ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα; ὀφθαλμούς φησιν τὸ νοητικὸν καὶ ὁρατικὸν τῆς ψυχῆς. πῶς οὖν, φησίν, ἐτόλμησας τῇ διανοίᾳ σου οὕτως ἀρθῆναι καὶ μετ' ὀργῆς ὡς ἄδικα πάσχων πρὸς θεὸν διαλεχθῆναι οἷά τις ἀναμάρτητος τυγχάνων; 15, 1416 τίς γὰρ ὢν βροτὸς ἔσται ἄμεμπτος ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός, εἰ κατὰ ἁγίων οὐ πιστεύει, οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ; ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος, ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ. τίς γάρ, φησίν, ἄνθρωπος ὢν δύναται ἄμεμπτος εἶναι ἢ ἐπαγγέλλεσθαι ὅτι· δίκαιος ἔσομαι; εἰ γὰρ οἱ σφόδρα ἅγιοι, εἴτε ἄγγελοι εἴτε ἄνθρωποι, καὶ αὐτὴ δὲ τοῦ οὐρανοῦ ἡ καθαρότης πρὸς τὴν σύγκρισιν τῆς τοῦ θεοῦ καθαρότητος ἀκάθαρτοι, τί ἂν εἴποιμεν περὶ 140 τοῦ ἀνθρώπου τοῦ βδελυκτοῦ καὶ ἀκαθάρτου, ὃς ἴσα πώματι τὰς ἀδικίας ἐκπίνει; τοῦτο δὲ εἶπε διὰ τὸ προαιρετικῶς τοὺς ἀνθρώπους ἁμαρτάνειν. τὸ δὲ κατὰ ἁγίων οὐ πιστεύει δυνατὸν καὶ οὕτω νοῆσαι ὅτι· καὶ αὐτοὶ οἱ ἄγγελοι τρεπτοὶ γεγόνασι τὴν φύσιν, ὡς καί τινας αὐτῶν ἀπολισθῆναι τῆς οἰκείας στάσεως, τὸ δὲ οὐρανὸς δὲ οὐ καθαρὸς ὅτι· καὶ αὐτὸς πολλάκις ὑπὸ νεφῶν συγκαλύπτεται. 15, 1718 ἀναγγελῶ, σὺ δὲ ἄκουέ μου· ἃ δὴ ἑώρακα ἀναγγελῶ σοι, ἃ σοφοὶ ἐροῦσι καὶ οὐκ ἔκρυψαν πατέρας αὐτῶν. σοφὸν τοιγαροῦν ἄκουε λόγον, ὃν οἱ παλαιότεροι παῖς παρὰ πατρὸς διεδέξαντο. ἀληθῆ δὲ εἶναι τοῦτον καὶ ἡ πεῖρά μοι παρέδωκεν. 15, 19 αὐτοῖς δὲ μόνοις ἐδόθη ἡ γῆ, καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ' αὐτούς. οἱ δὲ τὸν σοφόν, φησίν, παραδεδωκότες ἡμῖν λόγον οὕτω καὶ θεοσεβεῖς ἐτύγχανον, ὡς ἀταράχως τὴν ἑαυτῶν οἰκῆσαι γῆν οὐδενὸς αὐτοῖς πολεμίου ἐπεληλυθότος. τίς οὖν ὁ λόγος ὁ παλαιός, ἐπάγει. 15, 21 πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι, ἔτη δὲ ἀριθμητὰ δεδόμενα δυνάστῃ, ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ. ὅταν {δὲ} δοκῇ ἤδη εἰρηνεύειν, ἥξει αὐτοῦ ἡ καταστροφή. ἀεί, φησίν, τεταραγμένος ἐστὶν ὁ ἀσεβής, ἀεὶ ἐν φροντίδι, πρόσκαιρος αὐτοῦ ἡ δυναστεία, περίφοβός ἐστιν ἔνοικον ἀεὶ τὸ 141 δέος ἔχων. ἥξει δὲ αὐτῷ καὶ ἀδόκητος ἡ καταστροφὴ τῆς δοκούσης εὐημερίας. 15, 2224 μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους· ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου, κατατέτακται δὲ εἰς σῖτα γυψίν, οἶδεν δὲ ἐν ἑαυτῷ, ὅτι μένει εἰς πτῶμα· ἡμέρα δὲ σκοτεινὴ αὐτὸν στροβήσει, ἀνάγκη δὲ καὶ θλῖψις αὐτὸν καθέξει. σκότος λέγει τὴν τιμωρίαν. μὴ πιστευέτω οὖν, φησίν, ὅτι ἀτιμώρητος μένει, ὁ ἀσεβής· θεῖον γάρ ἐστιν ἔνταλμα ὑπὸ σιδήρου αὐτὸν ἀναιρεθῆναι καὶ ὑπὸ γυπῶν δαπανηθῆναι ἄταφον κείμενον. εἶπε δέ τι ὡς εἰκὸς συμβησόμενον δηλῶσαι βουλόμενος, ὅτι πάντως οἱ ἀσεβεῖς ὑπὸ τιμωρίαν ἔσονται. ἀλλὰ καὶ αὐτός, φησίν, συνεπίσταται ἑαυτῷ τὴν μέλλουσαν ἔσεσθαι πτῶσιν καὶ ὅτι μέλλει ὑπὸ σκότος εἶναι καὶ κλόνησιν καὶ θλῖψιν καὶ ἀνάγκην. 15, 2426
Unit 11 rem close§u11-rem-close
u11-rem-closeRem CLOSEOUT: Unit 11 CLOSEOUT.
Greek · §u11-rem-close
ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων, ὅτι ἦρκε χεῖρας ἐναντίον τοῦ κυρίου· ἔναντι δὲ κυρίου παντοκράτορος ἐτραχηλίασεν, ἔδραμε δὲ ἐναντίον αὐτοῦ ὕβρει ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ. ὁ ἀσεβής, φησίν, ὡς χεῖρας ἀνταίρων τῷ θεῷ καὶ τὸν αὐχένα διαίρων κατ' αὐτοῦ καὶ ὥσπερ τρέχων εἰς τὸ συμβαλεῖν αὐτῷ πρὸς παράταξιν οἷά τινα παχεῖαν ἀσπίδα τὴν ὑπερηφανίαν ἐπιφερόμενος καταβάλλεται καὶ πίπτει οἷά τις στρατοπέδων ἄρχων ὡς ὑπὸ ἀντιπάλου τοῦ θεοῦ τιτρωσκόμενος. 15, 27 ὅτι ἐκάλυψε πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ καὶ ἐποίησε περιστόμιον ἐπὶ τῶν μηρῶν αὐτοῦ. 142 οἱ εὐτραφεῖς ὑπὸ τῆς ἄγαν τρυφῆς πιμελῇ παχύνονται τὸ πρόσωπον καὶ διπλώματα καὶ περισαρκώσεις ποιοῦσιν ἐπὶ τῶν μηρῶν, ἃ δὴ περιστόμιον καλεῖ ὡς συνέχοντα τοὺς μηρούς. ὥσπερ οὖν, φησίν, οὗτοι τοιοῦτοι γίνονται, οὕτω καὶ ὁ ἀσεβὴς ὑπὸ τῆς εὐημερίας πανταχόθεν περιρρεόμενος καὶ σαρκικῇ δυνάμει πεποιθὼς εἰς ἀντίστασιν ἐπαίρεται τὴν κατὰ θεοῦ καὶ πολεμεῖ τοῖς αὐτοῦ διατάγμασιν· διὸ καὶ ὡς ἀντιμαχόμενος τῷ θεῷ ὑπ' αὐτοῦ καταβάλλεται. 15, 2829 αὐλισθείη δὲ πόλεις ἐρήμους, εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους. ἃ δὲ ἐκεῖνος ἡτοίμασεν, ἄλλοι ἀποίσονται· οὔτε μὴ πλουτισθῇ οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα. τὴν παντελῆ ἐρημίαν τῶν ἀσεβῶν λέγει ὡς ἀντὶ πόλεων εὐθηνουμένων καὶ οἴκων ἐρημίαν αὐτοὺς οἰκεῖν ὑπὸ πενίας. οὐ γὰρ μὴ μείνῃ τοῦ τοιούτου, φησίν, τὰ ὑπάρχοντα. 15, 2933 οὐ μὴ βάλῃ ἐπὶ γῆς σκιὰν οὐδὲ μὴ ἐκφύγῃ τὸ σκότος· τὸν βλαστὸν αὐτοῦ μαραίνει ἄνεμος, ἐκπέσοι δὲ αὐτοῦ τὸ ἄνθος. μὴ πιστευέτω, ὅτι ὑπομενεῖ. κενὰ γὰρ ἀποβήσεται αὐτῷ ἡ τομὴ αὐτοῦ· πρὸ ὥρας φθαρήσεται, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ. τρυγηθείη δὲ ὡς ὄμφαξ πρὸ ὥρας, ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας. μεταφορικῶς, ὡς ἐπὶ δένδρου εὐθαλοῦς καὶ πρὶν ἢ γηράσῃ ἐκτεμνομένου καὶ ἔτι ὄντος ἐν τῇ ἀνθήσει μαραινομένου, οὕτω διέγραψε τὸν ἀσεβῆ οὐ μέχρι τέλους εὐημεροῦντα. τὸ δὲ οὐ μὴ βάλῃ 143 ἐπὶ γῆς σκιὰν ἀντὶ τοῦ· ἐκκοπείη. τὰ γὰρ δένδρα, ἐν ὅσῳ μὲν ἵστανται, καὶ σκιὰν ποιοῦσιν, ἀποτμηθέντα δὲ οὐκέτι. ἀλλὰ μαρανθήσεται, φησίν, ὁ ἀσεβὴς ὡς φυτοῦ βλαστὸς ὑπὸ ἀνέμου, ἡ δὲ εὐημερία αὐτοῦ ὡς ἄνθος ἐκπεσεῖται. τὸ δὲ ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται ἐν ἀώρῳ ἡλικίᾳ τελευτήσει φησίν. τὸ δὲ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ ἀντὶ τοῦ· οὐ μενεῖ κομῶν τοῖς ἀγαθοῖς· πυκάσαι γάρ ἐστι τὸ τοῖς κλάδοις συσκιάσαι. εἶτα ἐπιμείνας τῇ μεταφορᾷ πάλιν διὰ τοῦ ὄμφακος τὴν ἄωρον διέγραψε τελευτήν, τῶν δὲ ἀγαθῶν τὴν ἔκπτωσιν διὰ τῆς ἀπορροῆς τοῦ ἄνθους τῆς ἐλαίας. 15, 34 μαρτύριον γὰρ ἀσεβοῦς θάνατος. δεῖγμα γάρ, φησίν, τῆς τῶν ἀνθρώπων ἀσεβείας ὁ αὐτῶν θάνατος, ἀντὶ τοῦ· τὸ αἰσχρὸν τέλος δείξει τὰ κατ' αὐτούς. 15, 34 πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν. πῦρ φησι τὴν θείαν ὀργὴν καταφλέγουσαν πανεστίους τοὺς ἀπλήστους καὶ πλεονέκτας καὶ δώρων τὸ δίκαιον καταπροδιδόντας. 15, 35 ἐν γαστρὶ δὲ λήψεται ὀδύνας, ἀποβήσεται δὲ αὐτῷ κενά, ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον. ὀδύνας φησὶ τὰς καθ' ἑτέρων, ἵνα εἴπῃ ὅτι· ὁ ἀσεβὴς τὸν δόλον ἔχων ἐν ἑαυτῷ βουλεύεται, πῶς ἑτέρους ὀδυνήσει. διὰ τοῦτο καὶ ἡ ἔκβασις αὐτοῦ καὶ τὸ τέλος κενὸν ἔσται καὶ μάταιον. τούτῳ δὲ ἐοικὸς καὶ ἐν Ψαλμοῖς εἴρηται· ἰδού, ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν. τὸ δὲ ὑποίσει δόλον διὰ τὸ ἐκ προαιρέσεως ὑποδέχεσθαι τὰ κακά. κοιλίαν δὲ ὅλον τὸ ἐντὸς χωρίον φησὶ καὶ αὐτὴν τὴν ψυχήν. 144 ΚΕΦΑΛΑΙΟΝ ΕΝ∆ΕΚΑΤΟΝ Ὑπολαβὼν Ἰὼβ λέγει. ἀρχὴ τοῦ ῥητοῦ· ἀκήκοα τοιαῦτα πολλά, παρακλήτορες κακῶν πάντες. Προθεωρία τοῦ κεφαλαίου {λέγει ὁ Ἐλιφάζ} τοῦ Ἐλιφὰζ εἰρηκότος τὰς κολάσεις τοῖς ἀσεβέσιν ἐπιφέρεσθαι πρὸς τοῦτο εὐθὺς ἀπαντᾷ Ἰὼβ καί φησιν· ἀκήκοα τοιαῦτα πολλά. μέμφεται δὲ τοῖς φίλοις ὡς οὐκ εἰδόσι παρακλητικοὺς προσαγαγεῖν λόγους, καὶ αἰσθάνεται μὲν διαβόλῳ παραδιδόμενος ὑπὸ θεοῦ, τὴν δὲ αἰτίαν ἀγνοεῖ. εἶτα καὶ λέγει τὰ περιέχοντα δεινά, καὶ αἰτεῖ μὴ παρασιωπηθῆναι τὰ κατ' αὐτόν, καὶ θεὸν ποιεῖται μάρτυρα τῆς ἑαυτοῦ συνειδήσεως, καὶ ποθεῖ τὸν θάνατον, καὶ πάλιν ἐκδιηγεῖται τὰς συμφορὰς εἰς ὀδυρμὸν κατακλείων τὸν λόγον. Αἱ λέξεισ 16, 2 ἀκήκοα τοιαῦτα πολλά, παρακλήτορες κακῶν πάντες. τοιαῦτα μέν, οἷα λέγετε, πολλὰ ἤκουσα, ὡς τοὺς ἀσεβεῖς αἱ κολάσεις ἐκδέχονται· ὑμεῖς δέ ἐστε κακοὶ παρακλήτορες διὰ τῶν λόγων ἐπιτρίβοντές μοι τὰ πάθη. 16, 34 τί γάρ; μὴ τάξις ἐστὶ ῥήμασι πνεύματος, ἢ τί παρενοχλήσει σοι ὅτι ἀποκρίνῃ; κἀγὼ καθ' ὑμᾶς λαλήσω. εἰπὲ γάρ· νόμος τίς ἐστι
Commentarii in Job Unit 12 opening§u12-open
u12-openUnit 12.
Lemma-led open — πρὸς πάντα τὰ λεγόμενα ἀνταποκρίνε σθαι, ἢ ὑπὸ τίνος συνωθεῖσθε εἰς τὸ πάντως ἀντιλέγειν τ
Greek · §u12-open
πρὸς πάντα τὰ λεγόμενα ἀνταποκρίνε 145 σθαι, ἢ ὑπὸ τίνος συνωθεῖσθε εἰς τὸ πάντως ἀντιλέγειν τοῖς παρ' ἐμοῦ; πλὴν ἐπειδὴ οὕτως ἐκρίνατε καὶ ὁ θέλων ὡς θέλει λαλεῖ, κἀγὼ καθ' ὑμᾶς λαλήσω. 16, 4 εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς, εἶτ' ἐναλοῦμαι ὑμῖν ῥήμασιν, κινήσω δὲ καθ' ὑμῶν κεφαλήν. εἰ ὑπέκειτο, φησίν, ἡ ψυχὴ ὑμῶν ἐν τοῖς ἐμοῖς πάθεσι καὶ ἐνηλλόμην ὑμῖν καὶ ἐκίνουν καθ' ὑμῶν τὴν κεφαλὴν ὥσπερ ἐφηδόμενος τοῖς ὑμετέροις κακοῖς, τότε ἂν ἔγνων ὑμῶν τὴν καρτερίαν, καὶ τότε ἂν ἐμανθάνετε μὴ ἐν ἀλλοτρίαις φιλοσοφεῖν συμφοραῖς. ταῦτα γὰρ κατ' ἔλλειψιν νοούμενα προσυπακουστέον. ἢ καὶ μετὰ ἤθους ἀνάγνωθι· εἰ ἦτε ἐν τοῖς ἐμοῖς κακοῖς, ἆρα ἐνηλλόμην καθ' ὑμῶν τοῖς ῥήμασιν, ἢ ἐκίνουν καθ' ὑμῶν τὴν κεφαλήν; οὐδαμῶς, ἀλλὰ λόγοις ἂν ὑμᾶς ἐπέρρωσα παρακλητικοῖς. ταύτῃ δὲ συντρέχων τῇ ἐννοίᾳ καὶ ἕτερος τῶν ἑρμηνευτῶν οὕτως ἐκδέδωκεν· _ε_ἰ_ _ὑ_μ_ε_ῖ_ς_ _τ_ο_ῖ_ς_ _ἐ_μ_ο_ῖ_ς_ _ὑ_π_έ_κ_ε_ι_σ_θ_ε_ _π_ά_θ_ε_σ_ι_ν_,_ _ἑ_τ_έ_ρ_ο_ι_ς_ _π_ρ_ο_σ_ε_γ_ε_νόμην ἂν ὑμῖν λόγοις καὶ ἐκίνησα ἂν ἐφ' ὑμῖν τὴν κεφαλήν, ἐπέρρωσα ἂν ὑμᾶς διὰ τοῦ στόματός μου. 16, 56 εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου, κίνησιν δὲ χειλέων οὐ φείσομαι. ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα; ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι; γένοιτο δέ με, φησίν, ἰσχυρῷ λόγῳ καὶ ἀνακεκαλυμμένῃ γλώττῃ κεχρῆσθαι πρὸς ὑμᾶς. εἶτα ἐρωτηματικῶς ἀνάγνωθι· ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα; ἀντὶ τοῦ· ἀλγήσω. ἐὰν δὲ 146 καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι; ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰ καὶ λαλῶν καὶ σιωπῶν πάντως ἀλγεῖν μέλλω, ἄμεινον τὸ λαλεῖν, ἵνα μὴ δόξω τῇ σιωπῇ συγκατατίθεσθαι τῇ ὑμετέρᾳ κατηγορίᾳ. 16, 7 νῦν δὲ κατάκοπόν με πεποίηκε, μωρόν, σεσηπότα. ἐγὼ μὲν οὖν, φησίν, εὔχομαι λόγων ἰσχὺν λαβεῖν· ἡ δὲ τιμωρία κατέσκυλέ με καὶ κατέκοψε καὶ κατέσηψεν ὡς μικροῦ δοκεῖν καὶ τῶν κατὰ φύσιν ἐκστῆναι φρενῶν. 16, 8 καὶ ἐπελάβου μου, εἰς μαρτύριον ἐγενήθην. ἕτερα ἀντίγραφα οὕτως ἔχει· _κ_α_ὶ_ _ἐ_π_ε_λ_ά_β_ε_τ_ό_ _μ_ο_υ_,_ _ε_ἰ_ς_ _μ_α_ρ_τ_ύ_ρ_ι_ο_ν_ ἐγενήθη. κατὰ μὲν οὖν τὸ ἐπελάβου μου ὡς πρὸς τὸν θεὸν λέγει ὅτι· οἷά τις ἀνδρεῖος ἐπελάβου μου τοῦ μικροῦ καὶ ἀσθενοῦς, καὶ ἅμα τε ἥψω μου καὶ εἰς παράδειγμα γέγονα πᾶσιν, ὅτι ὡς δι' ἁμαρτίας κολάζομαι. κατὰ δὲ τὸ ἐπελάβετό μου ὡς πρὸς τοὺς φίλους λέγει περὶ τοῦ θεοῦ. εἰς μαρτύριον δὲ ἐγενήθη ἀντὶ τοῦ· εἰς ἔλεγχόν μοι ἀντικατέστη ὁ θεός. 16, 8 καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, κατὰ πρόσωπόν μου ἀνταπεκρίθη. ταῦτα δέ μου, φησίν, πάσχοντος εὗρον πρόφασιν οἱ καταψευδόμενοί μου ὡς καὶ κατὰ πρόσωπόν μου ἀνερυθριάστως ἀνταποκρίνεσθαι καὶ λέγειν, ὅτι δι' ἁμαρτίας πάσχω. 147 ἔστι δὲ καὶ οὕτω νοῆσαι· ψεῦδός ἐστιν ἡ ἁμαρτία· λανθάνουσα οὖν τις, φησίν, ἁμαρτία ἔοικε φανεροῦσθαι καὶ κατὰ πρόσωπόν με ἐλέγχειν. τὰ δὲ ἐφεξῆς δυνατὸν μὲν καὶ περὶ θεοῦ νοεῖσθαι· ὡς δὲ ὁ ἅγιος πληροφορεῖται, ὅτι ὑπὸ θεοῦ τῷ διαβόλῳ παραδέδοται καὶ ὑπ' αὐτοῦ ταῦτα πάσχει, ἑκατέρως οὖν οὕτως αὐτῶν ἀκουστέον. 16, 9 ὀργῇ χρησάμενος κατέβαλέ με, ἔβρυξεν ἐπ' ἐμὲ τοὺς ὀδόντας. εἰ μὲν περὶ θεοῦ λέγει, τὸ σφοδρὸν σημαίνει τῆς ὀργῆς ὅτι· ὡς οἱ τρίζοντες τοὺς ὀδόντας ὑπὸ θυμοῦ οὕτως ἐχρήσατό μοι. περὶ δὲ τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτολεξεὶ καὶ ὁ μέγας ∆αυὶδ ταῦτα ἔφησεν εἰρηκώς· ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν, κύριε, πότε ἐπόψῃ; ἐπειδὴ γὰρ περιέρχεται ὡς λέων ζητῶν τίνα καταπίῃ, ἐνδίκως ὡς λέων καὶ βρύχεσθαι λέγεται. 16, 9 βέλη πειρατῶν αὐτοῦ ἐπ' ἐμὲ ἔπεσεν. εἰ μὲν περὶ θεοῦ τὸ λεγόμενον, τὸ ἀθρόον δείκνυσι τῶν ἐπελθόντων αὐτῷ κακῶν, ἵνα εἴπῃ ὅτι· αἱ τιμωρίαι ὥσπερ τινὲς πειραταὶ ἀδοκήτως ἐπιπεπτώκασί μοι. εἰ δὲ περὶ τοῦ διαβόλου, πειρατὰς αὐτοῦ φάσκει τοὺς ὑπουργοῦντας αὐτῷ δαίμονας. 16, 10 ἀκίσιν ὀφθαλμῶν
Unit 12 rem early§u12-rem-early
u12-rem-earlyRem early: Unit 12; lemma and argument toward the thesis.
Greek · §u12-rem-early
ἐνήλατο. ἀκίδες εἰσι τὰ τῶν βελῶν σιδήρια. ὡς βέλεσιν οὖν, φησίν, κατὰ τῶν ἐμῶν ὀφθαλμῶν ἔτρωσέ με ὁ θεός, ἀντὶ τοῦ· καιρίως ἔπληξεν. εἰ δὲ περὶ τοῦ διαβόλου ὁ λόγος, ταῖς βολαῖς, φησίν, ταῖς φοβεραῖς τῶν ἑαυτοῦ ὀφθαλμῶν ὥσπερ ἀκίσι κατηκόντισέ με. 148 16, 10 ὀξὺς ἔπαισέ με ἐπὶ τὰ γόνατα. σφοδρῶς, φησίν, ἔπληξέ με, ὡς ἐκλυθῆναί μου τὰ γόνατα καὶ καταπεσεῖν, ἢ ὁ θεὸς ἢ ὁ διάβολος. 16, 10 ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ' ἐμέ. ἢ αἱ τοῦ θεοῦ τιμωρίαι ἢ οἱ τοῦ διαβόλου πειρασμοί. 16, 11 παρέδωκε γάρ με ὁ κύριος εἰς χεῖρας ἀδίκων, ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέ με. ἀδίκους καὶ ἀσεβεῖς τοὺς ἀνθρώπους λέγει τοὺς τὰ αὐτοῦ διαρπάσαντας, καιριώτερον δὲ τὸν διάβολον καὶ τοὺς αὐτοῦ δαίμονας. 16, 12 εἰρηνεύοντα διεσκέδασέ με, λαβών με τῆς κόμης διέτιλεν. κόμην τὸν κόσμον καὶ τὴν εὐπραγίαν φησίν, ἵνα εἴπῃ ὅτι· κατεσκέδασέ με καὶ ὥσπερ διέτιλεν ἀπ' ἐμοῦ τὴν εὐπραγίαν καὶ τὴν εἰρήνην. 16, 1214 κατέστησέ με ὥσπερ σκοπόν· ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου οὐ φειδόμενοι, ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου. κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον ἐπ' ἐμὲ δυνατοί. τοῦ θεοῦ, φησίν, στήσαντός με ὥσπερ τινὰ σκοπὸν ἐπὶ τῷ τὰς ἁπάντων δέχεσθαι βολὰς ὥσπερ τισὶ λόγχαις κατὰ τῶν νεφρῶν με κατηκόντισαν, ἵνα εἴπῃ· κατὰ τῶν ἀποκρύφων καὶ καιρίων. ἐπιμένων δὲ τῇ μεταφορᾷ ὡς κατὰ τῶν σπλάγχνων πληγεὶς τὸ ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου ἔφη. πτῶμα δὲ ἐπὶ πτώματι τὰς ἀλλεπαλλήλους φησὶ τιμωρίας. τὸ δὲ καὶ ἔδραμον πρός με δυνα 149 τοὶ διὰ τὸ κατὰ θεοῦ συγχώρησιν ἐκείνους ἰσχῦσαι ταῦτα κατ' αὐτοῦ δρᾶσαί φησιν, δῆλον δὲ ὅτι τοὺς ἀλιτηρίους δαίμονας. 16, 15 σάκκον ἔρραψα ἐπὶ βύρσῃ μου. ἢ τοῦτο λέγει ὅτι· μεμελάνωταί μου τὸ δέρμα διὰ τὴν τῶν παθῶν ἐπίτασιν ὥσπερ τις ἐκ τριχῶν πεποιημένος σάκκος, ἢ ὅτι ὥσπερ οἱ σάκκον φοροῦντες κατατρύχονται τὸ σῶμα ὅλως κατατετρύχωμαι, ἢ ὅτι· ἐκ λαμπρᾶς καὶ βασιλικῆς ἐσθῆτος ὑπὸ τῆς ἄγαν πενίας σάκκον περιβέβλημαι. 16, 15 τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη. ἀντὶ τοῦ· ἡ δύναμις καὶ ἡ εὐπραγία μου πᾶσα ἀπεσβέσθη. 16, 1617 ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ, ἐπὶ δὲ βλεφάροις μου σκιά. ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσί μου, εὐχὴ δέ μου καθαρά. γαστέρα τὴν ψυχήν φησιν ἢ διὰ τὸ ἀπόκρυφον καὶ ἀόρατον ἢ ὡς ἀναδοτικὴν τῶν ἐκ τοῦ λόγου τροφῶν. φησὶν οὖν ὅτι· ἡ ψυχή μου συγκαίεται καὶ ἀπαύστως δακρύω, ὥστε καὶ ἡ ὀπτικὴ τῶν ὀφθαλμῶν μου κατεβλάβη δύναμις. ἄλλα δὲ ἀντίγραφα σκιὰν θανάτου ἔχουσιν, ἵνα εἴπῃ ὅτι· καὶ πρὸ τῶν ὀφθαλμῶν ἔχω τὸν θάνατον. ἀλλὰ καὶ τοῦτο, φησίν, ἀνιᾷ με μᾶλλον τὸ τὴν μὲν εὐχὴν ἀεὶ καθαρὰν ἀναφέρειν θεῷ, ἄδικον δὲ πρᾶξιν ἐμαυτῷ μὴ συνειδέναι καὶ ξενίζεσθαι ἐφ' οἷς ταῦτα ὑπομένω. σημειοῦ δὲ τὴν εὐχὴν τοῦ δικαίου καθαρὰν οὖσαν καὶ παντὸς πάθους ἀμιγῆ, μὴ ῥεμβασμοὺς ὑπομένουσαν μηδὲ ὑπὸ φροντίδων κατασπωμένην. τοῦτο καὶ ὁ πνεύματι προσευχόμενος ἀπόστολος ἔλεγεν, ὅτι δεῖ προσεύχεσθαι ἐν παντὶ τόπῳ ὀσίους χεῖρας ἐπαίροντας χωρὶς ὀργῆς καὶ διαλογισμῶν. 150 16, 18 γῆ, μὴ ἐπικαλύψῃς ἐφ' αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου. ἀπορούμενος πρὸς τὴν γῆν διαλέγεται καὶ εἰς συμπάθειαν ἐκκαλουμένου τὰ ῥήματα. λέγει δὲ ὅτι· μὴ σιωπήσῃς, ὦ γῆ, τὰ κατ' ἐμὲ μηδὲ συγκρύψῃς τὸ ἐμὸν αἷμα τὸ ἀδίκως ἐκχεόμενον ἐκ τῆς σαρκός μου· μηδὲ στῇ ἐν τόπῳ καὶ ἀποκρυβῇ καὶ εἰς λήθην ἔλθῃ τὰ κατὰ τοὺς ἐμοὺς ὀδυρμούς. ταῦτα καὶ εὐκτικῶς καὶ προφητικῶς εἶπες· οὐ γὰρ κατεκρύβη τὰ κατὰ σέ, τρισμακάριστε, ἀλλὰ πάντες ἀνὰ στόμα ἔχομεν ἄνθρωποι τὰ σὰ παλαίσματα καὶ τὴν ἀνδρείαν καὶ τὴν ὑπομονὴν καὶ τὰ ἐπὶ τούτοις βραβεῖα καὶ τοὺς στεφάνους καὶ τὴν ἀναγόρευσιν. 16, 19 καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. εὖγε, ψυχῆς καθαρᾶς καὶ ἀγάπης ἀνυπερβλήτου καὶ συνειδήσεως ἀληθινῆς τὸν πάντα ἐφορῶντα ὀφθαλμὸν τοῦ θεοῦ πρὸς μαρτύριον ἐπικαλουμένης. 16, ἀφίκοιτό μου ἡ δέησις πρὸς κύριον· ἔναντι δὲ αὐτοῦ στάξαι μου ὁ ὀφθαλμός. ἀλλὰ καὶ τοῦτό σοι πρὸς ἔργον ἐξέβη· ἐθεώρει γάρ σου τὰ παλαίσματα ὁ μέγας ἀγωνοθέτης, ἐπήκουσέ σου τῆς ἱκεσίας, ἐπεῖδέ σου τὰ τιμιώτατα δάκρυα· διὸ καὶ τῶν ἀγώνων τὴν αἰτίαν ἐπληροφόρησεν. 16, 21 εἴη δὲ ἔλεγχος ἀνδρὶ ἐναντίον κυρίου καὶ υἱῷ ἀνθρώπου τῷ 151 πλησίον αὐτοῦ. ὃ μὲν λέγει τοῦτό ἐστιν ὅτι· γένοιτό με θεοῦ δικάζοντος διελεγχθῆναι πρὸς τοὺς ἀντιλέγοντας, οὓς δὴ καὶ πλησίον αὐτοῦ φησιν ὡς φίλους. ἄνδρα δὲ καὶ υἱὸν ἀνθρώπου τὸν αὐτὸν ἔφησε περὶ ἑαυτοῦ λέγων. καὶ τοῦτο δὲ
Unit 12 rem mid§u12-rem-mid
u12-rem-midRem mid: Unit 12; lemma continues; reading with the letter.
Greek · §u12-rem-mid
προφητικῶς εἶπε· διακούσας γὰρ ὁ θεὸς τῶν ἑκατέροις τοῖς μέρεσιν εἰρημένων, αὐτὸν μὲν ἐδικαίωσε, τοὺς δὲ αὐτοῦ κατεδίκασε φίλους. 16, 22 ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δὲ ᾗ οὐκ ἐπαναστραφήσομαι πορεύσομαι. πάλιν τὸ ὀλιγοχρόνιον εἰς ἱκετηρίαν προβάλλεται ὁμοῦ καὶ διδάσκει, ὡς οἱ ἅπαξ τελευτήσαντες παλινδρομῆσαι πρὸς τόνδε τὸν βίον οὐ δύνανται. 17, 12 ὀλέκομαι πνεύματι φερόμενος, δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω, λίσσομαι κάμνων, καὶ τί ποιήσω; ἀπόλλυμαι τοίνυν πανταχοῦ τοῖς τῆς ψυχῆς λογισμοῖς περιφερόμενος, καὶ πρὸς πάντα ἀφορῶν τὰ ἐμοὶ συμβεβηκότα. διὸ καὶ ποθῶ τὸν θάνατον καὶ ἀπορίᾳ συνέχομαι τούτου τυχεῖν μὴ δυνάμενος. ὁρᾷς οὖν, ὅπερ ἐξ ἀρχῆς ἐλέγομεν, ὡς ποθεῖ μὲν τὸν θάνατον καὶ ἐξὸν ἦν αὐτόχειρα αὐτὸν ἑαυτοῦ καταστῆναι, ἀλλ' οὐχ ἑαυτὸν ἐξάγει διὰ τὴν τιμὴν τοῦ συνδήσαντος τὴν ψυχὴν τῷ σώματι; 17, 3 ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι. 152 ἀλλοτρίους λέγει τοὺς ἱππεῖς καὶ πολεμίους ἢ καὶ τοὺς κατ' αὐτοῦ στρατευσαμένους δαίμονας. 17, 34 τίς ἐστιν οὗτος; τῇ χειρί μου συνδεθήτω, ὅτι καρδίαν αὐτῶν ἔκρυψαν ἀπὸ φρονήσεως. πρὸς μὲν ῥητὸν τοῦτο λέγει ὅτι· τίς ἐστιν ὁ θέλων μοι δικάσασθαι; συνδεθήτω τῇ ἐμῇ χειρί, ἵνα κοινῶς ἐπαχθῶμεν πρὸς τὸ θεῖον δικαστήριον· ἐπὶ γὰρ θεοῦ δικαιωθῆναι βούλομαι. ὡς δὲ πρὸς τοὺς φίλους λέγει, ὅτι δοκοῦντες εἶναι φρόνιμοι κρύπτουσι τὴν ἑαυτῶν βουλήν, συνειδότες μὲν ὡς οὐδέν μου καταλέγειν ἔχουσιν, ὡς δὲ θεοῦ συνήγοροι καταψευδόμενοί μου. πρὸς δὲ διάνοιαν συναισθάνεται τῆς ἀντικειμένης δυνάμεως ἀοράτως αὐτῷ πολεμούσης καί φησιν ὅτι· τίς ἐστιν οὗτος ὁ παρατρέπειν με ἐπιχειρῶν; μὴ μακρὰν ἀποχωρείτω μου, ἀντὶ τοῦ· δεικνύτω ἑαυτόν, τίς ἐστιν. συνδεθήτω δὲ τῇ ἐμῇ χειρί, τουτέστιν· ἐξισωθήτω μοι, ἵνα εἴπῃ ὅτι· πλεονεκτεῖ με κατὰ τὴν φύσιν, ἀλλὰ τυχών τινος διὰ τούτου συνηγορίας καὶ δικάζομαι αὐτῷ. ἐπειδὴ δὲ δυσκατάληπτός ἐστιν ἡ τῶν δαιμόνων κακία τῇ ἀνθρωπίνῃ φρονήσει, διὰ τοῦτο εἶπεν ὅτι· καρδίαν αὐτῶν ἔκρυψαν ἀντὶ τοῦ· δολίως καὶ ἐπικλόπως ἔρχονται ὡς λανθάνειν αὐτῶν τὴν κακουργίαν καὶ κρύπτεσθαι ἀπὸ τῆς ἀνθρωπίνης φρονήσεως. τινὰ δὲ τῶν ἀντιγράφων ἔχει ὅτι· _κ_α_ρ_δ_ί_α_ν_ _α_ὐ_τ_ῶ_ν_ _ἔ_κ_ρ_υ_ψ_α_ς, τουτέστιν· ἀοράτους αὐτοὺς ἀνθρώποις κατεσκεύασας. εἶτα καὶ εὔχεται μὴ αἴρειν αὐτοὺς τὴν κεφαλήν, ἀλλὰ ταπεινοῦσθαι ὑπὸ τοῦ παντοδυνάμου θεοῦ· 17, 45 διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς· τῇ μερίδι ἀναγγελεῖ κακίαν. 153 μὴ ὑψώσῃς, φησίν, αὐτοὺς τούς τε ἀδίκους ἀνθρώπους ὁμοῦ καὶ τοὺς δαίμονας, ἐπειδὴ τῇ μερίδιτουτέστι τῇ μοίρᾳ ᾗ εἰλήφασι παρὰ θεοῦ, ἀντὶ τοῦ· τῷ αὐτεξουσίῳ τῆς προαιρέσεωςἑκόντες προσήγγειλαν τὴν κακίαν· μερὶς γὰρ καὶ κλῆρος τῶν λογικῶν ἰδικῶς αὐτοῖς ἀφωρισμένος ὑπὸ θεοῦ τὸ αὐτεξούσιον. τοῦτο οὖν λέγει· ἐπειδὴ πάντες ὑπὸ θεοῦ καλοὶ γεγονότες καὶ αὐτεξούσιοι ἑαυτοὺς τῇ κακίᾳ προσέρριψαν, μὴ ὑψώσῃς αὐτούς. 17, 56 ὀφθαλμοὶ δέ μου ἐφ' υἱοῖς ἐτάκησαν. ἔθου δέ με θρύλημα ἔθνεσι, γέλως τε αὐτοῖς ἀπέβην. ἔθνη λέγει καὶ τὰ τῶν μηκόθεν ἀνθρώπων, ἵνα εἴπῃ ὅτι· πανταχοῦ τὰ κατ' ἐμὲ τεθρύληται καὶ καταγέλαστος γέγονα. ἀληθέστερον δὲ τὰ τῶν δαιμόνων ἔθνη φησίν, οἳ δὴ καὶ κατεγέλων τοῦ δικαίου ταῖς συμφοραῖς ἐπεμβαίνοντες. σημειοῦ δέ, ὡς οὐκ εἶπεν· οἱ ὀφθαλμοί μου ἐπὶ τῇ ἀπωλείᾳ τῶν ὑπαρχόντων ἐτάκησανμικρὸν γὰρ ἐκείνων ἐποιεῖτο λόγον, ἀλλ' ἐπὶ τῇ τῶν τέκνων ἀθρόᾳ τελευτῇ· ἐπὶ γὰρ τούτοις ὡς συμπαθὴς περιήλγησεν. 17, 7 πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, καὶ πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων. ἠμαυρώθησαν, φησίν, οἱ ὀφθαλμοί μου, πρὸς μὲν ῥητὸν ὑπὸ τῶν κατὰ θείαν ὀργὴν ἐπενεχθέντων μοι κακῶν, πρὸς δὲ διάνοιαν ἡ ὀπτικὴ τῆς ψυχῆς δύναμις ἠμαυρώθη διὰ τῆς συνεχοῦς πρὸς τοὺς δαίμονας ἀντιστάσεως, ὑφ' ὧν καὶ πεπολιορκῆσθαι λέγει. 154 17, 8 θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτοις. ὥστε, φησίν, καὶ ἐκπλήττεσθαι τοὺς τῆς ἀληθείας ἐφιεμένους ἐπὶ τοῖς ἐμοὶ συμβεβηκόσιν. τοῦτο δὲ ἴσως καὶ τοὺς φίλους αἰνιττόμενος λέγει ὡς οὐ τῆς ἀληθείας μεταποιουμένους, ἀλλὰ θέλοντας ἁπλῶς θεῷ χαρίζεσθαι. 17, 89 δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη· σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδόν, καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος. ὡς μὲν περὶ ἑτέρου λέγει, περὶ ἑαυτοῦ δέ φησιν. ἐπειδὴ γὰρ προεῖπεν· μὴ ὑψώσῃς τοὺς ἀδίκους, τὸ δὲ ἐναντίον, φησίν, γένοιτο τὸν δίκαιον κατισχῦσαι τοῦ παρανόμου καὶ σχεῖν τὸν πιστὸν καὶ ἀληθινὸν τὴν ἑαυτοῦ ὁδόν, τουτέστιν· εὐοδοῦσθαι καὶ μὴ ἡττᾶσθαι τοῖς παρανόμοις, ἵνα ἐκ τοῦ
Unit 12 rem close§u12-rem-close
u12-rem-closeRem CLOSEOUT: Unit 12 CLOSEOUT.
Greek · §u12-rem-close
κατ' ἐμὲ παραδείγματος οἱ καθαροὶ θάρσος ἀναλάβωσιν ὡς κατισχύοντες τῶν ὑπεναντίων. ταῦτα πάλιν ὁ ἅγιος Ἰὼβ ὑπὲρ πάντων εὔχεται· διόπερ οὐ περὶ ἑαυτοῦ, ἀλλὰ ἀορίστως περὶ παντὸς προσώπου τὴν εὐχὴν ἐποιήσατο. ὁμοῦ καὶ διδάσκει, ὡς οὐ κατισχύει ποτὲ τῆς ἀρετῆς ἡ κακία μέχρι τέλους. 17, 10 οὐ μὴν δέ, ἀλλὰ πάντες ἐρείδετε καὶ δεῦτε δή, οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές. ἐνισχύσατε τοιγαροῦν ἀλλήλους, φησίν· κἂν γὰρ πάντες ὁμοφωνῆτε, διελέγξω ὑμᾶς μὴ ἀληθεύοντας. εἶτα πάλιν ἀπολογούμενος ὑπὲρ αὐτοῦ, ἐπειδὴ εἶπε· δέομαι 155 ταφῆς καὶ οὐ τυγχάνω, τὰς αἰτίας λέγει, δι' ἃς ποθεῖ τὸν θάνατον. 17, 11 αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ, ἐρράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου. πολύς, φησίν, ἤδη μοι παρῴχηκε χρόνος καὶ πρὸς τὸ τέλος ἐλαύνω ἐν ἀηδίᾳ τὰς ἡμέρας μου τρίβων, καὶ παρείθησαν καὶ διελύθησάν μου τῆς ψυχῆς οἱ τόνοι. 17, 12 νύκτα εἰς ἡμέραν ἔθηκα, φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους. πρὸς μὲν ῥητόν· τὴν νύκτα, φησίν, ἅπασαν ἀγρυπνῶν ὡς ἐν ἡμέρᾳ διετέλεσα προσδοκῶν ἀεὶ τὸ φῶς μετὰ τὴν τῆς νυκτὸς διάλυσιν. τοῦτο δὲ φυσικῶς πάσχουσιν οἱ ἐν ταῖς νόσοις ἀγρυπνοῦντες εὐχόμενοι τὴν ἡμέραν ἰδεῖν. πρὸς δὲ διάνοιαν· οὐκ ἠμέλησα, φησίν, τοῦ χωρίζειν ἐμαυτὸν τοῦ σκότους καὶ τῷ νοητῷ προσεγγίζειν φωτί. 17, 1316 ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή. θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν. ποῦ γάρ μου ἔτι ἐστὶν ἡ ἐλπίς; ἢ τὰ ἀγαθά μου ὄψομαι; ἢ μετ' ἐμοῦ εἰς ᾅδην καταβήσεται; ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα; ἀλλὰ τί δεῖ, φησίν, καρτερεῖν καλῶς, ἵνα τι πλέον προσγένηται; οὐ κοινὸν ἅπασι τὸ ἀποθανεῖν; οὐχ ᾅδης ἅπασιν οἶκος; οὐκ ἐκεῖ πάντες τῶν ἐνθάδε καταλήγουσι πόνων; τοῦτο γὰρ λέγει τὸ ἐν γνόφῳ ἡ στρωμνή, ἐν τῷ ἀφεγγεῖ χωρίῳ ἡ ἀνάπαυσις τῶν ἐνθάδε πόνων. μὴ ἐνδέχεταί τινα μεθ' ἑαυτοῦ καταγαγεῖν εἰς ᾅδου τὸν πλοῦ 156 τον ἢ τὴν ἐνθάδε δόξαν; τὸ δὲ ἐπὶ χώματος καταβησόμεθα ἀντὶ τοῦ· ἐν τοῖς καταχθονίοις μὴ μετὰ τῶν ἐνθάδε ἀγαθῶν δύναμαι ἀπελθεῖν; ποίᾳ τοιγαροῦν ἐλπίδι ὑπομείνω, ὅπουγε μικρὸν ὕστερον ἀποθανεῖν ἀπόκειται πάντως, πάντα τὰ ἐνθάδε καταλελοιπότα; τούτου δὲ ὧδε ἔχοντος δικαίως τὸν μὲν θάνατον συντόμως ἐπελθεῖν ὡς πατέρα ποθῶ, τὴν δὲ τοῦ σώματος σῆψιν καὶ ἀνάλυσιν ὡς μητέρα καὶ ἀδελφήν, καὶ πᾶσιν αὐτὰ τοῖς τὴς φιλίας ὀνόμασι κατασπάζομαι. ὁμοῦ τοιγαροῦν καὶ ἡμᾶς ἐδίδαξε μὴ περιέχεσθαι τῶν ἐν τῷ βίῳ καλῶν· οὐδὲν γὰρ αὐτῶν ἡμῖν συνεξέρχεται ἐκ τοῦδε τοῦ βίου. καὶ ἱκανῶς ἀπολελόγηται τοῦ μὴ μάτην ἐπιποθεῖν τὸν θάνατον τοσούτοις ἀλγεινοῖς περιαντλούμενος. 157 ΚΕΦΑΛΑΙΟΝ ∆Ω∆ΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει· μέχρι τίνος οὐ παύσει; ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν. Προθεωρία τοῦ κεφαλαίου δυσχεραίνει ὁ Βαλδὰδ ἐπὶ τῇ τοῦ Ἰὼβ μακρηγορίᾳ· οὐ γὰρ δεῖ, φησίν, ἀλόγων δίκην σιωπῶντας παρακαθῆσθαι. εἶτα, ὡς πολλάκις τοῦ Ἰὼβ εἰρηκότος ὡς ἐπιποθεῖ τοῦ σώματος ἀπαλλαγῆναι, τί, φησίν, σοβαρεύῃ καὶ πολλάκις λέγεις· ἡδέως ἔξειμι τοῦ σώματος, καὶ σεμνύνεις τὰ κατὰ σαυτὸν ὥσπερ οὐκ ὢν ἄνθρωπος εἷς, ἀλλὰ ὁ κόσμος ὅλος. μὴ γάρ, ἐὰν ἀποθάνῃς, γενικὴ γίνεται συντέλεια; εἶτα ταῦτα εἰρηκὼς στρέφει τὸν λόγον εἰς τὰ τοῖς ἀσεβέσι συμβησόμενα ὡς τὰ καθόλου μὲν λέγων, ἐπ' ἀσεβείᾳ δὲ σκώπτων τὸν δίκαιον. Αἱ λέξεισ 18, 23 μέχρι τίνος οὐ παύσει; ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν. διὰ τί δὲ ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου; μὴ οἴου, φησίν, πρὸς τὰ ἄλογα τοὺς λόγους ποιεῖσθαι μηδὲ ἀποτάδην οὕτω διαλέγου, δίδου δὲ μᾶλλον καὶ ἡμῖν τοῦ λαλεῖν χώραν τοὺς σαυτοῦ συντέμνων λόγους. 158 18, 4 κέχρηταί σοι ὀργή. ὦ κατὰ σαυτοῦ καὶ τῆς σῆς ψυχῆς ὀργιζόμενε, ὀργάνῳ σοι κέχρηται ἡ ὀργή. τὸ γὰρ ὀργίζεσθαί σε κατὰ θεοῦ οὐδὲν ἕτερόν ἐστιν ἢ κατὰ τῆς ἑαυτοῦ ψυχῆς τὴν ὀργὴν ἐκφέρειν. 18, 4 τί γάρ; ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπ' οὐρανόν, ἢ καταστραφήσονται ὄρη ἐκ θεμελίων; τί νομίζεις, ὅτι τῇ σῇ συστάσει καὶ ὁ κόσμος συνίσταται, καὶ μεγαλύνεις τὰ κατὰ σαυτόν, καὶ ὡς τὸ πᾶν ζημίᾳ περιβαλὼν οὕτω τὸν θάνατον ἐπεύχῃ; 18, 5 καὶ φῶς ἀσεβῶν σβεσθήσεται καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ. πλὴν ἴσθι, ὅτι κἂν διαλάμψωσιν οἱ ἀσεβεῖς, κἂν εἰς ὕψος δόξης ἀρθῶσιντοῦτο γὰρ αἰνίττεται διὰ τῆς φλογός, σχήσει τὰ κατ' αὐτοὺς τὴν ἐναντίαν πάντως μεταβολήν. 18, 6 τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, ὁ δὲ λύχνος ἐπ' αὐτῷ σβεσθήσεται. καὶ στραφήσεται, φησίν, τὸ φῶς
Commentarii in Job Unit 13 opening§u13-open
u13-openUnit 13.
Lemma-led open — τοῦ ἀσεβοῦς εἰς σκότος ἐν πάσῃ αὐτοῦ τῇ διαγωγῇ, ἀντὶ τοῦ· πάντα τὰ κατ αὐτὸν δυσπραγία κα
Greek · §u13-open
τοῦ ἀσεβοῦς εἰς σκότος ἐν πάσῃ αὐτοῦ τῇ διαγωγῇ, ἀντὶ τοῦ· πάντα τὰ κατ' αὐτὸν δυσπραγία καθέξει. ὁ δὲ λύχνος ὁ ἐπ' αὐτῷ, τουτέστιν ἡ ἄνωθεν ἐπικειμένη αὐτῷ εὐημερία καὶ πάντα τὰ κατ' αὐτὸν καταυγάζουσα, ἀποσβεσθήσεται. ὁμοιωματικῶς δὲ τῇ λέξει τοῦ φωτὸς ἐχρήσατο, ἐπειδήπερ οἱ ὑπὸ φωτὶ βαδίζοντες οὐ προσπταίουσιν. 18, 79 θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ, σφάλαι δὲ αὐτοῦ ἡ βουλή. ἐμβληθείη δὲ ὁ ποῦς αὐτοῦ ἐν παγίδι, ἐν δικτύῳ ἐλιχθείη· ἔλθοισαν ἐπ' αὐτὸν παγίδες. 159 ἐκ μεταφορᾶς τῶν θηρευομένων ὀρνέων ἢ ζῴων ταῦτα εἶπεν. ὥσπερ γάρ, φησίν, ἐκεῖνα ὑπὸ τὴν παγίδα ἢ τὰ δίκτυα γινόμενα διεκδῦναι λοιπὸν οὐ δύνανται, οὕτω καὶ οἱ ἀσεβεῖς ἀναποδράστους ἔχουσι τὰς καταλαμβανούσας αὐτοὺς συμφοράς. καὶ τὸ δὴ χαλεπώτερον, ὅτι πολλάκις οὐδὲ ὑπὸ δυνατῶν τινων, ἀλλ' ὑπὸ ἐλαχίστων τῶν ὑπαρχόντων τὴν στέρησιν ὑπομένουσι πάσης αὐτῶν τῆς βουλῆς εἰς τοὐναντίον περιτρεπομένης. 18, 9 κατισχύσει ἐπ' αὐτὸν διψῶντας. ἀλλὰ καὶ τοὺς ἐπιθυμοῦντας εὑρεῖν τι κατ' αὐτοῦ δυνατωτέρους αὐτοῦ ἀπεργάσεται θεός. 18, 10 κέκρυπται δὲ ἐν γῇ σχοινίον αὐτοῦ καὶ ἡ σύλληψις αὐτοῦ ἐπὶ τρίβων. καὶ τοῦτο μὲν ἐκ μεταφορᾶς τῶν θηρευτῶν εἶπεν. ὥσπερ γὰρ οἱ θηρεύοντες κρύπτουσιν εἰς γῆν τοῦ δικτύου τὸ σχοινίον καὶ πόρρωθεν ἀποσκοποῦσι καθήμενοι, εἰ γέγονε περὶ τὸ δίκτυον τὸ θήραμα, εἶτα ἕλκοντες τὸ σχοινίον συλλαμβάνουσι τὴν ἄγραν ἀδοκήτως ταῖς ἄρκυσι περιπεσοῦσαν, οὕτω καὶ τὸν ἀσεβῆ ἀπροσδοκήτως καταλήψεται ἡ δυσπραγία. σημαίνει δὲ καὶ τοῦτο, ὅτι τὸ σχοινίον τοῦ ἀσεβοῦς, τουτέστιν ἡ μερὶς αὐτοῦ, κατακέχωσται. τὸ δὲ ἡ σύλληψις αὐτοῦ ἐπὶ τρίβων τοιοῦτόν ἐστιν· αἱ ἔφοδοι ἐν ταῖς ἐρήμοις γίνονται, ὁ δὲ ἀσεβής, φησίν, οὐκ ἐν ἐρήμῳ, ἀλλ' ἐν αὐταῖς μέσαις ταῖς ὁδοῖς συλλαμβάνεται, τουτέστιν· ἔτι ὢν ἐν τῇ εὐημερίᾳ τὴν αἰφνίδιον ὑπομένει μεταβολήν. 160 18, 11 κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι. ἀλλὰ καὶ πανταχόθεν ὀδυνηρὰ αὐτῷ συμβήσεται. 18, 11 πολλοὶ δὲ περὶ πόδας αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ. ἕτερα ἀντίγραφα οὕτως ἔχουσιν· πολλῶν δὲ περὶ πόδας ἔλθοι ἐν λιμῷ στενῷ, ἀντὶ τοῦ· εἰς ἐσχάτην ἀπορίαν ἐλάσοι. κατὰ δὲ τὸ πρῶτον· πολλοί, φησίν, ἔσονται περὶ τοὺς πόδας αὐτοῦ, τουτέστιν ὑποσκελίζοντες αὐτὸν ἐν λιμῷ στενῷ, ἵνα εἴπῃ· ἐν τῇ καταλαμβανούσῃ αὐτὸν συμφορᾷ. 18, 1214 πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον. βρωθείησαν δὲ αὐτοῦ κλῶνες ποδῶν, κατέδεται αὐτοῦ τὰ ὡραῖα θάνατος, ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις. κλῶνας ποδῶν τὰ βλαστήματα τῶν πορειῶν φησιν, ἵνα εἴπῃ, ὅτι ὁ ἀσεβὴς οὐκ εὐοδωθήσεται πίπτων πτῶμα ἐξαίσιον. ἀλλὰ καὶ τὰ ὡραῖα αὐτοῦ, τουτέστι τοὺς παῖδας, ἀπλήστως δαπανήσει θάνατος· καὶ ἐκ πάσης δὲ αὐτοῦ τῆς διαίτης πᾶσα ἴασις ἀποχωρισθείη, ἀντὶ τοῦ· ἀνίατα ἔσται καὶ ἀθεράπευτα τὰ αὐτῷ συμβησόμενα. δυνατὸν δὲ καὶ κλῶνας ποδῶν νοῆσαι τοὺς ἐγγόνους τυχὸν ἢ καὶ ἀπογόνους 18, 14 σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ. τουτέστιν· ἀπαραίτητος τιμωρία. 18, 15 κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἐν νυκτὶ αὐτοῦ. ἄλλα ἀντίγραφα ἀντὶ τοῦ ἐν νυκτὶ αὐτοῦ _ἐ_ν_ _σ_ώ_μ_α_τ_ι_ _α_ὐ_τ_ο_ῦ ἔχουσιν. κατὰ μὲν οὖν τὸ ἐν νυκτὶ αὐτοῦ ἀντὶ τοῦ· ἐν ζόφῳ 161 καὶ νυκτὶ ἀφεγγεῖ ὅλη αὐτοῦ ἔσται ἡ διαγωγή. κατὰ δὲ τό· ἐν σώματι αὐτοῦ, ἵνα εἴπῃ ὅτι· εἰσελεύσεται εἰς τόπον, ὅπου κατασκηνοῖ μετὰ τῆς ἐσχάτης πενίας μηδὲν ἕτερον ἔχων ἢ τὸ ἑαυτοῦ σῶμα. ταύτῃ δὲ τῇ ἐννοίᾳ συντρέχει καὶ Θεοδοτίων οὕτως εἰρηκώς· _κ_α_τασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ ἀνυπαρξία. 18, 15 κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ ἐν θείῳ. ὅμοιον εἶπε καὶ ὁ ∆αυὶδ περὶ τῶν ἁμαρτωλῶν· πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. καὶ ὁ μὲν θεὸς ἐπὶ τὴν Σοδομῖτιν θεῖον καὶ πῦρ ἐπαφεὶς ἐτέφρωσεν αὐτῶν τὴν γῆν. θέλει δὲ εἰπεῖν, ὅτι καὶ ἄκαρπα ἔσται πάντα τὰ κατ' αὐτοὺς ὡς ὑπὸ
Unit 13 rem early§u13-rem-early
u13-rem-earlyRem early: Unit 13; lemma and argument toward the thesis.
Greek · §u13-rem-early
θείου κατασπαρέντα. 18, 16 ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται. κατὰ μεταφορὰν τῶν φυτῶν τῶν ῥιζωθέντων ξηραινομένων. 18, 16 καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ. εἰ δὲ καί τις ὑπόνοια βλαστήσεως γένηται, ταχέως ἐκκοπήσεται {τὸ μνημόσυνον αὐτοῦ}. 18, 17 τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ τῆς γῆς, καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον {τοῦ} ἐξωτέρω. ἀλλὰ καὶ οἱ παῖδες, φησίν, ἀπολοῦνται τοῦ ἀσεβοῦς, οἳ δὴ μνημόσυνόν εἰσι τῶν γεννησάντων. τὸ δὲ ὄνομα αὐτοῦ οὕτως ἔσται σκαιὸν καὶ ἀποτρόπαιον, ὡς ἕκα 162 στον ἀκούοντα τῆς προσηγορίας στρέφειν ἐξωτέρω τοῦ λέγοντος τὸ ἑαυτοῦ πρόσωπον μυσαττόμενον αὐτοῦ καὶ αὐτὴν τὴν ὀνομασίαν. 18, 1819 ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος. οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ' οὐρανὸν ὁ οἶκος αὐτοῦ, ἀλλ' ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι. ταῦτα πάντα συμβέβηκε τῷ Ἰὼβ δίχα τῆς βασιλικῆς ἀνάγκης· ταύτην δὲ ἴσως εἶπεν ὁ Βαλδάδ, ἵνα μὴ δόξῃ δι' αὐτὸν λέγειν. 18, 21 ἐπ' αὐτῷ ἐστέναξαν ἔσχατοι, πρώτους δὲ ἔσχε θαῦμα. οὗτοί εἰσιν οἶκοι ἀδίκων, οὗτος δὲ τόπος τῶν μὴ εἰδότων τὸν κύριον. πρώτους λέγει τοὺς ἐπὶ τῆς αὐτοῦ γενεᾶς, ἐσχάτους δὲ τοὺς μετ' αὐτόν. θαυμάσουσιν οὖν, φησίν, καὶ οἱ ὁρῶντες τῶν ἀσεβῶν τὴν πτῶσιν, καὶ οἱ τὰ κατ' αὐτοὺς ὕστερον ἀκοῇ παραδεχόμενοι στενάξουσιν. τὸ δὲ οὗτοί εἰσιν οἶκοι ἀδίκων ἀντὶ τοῦ· ταῦτα κληρονομήσουσιν οἱ ἀσεβεῖς, ἃ προεῖπεν δηλονότι. ἀποφαντικῶς δὲ καὶ οὗτος εἰρηκώς, ὅτι πάντως ταῦτα ἔσται τοῖς ἀσεβέσιν, ἥμαρτε μὴ προσθεὶς τὴν διαίρεσιν· οὐ γὰρ πάντως ἐνταῦθα ἡ ἀπόδοσις, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι αἰῶνι. 163 ΚΕΦΑΛΑΙΟΝ ΤΡΕΙΣΚΑΙ∆ΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· ἕως τίνος ἔγκοπον ποιήσητε τὴν ψυχήν μου καὶ καθαιρεῖτε με λόγοις; Προθεωρία τοῦ κεφαλαίου. οἱ μὲν φίλοι τῷ Ἰὼβ ἐπιτιμῶσιν ὡς περιττὰ θρασυνομένῳ, ὁ δὲ ὡς βαρεῖς ὄντας ἐν τοῖς ὀνείδεσιν αἰτιᾶται καί φησιν ὅτι· τοῦτο μόνον ὑμᾶς γνῶναι θέλω, ὅτι θεός ἐστιν ὁ τὰς ἀνηκέστους μοι ταύτας πληγὰς ἐπαγαγών, ἵνα τοῦτο γνόντες φοβηθῆτε, μὴ τοῖς ἰσοστασίοις καὶ ὑμᾶς περιβάλῃ κακοῖς. μέμφεται δὲ ὡς κατὰ πρόσωπον αὐτὸν κακολογοῦντας· δῶμεν γάρ, φησίν, ὅτι μὴ καθηκόντως φθέγγομαι, ἀλλ' ὑμᾶς οὐκ ἔδει φίλους ὄντας ἐπιτρίβειν μοι τὰς συμφοράς. ταῦτα πρὸς τοὺς φίλους εἰρηκὼς πάλιν ἐκδιηγεῖται τὰ αὐτὸν συνέχοντα δεινὰ ἑαυτόν τε πείθων κἀκείνους ὡς ὑπὲρ ἁμαρτίας ἀνθρωπίνας αἱ τιμωρίαι καὶ ἐχθροῦ μᾶλλόν εἰσιν αἱ τοιαῦται πληγαί. ὄντως γὰρ ἐχθρὸς ἦν ὁ οὕτως αὐτῷ χρώμενος, εἰ καὶ αὐτὸς τὴν αἰτίαν ἠγνόει τῆς συγχωρήσεως. εἶτα παρακαλεῖ, ἵνα εἰ καὶ μὴ ὡς δίκαιον ἐπαισχύνονται, ἀλλ' ὡς φίλον ἐλεήσωσιν. καὶ ἐπεύχεται γραφῇ παραδοθῆναι αὑτοῦ τὰ ῥήματα, ἵνα διαδόσιμα καὶ ταῖς ἐφεξῆς γένωνται γενεαῖς, ὃ δὴ καὶ γέγονε, καὶ οὐκ ἀπέτυχέ γε τῆς εὐχῆς ὁ δίκαιος. καὶ μέμφεται τοῖς φίλοις ὡς ἀναζητοῦσιν, πῶς αὐτὸν τοῖς λόγοις πλήξωσιν, καὶ παραινεῖ παύσασθαι τῶν ὀνειδισμῶν τοῦ θεοῦ τὸ κρίμα διευλαβουμένους. 164 Αἱ λέξεισ 19, 2 ἕως τίνος ἔγκοπον ποιήσητε τὴν ψυχήν μου καὶ καθαιρεῖτέ με λόγοις; ἡ τῶν λόγων βαρύτης ὥσπερ τι φορτίον ἐπιτιθέμενον τῇ ψυχῇ κάμνειν αὐτὴν παρασκευάζει. τὸ δὲ καθαιρεῖτέ με λόγοις ἀντὶ τοῦ· καταβαλεῖν σπουδάζετε ταῖς ἀντιλογίαις τὰς ἐμὰς δικαιολογίας. 19, 3 γνῶτε μόνον, ὅτι ὁ θεὸς ἐποίησέ μοι οὕτως. ἵνα καὶ ὑμεῖς φοβηθῆτε οὕτω ἐπεμβαίνειν τῷ κάμνοντι, μὴ τοῖς ἴσοις ὑμᾶς περιβάλλῃ κακοῖς. 19, 3 καταλαλεῖτέ μου οὐκ αἰσχυνόμενοι, ἐπίκεισθέ μοι. βαρὺ μέν, φησίν, καὶ τὸ ἀπόντων καταλαλεῖν· ὑμεῖς δὲ ἀνερυθριάστως καὶ κατὰ πρόσωπον λοιδορεῖτέ με. 19, 45 ναὶ δή, ἐπ' ἀληθείας ἐγὼ πεπλάνημαι, παρ' ἐμοὶ δὲ αὐλίζεται πλάνος λαλῆσαι ῥήματα, ἃ οὐκ ἔδει· τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ. ἔα δέ, ὅτι ἐπ' ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδη. δῶμεν, φησίν, ὅτι κατὰ ἀλήθειαν ἐγὼ πλανῶμαι, καὶ πλάνον τι πνεῦμα οἰκοῦν ἐν ἐμοὶ παρασκευάζει, μὴ κατὰ τὸ δέον φθέγγεσθαι μηδὲ κατὰ καιρὸν τοὺς λόγους προφέρειν· ἀλλὰ ὑμᾶς οὐκ ἔδει οὕτως κατεπαίρεσθαί μου καὶ μεγάλους ἑαυτοὺς ἐπιδεικνύναι καὶ δικαίους κατὰ τοῦ δυστυχοῦντος καὶ ἐνάλλεσθαί μοι καὶ ἐπιπηδᾶν καὶ καταπατεῖν ταῖς ὕβρεσιν. 165 19, 6 γνῶτε οὖν, ὅτι κύριός ἐστιν ὁ ταράξας, ὀχύρωμα δὲ αὐτοῦ ἐπ' ἐμὲ ὕψωσεν. ὁ ταράξας ἀντὶ τοῦ· ὁ ἐν τοσαύτῃ συγχύσει τὰ κατ' ἐμὲ καταστήσας καὶ ὥσπερ ὀχυρώματι καὶ τείχει τινὶ πανταχόθεν με περικλείσας ταῖς συμφοραῖς. ἢ καὶ οὕτως· ὥσπερ τι διατείχισμα μεταξὺ ἐμοῦ τε καὶ ἑαυτοῦ ὕψωσεν, ἵνα εἴπῃ ὅτι· ἀπέστησεν ἀπ'
Unit 13 rem mid§u13-rem-mid
u13-rem-midRem mid: Unit 13; lemma continues; reading with the letter.
Greek · §u13-rem-mid
ἐμοῦ τὴν οἰκείαν βοήθειαν. 19, 7 ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω, κεκράξομαι καὶ οὐδαμοῦ κρίμα. βέλτιον δέ, οἶμαι, ἐστὶ τὸ μόνον γελᾶν ἐπὶ τοῖς ὑμετέροις ὀνειδισμοῖς καὶ μὴ ἀποκρίνεσθαι. τί γὰρ καὶ κράξω μήπω τῆς ἀποφάσεως δεικνύσηςκρίμα γὰρ τὴν ἀπόφασιν λέγει, πότερον ἐγὼ τἀληθῆ λέγω ἢ ὑμεῖς οἱ μάτην μου καταψευδόμενοι; 19, 811 κύκλῳ περιῳκοδόμημαι, καὶ οὐ μὴ διαβῶ. ἐπὶ πρόσωπόν μου σκότος ἔθετο. τὴν δὲ δόξαν μου ἀπ' ἐμοῦ ἐξέδυσεν, ἀφεῖλεν δὲ στέφανον ἀπὸ κεφαλῆς μου. διέσπασε δέ με κύκλῳ καὶ ᾠχόμην, ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου. δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο, ἡγήσατο δέ με ὥσπερ ἐχθρόν. ἀδιεξίτητά μοι, φησίν, τὰ κακά· καὶ ὥσπερ οἱ κυκλοτερῶς ὑπὸ τεῖχος ἀπειλημμένοι ἢ ἀορασίᾳ τὰς ὄψεις ἐμποδιζόμενοι περαιτέρω προελθεῖν οὐ δύνανται, οὕτως ἀμηχανῶ τῶν συμφορῶν ἔξω γενέσθαι. στέφανον δὲ ἀφῃρῆσθαι λέγει, ἢ ὅτι καὶ αὐτὸς βασιλεὺς ἐτύγχανεν, ἢ ὅτι .... καὶ τὴν πᾶσαν εὐημερίαν μεληδόν, φησίν, διέ 166 σπασε, καὶ ὡς δένδρον ἐξέκοψε πᾶσαν μου χρηστὴν ἐλπίδα. ὥσπερ δέ τις ἐχθρὸς ὀργῇ χρώμενος, οὕτω τὰ κατ' ἐμὲ διεσκεύασε. καλῶς δὲ εἶπε τὸ ὥσπερ· οὐ γὰρ ἐμπαθῶς οὐδὲ ὡς ἐχθρὸς ὁ θεὸς κολάζει. ταῦτα δὲ εἶπε καὶ τοὺς φίλους καὶ ἑαυτὸν πείθων, ὡς ὑπερέβαινε μέτρον ἀνθρωπίνων ἁμαρτημάτων ἡ τιμωρία· καὶ γὰρ ἀληθῶς οὐ δι' ἁμαρτίας, ἀλλὰ κατὰ γυμνασίαν ἔπασχεν ὁ δίκαιος. 19, 12 ὁμοθυμαδὸν δὲ αὐτοῦ ἦλθον τὰ πειρατήρια ἐπ' ἐμοί, ταῖς ὁδοῖς μου ἐκύκλωσάν με ἐγκάθετοι. ἐκ μεταφορᾶς τῶν πολεμίων τοῦτο εἶπεν, οἳ λόχους καὶ ἐνέδρας πανταχόθεν ἱστῶντες ἀθρόον πάντες ἐπέρχονται ἀπολαβόντες ἐν μέσῳ τὸν ἐνεδρευόμενον, ἵνα εἴπῃ ὅτι· πανταχόθεν με περιεστοίχισαν τὰ κακά. ἐγκάθετοι δέ εἰσιν οἱ δαίμονες οἱ δόλιοι καὶ ἐγκείμενοι τῷ κακῷ. ἠρέμα γὰρ καὶ συναισθάνεται ὁ δίκαιος τῶν κατὰ θεοῦ συγχώρησιν ἀοράτως αὐτῷ τὰς ἀλγηδόνας ἐπιφερόντων, εἰ καὶ τὴν αἰτίαν τῆς συγχωρήσεως ἀγνοεῖ. 19, 1315 ἀδελφοί μου ἀπ' ἐμοῦ ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ, φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν. οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου, καὶ οἱ ἰδόντες μου τὸ ὄνομα ἐπελάθοντό μου. γείτονες οἰκίας, θεράποντες θεράπαιναί τέ μου, ἀλλογενὴς ἐγενόμην ἐναντίον αὐτῶν. τοιαῦτα καὶ ὁ μέγας ∆αυὶδ ὀλοφυρόμενος ἔλεγεν· ἐπελῄσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας, ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. 167 ἐγγυτάτους δὲ λέγει τοὺς γένει πλησιάζοντας. 19, 1618 θεράποντάς μου ἐκάλεσα καὶ οὐχ ὑπήκουσάν μου, στόμα δέ μου ἐδέετο. καὶ ἱκέτευον τὴν γυναῖκά μου, προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου, οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο. καὶ τοῦτο τῶν σφόδρα ἀλγεινῶν τὸ ἐν νόσῳ κείμενον καλεῖν τὸν ὀφείλοντα ὑπηρετεῖσθαι καὶ μὴ ὑπακούεσθαι. δεῖ οὖν καὶ ἡμᾶς τῷ ὑποδείγματι τοῦ μεγάλου Ἰὼβ προσέχοντας μὴ ὀργίζεσθαι κατὰ τῶν ὑπηρετῶν, μήτ' ἂν γυνή, μήτ' ἂν οἰκέτης, μήτ' ἂν υἱὸς ᾖ ὁ παρακούων. οὐδὲν δὲ ἀπρεπές, εἰ παλλακίδας εἶχεν ὁ δίκαιος. καὶ γὰρ καὶ οἱ τούτου πρόγονοι, οἱ ἀμφὶ τὸν μέγαν Ἀβραάμ, παλλακίσιν ἐμίγνυντο διὰ τὴν τοῦ γένους αὔξησιν. ἐπιτήρησον δέ, ὡς οὐ μεγάλης ἀλγηδόνος ἔκρινεν ὁ διάβολος τὸ τοὺς ἐκ τῶν παλλακίδων ἀνελεῖν, ἀλλὰ τοὺς τῆς ἐλευθέρας· οἶδε γὰρ ὀφείλουσαν καὶ αὐτὴν τὴν φύσιν προτιμᾶν τοὺς τῆς ἐλευθέρας. τὸ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο ἀντὶ τοῦ παντελῶς, ὡς μηδὲ ὄντες ἐξ ἐμοῦ. 19, 18 ὅταν ἀναστῶ, καταλαλοῦσί μου. ἴσως καὶ αὐτοὶ λέγοντες· τὸν μιαρόν, τὸν ἐναγῆ, τὸν ἀκάθαρτον, τὸν διὰ πλῆθος ἁμαρτιῶν οὕτω τιμωρούμενον· ἢ καὶ οὐ τοῦτο μέν, τὸ δὲ τοῖς πολλοῖς ἐπὶ ταῖς μακραῖς νόσοις συμβαῖνον· μέχρι τίνος οὐ τελευτᾷ; τί βαρὺ φορτίον καὶ ἀχρεῖον κεῖται τῇ γῇ; τὸ δὲ ὅταν ἀναστῶ ὅταν αὐτῶν ἀποχωρισθῶ. ἢ καὶ τοῦτο λέ 168 γει ὅτι· ὅταν ἀναστῶ μετὰ τὴν νύκτα πρὸς ἑαυτοὺς λέγουσιν· οὔπω τέθνηκεν, ἔτι ζῇ ὁ ᾅδης οὗτος; 19, 19 ἐβδελύξαντο δέ με οἱ ἰδόντες με· οὓς δὲ ἠγαπήκειν, ἐπανέστησάν μοι. {κατ' ἐμοῦ} ὅμοιον ∆αυίδ· ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. 19, ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται. ζῶντος γάρ, φησίν, ἐσάπησαν αἱ σάρκες μου καὶ τὰ ὀστᾶ μου ὥσπερ ὑπὸ ὀδόντων θηρίων τινῶν κατεσθίεται. 19, 21 ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλοι, παρακαλῶ· χεὶρ γὰρ κυρίου ἡ ἁψαμένη μού ἐστιν. εἰ καὶ μὴ ὡς δίκαια λέγοντα ἐπαισχύνεσθε, ἀλλ' ὡς φιλάνθρωποι κατελεήσατέ με καὶ οἶκτον λάβετε καὶ δέος εἰς τὰ ὑπὸ θεοῦ μοι συμβεβηκότα διευλαβούμενοι, μὴ
Unit 13 rem close§u13-rem-close
u13-rem-closeRem CLOSEOUT: Unit 13 CLOSEOUT.
Greek · §u13-rem-close
τῶν ὁμοίων πειραθῆτε παρὰ θεοῦ. 19, 22 διὰ τί δέ με διώκετε ὥσπερ καὶ ὁ κύριος, ἀπὸ δὲ σαρκός μου οὐκ ἐμπίπλασθε; διὰ τί δὲ τῇ θείᾳ ὀργῇ συνεπιτίθεσθεοὐ πάντως κατὰ γνώμην θεοῦ τοῦτο ποιοῦντες· εἰ γὰρ καὶ αὐτὸς τιμωρεῖται, ἀλλ' ἡμᾶς φιλανθρώπους εἶναι βούλεταικαὶ ἀκορέστως τῇ τῶν λόγων βαρύτητι κέχρησθε κατ' ἐμοῦ; ἱκανοὶ γάρ εἰσιν οἱ ὀνειδιστικοὶ λόγοι καὶ σάρκας δαπανᾶν. 169 δείσωμεν οὖν καὶ ἡμεῖς τὰς λοιδορίας εἰδότες, ὅπως πλήττομεν δι' αὐτῶν τοὺς ἡμῶν ἀδελφούς. 19, 2325 τίς γὰρ ἂν δοίη γραφῆναι τὰ ῥήματά μου, τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα, ἐν γραφείῳ σιδηρῷ καὶ μολίβδῳ ἢ ἐν πέτραις ἐγγλυφῆναι; οἶδα γάρ, ὅτι ἀέναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ γῆς. εὔχεται τὰ καθ' ἑαυτὸν ἀνεξαλείπτῳ παραδοθῆναι γραφῇ. ὁμοιωματικῶς δὲ αὐτὸ εἶπεν ἀπὸ τοῦ τοὺς βουλομένους ὡς ὅτι μάλιστα ἐπὶ πλεῖστον διαμένειν τὰ ἀναγεγραμμένα διὰ γραφίδος σιδηρᾶς ἐπὶ μολίβδου ἐντιθέναι τὰ γράμματα ταῖς στήλαις ἢ καὶ ταῖς πλαξὶν ἐγκολάπτειν. οἶδα γάρ, φησίν, ὅτι κἂν ἐγὼ ἐκλυθῶ, τουτέστιν τελευτήσω, ἀλλ' ὁ θεὸς ἀεὶ διαμένει ὁ δυνάμενος καὶ μετὰ τὴν ἐμὴν τελευτὴν δι' οἰκείας ἐπικρίσεως γνώριμα πᾶσι τὰ κατ' ἐμὲ καταστῆσαι, ὃ δὴ καὶ γέγονε κατὰ τὴν τοῦ δικαίου αἴτησιν. καὶ οὐκ ἐστερήθησαν αἱ ἁγιώταται ἐκκλησίαι τοῦ τηλικούτου ἐν πειρασμοῖς παραδείγματος, ἀλλὰ ἀνεγράφη τὰ κατὰ τὸν μακάριον Ἰώβ, εἴτε ὑπό τινος τῶν προφητῶν, ἢ καὶ ἁγίου τινὸς ἀνδρός, κατὰ θεοῦ μέντοι συνεργίαν καὶ ἐπίπνοιαν, ὡς καί τινα τῶν ἀποστόλων λέγειν ἡμῖν· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος κυρίου εἴδετε. πόθεν ἠκούσαμεν ἢ πόθεν εἴδομεν, ἀλλ' ἢ ἀπὸ ταύτης τῆς κατὰ τὴν τοῦ δικαίου αἴτησιν καὶ θεοῦ συνεργίαν γενομένης συγγραφῆς; 170 19, 26 ἀναστήσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα. γένοιτο δέ, φησίν, καὶ ἀναστῆσαι θεὸν τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα. δόγμα δὲ ἐντεῦθεν διδασκόμεθα ἐκκλησιαστικὸν καὶ κάλλιστον, ὅτι τὸ σῶμα τὸ καὶ τοὺς πειρασμοὺς ὑπομένον καὶ τὰς βασάνους αὐτὸ συνανίσταται τῇ ψυχῇ, ἵνα καὶ σὺν αὐτῇ τῶν αἰωνίων ἀπολαύσῃ καλῶν. διὰ τοῦτο εἶπε τὸ ἀναντλοῦν ταῦτα· οὐ γὰρ δίκαιον ἄλλο μὲν πάσχειν, ἄλλο δὲ ἀνίστασθαι. 19, 2627 παρὰ γὰρ κυρίου ταῦτά μοι συνετελέσθη, ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, ἃ ὀφθαλμός μου ἑώρακε καὶ οὐκ ἄλλος· πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ. ταῦτα δὲ πάντα ἃπερ ᾔτησα θεὸς καὶ μόνος δύναται ποιεῖν ὁ καὶ τὰ τοιαῦτά μοι ἐπαγαγών, ἃ μόνη οἶδεν ἡ ἐμὴ ψυχή. οὐδεὶς γὰρ οὕτως συναισθάνεται τῶν κακῶν οὐδὲ ἐπιδεῖν δύναται ὡς ὁ πάσχων ἐγώ. πάντα γὰρ τὰ δεινὰ τρόπον τινὰ ἐνεκολπισάμην καὶ οἷον συνήνωνταί μοι καὶ συνεκολλήθησαν. ὁ γὰρ κόλπος ἐπὶ τοῦ ἀχωρίστου λαμβάνεται. διὸ καὶ ὁ μονογενὴς ἐν κόλποις εἶναι λέγεται τοῦ πατρὸς διὰ τὸ ἀχώριστον καὶ ὁμοούσιον υἱοῦ πρὸς πατέρα. 171 19, 2829 εἰ δὲ καὶ ἐρεῖτε· τί ἐροῦμεν ἐναντίον αὐτοῦ; καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ· εὐλαβήθητε δὲ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος, θυμὸς γὰρ ἐπ' ἀνόμους ἐπελεύσεται, καὶ τότε γνώσονται, ποῦ ἐστιν αὐτῶν ἡ ὕλη. ἀλλ' ὑμεῖς, φησίν, ἀντὶ παρακλητικῶν λόγων κατ' ἰδίαν σκοπεῖτε, ποίας ἀντιλογίας εὕρητε, καὶ ὡς οἱ τὰς ῥίζας ἐπιζητοῦντες ἀνιχνεύετέ μου τοὺς λόγους, πόθεν μου λάβησθε. διὸ εὐλαβήθητε καὶ μὴ ἐν προσχήματι τοῦ θέλειν θεῷ συνηγορεῖν καταψηφίζεσθέ μου. τοῦτο γὰρ σημαίνει τὸ ἀπὸ ἐπικαλύμματος, ἵνα εἴπῃ ὅτι· οὐδέν μοι συνειδότες σχηματίζεσθε θεῷ συνηγορεῖν. εὐλαβήθητε οὖν, μὴ ὁ ἀπροσωπόληπτος θεὸς δικαίως ὀργισθῇ καθ' ὑμῶν, καὶ τότε γνώσεσθε, ὡς οὐδέν ἐστιν ὑμῶν ἡ ὕλη. ὕλην δὲ ἔοικε λέγειν ἢ τὸν ὄχλον τῶν αὐτῶν ῥημάτων ἢ τὴν πανταχόθεν εὐπάθειαν καὶ τοῦ πλούτου τὴν περιουσίαν. ἐὰν γάρ, φησίν, θεὸς ὀργισθῇ, οὐδὲν κρεῖττον ἐμοῦ ταχέως διακείσεσθε. 172 ΚΕΦΑΛΑΙΟΝ ΤΕΣΣΑΡΕΣΚΑΙ∆ΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Σωφὰρ ὁ Μηναῖος λέγει· οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα καὶ οὐχὶ συνίετε μᾶλλον ἢ καὶ ἐγώ. Προθεωρία τοῦ κεφαλαίου ὡς πολλὰ καὶ καλὰ δόγματα αὐτός τε εἰπὼν ὁ Σωφὰρ καὶ τῶν λοιπῶν φίλων εἰρηκότων ἤλπιζε μὲν μηδὲν ἔτι τὸν Ἰὼβ ἀντιλέγειν. ἐπειδὴ δὲ εἶδεν αὐτὸν θαρροῦντα τοῖς ἑαυτοῦ δικαίοις καὶ πάντας αὐτῶν τοὺς λόγους ἀμυνόμενον ἔξω τῶν ἐλπισθέντων γεγονὼς οὐχ οὕτως, φησίν, ὑπελάμβανον ἀντερεῖν σε ταῦτα. εἶτα καὶ πρὸς τοὺς φίλους φησὶν ὅτι· οὐχ οὕτως ἀκριβῶς κατανοεῖτε τοῖς ὑφ' ὑμῶν αὐτῶν λεγομένοις καὶ τοῖς ὑπὸ τοῦ Ἰὼβ ὥσπερ ἐγώ. πλὴν ἐρῶ, ὅσα ἡ σύνεσις ὑπαγορεύει. εἶτα καταλέγει τὰ κατὰ τοὺς ἀσεβεῖς, ἅ τε δρῶσι καὶ
Commentarii in Job Unit 14 opening§u14-open
u14-openUnit 14.
Lemma-led open — ἃ ὑπομένουσι κατὰ θείαν δίκην, καὶ ὅτι ὀνείρων τὰ κατὰ τὴν αὐτῶν εὐπραγίαν οὐδὲν διαφέρει
Greek · §u14-open
ἃ ὑπομένουσι κατὰ θείαν δίκην, καὶ ὅτι ὀνείρων τὰ κατὰ τὴν αὐτῶν εὐπραγίαν οὐδὲν διαφέρει καὶ ὅτι οὐδὲν αὐτοῖς συνεξέρχεται ἐκ τοῦδε τοῦ βίου, εἰ μὴ ἡ αὐτῶν ἀσέβεια. πολλὰ δὲ εἰρηκὼς τὰ τοῖς ἀσεβέσι συμβησόμενα ταῦτα ἔφη μερίδα εἶναι τῶν ἀσεβῶν, τοῦτον αὐτοῖς κλῆρον καὶ κτῆμα δεδόσθαι παρὰ θεοῦ. πάλιν δὲ οὐκ ἔγνω, ὅτι τὰ συμβαίνοντα οὐ πάντως δι' ἁμαρτίας γίνονται, ἀλλὰ καὶ κατ' ἄλλας οἰκονομίας. ἀλλ' οὐδὲ ἐπὶ τοῦ προσώπου τοῦ Ἰὼβ ταῦτα καλῶς ἐλέγετο, ὥστε οἱ καλοὶ λόγοι, ἐὰν μὴ καλῶς λέγωνται καὶ μετὰ ὀρθῆς διαθέσεως καὶ προσηκούσης διαιρέσεως καὶ ἐπὶ καιροῦ καὶ προσώπου ὑποκειμένου ἐπιτηδείου πρὸς τὰ λεγόμενα, οὐκ ἐπαίνου μᾶλλον ἀλλὰ μέμψεως ἄξιοι. 173 Αἱ λέξεις , 2 οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα. ᾠόμην σε, φησίν, πολλῶν πρὸς σὲ καὶ καλῶν εἰρημένων λόγων ἡσυχίαν ἄγειν συνθησόμενον ταῖς παραινέσεσιν. , 2 καὶ οὐχὶ συνίετε μᾶλλον ἢ καὶ ἐγώ. πλὴν οὐ πάνυ, φησίν, κατανοεῖτε τοῖς λεγομένοις ὑπὸ τοῦ Ἰὼβ καὶ ὑφ' ἑαυτῶν ὡς ἐγώ. τοῦτο δὲ πρὸς τοὺς φίλους εἶπεν. , 3 παιδείαν ἐντροπῆς μου ἀκούσομαι, καὶ πνεῦμα ἐκ τῆς συνέσεως ἀποκρίνεταί μοι. ἄλλα ἀντίγραφα· _π_α_ι_δ_ε_ί_α_ν_ _ἐ_ν_τ_ρ_ο_π_ῆ_ς_ _σ_ο_υ_ _ἀ_κ_ο_ύ_σ_ο_μ_α_ι, περιέχουσιν. κατὰ μὲν οὖν τὸ ἐντροπῆς μου τοῦτο λέγει ὅτι· τῆς παιδεύσεως τῆς κατ' εὐλάβειανἐντροπὴν γὰρ τὴν εὐλάβειάν φησιν, ἧς διδάσκει με τὸ πνεῦμα τῆς συνέσεως, ἀκούσομαι· διδάσκει δέ, ἃ ἐφεξῆς λέγει περὶ τῶν ἀσεβῶν. ὃ δὲ λέγει τοῦτό ἐστιν, ὅτι οἱ εὐπαίδευτοι καὶ εὐλαβεῖς καὶ συνετοὶ ἴσασιν, ὡς οἱ ἀσεβεῖς διὰ τὰς οἰκείας ἁμαρτίας πάντως τιμωροῦνται. κατὰ δὲ τό· ἐντροπῆς σου, οὕτω νοήσεις· ἀκούσομαί σου τῆς παιδεύσεως, δι' ἧς ἡμᾶς εἰκότως ἐνέτρεψας, καὶ τοῦ πνεύματος τῆς συνέσεώς σου, δι' οὗ καλῶς ἡμῖν ἀπεκρίνω. ταῦτα δὲ κατ' εἰρωνείαν εἶπεν, ἀντὶ τοῦ· οὐδὲν συνετὸν οὐδὲ εὐπαίδευτον οὐδὲ οἷον ἡμᾶς ἐντρέψαι λελάληκας. 174 , 4 μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι, ἀφ' οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς. εἰπὲ γάρ, φησίν, μὴ ἔτι δύνῃ ἀντιλέγειν καὶ εἰπεῖν, ὅτι ἀφ' οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς ἔγνως τινὰ τῶν δικαίων τοιαῦτα πεπονθότα, ἢ ὡς οἱ εὐλαβεῖς καὶ δίκαιοι τοιαύταις τιμωρίαις περιπεπτώκασιν; εἶτα ὡς ἀναμφίβολον λόγον εἰρηκώς, ὅτι ἐξ αἰῶνος οὐδεὶς δίκαιος ὢν πέπονθεν, ἀκολούθως ἐπάγει· , 5 εὐφροσύνη γὰρ ἀσεβῶν πτῶμα ἐξαίσιον, χαρμονὴ δὲ παρανόμων ἀπώλεια. καὶ κάλλιστον δόγμα ὁ Σωφὰρ εἶπεν, ὅτι ἡ εὐφροσύνη τῶν ἀσεβῶν, ἣν χαίρουσιν ἐπὶ τῇ παρανομίᾳ, ἀπώλεια καὶ πτῶμα ἐξαίσιον τῆς αὐτῶν ψυχῆς ἔσται. , 68 ἐὰν ἀναβῇ εἰς τὸν οὐρανὸν τὰ δῶρα αὐτοῦ, ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται, ὅταν δοκῇ ἤδη ἐστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται. οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσι· ποῦ ἐστιν; ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν. ἐάν, φησίν, οὐρανομήκεις δωροφορίας προσαγάγῃ καὶ ἐὰν δόξωσιν αἱ αὐτοῦ θυσίαι τῶν νεφῶν ἅπτεσθαι καὶ δόξῃ τὰ ἀγαθὰ ἐν βεβαίῳ ἔχειν, θεοῦ μὴ προσιεμένου τοῦ ἀσεβοῦς τὰς καρποφορίας εἰς τέλος ἀπόλλυται οὐδὲν ἐκ τῶν ἐπιπλάστων θυσιῶν ὠφεληθείς. ἀλλ' οὕτως οἴχεται τὰ κατ' αὐτὸν καὶ εἰς ἀνυπαρξίαν χωρεῖ ὡς ἐνύπνιον καὶ φάσμα νυκτερινόν, ὡς τοὺς πρότερον εἰδότας αὐτὸν μετ' ἐκπλήξεως λέγειν· ποῦ ἐστιν; ἀντὶ τοῦ· ποῦ ἡ δόξα, ποῦ ἡ δυναστεία, ποῦ ἡ τιμή, ποῦ ὁ πλοῦτος; πάντα μάταια, εἰς τὸ μηδὲν αὐτῷ κατέληξεν ἡ ὑπερηφανία. 175 , 9 ὀφθαλμὸς παρέβλεψεν καὶ οὐ προσθήσει. καὶ οὐκέτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ. οἱ ἅπαξ, φησίν, αὐτὸν ἑωρακότες οὐκέτι βλέπουσινσημαίνει γὰρ διὰ τούτου τὴν ταχείαν ἀπώλειαν, ἀλλ' οὐδὲ ἐπίγνωστος ἔσται ἐν τῷ ἰδίῳ τόπῳ. ὅμοιον ἐν Ψαλμοῖς εἴρηται· εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτὸν καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. , 10 τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ
Unit 14 rem early§u14-rem-early
u14-rem-earlyRem early: Unit 14; lemma and argument toward the thesis.
Greek · §u14-rem-early
πυρσεύσαισαν ὀδύνας. καὶ τοὺς μὲν υἱοὺς αὐτοῦ, φησίν, ἀναιροῦσιν ἐλάχιστοί τινες, αὐτὸς δὲ ἑαυτῷ διὰ τῶν οἰκείων πράξεων ἐξάπτει τὴν πυράν· πυρσὸς γὰρ ἡ λαμπάς, χεῖρες δὲ αἱ πράξεις. ὅμοιον ἡ προφητεία λέγει· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. , 11 ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ, καὶ μετ' αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται. καὶ ἐνεπλήσθησαν, φησίν, οἱ τόνοι τῆς ψυχῆς αὐτοῦ νεωτερικῆς ἐπιθυμίας. οὐδὲν δὲ αὐτῷ ἐν τῷ τάφῳ συγκαταβαίνει, εἰ μὴ αὕτη αὐτοῦ ἡ ἐπιθυμία, τουτέστιν αἱ ἄδικοι πράξεις. χῶμα γὰρ ἢ τὸν τάφον λέγει ἢ τὴν τοῦ σώματος ἀνάλυσιν κατὰ τό· γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσει. 176 , 12 ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία, κρύψει {δὲ} αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ. ἐὰν γάρ, φησίν, ἡδυνθῇ τῇ κακίᾳ ἐκ προθέσεως αὐτὴν ὑποδεξάμενος, κρύπτει λοιπὸν αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ ἀρχόμενος πανούργως καὶ ἐπικλόπως καὶ πάντα μεθ' ὑποκρίσεως διαλέγεσθαι. , 1314 οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτήν. καὶ συνάξει αὐτὴν ἐν μέσῳ τοῦ φάρυγγος αὐτοῦ, καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι αὑτῷ. ἀλλ' ἀφειδῶς καὶ ἀπλήστως ἀνθέξεται αὐτῆς καὶ περιέξεται καὶ ὥσπερ τινὰ τροφὴν ἡδείαν μεθ' ἡδονῆς αὐτὴν ἐν τῇ φάρυγγι κατέχει. ἐν δὲ τῷ καιρῷ, καθ' ὃν ὑπομένει τὰς τιμωρίας, οὐδὲν ἐπαμῦναι τῷ κακῷ ἡ κακία δυνήσεται. , 14 χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ· πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται. ὁ ἀσεβὴς πλούσιος, φησίν, τὸν ἄδικον πλοῦτον ὅταν δόξῃ καταπεπωκέναιτουτέστιν· ἐν βεβαίῳ ἔχειν, τότε ὥσπερ τι δηλητήριον φάρμακον ἀπὸ ἰοῦ ἀσπίδος κατασκευασθὲν δεξάμενος τὴν θείαν ὀργὴν ὅλον ἐξεμεῖ τὸν ἐξ ἀδικίας συναχθέντα πλοῦτον. σημαίνει δὲ ὅτι· ὥσπερ οἱ ἀπό τινος δηλητηρίου εἰς ἔμετον κινούμενοι μετὰ σπαραγμοῦ καὶ ὀδύνης ὅλον τὸν ἔνδον ἐκφέρει πλοῦτον. , 15 ἐξ οἰκίας αὐτοῦ ἐξελκύσαι αὐτὸν ἄγγελος. 177 ἀλλὰ καὶ ἄγγελός τις, φησίν, τῶν εἰς τιμωρίαν τεταγμένων πάντων αὐτὸν ἐξώσει τῶν ἀγαθῶν· ἀπὸ γὰρ τῆς οἰκίας τὸ ὅλον ἐσήμανε. , 16 θυμὸν δὲ δρακόντων θηλάσειεν, ἀνελεῖ δὲ αὐτὸν γλῶσσα ὄφεως. καὶ οὕτως, φησίν, ἔσται εἰς παντελῆ χωρῶν ἀπώλειαν ὥσπερ τις ὑπὸ ὄφεως δηχθεὶς ἢ δρακόντων ἰὸν καταπιών. διὰ γὰρ τοῦ θυμοῦ τὸν ἰὸν ἐσήμανε. καλῶς δὲ εἶπε· θηλάσειεν, ἵνα εἴπῃ, ὅτι προαιρετικῶς καὶ καθ' ἡδονὴν ὥσπερ τι γάλα τῆς κακίας τὸν θανατηφόρον ἰὸν ἀμέλγων συναύξεται μὲν αὐτῇ καὶ ποιοῦται κατ' αὐτήν, ὑπὸ δὲ αὐτῆς ἀναιρεῖται. , 1718 μὴ ἴδοι ἄμελξιν νομάδων μηδὲ νομὰς μέλιτος καὶ βουτύρου, εἰς κενὰ καὶ μάταια ἐκοπίασεν πλοῦτον, ἐξ οὗ οὐ γεύεται ὥσπερ στρίφνος ἀμάσητος ἀκατάποτος. μηδενὸς ἐν ἀπολαύσει, φησίν, γένοιτο τῆς προσούσης εὐπορίας, ἄλλ' ἔσται αὐτῷ τὰ τῶν ματαίων καμάτων ὥσπερ στρίφνος. στρίφνος δέ ἐστι τὸ νευρῶδες κρέας τῶν βοῶν· ἔστι δὲ καὶ βοτάνη ἄβρωτος. διὰ τοῦτο δὲ ἀκατάποτός ἐστιν ὁ στρίφνος, ἐπειδὴ καὶ ἀμάσητος. λέγει οὖν ὅτι· μὴ πέψοι τὰ ἀγαθὰ μηδὲ εἰς τελείαν αὐτῶν ἀπόλαυσιν ἔλθοι. , 19 πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασε, δίαιταν δὲ ἥρπασε καὶ οὐκ ἔστησεν. οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν. ἔθλασεν ἀντὶ τοῦ· ἀνηλεῶς συνέτριψε, τὴν δὲ πᾶσαν αὐτῶν περιουσίαν ἥρπασε καὶ οὐκ ἀπέδωκεν. τὸ γὰρ οὐκ ἔστησεν ἀντὶ 178 τοῦ· οὐκ ἀποκατέστησεν. ὥσπερ οὖν αὐτὸς τὰ τῶν ἀδυνάτων ἥρπασε καὶ οὐκ ἀποκατέστησεν, οὕτως οὐδὲ τὰ αὐτοῦ διασωθήσεται. , 21 ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται· οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ. οὐ γὰρ διασώσει, φησίν, αὐτὸν ἡ ἄδικος ἐπιθυμία, ἀλλ' οὐδὲ ἕξει ποτὲ καταλελειμμένα βρώματα ὑπὸ τῆς ἄγαν πενίας οὐδὲν ἔχων ὃ καταλείψῃ. , 2123 διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται· πᾶσα δὲ ἀνάγκη ἐπ' αὐτὸν ἐπελεύσεται, εἴ πως πληρώσαι γαστέρα αὐτοῦ. ἴσως μὲν οὖν οὐδὲ ἐξανθήσει αὐτοῦ τὰ ἀγαθά, ἀλλ' ὁμοῦ τῇ ἄνθῃ μαρανθήσεται. εἰ δὲ καὶ δόξει πλήρης εἶναι καὶ πᾶσι κομᾶν τοῖς ἀγαθοῖς, τότε πᾶσα αὐτὸν ἀνάγκη καὶ θλῖψις καταλήψεται ὥστε πληρῶσαι τὴν γαστέρα αὐτοῦ, ἀντὶ τοῦ· ὀδυνῶν ἐμπλήσει τὴν ψυχὴν αὐτοῦ. , 23 ἐπαποστελεῖ ἐπ' αὐτὸν θυμὸν ὀργῆς νίψαι ἐπ' αὐτὸν ὀδύνας. ὁ γὰρ θεὸς ἄκρως αὐτὸν τιμωρούμενος νιφετῶν δίκην κατακλύσει αὐτὸν ταῖς ὀδύναις. , 2425 καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου, τρώσαι αὐτὸν τόξον χάλκεον. διέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος. κατὰ μεταφορὰν ταῦτα εἴρηκε τῶν ἐν πολέμοις καιρίας ὑπὸ σιδήρου λαμβανόντων πληγὰς καὶ ὑπὸ ἰσχυρῶν τόξων κατατοξευομένων. 179 τοῦτο γὰρ σημαίνει τὸ χάλκεον, ἵνα εἴπῃ, ὅτι ὁ ἰσχυρὸς θεὸς
Unit 14 rem mid§u14-rem-mid
u14-rem-midRem mid: Unit 14; lemma continues; reading with the letter.
Greek · §u14-rem-mid
δυνατῶς κέχρηται τῇ κατὰ τῶν ἀσεβῶν ὀργῇ. , 25 ἄστρα δὲ ἐν διαίταις αὐτοῦ περιπατήσαισαν. ἕτερα ἀντίγραφα· _μ_ὴ_ _π_ε_ρ_ι_π_α_τ_ή_σ_α_ι_σ_α_ν, ἔχουσιν, ἵνα εἴπῃ, ὅτι οὐδεμία αὐτῷ λαμπρότης ὑπολειφθήσεται. κατὰ δὲ τὸ ἄστρα ἐν διαίταις αὐτοῦ περιπατήσαισαν ἀντὶ τοῦ· φοβερὰ αὐτὸν ἐκδειματώσει φάσματα. ὁ δὲ Ἀκύλας οὕτως ἐκδέδωκεν· _κ_α_ὶ_ _ἀ_σ_τ_ρ_α_π_ὴ_ _ἀ_π_ὸ_ _π_ρ_ο_σ_ώ_π_ο_υ_ _α_ὐ_τ_ο_ῦ_ πορεύσεται ἐπ' αὐτόν, ἀντὶ τοῦ· ἐκ προσώπου τοῦ θεοῦτουτέστιν· ἐκ προστάγματοςσκηπτοὶ καὶ κεραυνοὶ κατὰ τοῦ ἀσεβοῦς κατενεχθήσονται. ἔστι δὲ καὶ ἄλλως νοῆσαι· ἄστρα εἰσὶν οἱ δίκαιοι κατὰ τὸ εἰρημένον· ὑμεῖς δὲ φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντες. ἐπειδὴ οὖν εἴρηται ἐν τοῖς ἔμπροσθεν· ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιοι ἔδονται, τὸ αὐτὸ ἑτέρως εἶπεν, ὅτι τὰ ἄστρατουτέστιν οἱ δίκαιοιἐν ταῖς τῶν ἀσεβῶν διαίταις περιπατήσουσιν, τουτέστιν· τὰ αὐτῶν ἀγαθὰ παραλήψονται. , 2526 ἐπ' αὐτῷ φόβοι· πᾶν δὲ σκότος αὐτῷ ὑπομείναι. ἐν σκότῳ δέ, φησίν, καὶ ἀφεγγείᾳ καὶ φόβοις ἔσται τὰ κατ' αὐτόν. , 26 κατέδεται δὲ αὐτὸν πῦρ ἄκαυστον. ὡραῖον ἡμᾶς ἐδίδαξε μάθημα ὁ Σωφάρ, ὅτι ἔστι πῦρ ἄκαυστον, 180 τοῦτο μὲν τὸ κατὰ συνείδησιν καταφλέγον τοὺς ἀσεβεῖς, τοῦτο δὲ τὸ αὐτοῖς ἀποκείμενον ἐν μέλλουσι δικαστηρίοις. ὅρα δέ, μὴ πρὸς τούτοις καὶ πυρετὸν ἐνταῦθα αἰνίττεται· καταφλέγονται γὰρ οἱ πυρέττοντες οὐδενὸς αὐτοῖς τὸ ἔξωθεν τοῦτο καὶ ἔνυλον πῦρ προσάγοντος. , 26 κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον. ξένος τις καὶ ἀλλογενής. , 27 ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας. ἡ θεία φύσις φανερὰ ποιοῦσα τὰ κατ' αὐτόν. , 27 γῆ δὲ ἐπανασταίη αὐτῷ. οἱ ἐκ γῆς τιμωρίαι λιμοί, λοιμοὶ καὶ εἴ τι ἕτερον. , 28 ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπώλεια εἰς τέλος. ἀντὶ τοῦ· πανωλεθρίᾳ διαφθαρείη. , 28 ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ. καθ' ἣν ἡ θεία κατ' αὐτοῦ κινεῖται δίκη. , 29 καὶ αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου καὶ κτῆμα ὑπαρχόντων αὐτοῦ παρὰ τοῦ ἐπισκόπου. ἐπειδὴ κτησάμενος τὰ ἀγαθὰ ὁ ἀσεβὴς οὐκ ᾔσθετο τῆς θείας εὐεργεσίας, δίδοται αὐτῷ κτῆμα καὶ μερὶς τὸ πλήρωμα τῆς ὀργῆς παρὰ τοῦ τὰ πάντα ἐπισκοποῦντος θεοῦ. ἀκούοντες δὲ οἱ ἐπίσκοποι, ὡς ὁ θεὸς ταύτῃ κέκληται τῇ προσηγορίᾳ παρὰ τῇ γραφῇ, τηρείτωσαν τῆς προσηγορίας τὸ ἀξίωμα ἐπαγρύπνως τὰ κατὰ τὴν ποίμνην ἐπισκοποῦντες καὶ πίστει καὶ βίῳ καὶ ἀνεπιλήπτῳ διδασκαλίᾳ σεμνυνόμενοι. 181 ΚΕΦΑΛΑΙΟΝ ΠΕΝΤΕΚΑΙ∆ΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· ἀκούσατέ μου, ἀκούσατέ μου τῶν λόγων, ἵνα μὴ ᾖ μοι παρ' ὑμῶν αὕτη ἡ παράκλησις. Προθεωρία τοῦ κεφαλαίου οἱ φίλοι τοῦ Ἰὼβ ἐλθόντες ἐπὶ παράκλησιν καὶ τῶν ἀνηκέστων συμφορῶν αὐτόπται γενόμενοι ὡς μὲν εὐσεβεῖς οὐδὲν ἄτοπον περὶ θεοῦ διελογίζοντο· ἀγνοοῦντες δέ, ὡς πεῖρά τις ἦν καὶ βάσανος ἀρετῆς ἡ πληγή, ἄμεινον ἔκριναν καταδικάσαι μὲν τὸν Ἰὼβ ὡς ἐφ' ἁμαρτίαις πάσχοντα, δίκαιον δὲ τὸν θεὸν ἀποφῆναι ὡς οὐκ ἀδίκως αὐτὸν τιμωρησάμενον. ὁ δὲ ἀνδρειότατος Ἰὼβ οὐδὲ οὕτως μὲν ἄδικόν τι περὶ θεοῦ ἐλογίσατο οὐδὲ ἀπεμφαίνουσαν εἴληφε δόξαν περὶ τῆς πάντα καλῶς καὶ δικαίως διεπούσης προνοίας τοῦ θεοῦ· οὐδὲν δὲ ἑαυτῷ συνειδὼς τηλικαύτης τιμωρίας ἐπάξιον οὐκ ἀνέχεται τῆς ἀδίκου τῶν φίλων κατακρίσεως. πολλῶν δὲ περὶ τούτων γενομένων αὐτοῖς διαλέξεων καὶ νῦν τοῦ Σωφὰρ ἐπ' ἀσεβείᾳ πάλιν αὐτὸν καταδικάσαντός φησι πρὸς αὐτούς· ἀκούσατέ μου τῶν λόγων, ἵνα γνῶτε, ὡς οὐ παρακλητικὸν προσηγάγετε λόγον, ἀλλ' ἐσφαλμένως καὶ κατ' ἄγνοιαν τὰς κρίσεις προφέρετε. διελέγχων δὲ τὴν ἄγνοιαν προβληματικῶς φησι πρὸς αὐτούς· εἰ οἴδατε τῆς προνοίας τοὺς λόγους, ἀποκρίνασθέ μοι, διὰ τί ἀσεβεῖς εὐθηνοῦνται καὶ πανταχόθεν αὐτοὺς ἀφθόνως περιρρεῖ τὰ ἀγαθὰ καὶ 182 ἐν εὐπαθείᾳ διάγουσι θεομάχα φθεγγόμενοι ῥήματαπλὴν ἀλλὰ καὶ αὐτῶν ἡ εὐημερία μεταπίπτει, πῶς δὲ καὶ ὁ μέν τις ἐν πλούτῳ καὶ πάσῃ τῇ παρὰ ἀνθρώποις εὐδαιμονίᾳ τελευτᾷ τὸν βίον, ὁ δὲ ἐν πικρίᾳ ψυχῆς οὐδενὸς τῶν ἐν βίῳ μετασχὼν ἀγαθῶν. εἶτα διὰ μέσου παρενέθηκεν, πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην, δεικνύς, ὡς ἀνέφικτα καὶ ἀκατάληπτα τοῦ θεοῦ τὰ κρίματα καὶ οὐ πάντες ἡμῖν γνώριμοι τῆς πάντα καλῶς διοικούσης προνοίας οἱ λόγοι. Αἱ λέξεις εἰσὶν τοιαῦται· 21, 2 ἀκούσατέ μου, ἀκούσατέ μου τῶν λόγων, ἵνα μὴ ᾖ μοι παρ' ὑμῶν αὕτη ἡ παράκλησις. ἀκούσατε, φησίν, ὧν ἐρεῖν μέλλω, ὡς ἂν γνῶτε μὴ παρακλήσεως, ἀλλ' ἀγνοίας προκομίσαντες λόγους. 21, 3 ἄρατέ με, ἐγὼ δὲ λαλήσω, εἶτα οὐ
Unit 14 rem close§u14-rem-close
u14-rem-closeRem CLOSEOUT: Unit 14 CLOSEOUT.
Greek · §u14-rem-close
καταγελάσατέ μου. ὀρθώσατέ με ἐκ τῆς κατακλίσεώς μου. ἢ καὶ ἄρατέ με ἀντὶ τοῦ· βαστάσατέ με λαλοῦντα, ἀνάσχεσθέ μου τῶν λόγων. οὐ γὰρ γελάσετε τὰ λεγόμενα. 21, 4 τί γάρ; μὴ ἀνθρώπου μου ἡ ἔλεγξις; καὶ διὰ τί οὐ θυμωθήσομαι; 183 εἰς ὀργήν με, φησίν, ἐκκαλεῖσθε τοιαῦτά μου καταψευδόμενοι, ἐπεὶ τίς ἀνθρώπων ἐλέγξαι με δύναται ἅρπαγα γεγονότα ποτὲ ἢ ἀσεβῆ καὶ τῶν ἀλλοτρίων ἐραστήν, ὡς ὑμεῖς κατηγορήσατε; ἢ καὶ τοῦτο λέγει, ὅπερ ὕστερον ὁ ἀπόστολος ἔφη· ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας, ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν. καὶ διὰ τοῦτο εἰς ὀργὴν κινοῦμαι, ὅτι τὸ σαφὲς οὐκ εἰδότες τὴν θείαν προλαμβάνετε κρίσιν. 21, 5 εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσατε χεῖρα θέντες ἐπὶ σιαγόνι. οἱ μεθ' ἡσυχίας ἀκούοντες ὡς τὰ πολλὰ τὸν ἀγκῶνα τῷ μηρῷ προσερείσαντες καὶ τῇ χειρὶ τὸ πρόσωπον ἐπανακλίναντες τοῖς λεγομένοις τὸν νοῦν προσέχουσιν. λέγει οὖν ὅτι· μεθ' ἡσυχίας καὶ προσοχῆς ἀκούσατέ μου, ἵνα θαυμάσητε τὰ λεγόμενα. 21, 6 ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα· ἔχουσι δέ μου τὰς σάρκας ὀδύναι. μετὰ σπουδῆς δὲ ἐρῶ καὶ συντόμως ἐπιμνησθήσομαι τῶν μελλόντων ῥηθήσεσθαι· οὐ γὰρ ἐῶσιν ἐμφιλοχωρῆσαι τῷ λόγῳ αἱ πολιορκοῦσαι τὰς σάρκας μου βάσανοι. 21, 7 διὰ τί ἀσεβεῖς ζῶσιν, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; ἐπειδήπερ οἴεσθε σοφοί τινες εἶναι καί φατε τοὺς ὑπὲρ ἀσε 184 βείας ἐκτίνοντας δίκας τοιαύταις ἐπιπεσεῖν συμφοραῖς, ἐρωμένῳ φράσατε, πόθεν πολλοὶ πολλάκις ἀσεβεῖς οὐ μόνον ζῶσιν, ἀλλὰ καὶ καταγηρῶσιν ἐν πλούτῳ. 21, 8-11 ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ· μάστιξ δὲ παρὰ κυρίου οὐκ ἔστιν ἐπ' αὐτοῖς. ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν, διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλεν. μένουσι δὲ ὡς πρόβατα αἰώνια. κομῶσιν αὐτοῖς τὰ λήια, ἥδονται τοῖς τέκνοις, εὐθηνοῦσιν, οὐδένα διευλαβοῦνται, οὐ δέχονται πληγὴν θεήλατον. ἡ γεωργικὴ βοῦς οὐκ ὠμοτόκησεντουτέστιν· οὐ νεκρὸν καὶ ἀτελῆ γονὴν ἤνεγκε, αἱ παρ' αὐτοῖς γυναῖκες ἀμβλωθρίδιον οὐκ ἐξέτρωσαν. μένουσι δὲ ἐν ταῖς εὐπραγίαις ὥσπερ πρόβατα, ἀντὶ τοῦ· ἀμέριμνοι. αἰώνια δὲ οἱονεὶ θείας τινὸς καὶ ἀθανάτου μοίρας ἐπειλημμένοι, ἵνα εἴπῃ· τῆς τληπαθείας τῆς ἀνθρωπίνης ἔξω. 21, 11-14 τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. συνετέλεσαν δὲ ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν. λέγει δὲ κυρίῳ· ἀπόστα ἀπ' ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι. ἄλλη πατέρων εὐδαιμονία τῶν παίδων ἡ εὐφροσύνη. ἀλλὰ καὶ συντελευτῶσιν, φησίν, τοῖς ἀγαθοῖς συνεκτεινομένην ἔχοντες τῷ παντὶ βίῳ τὴν εὐπραγίαν, καὶ ταῦτα προφανῶς θεομαχοῦντες καὶ ἀφιστάμενοι τοῦ θεοῦ καὶ ἀνερυθριάστως λέγοντες πρὸς αὐτόν· ὁδούς σου εἰδέναι οὐ βουλόμεθα, ἀντὶ τοῦ· τὰς ἐντολάς σου. 185 21, 1416 τί ἱκανός, ὅτι δουλεύσομεν αὐτῷ, καὶ τίς ὠφέλεια, ὅτι ἀπαντήσομεν αὐτῷ; ἐν χερσὶ γὰρ ἦν αὐτῶν τὰ ἀγαθά, ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ. ὡς ἐκ προσώπου τῶν ἀσεβῶν οἱ λόγοι. τί πλέον ἰσχύει, φησίν, θεόςτοῦτο γὰρ σημαίνει τὸ ἱκανόςδοῦναι ἡμῖν, ἵνα δουλεύσωμεν αὐτῷ καὶ ἀπαντήσωμεν, τουτέστιν· εἰς τὴν αὐτοῦ προσκύνησιν ἔλθωμεν ὡς οἱ τοῖς ἐνδόξοις προσώποις προανιστάμενοι καὶ τιμῆς χάριν εἰς ἀπάντησιν ἐρχόμενοι. ἔχομεν οὖν, φασίν, ταῦτα χερσίν, οἴκοθεν κτώμεθα τὰ ἀγαθά· τί πλέον ἡμᾶς ὠφελῆσαι δύναται θεός; τὸ δὲ ἔργα ἀσεβῶν οὐκ ἐφορᾷ πάλιν ἐξ αὐτῶν ὁ λόγος φασκόντων· ταῦτα θεὸς ἐφορᾷ; εἰς ταῦτα καταγίνεται; οὐδὲν αὐτῷ μέλει τῶν παρὰ ἀνθρώποις πραττομένων. 21, 17 οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται. ἀλλ' ὥσπερ, φησίν, ὁρῶμεν μέχρι τέλους εὐπαθήσαντας ἀσεβεῖς, ὁρῶμεν καὶ ἑτέρους ὁμοίως ἀσεβεῖς, ὧν ἀπεσβέσθη ἡ τοῦ βίου λαμπρότης. 21, 1718 ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή, ὠδῖνες αὑτοῖς ἕξουσιν ἀπὸ ὀργῆς· ἔσονται δὲ ὥσπερ ἄχυρα πρὸ ἀνέμου ἢ ὥσπερ κονιορτὸς ὃν ὑφείλετο λαῖλαψ. ἀπὸ ὀργῆς τῆς θείας δίκης φησίν, ἐξ ἧς οὕτω ῥᾳδίως ἀποφυσᾶται καὶ διασκεδάννυται τὰ κατ' αὐτοὺς ὥσπερ ἄχυρα ὑπὸ ἀνέμου ἢ κονιορτὸς ὑπὸ λαίλαπος. 21, 19 ἐκλείποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ, ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται. αὕτη πατέρων δυστυχία, τοὺς παῖδας ἐν ἀπορίᾳ διάγειν. ὅταν 186 οὖν, φησίν, ὁ ἀσεβὴς τῆς θείας ἀνταποδόσεως αἰσθηθῇ, τότε γνώσεται, ὡς καὶ θεὸς ἐφορᾷ τὰ πραττόμενα καὶ ἔστι τοῖς ἀσεβέσιν ἀποκειμένη τιμωρία. 21, ἴδοισαν οἱ ὀφθαλμοὶ
Commentarii in Job Unit 15 opening§u15-open
u15-openUnit 15.
Lemma-led open — αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν, ἀπὸ δὲ κυρίου μὴ διασωθείη. σφαγὴν λέγει τὴν ἀπώλειαν. αὐτόπτης ο
Greek · §u15-open
αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν, ἀπὸ δὲ κυρίου μὴ διασωθείη. σφαγὴν λέγει τὴν ἀπώλειαν. αὐτόπτης οὖν, φησίν, τῆς ἰδίας ἀπωλείας καταστήσεται οὐδεμίαν ἔχων ἐκ θεοῦ βοήθειαν. 21, 21 ὅτι τὸ θέλημα αὐτοῦ ἐν οἴκῳ αὐτοῦ μετ' αὐτοῦ. τὸ θέλημα τοῦ ἀσεβοῦς ἡ ἀσέβειά ἐστιν. κατὰ τοίνυν, φησίν, τὸ ἴδιον θέλημα ἔσται καὶ αὐτῷ καὶ τῷ παντὶ αὐτοῦ οἴκῳ, τουτέστι· κατὰ τὰς ἰδίας ἁμαρτίας ἀπολήψεται. 21, 21 καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν. ἀλλὰ καὶ διαιρεθήσεται, φησίν, ὁ χρόνος αὐτοῦ τῆς ζωῆς, καὶ ὀλιγοχρόνιος τελευτήσει. 21, 22 πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; ταύτης οὖν, φησίν, τῆς δοκούσης παρὰ ἀνθρώποις ἀνωμαλίας τίς τοὺς λόγους οἶδεν; τίς τοῖς τῆς προνοίας ἐμβατεύει κρίμασιν; ἀλλ' οὐδείς, εἰ μή γε αὐτὸς ὁ κύριος θελήσοι συνετίσαι τινὰ καὶ τὴν περὶ τούτων ἐπιστήμην χαρίσασθαι. 21, 22 αὐτὸς δὲ σοφοὺς διακρινεῖ. μόνος οὖν, φησίν, τὰς τούτων αἰτίας οἶδεν ὁ πάνσοφος θεὸς ὁ 187 καὶ τοὺς παρὰ ἀνθρώποις σοφοὺς διακρίνων καὶ τοὺς μὲν θεοσόφους ἐγκρίνων καὶ ἀποδεχόμενος, τοὺς δὲ τὴν ἀνθρωπίνην μετιόντας σοφίαν ἀποκρίνων καὶ ἐξωθούμενος. 21, 2326 οὗτος ἀποθανεῖται ἐν κράτει ἀφροσύνης αὐτοῦ, ὅλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν. τὰ δὲ ἔγκατα αὐτοῦ πλήρης στέατος, μυελὸς δὲ αὐτοῦ διαχεῖται. ὁ δὲ τελευτᾷ ὑπὸ πικρίας ψυχῆς οὐ φαγὼν οὐδὲν ἀγαθόν. ὁμοθυμαδὸν δὲ ἐπὶ γῆς κοιμῶνται, σαπρία δὲ αὐτοὺς ἐκάλυψεν. τούτων οὖν τοὺς λόγους τίς οἶδεν εἰ μὴ θεός; πῶς ὁ μέν τις ἄφρων ἐν τῇ ἐπικρατείᾳ τῆς ἀφροσύνης ἀποθνήσκει πλήρης πάσης σαρκικῆς εὐημερίαςτοῦτο γὰρ σημαίνει διὰ τῆς πιότητος τῶν σαρκῶν καὶ μυελῶν, ἕτερος δὲ ἴσως που καὶ δίκαιος μὴ γλυκανθεὶς μηδὲ μετασχὼν μηδενὸς ἀγαθοῦ τῶν ἐν ἀνθρώποις τελευτᾷ τὸν βίον; καὶ ἀμφότεροι τὸν κοινὸν ὑπομένουσι θάνατον καὶ τὴν αὐτὴν τοῦ σώματος σῆψιν καὶ ἀνάλυσιν. 21, 2728 ὥστε οἶδα ὑμᾶς, ὅτι τόλμῃ ἐπίκεισθέ μοι, ὅτι ἐρεῖτε· ποῦ ἐστιν οἶκος ἄρχοντος, καὶ ποῦ ἐστιν ἡ σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν; ταῦτα, φησίν, ἐννοῶν οἶδα, ὅτι ἀποτολμᾶτε καὶ τὴν θείαν ὑπερβαίνετε δίκην ὡς κατὰ ἀσεβοῦς ἀποφαινόμενοι κατ' ἐμοῦ, λέγοντες, ὅτι δι' ἁμαρτίας ἐξηφανίσθη μου τὰ ὑπάρχοντα. 21, 29 ἐρωτήσατε δὴ παραπορευομένους ὁδὸν καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριωθήσεται. 188 πλήν, φησίν, εἰ καὶ ἀνωμαλία τις ὁρᾶται ἐν τῷδε τῷ βίῳ, ἀλλ' οὐ δίδωμι πλέον ἔχειν ἀρετῆς κακίαν. ἐὰν γάρ, φησίν, ἐξετασθῇ τὰ κατὰ τοὺς παραπορευομένους ὁδόν, τουτέστι τοὺς ἔξω τῆς θείας ὁδοῦ βαδίζοντας, γνώριμον ἔσται ἐξ αὐτῶν ὧν πράττουσιν, ὅτι τὴν θείαν οὐκ ἐκφεύξονται δίκην. τὸ γὰρ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριωθήσεται τοῦτο σημαίνει, ἀντὶ τοῦ· γνώριμα ἔσται τὰ κατ' αὐτούς· ποῖα δὴ ταῦτα; 21, 30 ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός, εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσεται. ὅτι εἰ καὶ κουφίζεται νῦν καὶ μετεώρισται τῇ προσκαίρῳ δόξῃ ὁ πονηρός, ἀλλ' ἡμέρα τις αὐτὸν ἀπωλείας καὶ θείας ὀργῆς ἀπεκδέχεται. 21, 31 τίς ἀναγγελεῖ ἐπὶ πρόσωπον αὐτοῦ τὴν ὁδὸν αὐτοῦ; καὶ αὐτὸς ἐποίησε, τίς ἀνταποδώσει αὐτῷ; ἀπολοφύρεται τοὺς ἀσεβεῖς ὡς μὴ αἰσθανομένους τῆς ἀπεκδεχομένης αὐτοὺς κολάσεως καὶ ὅτι ἐστὶ θεὸς ὧν ἔπραξαν τὰ κατ' ἀξίαν ἀπονέμων αὐτοῖς. 21, 32 καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη καὶ ἐπὶ σορῶν ἠγρύπνησεν. κατὰ κοινοῦ τὸ τίς ἀναγγελεῖ αὐτῷ, καὶ εἰς συναίσθησιν αὐτὸν ἀγάγοι, ὅτι εἰς τάφους ἀπενεχθήσεται καὶ μετὰ πάσας τὰς ἐπαγρύπνους μερίμνας ἡ σορὸς αὐτὸν καὶ τάφος ἐκδέχεται. 21, 33 ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάρρου. πρὸς μὲν ῥητὸν οὖν φησιν· εἰ καὶ τοσαύτη τις αὐτῷ προσγέγονεν 189 εὐφορία, ὡς καὶ τὴν ἄκαρπον γῆν καρποφόρον αὐτῷ γενέσθαι, ὅμως οὐδὲν ἧττον θνητός ἐστιν. πρὸς δὲ διάνοιαν· ἐν ἡδονῇ, φησίν, ἔσχεν ὁ ἀσεβὴς τὴν τοῦ βίου τούτου ἀνωμαλίαν τοῦ χειμάρρου δίκην παρατρέχοντος οὐκ ἐννοήσας, ὅτι θνητός ἐστιν. διὸ καὶ ἐπάγει· 21, 33 καὶ ὀπίσω
Unit 15 rem early§u15-rem-early
u15-rem-earlyRem early: Unit 15; lemma and argument toward the thesis.
Greek · §u15-rem-early
αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι. οὐδὲ τοῦτο ἠδυνήθη συνιέναι ὁ ἀσεβής, ὡς ἀναρίθμητοι μὲν οἱ πρὸ αὐτοῦ τελευτήσαντες καὶ οἱ μετ' αὐτὸν δὲ πάντες τὸν κοινὸν ὑφίστανται θάνατον. ταῦτα δὲ εἶπεν ὁ μακάριος οὗτος ἀνὴρ ἀνακόπτων μὲν ἀσέβειαν, ἐκδιδάσκων δέ, μὴ τῶν παρατρεχόντων ὡς ἑστώτων ἀντέχεσθαι. 21, 34 πῶς δέ με παρακαλεῖτε κενά; ὑμεῖς δέ, φησίν, ματαίως ὡς παρακλητικοὺς τοὺς ἑαυτῶν προσηγάγετε λόγους οὐ χρησίμως οὐδὲ εὐκαίρως αὐτοὺς προκομίσαντες. 21, 34 τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφ' ὑμῶν οὐθέν ἐστιν. ὡς ἔοικε δέ, φησίν, οὐδὲν ὠφελῶ, ἐὰν σιγήσω ἢ διδάξω ὑμᾶς τὰ χρήσιμα. διὸ καταπαύω τὸν λόγον. 190 ΚΕΦΑΛΑΙΟΝ ΕΚΚΑΙ∆ΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει· πότερον οὐχ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; τί γὰρ μέλει τῷ κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις σου ἄμεμπτος; Προθεωρία τοῦ κεφαλαίου ἔσκωπτον μὲν οἱ φίλοι τὸν Ἰὼβ ἐφ' ἁμαρτίαις τὰς κακώσεις ἐξ ἀνάγκης ἕπεσθαι τοῖς πλημμελοῦσιν ἀποφαινόμενοι. ὁ δὲ τοῖς παρ' αὐτῶν ἀντικαθιστάμενος προβληματικῶς αὐτοὺς ἠρώτησεν· εἰ ταῦτα οὕτως ὡς ὑμεῖς φατε πάντῃ τε καὶ πάντως γίνεται, τίνι τρόπῳ πολλοὺς ὁρῶμεν τῶν ἀσεβῶν μέχρι τέλους εὐθηνηθέντας καὶ τὸν βίον σὺν εὐημερίᾳ καταλύσαντας; πρὸς ταῦτα ὁ Ἐλιφὰζ ἀπορεῖ μὲν ἀνταποκρίνασθαι, εἰς ἑτέρας δὲ τρέπεται ὕβρεις καὶ ἀπηνέστερον ὑβρίζει τὸν δίκαιον ἐγκλήματα περιτιθεὶς αὐτῷ, ἃ τοῖς κακίστοις τῶν ἀνθρώπων μόγις ἐξείργασται. ἱκανῶς δὲ αὐτὸν πλύνας ταῖς ὕβρεσιν εἰς παραίνεσιν τρέπεται καὶ συμβουλεύει πρὸς μετάνοιαν ἐπιστρέφειν, ὡς ἂν τῆς θείας ἐπικουρίας ἐπιτυχὼν τήν τε παλαιὰν εὐδαιμονίαν ἀπολάβοι καὶ ἵλεω τὴν παντοδύναμον τοῦ θεοῦ κτήσαιτο δεξιάν. πρὸς μὲν οὖν τὸν Ἰὼβ ταῦτα λεγόμενα σφόδρα ἀναρμόστως ἔχει, χρήσιμα δὲ ἄλλως εἰσὶ τοῦ Ἐλιφὰζ τὰ ῥήματα· οὐ γὰρ κακίας μόνον 191 ἀποστῆναι διδάσκει, ἀλλὰ καὶ ἀγαθοεργεῖν ἐκπαιδεύει ὡς τῆς θείας δίκης οὐ μόνον τοὺς κακίαν ἐπιτηδεύοντας, ἀλλὰ καὶ τοὺς μὴ τὰς ἀγαθὰς ἐκτελοῦντας πράξεις ταῖς τιμωρίαις καθυποβαλλούσης. ἐπειδὴ γάρ εἰσι χρήσιμα τὰ τῶν φίλων ῥήματα, κἂν ἐκμελῶς καὶ ἀναρμόστως πρὸς τὸν δίκαιον ἄνδρα καὶ ἀληθινὸν ἐλέγοντο, διὰ τοῦτο καὶ ἡ θεία χάρις γραφῇ ταῦτα παραδοθῆναι συμφερόντως ἡμῖν ᾠκονομήσατο. Αἱ λέξεισ 22, 2 πότερον οὐχ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; τοῦτο τοῦ Ἰὼβ εἰρηκότος συντρέχει τῷ λόγῳ καὶ ὁ Ἐλιφὰζ καί φησιν ὅτι· κἀγὼ συνεπίσταμαι, ὅτι θεός ἐστιν ὁ διδάσκων σύνεσιν. οὐκοῦν, κἂν ἄνδρες δίκαιοι διδάσκωσιν ἡμᾶς διδασκαλικὴν εἰληφότες χάριν, πάλιν ὁ Χριστός ἐστιν ὁ δι' αὐτῶν διδάσκων ἡμᾶς, καὶ αὐτὸ δὲ τὸ συνιέναι καὶ διανοιχθῆναι τὰς καρδίας ἡμῶν εἰς τὴν τῶν θείων μαθημάτων παραδοχὴν κατὰ θείαν γίνεται χάριν; 22, 34 τί γὰρ μέλει τῷ κυρίῳ ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος, ἢ ὠφέλεια ὅτι ἁπλώσῃς εἰς τὴν ὁδόν σου; ἢ λόγον σου ποιούμενος ἐλέγξει σε καὶ συνελεύσεταί σοι εἰς κρίσιν; ἐπειδὴ μέγα ἐπὶ σαυτῷ φρονεῖς ὡς ἄμεμπτος, δεδόσθω εἶναί σε καθαρόν. τί οὖν, εἰπέ μοι, περιεποίησας θεῷ δίκαιος ὢν καὶ εἰς ἀγαθοεργίας ἐξαπλῶν τὴν σὴν ὁδόν; τίς ἐντεῦθεν ὄνησις τῷ θεῷ; 192 νομίζεις δέ, ὅτι πολύν τινά σου ποιούμενος λόγον τιμωρεῖταί σε καὶ κρίνει, ὡς δὴ ἐκ τῆς σῆς δικαιοσύνης μέλλων ὠφελεῖσθαι, εἴπερ ἦς δίκαιος; ἕτεροι δὲ οὕτως ἀνέγνωσαν· _τ_ί_ _γ_ά_ρ_; εἶτα ὑποστίξαντες τὰ ἑξῆς ἐπήγαγον· _μ_έ_λ_ε_ι_ _τ_ῷ_ _κ_υ_ρ_ί_ῳ_,_ _ἐ_ὰ_ν_ _σ_ὺ_ _ἦ_σ_θ_α_ _τ_ο_ῖ_ς_ _ἔ_ρ_γ_ο_ι_ς_ _ἄ_μ_ε_μ_π_τ_ο_ς_. ὁ δὲ νοῦς οὗτος· οἶδα κἀγώ, φησίν, ὅτι τοὺς λόγους καθ' οὓς ὁ μέν τις ἀσεβὴς εὐθηνεῖται, ὁ δὲ κολάζεται, αὐτὸς μόνος ὁ πάνσοφος ἐπίσταται. κἀκεῖνο δὲ οἶδα, ὅτι μέλει τῷ κυρίῳ καὶ ἐν φροντίδι τίθεται τὸ ἀμέμπτους ἡμᾶς εἶναι, καὶ ἀπροσδεὴς ὢν ὠφέλειαν ἰδίαν νομίζει τὸ τοὺς ἀνθρώπους ἐξηπλωμένως καὶ δαψιλῶς μετιέναι τὸ ἀγαθόν. διὰ τοῦτο καὶ σοῦ πολλὴν ποιούμενος πρόνοιαν ἤλεγξέ σε καὶ ὥσπερ εἰς κρίσιν ἀντικαθιστάμενός σοι δικαίως σε κρίνει. ἀπόδειξιν δὲ τῶν ἁμαρτημάτων τὰς τιμωρίας ποιούμενος ἐπάγει τὰ ἑξῆς· 22, 5 πότερον οὐχὶ ἡ κακία σού ἐστι πολλή, ἀναρίθμητοι δέ σου αἱ ἁμαρτίαι; ἐκ τοῦ πλήθους τῶν συμφορῶν τῶν ἁμαρτημάτων εἰκάζει τὸ πλῆθος. 22, 6 ἠνεχυρίαζες τοὺς ἀδελφούς σου διὰ κενῆς. ἀντὶ τοῦ· μηδὲν ἐποφειλόμενος. 22, 6 ἀμφίασιν δὲ γυμνῶν ἀφείλου. 193 καὶ ταῦτα, φησίν, πενήτων ὄντων τὴν ἐσθῆτα ἠνεχυρίαζες διὰ κενῆς. 22, 7 οὐδὲ ὕδωρ διψῶντας ἐπότισας. οὐκοῦν οὐ μόνον τὸ ἀδικεῖν, ἀλλὰ καὶ τὸ μὴ εὐεργετεῖν
Unit 15 rem mid§u15-rem-mid
u15-rem-midRem mid: Unit 15; lemma continues; reading with the letter.
Greek · §u15-rem-mid
ὑπεύθυνον. καὶ σημειοῦ, μέχρι πόσου τὰς εὐεργεσίας ἐκτείνειν ὀφείλομεν, ὅτι καὶ ὑπεύθυνον τὸ μὴ ποτίσαι διψῶντας, ὡσπεροῦν καὶ ποτηρίου ψυχροῦ ὕδατος μισθὸν λαμβάνομεν κατὰ τὴν τοῦ σωτῆρος ἀψευδῆ φωνήν. 22, 78 ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν, ἐθαύμασας δέ τινων πρόσωπα. ψωμὸν λέγει τὸν ἄρτον, ὥσπερ καὶ ἐν Ῥοὺθ κεῖται· βάψεις τὸν ψωμόν σου ἐν τῷ ὄξει. λέγει οὖν ὅτι· καὶ τῶν ἀναγκαίων τροφῶν ἐστέρησας ἢ ἐνεχυριάζων ἢ τῶν καμνόντων τὸν μισθὸν οὐ διδούς. ἀλλὰ καὶ προσωπολήπτης, φησίν, γέγονας τοὺς μὲν ταπεινοὺς βιαζόμενος, τοὺς δὲ ἐν δυναστείαις θαυμάζων καὶ τιμῶν. 22, 8 ᾤκισας δὲ πτωχοὺς ἐπὶ γῆς. ἄλλα ἀντίγραφα· _ἐ_κ_ο_ί_μ_ι_σ_α_ς_ _π_τ_ω_χ_ο_ὺ_ς_ _ἐ_π_ὶ_ _γ_ῆ_ς περιέχουσιν. κατὰ μὲν οὖν τὸ πρῶτον· τοὺς πτωχούς, φησίν, καὶ χαμαιπετεῖς ἐπὶ πλεῖον ἐπὶ γῆς παρεσκεύασας κεῖσθαι, ἵνα εἴπῃ ὅτι· ἐπέτριψας τὴν πενίαν τοῖς πένησιν. κατὰ δὲ τὸ δεύτερον· καὶ αὐτήν, φησίν, τὴν στρωμνὴν τῶν πτω 194 χῶν ἀφείλου ὡς ἐπὶ τοῦ ἐδάφους αὐτοὺς κοιμᾶσθαι μηδὲν ἔχοντας ὑπεστορεσμένον. 22, 9 χήρας δὲ ἐξαπέστειλας κενάς, ὀρφανοὺς δὲ ἐκάκωσας. πάλιν τὸ μὴ μεταδοῦναι ταῖς χήραις εἰς ἁμαρτίαν λογίζεται, τὸ δὲ τοὺς ὀρφανοὺς καὶ ἀβοηθήτους κακοῦν ἐσχάτης κακίας γνώρισμα. 22, 10 τοιγαροῦν ἐκύκλωσάν σε παγίδες καὶ ἐσπούδασέ σε πόλεμος ἐξαίσιος. διὰ ταῦτα τοιγαροῦν αἱ συλλήψεις τῶν κακῶν περιεκύκλωσάν σε καὶ ἐθορύβησέ σε ὁ μέγας οὗτος καὶ φοβερὸς τῶν τιμωριῶν πόλεμος. 22, 11 τὸ φῶς εἰς σκότος ἀπέβη, κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψε. διὰ τοῦτο, φησίν, ἐκ φωτὸς εἰς σκότος μετέστη τὰ κατὰ σὲ καὶ κοιμηθένταἀντὶ τοῦ· ἀμεριμνοῦνταὕδωρ σε ἐκάλυψεν, τουτέστιν· οἱ τῶν θλίψεων ἐπέκλυσαν πειρασμοί. 22, 12 μὴ {οὐχὶ} ὁ τὰ ὑψηλὰ ναίων οὐκ ἐφορᾷ. ἀλλὰ νομίζεις ὅτι οὐχ ὁρᾷ τὰ πραττόμενα ὁ ἐν ὑψηλοῖς κατοικῶν θεός; 22, 12 τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν. οἷα τοίνυν πάντα ἐφορῶν τοὺς ὑπὸ τῆς ὑβριστικῆς ἕξεως κατασυρομένους καὶ εἰς ὑπερηφανίαν ἑλκομένους ταπεινοῖ. 22, 1314 καὶ εἶπας· τί ἔγνω ὁ ἰσχυρός; ἦ κατὰ τοῦ γνόφους κρινεῖ; νεφέλη ἀποκρυβὴ αὐτοῦ καὶ οὐχ ὁραθήσεται καὶ γῦρον οὐρανοῦ δια 195 πορεύσεται. μεγάλην ἀσέβειαν καὶ ἄνοιαν τοῦ Ἰὼβ ὁ Ἐλιφὰζ καταψηφίζεται. οὕτω γάρ, φησίν, ἔπραττες τὰ ἄδικα, ὡς μὴ γινώσκοντος τὰ ἐπὶ τῆς γῆς τοῦ θεοῦ, ἀλλ' ὡς ἐν γνόφῳ κρίνοντος, τουτέστιν ἐν τῷ κρίνειν οὐχ ὁρῶντος τὰ ἐπὶ γῆς. ἔλεγες γάρ, φησίν, ὅτι ἀόρατος ὢν καὶ τοῖς νέφεσιν ἀποτειχίζων ἑαυτοῦ τὰ καθ' ἡμᾶς καὶ μόνον τὸν κύκλον τοῦ οὐρανοῦ περιπολῶν οὐκ ἀξιοῖ τινα πρόνοιαν ποιεῖσθαι τῶν ἐπὶ γῆς. τοῦτό τινες τῶν ἔξωθεν φιλοσόφων ἔδοξαν φήσαντες τῆς ὑπὸ σελήνης μὴ προνοεῖν τὸν θεόν. 22, 1518 μὴ τρίβον αἰώνιον φυλάξεις, ἣν ἐπάτησαν ἄνδρες δίκαιοι, οἳ συνελήφθησαν ἄωροι; ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν. οἱ λέγοντες· κύριος τί ποιήσει ἡμῖν ἢ τί ἐπάξεται ἡμῖν ὁ παντοκράτωρ; ὃς δὲ ἐνέπλησε τοὺς οἴκους αὐτῶν ἀγαθῶν. μὴ τὰς αἰωνίους τοῦ θεοῦ πορείας δύνῃ ἐπιστῆσαι, καθ' ἃς οἱ θεῖοι ἄνδρες ὥδευσαν; λέγει δὲ τὰς κατ' εὐσέβειαν ὁδούς. εἶτα καὶ ἄκων εἰς τοὺς τοῦ Ἰὼβ ἐκφέρεται λόγους καί· ὅμως γάρ, φησίν, δίκαιοι γεγονότες ἐν ἀωρίᾳ τὸν βίον κατέλυσαν, τινὲς δὲ αὐτῶν καὶ ἐκ θεμελίων κατεσείσθησαν, ὥσπερ ὑπὸ χειμάρρου κατασυρόμενοι. οὗτοι δὲ ὡς δίκαιοι λέγοντες· ἀναμένωμεν τὴν τοῦ θεοῦ βοήθειαν, ἕως ἴδωμεν, τί ποιήσει ἡμῖν ἢ τί ἐπάξει ἡμῖν ὁ πάντα ἰσχύων θεός, ἔτυχον τῆς θείας ἐπικουρίας καὶ ὕστερον ἐνεπλήσθησαν οἱ οἶκοι αὐτῶν ἀγαθῶν. λέγει δὲ τοῦτο αἰνιττόμενος ὅτι· καὶ σὺ ἐὰν ἦς δίκαιος, τῆς τοῦ θεοῦ βοηθείας οὐκ ἀποτεύξει. ἄλλως· μὴ τὰ ἐξ ἀρχῆς περὶ τῶν ὁδῶν τῶν ἀσεβῶν ἔγνως, ἅστινας 196 ὁδοὺς τῶν ἀσεβῶν κατεπάτησαν οἱ δίκαιοι ἄνδρες; οὗτοι δὲ οἱ ἀσεβεῖς καὶ ἄωροι τὸν βίον ἐτελεύτησαν καὶ ἐκ θεμελίων καταπεπτώκασιν ὡς ὑπὸ πλημύρας κατασεισθέντες. ἔλεγον γάρ· τί ἡμῖν δύναται ποιῆσαι ὁ θεός; καίτοιγε ἀφθόνων ἀγαθῶν παρ' αὐτοῦ τυχόντες καὶ δέον εὐχαριστεῖν ἀχαριστίας ἐφθέγγοντο ῥήματα. καὶ κατὰ ταύτην δὲ τὴν ἔννοιαν πλήττει τὸν Ἰὼβ ὡς ἀχάριστον πρὸς θεὸν γενόμενον καὶ διὰ τοῦτο τιμωρούμενον. 22, 18 βουλὴ δὲ ἀσεβῶν πόρρω αὐτοῦ. τούτων τῶν ἀσεβῶν τὰ βουλεύματα μακρύνουσιν ἀπ' αὐτῶν τὸν θεόν, ἐπειδὴ μακράν εἰσιν ἀπὸ τοῦ θεοῦ ἃ βουλεύονται. 22, 19 ἰδόντες δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν αὐτούς. εἰ μὴ ἠφάνισται ἡ ὑπόστασις αὐτῶν, καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ. τί ἰδόντες οἱ δίκαιοι
Unit 15 rem close§u15-rem-close
u15-rem-closeRem CLOSEOUT: Unit 15 CLOSEOUT.
Greek · §u15-rem-close
κατεγέλασαν; τί δὲ καὶ ὁ ἄμεμπτος ἐμυκτήρισεν; εὔδηλον ὅτι τὴν βουλὴν τῶν ἀσεβῶν καὶ τὰ αὐτοῖς συμβησόμενα τόν τε ἀφανισμὸν τῆς αὐτῶν ὑποστάσεως καὶ τὴν διὰ πυρὸς δαπάνην τῶν αὐτοῖς ὑπολελειμμένων. 22, 21 γενοῦ δὲ σκληρός, ἐὰν ὑπομείνῃς· εἶτα ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς; εἰ δὲ καί, φησίν, σκληρύνεις τὴν καρδίαν σου καὶ ἀντίτυπα βουλεύσῃ πρὸς θεόν, τῇ πείρᾳ μαθήσῃ, ὡς ἀνυπόστατος ἡ θεία δίκη καὶ οὐδὲ καρπὸν ἕξεις ἐν τῇ τῶν ἀγαθῶν ἀπολαύσει γινόμενον, τουτέστιν· παῖδας ἢ τοὺς ἀπ' ἐκείνων. 197 22, 22 ἔκβαλε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν, καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν τῇ καρδίᾳ σου. τοῦτο λέγει ὅτι· εἰ δὲ δίκαιος εἶ καὶ ἄξιος, ὑπαγορεύθητι παρὰ θεοῦ καὶ δέξαι θεῖα ῥήματα ἐν τῇ καρδίᾳ, ὡς ὕστερον τυχὸν Ἰερεμίας ἤκουσεν· ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου. ἢ ἐξηγορίαν τὴν ἐξομολόγησιν λέγει προτρέπων εἰς μετάνοιαν τὸν Ἰώβ. ἐξομολόγησαι, τοίνυν φησίν, τοῦτο παρὰ θεοῦ διδασκόμενος καὶ ἐγκαρδίους τοὺς αὐτοῦ ποιούμενος λόγους. 22, 23 ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σαυτὸν ἔναντι κυρίου, πόρρω ἐποίησας ἀπὸ διαίτης σου τὸ ἄδικον. ἐὰν δέ, φησίν, μετανοήσῃς καὶ γένῃ ταπεινὸς ἐνώπιον τοῦ θεοῦ, ἀπεδίωξας ἀπὸ σαυτοῦ πᾶσαν ἀδικίαν. 22, 24 θήσεις ἐπὶ χώματι ἐν πέτρᾳ, καὶ ἐν πέτρᾳ χειμάρρου Σωφείρ. μετανοῶν, φησίν, τεθήσει ἐπὶ τῆς γῆς ἐν ἀσφαλείᾳ, ἀντὶ τοῦ· ἀσφαλῶς οἰκήσεις τὴν γῆν. τοῦτο γὰρ σημαίνει τὸ ἐπὶ χώματι ἐν πέτρᾳ. οὕτω δὲ καὶ χρυσὸς ἐπιρρεύσει σοι, κειμένῳ δὲ ἐν τῇ ἀσφαλείᾳ, ὡς χείμαρρος χρυσοῦ ῥέων ἐκ Σουφείρ. Σουφεὶρ δέ ἐστι τόπος, ἐν ᾧ χρυσὸς κάλλιστος καὶ λίθοι τίμιοι γίνονται· καὶ μεταβαλλόμενον δὲ εἰς τὴν Ἑλλάδα φωνὴν τὸ Σουφεὶρ κάλλιστον ἑρμηνεύεται. τινὲς δὲ εἶπαν Σουφεὶρ τὴν Ἀφρικὴν εἶναι. κέχρηται τῷ τόπῳ ἡ γραφή, ὅτε περὶ πλούτου διαλέγεται. 198 22, 25 ἔσται οὖν σοι ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν, καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἄργυρον πεπυρωμένον. μετὰ δὲ τὴν διὰ τῶν βασάνων κάθαρσιν καὶ τὴν δι' αὐτῶν πύρωσιν καὶ τὴν ἐξομολόγησιν ἕξεις καὶ τὴν θείαν ἐπικουρίαν· ἐκλάμψεις δὲ καθαρὸς γεγονὼς καὶ πάσης κακίας ἀμιγὴς ἴσα καὶ ἀργύρῳ διὰ πυρὸς κεκαθαρμένῳ. 22, 26 εἶτα παρρησιασθήσει ἔναντι κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς. μετὰ δὲ τὴν κάθαρσιν δηλονότι καὶ τὴν ἐξομολόγησιν τὴν ἐκ θεοῦ βοήθειαν λαβών. 22, 27 εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου· δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς. ἀλλὰ καὶ ὑπήκοός σοι γινόμενος ὁ θεὸς αὐτὸς ἐνισχύσει σε εἰς πέρας ἀγαγεῖν σου τὰς εὐχάς. εὐχὰς δὲ λέγει τὰς πρὸς θεὸν ὑποσχέσεις· καὶ γὰρ εἴτε χρήματα τῷ θεῷ ταξόμεθα εἴτε νηστείαν εἴτε ἁγνείαν εἴτε ὅτι δήποτε, εἰ μὴ αὐτὸς ἡμᾶς ἐνισχύσει, ἀδυνατοῦμεν εἰς πέρας ἀγαγεῖν τὰς εὐχάς. 22, 28 ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, ἐπὶ δὲ ὁδοῖς σου ἔσται φῶς. καὶ ἀποδώσει σοι τὴν δικαίῳ πρέπουσαν διαγωγήν, καὶ πᾶσαι αἱ ὁδοί σου κατευοδωθήσονται ὑπὸ τοῦ θείου φωτὸς ποδηγουμένῳ. 22, 29 ἡ δὲ αἰτία, ὅτι ἐταπείνωσεν ἑαυτόν, καὶ ἐρεῖ· ὑπερηφανεύσατο. 199 ὡς μὲν περὶ ἑτέρου δοκεῖ λέγειν, πρὸς τὸν Ἰὼβ δὲ ὁ λόγος. διὰ τοῦτο γάρ, φησίν, ἔσται ταῦτα τῷ μετανοοῦντι, ὅτι ἐταπείνωσεν ἑαυτόν. καὶ ἐρεῖ ὅτι· ὑπερηφανεύσατο ἡ καρδία μου καὶ ἐνδίκως ὑπέστην ἃ πέπονθα. 22, 2930 κεκυφότα ὀφθαλμοῖς σώσει, καὶ ῥύσεται ἀθῶον. διὰ τοῦτο καὶ ὁ ἐν εὐαγγελίοις τελώνης κάτω βλέπων καὶ οὐ τολμῶν ἀναβλέπειν εἰς τὸν οὐρανὸν ἐδικαιώθη ὑπὲρ τὸν μεγάλαυχον Φαρισαῖον. 22, 30 καὶ διασώθητι ἐν καθαραῖς χερσί σου. ὁ μὲν Ἐλιφὰζ εἰς τὴν παραίνεσιν τὸν λόγον κατέπαυσεν. καὶ πρὸς μὲν τὸν δίκαιον, τὸν πρὸς θεὸν ἀεὶ νενευκότα, ἀκατάλληλος ἡ παραίνεσις, ἡμῖν δὲ καὶ σφόδρα κατάλληλος τοῖς μετανοεῖν ὀφείλουσι καὶ θεῷ ταπεινοῦσθαι νουθετουμένοις. 0 ΚΕΦΑΛΑΙΟΝ ΕΠΤΑΚΑΙ∆ΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· καὶ δὴ οἶδα, ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς μού ἐστι καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ' ἐμῷ στεναγμῷ. Προθεωρία τοῦ κεφαλαίου ὁ μὲν Ἐλιφὰζ ἀνηκέστοις ὕβρεσι περιέβαλε τὸν δίκαιον αἰσχρὰς αὐτῷ περιθεὶς πράξεις καὶ τῶν ἐκτόπως ἠσεβηκότων. ὁ δὲ μακάριος καὶ ὄντως ἀληθινὸς Ἰὼβ οἶδα, φησίν, ἀκριβῶς, ὅτι οὐκ ἐκ τῶν ὑμετέρων λόγων, ἀλλ' ἐκ τῶν ἐμῶν πράξεων κριθήσεται τὰ κατ' ἐμέ· εἰ γὰρ καὶ τιμωρεῖται θεός, ἡδέως ἐπ' αὐτοῦ τὰ ἐμὰ παρετιθέμην δίκαια, καὶ τὴν ἐξ αὐτοῦ περιέμενον ἀπόφασιν σφόδρα πεποιθὼς αὐτοῦ τῇ ἀληθείᾳ. ὅρα δὲ κἀντεῦθεν, ὡς οὐκ ἀντιλέγων θεῷ τὴν πρὸς αὐτὸν αἱρεῖται διαδικασίαν, ἀλλὰ πιστεύων
Commentarii in Job Unit 16 opening§u16-open
u16-openUnit 16.
Lemma-led open — ἀσφαλῶς τῇ θείᾳ δικαιοκρισίᾳ καὶ διελέγχων τοὺς φίλους καὶ παραιτούμενος τὸ παρ αὐτοῖς δικ
Greek · §u16-open
ἀσφαλῶς τῇ θείᾳ δικαιοκρισίᾳ καὶ διελέγχων τοὺς φίλους καὶ παραιτούμενος τὸ παρ' αὐτοῖς δικασταῖς κρίνεσθαι τὰ καθ' ἑαυτόν. εἶτα τοῦ θεοῦ τὸ ἀόρατον εἰρηκὼς καὶ ἀκατάληπτον καὶ ὅσην ἔχει προθυμίαν εἰς τὸ φυλάττειν τὰ θεῷ δοκοῦντα, πάλιν ἀπορεῖ πρὸς τοὺς φίλους καί φησι πρὸς αὐτούς· ἐπειδήπερ ἐπ' ἀσεβείᾳ με κρίνετε καὶ δεῖγμα ποιεῖσθε τῶν ἡμαρτημένων τὰς ἐμὰς συμφοράς, ἀποκρίνεσθέ μοι, διὰ τί πολλὰ καὶ ἀνήκεστα πραττόντων τῶν ἀσεβῶν οὕτω θεὸς ἀνεξικακεῖ ὡς μηδὲ ἐπισκοπῶν τὰ πραττόμενα. 1 εἶτα τῶν ἀδίκων καταλέξας τὰς πράξεις ὁ γενναῖος Ἰὼβ καὶ φιλοδίκαιος οὐ διὰ τὴν ἀνοχὴν τοῦ θεοῦ προσχωρεῖ τῇ μερίδι τῶν ἀσεβῶν, ἀλλὰ καὶ καταρᾶται τοὺς τοιούτους καί φησιν ὅτι· δώσουσι καὶ αὐτοὶ δίκην, εἰ καὶ ἐπὶ πολὺ διήρκεσαν διὰ τὴν ἀνοχὴν τοῦ θεοῦ. θαρρῶν δὲ τῇ τῶν οἰκείων λόγων ἀληθείᾳ· εἰ δὲ μὴ ταῦτα, φησίν, ἀληθῆ, ὁ βουλόμενος διελέγξαι τὰ εἰρημένα. Αἱ λέξεις 23, 2 καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς μού ἐστιν. οὐδένα, φησίν, τῶν ὑμετέρων κατηγοριῶν ποιοῦμαι λόγον· οὐ γὰρ ἐκ τῶν ὑμετέρων ψευδηγοριῶν, ἀλλ' ἐκ τῶν ἐμοὶ πεπραγμένων κρίνεται τὰ κατ' ἐμέ. χεῖρα γὰρ τὴν πρᾶξίν φησιν. 23, 2 καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ' ἐμῷ στεναγμῷ. ἄλλα δὲ ἀντίγραφα· _σ_τ_ε_ν_ά_ξ_ω_ _δ_ὲ_ _ἐ_π_'_ _ἐ_μ_α_υ_τ_ό_ν, ἔχουσιν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οἶδα δὲ καὶ τοῦτο, ὅτι σφοδράς μοι καὶ βαρείας τιμωρίας ἐπήγαγεν. διὸ καὶ ἀναστένω, ἐπειδὴ πρόφασιν τῆς κατ' ἐμοῦ συκοφαντίας τὰς θείας ποιεῖσθε τιμωρίας. 23, 3 τίς δὲ ἄρα γνοίη, ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος. ἀλλ' εἴθε, φησίν, τῷ βασιλικῷ τοῦ θεοῦ θρόνῳ παρέστην καὶ τὴν ἐκεῖθεν ἐδεξάμην ἀπόφασιν. τὸ γὰρ ἔλθοιμι εἰς τέλος τοῦτο σημαίνει, ἀντὶ τοῦ· ἵνα τὸ πέρας τῶν κατ' ἐμὲ γνώριμον ἐκεῖθεν γένηται. 2 23, 47 εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσω ἐλέγχων. γνοίην δὲ ῥήματα ἅ μοι ἐρεῖ, αἰσθοίμην δέ, τίνα μοι ἀπαγγελεῖ. καὶ ἐν πολλῇ ἰσχύι ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται. ἀλήθεια δὲ καὶ ἔλεγχος παρ' αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέλος μου τὸ κρίμα. ἵνα, φησίν, γεγονὼς παρὰ τὸ θεῖον ἐκεῖνο βῆμα ἀπολοφύρωμαι πάντα τὰ κατ' ἐμέ. τοῦτο γὰρ σημαίνει τὸ εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, ἀντὶ τοῦ· ἃ ἐκρίθην, ἃ πέπονθα. εἴποιμι δὲ καὶ τὰ ἐμοὶ βεβιωμένατοῦτο γάρ ἐστι τὸ τὸ στόμα μου ἐμπλήσω ἐλέγχων , ἅ τε ἔπραξα καὶ ἂ πέπονθα, ἵνα τῇ πείρᾳ μάθω, ποίαν ἐκφέρει τὴν κρίσιν καὶ τί πρὸς ταῦτα λέγει καὶ πότερον ἰσχυρῶς ἐπεξέρχεταί μοι σφοδρότερόν με τιμωρούμενος ἢ ἀνίησι τῆς ἀπειλῆς. διὰ τοῦτο δέ, φησίν, ἐπὶ θεοῦ κρίνεσθαι βούλομαι σφόδρα πεποιθώς, ὡς ἀληθής ἐστιν ὁ θεὸς καὶ ἀπροσωπολήπτως τοὺς ἐλέγχους, τουτέστι τὰς κρίσεις, ἐξάγει. οἶδα δέ, ὅτι ταῦτά μου λέγοντος οὐκ ἐπὶ πολὺ παρέτεινεν, ἀλλὰ συντόμως τὴν περὶ ἐμοῦ κρίσιν ἐξέφερεν. λέγει δὲ ὁ φιλόθεος Ἰὼβ ἑαυτῷ τε θαρρῶν καὶ τῇ θείᾳ δικαιοκρισίᾳ καὶ τοὺς φίλους διελέγχων ὡς οὐχ ὑγιεῖς τὰς περὶ αὐτοῦ ποιοῦντας δόξας. 23, 89 εἰς γὰρ πρῶτα πορεύσομαι καὶ οὐκέτι εἰμί· τὰ δὲ ἐπ' ἐσχάτοις τί οἶδα; ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον, περιβαλεῖ δεξιὰ καὶ οὐκ ὄψομαι. 3 σαφέστερον τῶν ῥητῶν τὴν δύναμιν ἑρμηνεύων ὁ Σύμμαχος οὕτως ἐκδέδωκεν· _ἰ_δ_ο_ὺ_ _ἐ_ὰ_ν_ _π_ρ_ο_έ_ρ_χ_ω_μ_α_ι_ _α_ὐ_τ_ό_ν_,_ _ἀ_φ_α_ν_ή_ς_ _ἐ_σ_τ_ι_ν_,_ _κ_ἂ_ν_ _ἀ_κ_ο_λ_ο_υ_θ_ῶ_,_ οὐκ αἰσθήσομαι. ὁ δὲ νοῦς οὗτος· ἡδέως μέν, φησίν, ὑπὸ τοῖς θείοις ὀφθαλμοῖς ἔχω κριθῆναι τὰ κατ' ἐμέ, ἀλλὰ τί πάθω; ἀόρατός ἐστι τὴν φύσιν ὁ θεός. ἐν τοῖς ὄπισθεν αὐτὸν ἐπιζητήσω, ἀφανής ἐστιν· ἔμπροσθέν μου τυγχάνει, οὐκ αἰσθάνομαι· εἰς εὐώνυμα τραπέντος ἐπιλαβέσθαι ἀμηχάνως ἔχω· ἐκ δεξιῶν γεγενημένον παντελῶς οὐχ ὁρῶ. ταῦτα δὲ ἔφη οὐχ ὡς σωματικῶς ἢ μεταβατικῶς τοὺς τόπους τοῦ θεοῦ περινοστοῦντος, ἀλλὰ δεῖξαι θέλων, ὡς πανταχοῦ μὲν ὁ θεὸς πάρεστιν, ἡμῖν δὲ ἀνέφικτος καὶ ἀόρατος
Unit 16 rem early§u16-rem-early
u16-rem-earlyRem early: Unit 16; lemma and argument toward the thesis.
Greek · §u16-rem-early
τυγχάνει καὶ ἀκατάληπτος. τὸ δὲ οὐκέτι εἰμί, τουτέστιν· ἐὰν ἐπὶ πλεῖον ἐπεκτείνω τὴν ἔρευναν, ἔξω ἐμαυτοῦ γίνομαι καὶ ἐν σκοτοδινίᾳ λογισμῶν ζητῶν καταλαβεῖν τὸν ἀκατάληπτον. 23, 10 οἶδεν γὰρ ἤδη ὁδόν μου, διέκρινε δέ με ὥσπερ τὸ χρυσίον. διὰ τοῦτο δέ, φησίν, ἐπὶ θεοῦ θαρρῶ τὸ κρίνεσθαι, ὅτι καὶ πρὸ τῶν ἐμῶν λόγων τὰς ἐμὰς ἐπίσταται πράξεις, καὶ εἰ ἔκρινε τὰ κατ' ἐμέ, ἀπέφηνεν ἄν με ἴσα καὶ χρυσίῳ καθαρόν. 23, 11 ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ· ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκκλινῶ. 4 ὥδευσα γάρ, φησίν, διὰ τῶν ἐντολῶν αὐτοῦ καὶ τοὺς αὐτοῦ νόμους ἐφύλαξα. ἐντολὰς δὲ λέγει οὐ τὰς ἀκουστὰς καὶ ἐγγραμμάτους πρὸ νόμου γὰρ ἐτύγχανεν, ἀλλὰ τὰς τῇ φύσει συνεσπαρμένας, τὰς κατὰ διάνοιαν ὑπὸ θεοῦ λαλουμένας. τὸ δὲ οὐ μὴ ἐκκλινῶ θαυμασίαν ἔχει διάνοιαν· κἂν γὰρ μυρία πάθω, φησίν, οὐ παρατραπήσομαι τῆς εὐθείας ὁδοῦ, ὅμοιον τῷ λέγοντι· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, θλῖψις ἢ στενοχωρία ἢ διωγμός; καὶ ἐπάγει· 23, 12 ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μὴ παρέλθω. οὐ μὴ ἐκκλινῶ ἀπὸ ἐνταλμάτων αὐτοῦ οὐδὲ ὑπερβήσομαι τὰ θεῷ δοκοῦντα. 23, 12 ἐν δὲ κόλπῳ μου ἔκρυψα ῥήματα αὐτοῦ. ἐν κόλπῳ· ἐν ἀναπαύσει, οὐ διὰ ἀνάγκην, ἀλλὰ τῇ θείᾳ ἀγάπῃ τὸ θεῖον ἐκπληρῶν {μου} βούλευμα. δύναται δὲ καὶ τὸ ἐν κόλπῳ νοεῖσθαι· ἐν τῷ βάθει τῆς διανοίας. καὶ ἄλλως δέ, ἐπειδὴ τὸ ἡνωμένον ὁ κόλπος σημαίνει, ἵνα εἴπῃ ὅτι· ὡς συναναπεπλασμένος καὶ πεποιωμένος ταῖς θείαις ἐντολαῖς, οὕτως αὐτὰς ἐνεκολπωσάμην καὶ περιχαρῶς ἐξετέλεσα. 23, 13 εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ; ὃ γὰρ αὐτὸς ἠθέλησεν, καὶ ἐποίησεν. 5 ἃ μὲν οὖν ἐμαυτῷ σύνοιδα, ταῦτά ἐστιν. κρατείτω δὲ ὅμως τὸ θεῷ δοκοῦν καὶ μηδεὶς τοῖς αὐτοῦ κρίμασιν ἀντιπιπτέτω. 23, 15 διὰ τοῦτο ἐπ' αὐτῷ ἐσπούδακα, νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ. διὰ τοῦτο, φησίν, ἐθροήθην οὐκ εἰδὼς τὴν αἰτίαν τῆς πληγῆς, πλὴν καὶ ἐλεγχόμενος εὐχαρίστως ἤνεγκα καὶ διὰ φροντίδος ἔχω, μηδὲν περὶ αὐτοῦ παλίμφημον ἐννοεῖν. 23, 15α ἐπὶ τούτῳ ἐπὶ προσώπου αὐτοῦ κατασπουδάσω, κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτοῦ. ταῦτα δὲ κατ' ἐμαυτὸν ἐννοῶν θορυβοῦμαι, ταῦτα κατανοῶν πτοοῦμαι, οὐδὲν μὲν ἐμαυτῷ συνειδώς, ἐννοῶν δέ, ὅτι θεὸς ὁ τιμωρούμενος, τὴν δὲ αἰτίαν τῆς κακώσεως οὐκ ἐπιστάμενος. 23, 1617 κύριος δὲ ἐμαλάκυνε τὴν καρδίαν μου, ὁ δὲ παντοκράτωρ ἐσπούδασέ με. οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψέ με γνόφος. ποιεῖ δέ μου τὴν ἀγωνίαν καὶ ἐκλύει τοὺς τόνους τῆς ψυχῆς μου ἡ θεία καὶ ἀδοκήτως ἐπενεχθεῖσα τιμωρία. σκότος δὲ καὶ γνόφον πρὸ προσώπου λέγει τὸ τῶν συμφορῶν ἀδιεξόδευτον. ὡς γὰρ πρὸ ὀφθαλμῶν, φησίν, ἀορασίας οὔσης ὑπερβαίνειν οὐκ ἔχω τὰ δεινά. 24, 14 διὰ τί δὲ κύριον ἔλαθον ὧραι, ἀσεβεῖς δὲ ὅριον ὑπερέβησαν ποίμνιον σὺν ποιμένι ἁρπάσαντες; ὑποζύγιον δὲ ὀρφανῶν ἀπήγαγον καὶ βοῦν χήρας ἠνεχύρασαν. ἐξέκλιναν δὲ ἀδυνάτους ἐξ ὁδοῦ δικαίας. 6 τὰ προρρηθέντα τοῦ Ἰὼβ λέγοντος εἰκὸς ἦν τοὺς φίλους ἀντερεῖν ὡς· ταῦτα πάσχεις οὐ καθαρὸς ὤν, ὡς σὺ φής, ἀλλὰ τῶν πλημμελημάτων ἐκτίνων τὰς δίκας. γοργῶς οὖν ἐπιλύων τὸ ἀντιπῖπτον ἐπήγαγε λέγων· πῶς οἱ μὲν ἀσεβεῖς τὰ τῶν πλησίον ἀφαιροῦνται παρορίζοντες καὶ λυμαινόμενοι τοὺς ἀγχιτέρμονας καὶ ἀνηλεῶς σὺν τοῖς ποιμνίοις τὸν ποιμένα συναρπάζοντες καὶ ὀρφανῶν καὶ χήρας τὰς τοῦ ζῆν ἀφορμὰς παραιρούμενοιτὸν βοῦν δή φημι καὶ εἴ τι ἕτερον ὑποζύγιον, καὶ τοὺς ἀσθενεῖς καταδικάζουσι τὰς τοῦ δικαίου παρατρέποντες ψήφους ἐπ' αὐτοῖς, ὁ δὲ θεὸς ὥσπερ τῶν καιρῶν ἐπιλαθόμενος ὑπερτίθεται τὰς τιμωρίας; ὥρας γὰρ τοὺς καιρούς φησιν. ὁ δὲ νοῦς οὗτος· εἰ τοῖς ἁμαρτήμασι πάντως ἕπονται κολάσεις, εὔκαιρον ἦν ὁμοῦ τῷ πλημμελήματι τὴν τιμωρίαν ἐπάγεσθαι. νῦν δὲ οἱ μὲν ἀνήκεστα πράττουσιν, ὁ δὲ θεὸς ὥσπερ τῶν καιρῶν ἐκλελησμένος ἀνέχει τὰς ἀνταποδόσεις. τὸ διὰ τί οὖν οὐκ αἰτιατικῶς, ἀλλὰ προβληματικῶς ὡς πρὸς τοὺς φίλους εἴρηται. 24, 45 ὁμοθυμαδὸν δὲ ἐκρύβησαν πραεῖς γῆς· ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρῷ. ταύτας, φησίν, τῶν ἀδίκων τὰς πράξεις ὁρῶντες οἱ ἐπιεικέστατοι τὸν ἐρημικόν τε καὶ ἡσύχιον ἀσπάζονται βίον τὴν μετὰ τῶν ἀγρίων ζῴων ἢ μετὰ τοιούτων ἀνδρῶν διατριβὴν περιπτυσσόμενοι. 24, 5 ὑπὲρ ἐμοῦ ἐξελθόντες τὴν ἑαυτῶν πρᾶξιν. 7 καὶ ἐπικρύπτοντες τὴν φανερὰν πονηρίαν ἐγκαθέτους τοὺς δόλους ἐργάζονται δοκοῦντες μὲν ὑπὲρ ἐμοῦ πράττειν, κατ' ἐμοῦ δὲ βουλευόμενοι. 24, 5 ἡδύνθη αὐτῶν ἄρτος εἰς νεωτέρους. ταῦτα δὲ ἔπραττον οἱ ἀσεβεῖς ὥσπερ ἄρτῳ ταῖς νεωτερικαῖς
Unit 16 rem mid§u16-rem-mid
u16-rem-midRem mid: Unit 16; lemma continues; reading with the letter.
Greek · §u16-rem-mid
ἐπιθυμίαις ἡδόμενοι, ἢ καὶ νεανίσκους τινὰς ἐκτρέφοντες ἐφ' ᾧ δύνασθαι δι' αὐτῶν τὰς ἐπηρείας ἐργάζεσθαι. 24, 6 ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν. δύο κατὰ ταὐτὸν ἥμαρτον πρὸ ὥρας τοὺς καρποὺς τέμνοντες καὶ ταῦτα τοὺς ἀλλοτρίους· πεφύκασι δὲ τοῦτο ποιεῖν οἱ τὸν ληστρικὸν μετιόντες βίον διὰ τὸ τῷ καιρῷ τοῦ θερισμοῦ φυλάττεσθαι τοὺς καρπούς. 24, 6 ἀδύνατοι δὲ ἀμπελῶνας ἀσεβῶν ἀμισθὶ καὶ ἀσιτὶ εἰργάσαντο. μεγίστη καὶ αὕτη παρανομία τὸ τοὺς πένητας ἀμισθὶ τοῖς πλουσίοις ἐργάζεσθαι. 24, 7 γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων, ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλαντο. γυμνοὺς ἐκοίμισαν ἀντὶ τοῦ· γυμνώσαντες ἡσυχάσαι παρεσκεύασαν· ὑπὸ γὰρ τοῦ δέους οὐκ ἀντέλεγον οἱ γυμνούμενοι. ἀμφίασιν δὲ ψυχῆς λέγει τὸν ἔσχατον χιτῶνα· ὑπὸ γὰρ τοῦ κρύους πηγνυμένου τοῦ σώματος συμπάσχει καὶ ἡ ψυχή. 24, 8 ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται, καὶ παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέπην πέτραν περιεβάλλοντο. 8 ληστρικὸν ὑπογράφει βίον· οἱ γὰρ τοιοῦτοι τὴν ἐρημίαν καταλαμβάνοντες αἴθριοι μὲν τὰ πολλὰ διανυκτερεύουσι καὶ διημερεύουσιν. εἰ δὲ καί ποτε σκεπάζεσθαι δέοι, φωλεοὶ τούτοις ἡ σκέπη καὶ πέτραι καὶ φάραγγες. 24, 9 ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ. ἐλεεινῶς καὶ ἀνοικτιρμόνως ἔτι τὴν μητρῴαν ἕλκοντα θηλὴν ἐφ' ᾧ τοῦτον ἑτέροις ἀπεμπολῆσαι. 24, 9 ἐκπεπτωκότα δὲ ἐταπείνωσαν. ἕτερον δὲ ἐταπείνωσαν ἐκπεπτωκότα τῶν ὑπαρχόντων αὐτοῦ τὰ προσόντα ἀφελόμενοι. 24, 10 γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως. ἄλλους δὲ ἀδίκως ἀπογυμνώσαντες οὐδὲν αὐτοῖς ἐποφείλαντας τὴν ἡσυχίαν ἀγαπᾶν παρεσκεύασαν. 24, 10 πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο. εἰς ἐσχάτην αὐτοὺς καταστήσαντες πενίαν τε καὶ τροφῆς ἔνδειαν. 24, 11 ἐν στενοῖς ἀδίκως ἐνήδρευσαν. περὶ τοὺς ἀμφικρήμνους ἐνεδρεύοντες τόπους· ἐν γὰρ ταῖς πλατείαις ἴσως που ἦν καὶ διαδρᾶναι τὸν ὑπ' αὐτῶν ἐνεδρευόμενον. 24, 11 ὁδὸν δὲ δικαίαν οὐκ ᾔδεισαν. καθόλου πάντες οἱ ἀσεβεῖς. 24, 12 οἳ ἐκ πόλεως καὶ οἴκων ἰδίων ἐξεβάλλοντο. 9 τοῦτο πρὸς τὸ γυμνοὺς δὲ ἐκοίμισαν ἀδίκως· οὗτοι γὰρ ὑπὸ τῶν παρανόμων ταῦτα πεπόνθασιν ἀπὸ πόλεως καὶ οἴκων ἐξελαυνόμενοι. 24, 12 ψυχὴ δὲ νηπίων ἐστέναξε μέγα. κάτωθεν ἐκ τοῦ τῆς καρδίας βάθους οὐκ εὐπορούντων αὐτοῖς τῶν γονέων μεταδοῦναι τροφῆς. 24, 1213 αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται ἐπὶ γῆς ὄντων αὐτῶν καὶ οὐκ ἐπέγνωσαν; τοῦτο ὡς πρὸς τοὺς φίλους ἀπορῶν λέγει ὅτι· εἰ δι' ἁμαρτήματα αἱ κακώσεις, διὰ τί τούτους ἀνεπισκοπήτους εἴασε καίτοιγε πάντα τὰ ἐπὶ τῆς γῆς πραττόμενα ἐφορῶν; τὸ δὲ καὶ οὐκ ἐπέγνωσαν, τουτέστιν· οἱ ἀσεβεῖς οὐκ ἐπέγνωσαν, ὅτι ἀνεπισκόπητοί εἰσιν. ὁ γὰρ θείας ἐπισκοπῆς ἀξιούμενος καὶ παιδεύεται· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. 24, 13 ὁδὸν δικαιοσύνης {σου} οὐκ ᾔδεισαν οὐδὲ ἀτραποὺς αὐτῆς ἐπορεύθησαν. οἱ προειρημένοι ἀσεβεῖς δηλονότι. 24, 1416 γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος, καὶ νυκτὸς ἔσται ὡς κλέπτης. καὶ ὀφθαλμὸς μοιχοῦ ἐφύλαξε σκότος λέγων· οὐ προσνοήσει με ὀφθαλμός, καὶ ἀποκρυβὴν προσώπου ἔθετο. διώρυξεν ἐν σκότει οἰκίας. 210 παρέδωκεν αὐτοὺς εἰς σκότος οὐκ ἀναγκαστικῶς τοῦτο ποιῶν ὁ θεός, μὴ γένοιτο, ἀλλὰ συγχωρῶν αὐτοῖς διὰ τὸ αὐτεξούσιον ὡς βούλονται πορεύεσθαι. ὅμοιον δὲ τούτῳ καὶ ὁ θεῖος ἀπόστολός φησιν· παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα οὐ τοῦ θεοῦ τοῦτο πράξαντος, ἀλλὰ συγχωρήσαντος πράττειν ὡς βούλονται. φησὶν οὖν, ὅτι καὶ ὁ κλέπτης καὶ ὁ μοιχὸς καὶ ὁ τυμβωρύχος τὴν νύκτα συνεργὸν ἔχουσιν ὡς μηδενὸς αὐτοὺς ἐφορῶντος, ἐπειδὴ καὶ σκότους ἄξια πράττουσιν. 24, 16 ἡμέρας ἐσφράγισαν ἑαυτούς, οὐκ ἐπέγνωσαν φῶς. οὗτοι δὲ οἱ προειρημένοι διαλαμψάσης ἡμέρας κατακρύπτουσιν ἑαυτοὺς τὰς θύρας ἐναποκλείσαντεςτοῦτο γὰρ σημαίνει τὸ ἐσφράγισαν ἑαυτούςεἰς φῶς προιέναι δεδοικότες, ἵνα μὴ ἁλῶσιν, ἐπεὶ μηδὲ φωτὸς ἔργον ἐπάγονται. 24, 17 ὅτι ὁμοθυμαδὸν τὸ πρωὶ αὐτοῖς σκιὰ θανάτου, ὅτι ἐπιγνώσεται ταραχὰς σκιὰ θανάτου. διὰ τοῦτο δέ, φησίν, δεδοίκασι τὸ φῶς, ὅτι ὁμοῦ τὴν ἕω πρὸ ὀφθαλμῶν ἔχουσι καὶ τὸν θάνατον. ὥσπερ γὰρ ἡ σκιὰ προτρέχει τοῦ σώματος καὶ πλησίον εἶναι τοῦτο σημαίνει, οὕτω καὶ οὗτοι διαυγασάσης τῆς ἡμέρας τῇ συνειδήσει βαλλόμενοι πλησίον εἶναι προσδοκῶσι τὸν θάνατον. ἡ δὲ τοιαύτη προσδοκία ταραχῆς αὐτῶν ἐμπίπλησι τὰς ψυχὰς καὶ ζοφώδεις ἐργάζεται. τοῦτο γὰρ δηλοῖ τὸ ὅτι ἐπιγνώσεται ταραχὰς σκιὰ θανάτου. 24, 18 ἐλαφρός ἐστιν προσώπου ὕδατος. 211 ὁ τοῦ μοιχοῦ
Unit 16 rem close§u16-rem-close
u16-rem-closeRem CLOSEOUT: Unit 16 CLOSEOUT.
Greek · §u16-rem-close
ὀφθαλμὸς ἑλκόμενος ὑπὸ τῶν πειρασμῶν ἢ καὶ πᾶς ἀσεβὴς ὡς ὑπὸ φορᾶς ὑδάτων ἐλαφρόν τι καὶ κοῦφον κατασυρόμενον οὕτως ὑπὸ τῆς τιμωρίας ῥᾳδίως ἐξαφανίζεται. οὐ γὰρ διασώσει ἀσέβεια τὸν παρ' αὐτῆς. εἶτα ὁ φιλάρετος καὶ φιλοδίκαιος Ἰὼβ οὐ διὰ τὴν ἀνοχὴν τοῦ θεοῦ ἀνέχεται τὸ πλέον ἔχειν ἀρετῆς κακίαν, ἀλλὰ καταρᾶται τὴν μερίδα τῶν ἀσεβῶν καί φησι τὰ αὐτοῖς συμβησόμενα. 24, 1819 καταραθείη ἡ μερὶς αὐτῶν ἐπὶ γῆς, ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν ἐπὶ γῆς ξηρά. ἀντὶ τοῦ· ἄκαρποι διαμένοιεν μηδὲν ἐκ τῆς οἰκείας ὠφελούμενοι κακίας μηδὲ εἰς παῖδας τὸν ἐξ ἀδικίας παραπέμποντες πλοῦτον. 24, 19 ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν. τοῖς θερίζουσιν ὀρφανοὶ πολλάκις ἑπόμενοι καὶ τὰ ἐκπίπτοντα συλλέγοντες καὶ καλαμώμενοι εἰς ἀγκαλίδας δεσμεύουσιν. φησὶν οὖν, ὅτι εἰς τοσοῦτόν τινες ἀσεβείας ἐληλάκασιν, ὡς καὶ τὴν τῶν καλαμωμένων δι' ἀπορίαν ὀρφανῶν μερίδα μετρίαν ἁρπάζειν. 24, 2 εἶτα ἀνεμνήσθη αὐτοῦ ἡ ἁμαρτία. ἀντὶ τοῦ· εἰς μνήμην ἐγράφη καὶ ἀναπόδραστος ἔσται αὐτοῖς ἡ τιμωρία, εἰ καὶ ἐν τῷ τέως ὁ θεὸς διὰ χρηστότητα τὰς κολάσεις ὑπερτίθεται. 212 24, ὥσπερ δὲ ὀμίχλη δρόσου ἀφανὴς ἐγένετο. ἡλιακῆς ἀκτῖνος ἐπιλαμψάσης καὶ τὸν ἀέρα διαθερμανάσης ἡ δρόσος ἀφανὴς γίνεται ἀνιμωμένου τοῦ θερμοῦ τὸ ὑγρόν. οὕτως, φησίν, καὶ τῆς θείας δίκης ἐπελθούσης οἱ ἀσεβεῖς ἐξαφανίζονται. 24, ἀποδοθείη δὲ αὐτῷ ἃ ἔπραξεν. οὐκ ἐπαρᾶται ὁ δίκαιος, ἀλλὰ τὸ πάντως ἐσόμενον λέγει· ἕκαστος γὰρ πρὸς ἃ ἔπραξεν κομιεῖται, εἴτε ἀγαθὸν εἴτε φαῦλον. καὶ ἀνωτέρω δὲ οὐκ αὐτούς, ἀλλὰ τὴν μερίδα τῶν ἀσεβῶν, τουτέστιν αὐτὴν τὴν κακίαν, κατηράσατο. 24, {οὐ} συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ. τὸν ἐπιμένοντα τῇ κακίᾳ λέγει· συντριβὲν γὰρ ξύλον θεραπείαν οὐκ ἐπιδέχεται πρὸς τὸ ἀφυγιασθῆναι. 24, 21 στεῖραν γὰρ οὐκ εὖ ἐποίησαν. τὴν δι' ἀπαιδίαν ἀβοήθητον. καὶ σημειοῦ δὲ πάλιν, ὅτι τὸ μὴ εὖ ποιεῖν εἰς ἀσέβειαν λογίζεται. ἔκκλινον, φησὶν ὁ θεῖος ᾠδός, ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. 24, 21 καὶ γύναιον οὐκ ἠλέησαν. τὸ διὰ τὴν φύσιν ἐπικουρίας δεόμενον. 24, 22 θυμῷ δὲ κατέστρεψαν ἀδυνάτους. οὐκ ἔκ τινος αἰτίας εὐλόγου, ἀλλὰ ψυχῆς ἀλόγῳ κινήματι τῷ θυμῷ χρώμενος κατέστρεψε καὶ εἰς παντελῆ περιέστησεν ἀπορίαν τοὺς ἀδυνάτους καὶ ἀνεπικουρήτους. 213 24, 22 ἀναστὰς τοιγαροῦν οὐ μὴ πιστεύσει κατὰ τῆς ἑαυτοῦ ζωῆς. διὰ ταῦτα οὖν ὁ ἀσεβὴς καθ' ἑκάστην ἡμέραν ἀνιστάμενος οὐ πιστεύσει εἰ ζήσεται, ἀλλὰ μενεῖ δεδοικὼς καὶ περίφοβος ὤν. οὐδὲν γάρ ἐστι φόβος εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμοῦ βοηθημάτων, ὡς ὁ σοφὸς ὡρίσατο Σολομών. 24, 23 μαλακισθεὶς δὲ μὴ ἐλπιζέτω ὑγιασθῆναι, ἀλλὰ πεσεῖται νόσῳ. συμβαίνουσι γὰρ πολλάκις καὶ διὰ ἁμαρτίας αἱ τῶν σωμάτων νόσοι. τὸ δὲ μὴ ἐλπιζέτω ἀντὶ τοῦ· δύσελπίς ἐστιν ὑπὸ τῆς ἰδίας συνειδήσεως βαλλόμενος. πεσεῖται δὲ ὑπὸ τῆς νόσου δηλονότι πληγείς. 24, 24 πολλοὺς γὰρ ἐκάκωσε τὸ ὕψωμα αὐτοῦ. διὰ τοῦτο πεσεῖται, ἐπειδὴ ὑψωθεὶς πολλοὺς ἐκάκωσεν. 24, 24 ἐμαράνθη ὥσπερ μαλάχη ἐν καύματι ἢ ὥσπερ στάχυς ἀπὸ καλάμης αὐτομάτως ἀποπεσών. ἕτερα ἀντίγραφα· _ὥ_σ_π_ε_ρ_ _χ_λ_ό_η, περιέχουσιν. ὅμοιον δὲ καὶ ὁ μεγαλογράφος εἶπεν· ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσεται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. καλῶς δὲ εἶπε τὸ αὐτομάτως ἀποπεσών· ἑκάστῳ γὰρ ἡ ἰδία ἁμαρτία τιμωρὸς γίνεται. 214 24, 25 εἰ δὲ μή, τίς ἐστιν ὁ φάμενος ψευδῆ με λέγειν καὶ θήσει εἰς οὐδὲν τὰ ῥήματά μου. ἐγὼ μὲν οὖν, φησίν, ταῦτα δοξάζω περί τε τῆς τῶν ἀσεβῶν ἀδικίας καὶ τῆς θείας ἀνεξικακίας καὶ τῆς δικαίας ἀνταποδόσεως. εἰ δὲ ψευδῆ τὰ εἰρημένα, ὁ βουλόμενος παρελθέτω καὶ διελεγξάτω τὸν λόγον καὶ τοὺς ἐμοὺς ἀκυρωσάτω λόγους. 215 ΚΕΦΑΛΑΙΟΝ ΟΚΤΩΚΑΙ∆ΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει· τί γὰρ προοίμιον ἢ φόβος παρ' αὐτοῦ, ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ; Προθεωρία τοῦ κεφαλαίου ὥσπερ ὁ Ἐλιφὰζ ἀπορήσας πρὸς τὰ προβληματικῶς ὑπὸ τοῦ Ἰὼβ εἰρημένα οὐκ εὐθυδικίαν ἠγωνίσατο, ἀλλ' ἐπὶ τὰς κατὰ τοῦ δικαίου διαβολὰς ἔτρεψε τὸν λόγον, οὕτω καὶ ὁ Βαλδὰδ οὐκ ἔχων ἐλέγχειν τοῦ Ἰὼβ τοὺς λόγους μετοχετεύει τὴν ἀπολογίαν καὶ ὡς ἐπαιρόμενον κατὰ τοῦ θεοῦ καὶ μέγα φρονοῦντα ἐπὶ τῇ οἰκείᾳ θεοσεβείᾳ διαβάλλει, θαυμαστῶς μὲν τὰ περὶ θεοῦ φιλοσοφῶν, ἐξευτελίζων δὲ τὴν ἀνθρώπου φύσιν καὶ μηδὲν τῶν καθαρωτάτων καθαρὸν εἶναι διοριζόμενος συγκρίσει τῆς θείας καθαρότητος. Αἱ λέξεις 25, 2 τί γὰρ προοίμιον ἢ φόβος παρ'
Commentarii in Job Unit 17 opening§u17-open
u17-openUnit 17.
Lemma-led open — αὐτῷ; ἐπειδὴ μέγα, φησίν, ἐπὶ θεοσεβείᾳ φρονεῖς, μάνθανε ὡς ἀρχὴ σοφίας καὶ θεοσεβείας ὁ θ
Greek · §u17-open
αὐτῷ; ἐπειδὴ μέγα, φησίν, ἐπὶ θεοσεβείᾳ φρονεῖς, μάνθανε ὡς ἀρχὴ σοφίας καὶ θεοσεβείας ὁ θεῖος ὑπάρχει φόβος· σὺ δὲ ἀφόβως διαλέγει. ὁ τοίνυν τὸ προοίμιον τῆς θεοσεβείας μὴ κτησάμενος, πῶς τοῖς ἄλλοις αὐτῆς μέρεσι σεμνύνεσθαι δύναται; 216 τοῦτο καὶ ὁ ψαλμῳδὸς ἐφιλοσόφησεν ἐμμελῶς ἐπιβαλλόμενος· ἀρχὴ σοφίας φόβος κυρίου. 25, 2 ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ. εἰς φόβον ἐνάγων τὸν Ἰὼβ τοῦ θεοῦ τὴν δύναμιν ἐξηγεῖται καί φησιν, ὅτι ὁ θεὸς ὕψιστος ὢν καὶ ὑπεράνω παντὸς τὰ πάντα κατεσκεύασε καὶ πάντων ἐστὶ δημιουργός. ἔστι δὲ καὶ νοῆσαι ἑτέρως τὸ ἐν ὑψίστῳ ἐν τῷ υἱῷ· ὕψιστος γὰρ ὁ υἱὸς ὥσπερ καὶ ὁ πατήρ. 25, 3 μὴ γάρ τις ὑπολάβοι, ὅτι ἔστι παρέλκυσις πειραταῖς; ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ' αὐτοῦ; πειραταὶ μέν εἰσι κυρίως οἱ τὴν θάλασσαν λῃστεύοντες. καθόλου δέ φησιν ὅτι· μηδεὶς ἐννοείτω, ὡς ἐπὶ πολὺ διαμένει θεὸς ὑπερτιθέμενος τὰς κατὰ τῶν ἀδίκων τιμωρίας, ἀλλ' ὥσπερ οἱ ἐνεδρεύοντες οὕτως ἀδοκήτως αὐτοῖς ἐπέρχεται καὶ οὐκ ἔστι τινὰ τῶν ἀσεβῶν τὴν θείαν διαδρᾶναι δίκην. 25, 4 πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου, ἢ τίς ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός; ὡραῖον ὁ Βαλδὰδ ἐδίδαξε δόγμα. οὐδεὶς γὰρ ἀνθρώπων ἑαυτὸν καθᾶραι δύναται διὰ τὴν πατροπαράδοτον ἁμαρτίαν, εἰ μὴ τῆς θείας τύχοι καθάρσεως. καὶ ἄλλως δέ, εἰ καὶ τῇ ἀνθρωπίνῃ κρίσει πολλοὶ δίκαιοι νομίζονται, ἀλλά γε τῷ πανεπισκόπῳ τοῦ θεοῦ ὀφθαλμῷ οὐδεὶς δίκαιος, οὐδεὶς δυνάμενος εἰπεῖν ὅτι· καθαρός εἰμι. ἀμήχανον 217 γάρ, μὴ ἔν τισι γενέσθαι παραπτώμασιν, ὅπουγε καὶ λόγων ἡμῶν καὶ πράξεων καὶ ἐνθυμημάτων τὰς δίκας ἀπαιτούμεθα τὸν πάντα ἐφορῶντα θεὸν λαθεῖν οὐ δυνάμενοι. 25, 5 εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει. συντάσσει ἀντὶ τοῦ· παραγγέλλει. σημαίνει διὰ τούτου τὴν τοῦ θεοῦ δύναμιν. καὶ γὰρ πρὸς τῇ συντελείᾳ κελεύει τῇ σελήνῃ καὶ τὸ οἰκεῖον οὐκ ἐκλάμπει σέλας. 25, 5 ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ. ἔστι φῶς φωτὸς καθαρώτερον· αὐτίκα γοῦν τὸ ἀστρῷον φῶς τοῦ παρ' ἡμῖν, τοῦ ἀνθρακώδους, τοῦ ἐκ πυρός, καθαρώτερον τυγχάνει. πρὸς οὖν, φησίν, τὴν θείαν καθαρότητα οὐδὲ τῶν ἄστρων τὸ φῶς τυγχάνει καθαρόν. 25, 6 ἔα δέ, ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ. ἔα δὲ ἀντὶ τοῦ· περιττὸν καὶ λογίσασθαι περὶ ἀνθρώπου, ὅλος γάρ ἐστι σαπρία καὶ σκώληξ περὶ τὴν σαπρίαν εἰλούμενος. ἔγκειται γὰρ ἡ διάνοια τοῦ ἀνθρώπου ἐκ νεότητος ἐπὶ τὰ πονηρά. ταῦτα δὲ εἶπεν ἐκ τοῦ περιόντος κατασκευάζων τὸν λόγον καὶ πλήττων τὸν Ἰὼβ ὡς ἐπὶ καθαρότητι σεμνυνόμενον. εἰ γὰρ οὐδέν, φησίν, τῶν ποιημάτων μέγα φρονεῖν ἐπὶ καθαρότητι δύναται, πόσῳ μᾶλλον ὁ ἄνθρωπος σαπρίας οὐδὲν διαφέρων καὶ σκώληκος. 218 ΚΕΦΑΛΑΙΟΝ ΕΝΝΕΑΚΑΙ∆ΕΚΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει· τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν; πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ᾧ βραχίων κραταιός ἐστιν; Προθεωρία τοῦ κεφαλαίου ἐπειδὴ περὶ τῆς τοῦ θεοῦ σοφίας καὶ δυνάμεως ὁ Βαλδὰδ διελέχθη οἷά τις θεοῦ συνήγορος, πρὸς τοῦτο ὁ μακάριος Ἰὼβ ἀπαντᾷ καί φησιν· τί συνηγορεῖν σπουδάζεις θεῷ ὡς δεομένῳ τῆς ἐκ λόγων κατασκευῆς, ἵνα δειχθῇ σοφὸς καὶ δυνατός; εἶτα, ἵνα δείξῃ, ὅτι κάλλιον αὐτῶν καὶ ὑψηλότερον δοξάζει τὰ περὶ θεοῦ, περὶ τῆς αὐτοῦ σοφίας διεξοδικώτερον διαλέγεται καὶ ὑμνεῖ τὴν ἀκατάληπτον τοῦ θεοῦ δύναμιν καὶ προφητεύει περὶ τοῦ μονογενοῦς καὶ τὴν τυραννικὴν τοῦ διαβόλου καθαίρεσιν προλέγει. ταῦτα δὲ προοιμιασάμενός φησιν ὅτι· ἀμήχανόν με, πᾶν ὅ τι ἂν πάθω, ἄνομά τινα λαλῆσαι περὶ θεοῦ, ἕως ἂν εἰς θάνατον φθάσω· καὶ ὅρκῳ πιστοῦται τὴν ὑπόσχεσιν. εἶτα καὶ μετὰ καθαρᾶς συνειδήσεως παρρησιασάμενος λέγει, ὅτι αὐτὸς μὲν οὐδὲν ἑαυτῷ σύνοιδεν ἄτοπον πράξαντι, διαλήψεται δὲ ἡ θεία δίκη τοὺς ἀσεβεῖς. καὶ πάλιν ἀναλαμβάνει ἅτε δὴ τῆς θείας σοφίας τῆς ἐν τοῖς θείοις δημιουργήμασι φαινομένης καὶ ἐν τοῖς λογικοῖς
Unit 17 rem early§u17-rem-early
u17-rem-earlyRem early: Unit 17; lemma and argument toward the thesis.
Greek · §u17-rem-early
κατεσπαρμένης καὶ τὸ σοφὸν εἶναι πάντων ἀποφαίνει τιμιώτερον. πολλὰ δὲ περὶ τῆς θεοδωρήτου ταύτης σοφίας διεξελθὼν καὶ ὡς οὐδὲν αὐτῇ παραβληθήσεται διδάξας καὶ τοῦτό φησιν, ὡς τὸ μὲν κλέος τῆς σοφίας εἰς πάντας διαδέδοται, τοὺς δὲ περὶ αὐτῆς λόγους εὑρεῖν ἀμήχανον· καὶ μάθημα παραδίδωσι κάλλιστον, ὅτι ἀρκεῖ ἀνθρώπῳ εἰς τὸ εἶναι 219 σοφὸν οὐ τὸ ζητεῖν τὰ ἀνεξερεύνητα, ἀλλὰ τὸ θεοσεβεῖν καὶ παντὸς εἴδους κακίας ἀπέχεσθαι, καὶ ταύτην ἀνάληψιν σοφίας καὶ ἐπιστήμης εἶναι ὁρίζεται. ταῦτα δὲ διεξῆλθεν ὁμοῦ μὲν τὰ περὶ θεοῦ δοξάζων καλῶς, ὁμοῦ δὲ καὶ τοὺς φίλους πείθων μὴ πάντως οἴεσθαι δι' ἁμαρτίας αὐτὸν πάσχειν, ἀλλὰ τοὺς περὶ τῶν τοιούτων λόγους τοῖς ἀνεξιχνιάστοις τοῦ θεοῦ καταλιμπάνειν κρίμασιν. διαλέγεται δέ, ὡς ἔφην, περὶ σοφίας οὐ τοῦ ἐνυποστάτου λόγου, τουτέστι τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ· εἰ γὰρ καὶ αὐτὸς σοφία καλεῖται καὶ ἔστι τοῦ πατρός, ἀλλ' οὐ περὶ αὐτοῦ νῦν ὁ λόγος, ἀλλὰ περὶ τῆς κατὰ φύσιν ἐνεργείας τῶν ὑπὸ θεοῦ πεποιημένων λογικῶν συνισταμένης φιλόθεον καὶ φιλάγαθον προαίρεσιν, ἢν ἐν τοῖς λογικοῖς κατέσπειρεν ὁ δημιουργός. εἰ δὲ καὶ αὕτη ἀσύγκριτος καὶ τοσούτου ἀξία ἡ κατὰ μετοχὴν ἡμῖν δεδομένη, τί ἐννοῆσαι προσήκει περὶ τῆς αὐτοσοφίας, τῆς οὐσιώδους σοφίας, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ τοῦ ὁμοουσίου τῷ πατρί, τῆς πατρικῆς σοφίας, τοῦ λόγου τοῦ ἐνυποστάτου, δι' οὗ καὶ ἡμεῖς λογικοὶ καὶ σοφοὶ κατὰ μετάληψιν καὶ μετοχὴν δι' ἁγίου πνεύματος γινόμεθά τε καὶ καλούμεθα τῇ θείᾳ χάριτι σοφιζόμενοι; Αἱ λέξεις 26, 2 τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν; πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ᾧ βραχίων ἰσχυρός ἐστιν; τίνι τὴν παρὰ σαυτοῦ δύναμιν εἰσφέρεις καὶ τῇ αὐτοῦ συντάσσεις σαυτὸν μερίδι ἢ τίνι συνηγορεῖν σπουδάζεις ὡς τῆς σῆς ἐπικουρίας δεομένῳ; ἄπαγε, ἄνθρωπε, ἅπαντες ἴσμεν ὡς ἀνενδεής τε καὶ παντοδύναμός ἐστιν ὁ θεός. 2 26, 3 τίνι συμβεβούλευσαι; οὐχ ᾧ πᾶσα σοφία; ἀλλὰ καὶ ὡς πάνσοφος ὁ θεός, πρόδηλον. τί οὖν ὡς κοινωνῶν αὐτῷ τῶν βουλευμάτων τοὺς ὑπὲρ αὐτοῦ ποιεῖσθαι λόγους ἐσπούδασας; 26, 3 ἢ τίνι ἐπακολουθήσεις; οὐχ ᾧ μεγίστη δύναμις; τίνι δὲ ἕπεσθαι σπουδάζεις ὡς δή τινα συμμαχίαν εἰσοίσων αὐτῷ; οὐ τῷ πανσθενεῖ καὶ παντοδυνάμῳ; 26, 4 τίνι ἀπήγγειλας ῥήματα; ἐπὶ τίνος δὲ τὴν σαυτοῦ σοφίαν ἐπεδείξω; 26, 4 πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἐκ σοῦ; ἐννόησον γάρ, ὦ θαυμάσιε, ὡς καὶ αὐτὸ τὸ ἀναπνεῖν καὶ ζῆν καὶ φθέγγεσθαι ἐκ θεοῦ λαβὼν ἔχεις. ταῦτα δὲ εἶπεν ὁ μακάριος διασύρων τὸν Βαλδὰδ ὡς καινότερον θέλοντα φαίνεσθαι τοῦ θεοῦ συνήγορον περὶ θεοῦ ἁπάντων ὁμοίως ἐπισταμένων, ὅτι καὶ δυνατὸς καὶ πάνσοφος ὁ θεὸς τυγχάνει. ταῦτα πρὸς ἐκεῖνον σκωπτικῶς εἰρηκὼς τρέπει τὸν λόγον ἐπὶ τὴν τοῦ θεοῦ δύναμιν δεικνύς, ὡς ἄμεινον αὐτῶν τὰ περὶ τῆς ἰσχύος δοξάζει τοῦ θεοῦ, καί φησιν· 26, 5 μὴ Γίγαντες μαιωθήσονται ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ; μὴ δύνανται, φησίν, αἱ δυνάμεις αἱ ὑπὸ γῆν, αἱ μετὰ τὰ ὕδατα καὶ τὴν γείτονα γῆν, τουτέστιν αἱ ἐν τῷ ᾅδῃ, ὥσπερ ἐκ μήτρας τῇ μαιωτικῇ τέχνῃ τοὺς τεθνεῶτας ἐξαγαγεῖν καὶ ζωογονῆσαι; ὃ δὲ λέ 221 γει τοῦτό ἐστιν· μὴ δύνανται αἱ ἐν τῷ ᾅδῃ δυνάμεις ἀνάστασιν ποιῆσαι; θεὸς δὲ καὶ νεκροὺς ἀνίστησιν ἐξουσιαστικῇ δυνάμει χρώμενος. ἔστι δὲ καὶ ἄλλως νοῆσαι· πάλαι καθαίρων ὁ θεὸς τὴν γῆν τῷ κατακλυσμῷ ὡς κατεφθαρμένην τοὺς θεομάχους ἐκείνους ἄνδρας τοὺς καλουμένους Γίγαντας ἐπέκλυσε καὶ ἐξηφάνισεν. φησὶν οὖν ὅτι· μὴ δύνανται ἐκεῖνοι οἱ Γίγαντες αὖθις μαιωθῆναι καὶ ἰδίᾳ δυνάμει ἑαυτοὺς ἀναστῆσαι; μή τι αὐτοὺς ὤνησεν ἡ πολλὴ δύναμις ἀντιπράξαντας τῇ ἀμάχῳ ἰσχύι καὶ δυνάμει τοῦ θεοῦ; 26, 6 γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστι περιβόλαιον τῇ ἀπωλείᾳ. ἀπὸ τοῦ κυρίου δηλονότι. οὐ γὰρ ἔχει ἀποκρυβὴν ἀπώλεια ἐνώπιον αὐτοῦ, ἥτις ἐστὶ γείτων τοῦ ᾅδου. ἀπώλειαν δὲ τὸν θάνατόν ἐστιν ἐννοεῖν· ὁ δὲ μονογενὴς ἄνθρωπος γεγονὼς καὶ τὸν ᾅδην ἐσκύλευσε καὶ εἶπε τοῖς ἐν σκότει· ἀνακαλύφθητε, καὶ οὐδὲν περιβόλαιον ἀντέπραξε τῷ θεϊκῷ κελεύσματι, ἀλλ' εὐθέως ἀνεκαλύφθησαν. 26, 7 ἐκτείνων βορέαν ἐπ' οὐδέν, κρεμάζων γῆν ἐπὶ μηδενός. οὐ γὰρ ἔστιν ὄχημα τῆς γῆς ἕτερον ἢ ὑποστήριγμα, ἀλλὰ τῷ θείῳ βουλήματι κρέματαί τε καὶ ὑπεστήρικται. 26, 8 δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ. 222 εἰ μὴ γὰρ ταῖς νεφέλαις προσέταξεν, οὐκ ἐπαφιᾶσιν, καθ' ὅσον ἂν κελευσθῶσι μέτρον, τῇ γῇ τὸν ὑετόν. 26, 9 ὁ κρατῶν πρόσωπον θρόνου, ἐκπετάζων ἐπ' αὐτὸν νέφος αὐτοῦ. θρόνος τοῦ θεοῦ ὁ οὐρανὸς
Unit 17 rem mid§u17-rem-mid
u17-rem-midRem mid: Unit 17; lemma continues; reading with the letter.
Greek · §u17-rem-mid
πολλαχοῦ τῆς γραφῆς εἴρηται· κατὰ πρόσωπον δὲ κεῖται τοῦ οὐρανοῦ ὁ ἀήρ. φησὶν οὖν, ὅτι διακρατῶν τὸν ἀέρα καὶ ἐφαπλῶν τὰς νεφέλας, οὐκ ἐᾷ στάζειν τὸν ὑετόν, εἰ μὴ καθ' οὓς οἶδεν αὐτὸς συμφέροντας τρόπους. 26, 10 πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος μέχρι συντελείας φωτὸς μετὰ σκότους. ἀλλὰ καὶ τὸ οἰκεῖον πρόσταγμα κυκλοτερῶς περιστήσας τοῖς ὕδασιν ὑπερβαίνειν καὶ ἐπικλύζειν τὴν γείτονα γῆν οὐ συγχωρεῖ. παρατείνει δὲ ἡ θεία πρόνοια μέχρι συντελείας φωτὸς μετὰ σκότους, τουτέστιν ἀντιπαραχωρεῖν ἀλλήλαις τοὺς δρόμους τὴν νύκτα καὶ τὴν ἡμέραν πείθουσα. 26, 11 στῦλοι οὐρανοῦ ἐπετάσθησαν, καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ. ἀλλὰ καὶ τοῦ οὐρανοῦ τὰ στηρίγματα καὶ οἱονεὶ ὑποβάθραι οὐ κάτωθεν αὐτὸν ἐρείδουσι καὶ ἀναβαστάζουσιν ὥσπερ τινὲς στῦλοι τὰ ὑπερκείμενα βαστάζοντες, ἀλλ' ἄνω που τυγχάνουσιν αἱ ἕδραι τοῦ οὐρανοῦ. τοῦτο γὰρ σημαίνει τὸ ἐπετάσθησαν, ἵνα εἴπῃ 223 ὅτι· καὶ ὁ οὐρανὸς τῷ θείῳ λόγῳ συνίσταται οὐδενὸς αὐτὸν ὑπερείδοντος. πλὴν καὶ αὐτοὶ τοῦ οὐρανοῦ οἱ θεμέλιοι ἐξίστανται καὶ σαλεύονται, ὅταν αὐτὸς ἐπιτάξῃ. γίνεται δὲ τοῦτο ἐν τῇ συντελείᾳ ὡσεὶ περιβόλαιον, γάρ φησιν, ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται. 26, 12 ἰσχύι κατέπαυσε τὴν θάλασσαν, ἐπιστήμῃ δὲ ἔτρωσε τὸ κῆτος. εἰς τὸν περὶ τῆς θαλάσσης ἐκβεβηκὼς λόγον τοῦ νοητοῦ κήτους ἐμνημόνευσεν. τὸ δὲ αὐτὸ καὶ ὁ θεσπέσιος μελωδὸς ποιήσας φαίνεται· εἰρηκὼς γάρ· αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων εὐθὺς ἐπήγαγεν· δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. φησὶν οὖν, ὅτι θεϊκῇ δυνάμει τὴν νοητὴν ἔπαυσε θάλασσαν, τουτέστιν· τὴν ἁμαρτίαν ἐξηφάνισε διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας. τὸν δὲ διάβολον ὑπέστρωσε δεδωκὼς ἡμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, οὐ τῇ παναλκεῖ δυνάμει χρησάμενος οὐδὲ τῇ κατεξουσίᾳ τοῦτο διαπραξάμενος ὡς θεός, ἀλλ' ἐπιστήμῃ καὶ σοφίᾳ διὰ ταπεινοφροσύνης, διὰ ἀνεξικακίας, ἄνθρωπος γεγονὼς ὁ τῶν ἀνθρώπων δημιουργὸς καὶ ταπεινώσας ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. 26, 13 κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν. ὥσπερ ἀμέλει τὸν δορυφορούμενον ὑπὸ τῶν ἀγγέλων αἱ ἄνω δυνά 224 μεις θεώμεναι πρὸς τὸν οἰκεῖον ἀναφοιτῶντα πατέρα μετὰ τῆς ἰδίας σαρκὸς μετὰ δέους καὶ θαύματος ἔλεγον· τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; εἶτα καὶ ἀντιφθόγγως τῶν δορυφορούντων λεγόντων ἤκουον· κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. 26, 13 προστάγματι δὲ ἐθανάτωσε δράκοντα ἀποστάτην. σύμφωνα τούτοις ὁ ἀπόστολος ἔφησεν εἰρηκώς· ὃν ὁ κύριος ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ. εἰ δὲ καὶ εἰς αὐτὸν ἐκλάβοις τὸν διάβολον διὰ τὸ μέλλειν αὐτὸν εἰς αἰώνιον σκότος παραπέμπεσθαι καὶ εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦτὸ γὰρ τοῦ ἀποστόλου περὶ τοῦ ἀντιχρίστου λέγεται, οὐκ ἀπὸ σκοποῦ εἴρηται. 26, 14 ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, καὶ ἐπὶ ἰκμάδα λόγου αὐτοῦ ἀκουσόμεθα ἐν αὐτῷ. ταῦτα, φησίν, ἐκ πολλῶν ὀλίγα εἴπαμεν μέρος τι μικρὸν ἐξηγησάμενοι τῆς δυνάμεως καὶ σοφίας τοῦ θεοῦ, καθ' ἣν ἐφοδεύων καὶ περιπολῶν τόνδε τὸν κόσμον διέπει, καὶ μικράν τινα ἰκμάδα τοῦ λόγου αὐτοῦ ἀκηκόαμεν· ὅλον γὰρ τὸ χύμα τῆς αὐτοῦ σοφίας γεννητὴν φύσιν παραδέξασθαι ἀμήχανον. 26, 14 σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει; τίς δὲ ἱκανὸς ἐξηγητὴς τὸν διὰ ἀέρος καὶ βροντῆς κτύπον φερόμενον εἰπεῖν, κατὰ ποίους λόγους ἢ ποίας αἰτίας γίνεται; 225 27, 1 ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπε τῷ προοιμίῳ. τῶν τριῶν φίλων πρὸς τὰ εἰρημένα τὴν ἡσυχίαν ἀγαγόντων αὖθις τοῖς προτέροις ἐπισυνάπτων τὰ ἐφεξῆς ὁ μακάριος Ἰὼβ ἐπιφέρει. προοίμιον δὲ ὡς πρὸς τὰ ἐφεξῆς τὰ πρότερον εἰρημένα εἶπεν. ὁ δὲ Ἀκύλας οὕτως ἐκδέδωκεν· _κ_α_ὶ_ _ _̓_Ι_ὼ_β_ _π_ρ_ο_σ_έ_θ_η_κ_ε_ν_ _ἆ_ρ_α_ι_ _τ_ὴ_ν_ _π_α_ραβολὴν αὐτοῦ καὶ εἶπεν. παραβολὴ δὲ εἴρηται παρὰ τῇ γραφῇ οὐ μόνον ὁ καθ' ὁμοίωσιν εἰσαγόμενος λόγος, ἀλλὰ καὶ ἅπας λόγος σοφός. καὶ ὁ Βαλαὰμ γὰρ ἀναλαμβάνων τὴν παραβολὴν ἔλεγεν, καὶ ∆αυίδ· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, οὐχ ὁμοιώματα διεξιόντες, ἀλλὰ λόγους σοφούς. 27, 25 ζῇ κύριος, ὃς οὕτω με κέκρικεν, καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν. ἢ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν, μὴ λαλήσειν τὰ χείλη μου ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω. τὸ ἕως ἂν ἀποθάνω
Unit 17 rem close§u17-rem-close
u17-rem-closeRem CLOSEOUT: Unit 17 CLOSEOUT.
Greek · §u17-rem-close
κατὰ κοινοῦ εἴρηται, ὁ δὲ νοῦς οὗτος· μὰ τὸν ζῶντα κύριον καὶ τὸν κατὰ κρίσιν οἰκείαν καὶ τοὺς ἀνεφίκτους ἑαυτοῦ λόγους τοῖς τοσούτοις με κακοῖς περιβεβληκότα, ἕως ἀναπνέω καὶ ζῶ, κἂν τούτων πάθω δεινότερον, οὐκ ἂν ἀπηχές τι ἢ ἄνομον ἢ παλίμφημον φθεγξαίμην ἢ διανοησαίμην κατὰ θεοῦ ἀντικαθιστάμενος μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν. ἀλλὰ μηδὲ γένοιτό μοι, ἕτερα μὲν ἔχειν κατὰ διάνοιαν καὶ συνειδέναι μὲν ὡς μάτην μου καταψηφίζεσθε, δυσωπούμενον δὲ ὑμᾶς παραχαράττειν τὴν ἀλήθειαν καὶ φάσκειν, ὅτι δικαίως ταῦτα ἐννοεῖτε περὶ ἐμοῦ ἅπερ δὴ 226 λέγετε. ἐπιτήρει δέ, ὡς περὶ ἑνὸς θεοῦ διαλεγόμενος τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος ἐμνημόνευσε. πρῶτον μὲν γὰρ εἶπε ζῇ κύριος τὸν μονογενῆ λέγων· εἷς γὰρ κύριος, μία πίστις. εἶτα ἐπήγαγεν ὁ παντοκράτωρ τὸν τοῦ μονογενοῦς πατέρα παραδηλῶν. εἶτα ἐφεξῆς τοῦ ἁγίου πνεύματος ἐμνημόνευσεν, ὃ ἀναπνέουσι μᾶλλον οἱ ἅγιοι ἢ τὸν ἀέρα. λέγει δὲ τὸ πνευματικὸν χάρισμα, ὃ ἐνεφύσησεν ἡμῖν θεὸς ἐξ ἀρχῆς ζωοπλαστήσας τὸν ἄνθρωπον καὶ ὕστερον ὁ σαρκωθεὶς λόγος τοῖς μαθηταῖς εἰρηκώς· λάβετε πνεῦμα ἅγιον. ὁ γὰρ ἐν μονάδι θεὸς διὰ τὴν μίαν οὐσίαν καὶ θεότητα ἐν τριάδι γνωρίζεται διὰ τὰς ὑποστάσεις. πικραίνεσθαι δὲ λέγεται ἡ ψυχή, ὅτε μηδὲν γλυκὺ καὶ ἡδὺ καὶ ἐπαγωγὸν αὐτῇ πάρεστιν. 27, 56 οὐ γὰρ ἀπαλλάξω τὴν ἀκακίαν μου. δικαιοσύνῃ δὲ προσέχων οὐ μὴ προῶμαι· οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπον πράξας. οὐ γὰρ ἀποστήσω ἀπ' ἐμοῦ τὴν ἐμὴν ἀκακίαν καὶ ἁπλότητα, οὐδὲ προδώσω δικαιοσύνην, οὐδὲ ἕτερα ἔχων κατὰ διάνοιαν καὶ μηδὲν ἐμαυτῷ συνειδὼς παρὰ τὸ ἀληθὲς καὶ δίκαιον ἕτερα φθέγξομαι. 27, 7 οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπ' ἐμὲ ἐπανιστάμενοι ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων. ἐγὼ μὲν οὖν, φησίν, οὐδὲν ἐμαυτῷ σύνοιδα· ἃ δὲ ὡς ἀσεβοῦς μου καταψηφίζεσθε, εἰς ἐχθρῶν τρέποιτο κεφαλάς. 27, 810 καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ, ὅτι ἐπέχει; πεποιθὼς ἐπὶ κύριον ἆρα σωθήσεται; ἢ τῆς δεήσεως αὐτοῦ εἰσακούσεται κύριος; ἢ 227 ἐπελθούσης αὐτῷ ἀνάγκης μὴ ἔχει τινὰ παρρησίαν ἐνώπιον αὐτοῦ; ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ; ποίαν γὰρ ἔχει, φησίν, ἐλπίδα ὁ ἀσεβής, κἂν τέως ἀντέχῃ; μετὰ ποίας πεποιθήσεως τὴν ἐκ θεοῦ σωτηρίαν προσδοκᾷ; πῶς δὲ ἀνάγκῃ περιπεσὼν σὺν παρρησίᾳ τὸν θεὸν ἐπικαλέσεται ὡς μελλούσης αὐτοῦ τῆς εὐχῆς εἰσακούεσθαι; 27, 11 ἀλλὰ νῦν ἀναγγελῶ ὑμῖν, τί ἐστιν ἐν χειρὶ κυρίου· ἅ ἐστι παρὰ παντοκράτορι, οὐ ψεύσομαι. ἐγὼ δὲ ὑμῖν ἀναγγελῶ καὶ τὰ ἐκ χειρὸς κυρίου τοῖς ἀσεβέσιν ἐπιφερόμενα. 27, 1213 ἰδοὺ δὴ πάντες οἴδατε, ὅτι κενὰ κενοῖς ἐπιβάλλετε. αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου, κτῆμα δὲ δυναστῶν ἐπελεύσεται παρὰ παντοκράτορος ἐπ' αὐτούς. ὑμεῖς μὲν οὖν, φησίν, οἴδατε, ὅτι ματαίους ματαίοις συνείρετε λόγους ἀσεβείας με γραφόμενοι. ἐγὼ δέ φημι, ποία τίς ἐστιν ἡ τοῦ ἀσεβοῦς μερίς, καὶ ποῖον κτῆμα καὶ ποῖος κλῆρος τῶν ἐπὶ κακίᾳ μέγα δυναμένων, καὶ τί αὐτοῖς ἐπελεύσεται παρὰ τοῦ παντοδυνάμου θεοῦ. 27, 1415 ἐὰν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτῶν, εἰς σφαγὴν ἔσονται· ἐὰν δὲ ἀνδρωθῶσιν, προσαιτήσουσιν. οἱ δὲ περιόντες αὐτοῦ θανάτῳ τελευτήσουσιν, χήρας δὲ αὐτῶν οὐδεὶς ἐλεήσει. τὰ ὡς εἰκὸς συμβησόμενα τοῖς ἀσεβέσι λέγει. οὐ γὰρ πάντως αὐ 228 τοῖς ταῦτα ἔσται· παρέλκουσι γὰρ ἐσθότε τὴν εὐδαιμονίαν καὶ μέχρι τελευτῆς, ὡς ἐν τοῖς ἀνωτέρω πρὸς τοὺς φίλους ἀπορῶν αὐτὸς ἐδίδαξεν. καὶ σφαγὴν μὲν τὴν διὰ πολεμίων φησίν, θάνατον δὲ τὸν αἰφνίδιον καὶ ἄωρον. 27, 1617 ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον, ἴσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον, ταῦτα πάντα δίκαιοι περιποιήσονται, τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν. τοῦτο γέγονεν, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν ἔφαμεν, ὅτε διὰ τὰς ἁμαρτίας τῶν Ἀμορραίων καὶ Χαναναίων καὶ τῶν λοιπῶν ὁ Ἑβραίων λαὸς τὰ αὐτῶν ἐκληρονόμησεν. 27, 18 ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη. ὑφ' ἑαυτῶν δαπανωμένων· ἡ γὰρ ἀσέβεια δίκην ἰοῦ καταδαπανᾷ τοὺς ἔχοντας. 27, 19 πλούσιος κοιμηθήσεται καὶ οὐ προσθήσει, ὀφθαλμοὺς αὐτοῦ διήνοιξε καὶ οὐκ ἔστιν. διὰ τὸ ὀξύρροπον τῆς ἀπολαύσεως· πρὸς βραχὺ γὰρ διαβλέψας πρὸς τὸν ἑαυτοῦ πλοῦτον οἰχήσεται τὰς δίκας ἐκτίσων. 27, συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι. ἵνα εἴπῃ· καὶ μέχρι τῶν ἐγκάτων ὀδύναι τοῦτον διαλήψονται, ὃ καὶ ὁ ∆αυὶδ περὶ τῶν ἐπικαταράτων ἔλεγεν· εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ. 229 27, νυκτὶ δὲ
Commentarii in Job Unit 18 opening§u18-open
u18-openUnit 18.
Lemma-led open — ὑφείλετο αὐτὸν γνόφος. ἔσται δὲ ὡς ἐν νυκτὶ τὰ κατ αὐτὸν ἀνάμεστα σκότους, καὶ κυκλοτερῶς
Greek · §u18-open
ὑφείλετο αὐτὸν γνόφος. ἔσται δὲ ὡς ἐν νυκτὶ τὰ κατ' αὐτὸν ἀνάμεστα σκότους, καὶ κυκλοτερῶς ὡς γνόφος περιστήσονται αὐτὸν τὰ κακά. 27, 21 ἀναλήψεται αὐτὸν καύσων, καὶ ἀπελεύσεται καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. οἰχήσεται δέ, φησίν, ὥσπερ ὑπὸ ἀνέμου καύσωνος ἀποφυσώμενος καὶ ἀναρριπιζόμενος. καλῶς δὲ εἶπε καύσωνος, πῦρ γὰρ αὐτὸν ἄσβεστον διαδέχεται. λικμῆσαι δέ ἐστι τὸ τῷ πτύῳ τὸν σῖτον ἀναρριπτοῦντα τὸ χνοῶδες καὶ ἐλαφρὸν ταῖς τῶν ἀνέμων αὔραις ἀπομερίζειν τοῦ σίτου. διακαθαριζομένης τοίνυν τῆς ἅλωνος ὁ μὲν σῖτος ἀποκαθίσταται εἰς τὰς ἀποθήκας, τὸ δὲ ἄχυρον κατακαίεται πυρὶ ἀσβέστῳ, ὡς ἡ εὐαγγελική φησιν παραβολή. 27, 22 καὶ ἐπιρρίψει ἐπ' αὐτὸν καὶ οὐ φείσεται. ὡς λῃστὴς δηλονότι καὶ ἡ τιμωρία καὶ ὁ καύσων ἄνεμος ἐπιπίπτων ἐπὶ τὸν ἀσεβῆ. 27, 2223 ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται. κροτήσει ἐπ' αὐτῷ χεῖρας αὐτοῦ, καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. πέφυκεν ἡ γραφὴ σχηματίζειν ὡς πολέμιον τὸν θεόν, ὅταν βούληται τὴν κατὰ τῶν ἀσεβῶν θείαν ἐνδείκνυσθαι τιμωρίαν. αὐτίκα γοῦν ὁ ∆αυὶδ καὶ ὅπλον αὐτῷ περιτίθησι καὶ ἀκόντιον ποιεῖ κρατοῦντα, ἐν οἷς ψάλλων φησίν· ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ 230 καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου. ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με. τοῦτο τοιγαροῦν κἀνταῦθα, ποιεῖ τὸν μὲν θεὸν δίκην πολεμίου καταδιώκοντα, φεύγοντα δὲ τὸν ἀσεβῆ, τὸν δὲ ὡς νικήσαντα καὶ ἐπαγαλλόμενον τῇ νίκῃ ἐπικροτοῦντα τῶ χεῖρε καὶ ἐξέλκοντα τὸν ἀσεβῆ ἐκ τοῦ τόπου αὐτοῦ, τουτέστιν· ἐκ τῆς παλαιᾶς εὐδαιμονίας. φησὶν οὖν ὅτι· δίκην πολεμίου ὀργιζόμενος ὁ θεὸς πάντων ἀπογυμνοῖ τῶν προσόντων τὸν ἀσεβείᾳ συζῶντα. 28, 13 ἔστι γὰρ ἀργυρίῳ τόπος ὅθεν γίνεται, τόπος δὲ χρυσίῳ ὅθεν διηθεῖται. σίδηρος μὲν γὰρ ἐκ τῆς γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται. τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζει. τί οὖν φησιν; ἆρα εἰκῇ τὰς τιμωρίας ἐπάγει θεός, ἆρα ἀσόφως ἢ ἀβούλως, καίτοιγε πάντα ὑπερφυῶς καὶ σοφῶς ἐξειργάσατο καὶ τάξιν ἑκάστῳ δέδωκεν; εἶτα τοῦτο δεικνὺς ὁ μακάριος οὗτος ὁμοῦ μὲν διδάσκει τοῦ δημιουργοῦ λόγου τὴν σοφίαν καὶ ἁρμονίαν, ἣν τοῖς πᾶσιν ἔθηκεν, ὁμοῦ δὲ καί, ὅπως ἡμᾶς ἐτίμησε λογισμῷ κοσμήσας. παραπέμπει δὲ καὶ εἰς θεωρίαν· τοιαῦται γὰρ τῶν ἁγίων προφητῶν αἱ ῥήσεις παραμιγνῦσαι τοῖς προχείρως νοουμένοις τὴν θεωρίαν καὶ τοῖς καθ' ἱστορίαν ἀπαγγελλομένοις τῶν μυστηρίων τὴν γνῶσιν. ὅτι τοιγαροῦν οὐκ ἄκριτα τὰ παρὰ θεοῦ, κατανοήσωμεν αὐτοῦ τὴν δημιουργίαν καὶ θαυμάσωμεν, ἐνθυμῶμεν τὴν δεδομένην ἀνθρώποις ἐκ θείας δωρεᾶς λογικὴν γνῶσιν καὶ καταπλαγῶμεν. ἔστι 231 γὰρ ἀργυρίῳ τόπος ὅθεν γίνεται, τόπος δὲ χρυσίῳ ὅθεν διηθεῖται. καὶ οὔτε ἡ χρυσῖτις γῆ ἄργυρον φέρει, οὔτε ἡ ἀργυρῖτις χρυσόν· καὶ ἐξ ἄλλης μὲν σίδηρος μεταλλεύεται, χαλκὸς δὲ ἐξ ἑτέρας. τὸ δὲ χαλκὸς ἴσα λίθῳ λατομεῖται οὐχ ὅτι χαλκᾶ τυγχάνουσιν ὄρη, ἀλλ' ὅτι λατομούμενα κατὰ τὴν δοθεῖσαν ἀνθρώποις ὑπὸ θεοῦ μεταλλικὴν τέχνην χαλκὸν καὶ σίδηρον φέρουσιν. καὶ τὸ μὲν τῆς νυκτὸς σκότος παραχωρεῖ τῷ φωτὶ πλησιάζοντι, ὥσπερ καὶ ἡ ἡμέρα ἀντιπαραχωρεῖ τῇ νυκτὶ τὸν δρόμον κατὰ τὴν ἰδίαν τάξιν. πάντων δὲ τὰ πέρατα καὶ τὰς ἐκβάσεις σοφῶς θεὸς ἐξακριβάζεται τῇ ἀπεριλήπτῳ προνοίᾳ τὰ πάντα συμπεριλαμβάνων. οὐκοῦν οὐδὲ τὰς τιμωρίας τὰς κατὰ τῶν ἀσεβῶν ἢ διὰ κενῆς ὑπερτίθεται ἢ μάτην ἐπάγει ὁ πάντα μέτρῳ καὶ τάξει καὶ ἁρμονίᾳ διαταξάμενος. 28, 3 λίθος σκοτία καὶ σκιὰ θανάτου. ναὶ μήν, φησίν, οὗτοι οἱ λίθοι οἱ μεταλλευόμενοι ἐν βάθει που κεῖνται τῆς γῆς ὡς ὑπ' αὐτὴν τοῦ θανάτου τὴν σκιάν, ἵνα εἴπῃ ὅτι· καὶ ἐν τοῖς κατωτάτω καὶ ἐν σκοτίᾳ βαθείᾳ. 28, 4 διακοπὴ χειμάρρου ἀπὸ κονίας, οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν. ἡ δὲ τῆς γῆς κόνις, φησίν, εἰς τὴν χωνείαν ἐμβληθεῖσα τῷ πυρὶ ποταμηδὸν ἐκρεῖ εἴτε τὸν
Unit 18 rem early§u18-rem-early
u18-rem-earlyRem early: Unit 18; lemma and argument toward the thesis.
Greek · §u18-rem-early
χρυσὸν εἴτε τὸν ἄργυρον εἴτε τὸν χαλκὸν εἴτε τὸν σίδηρον. 232 ἢ καὶ οὕτως νοήσεις· ὥσπερ ὁ χείμαρρος διακόπτει τὴν γῆν, ἐὰν εὕρῃ αὐτὴν διὰ κονίαν {τουτέστι} σαθρὰν καὶ μὴ ἔχουσαν ἑδραίωμα, οὕτως ἡ θεία δίκη ἐπερχομένη τοῖς ἀδίκοις ἀσθενεῖν αὐτοὺς παρασκευάζει ὡς χειμάρρους διακόπτων σαθρὰν γῆν ἐκκόπτουσα τῶν ἀσεβῶν τὴν εὐθηνίαν. 28, 5 γῆ ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος, ὑποκάτωθεν αὐτῆς ἐστράφη ὡσεὶ πῦρ. ἀλλὰ καὶ ἑτέρα, φησίν, γῆ τῇ τοῦ θεοῦ συνεργίᾳ καὶ γεωργικῇ τέχνῃ κατασπειρομένη καὶ κάτωθεν ἐν ταῖς ἰδίαις λαγόσιν ὑποδεξαμένη τὰ σπέρματα, εἶτα ὥσπερ πυρὶ τῇ οἰκείᾳ θέρμῃ διαλύσασα τὸ καταβληθὲν καὶ τοῦτο τῇ ἐνούσῃ αὐτῷ σπερματικῇ δυνάμει πολυπλασιάσασα ἀναδίδωσι τὸν ἄσταχυν εἰς ἄρτου ποίησιν. κατὰ δὲ τὴν θεωρίαν γῆ ἐστιν ἡ ἐκκλησία τοῖς μὲν ἀξίοις τὸν ζῶντα ἄρτον ὀρέγουσα, τοῖς δὲ ἀναξίοις τὸ κάτωθεν, τουτέστι τὸ ἐν ᾅδου καὶ αἰώνιον, εὐτρεπίζουσα πῦρ. 28, 6 τόπος σαπφείρου οἱ λίθοι αὐτῆς. ἡ μὲν αἰσθητὴ γῆ τοὺς τιμίους ἀναδίδωσι λίθους, ἡ δὲ νοηθεῖσα τοὺς ἀποστόλους καὶ λοιποὺς ἁγίους, περὶ ὧν γέγραπται· λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς. τόπος σαπφείρου δέ εἰσιν οἱ λίθοι, ἐπειδήπερ ἐν γῇ τυγχάνοντες ἐν οὐρανῷ ἔχουσι τὸ πολίτευμα· ὁ γὰρ σάπφειρος λίθος οὐράνιον δείκνυσι χρῶμα. 28, 6 καὶ χῶμα χρυσίον αὐτῆς. τῆς μὲν αἰσθητῆς γῆς, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν εἴπαμεν, ἔστι τι χῶμα, ὅπερ ἑψόμενον εἰς χρυσοῦ συμβάλλεται γένεσιν. τῆς δὲ 233 ἁγίας ἐκκλησίας καὶ τὰ δοκοῦντα εἶναι εὐτελῆ ὡς χῶμα τίμια τυγχάνουσιν. 28, 7 τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν, καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός. πρὸς μὲν ῥητὸν τοῦτο λέγει, ὅτι ταύτην τὴν ὁδὸν τῆς μεταλλικῆς τέχνης οὐ γυψὶ τοῖς ὀξυωπεστάτοις καὶ ἐξ ὕψους τὰ ἐν βάθει κείμενα καθορῶσιν οὐδὲ τοῖς λοιποῖς πετεινοῖς ὁ θεὸς ἐδωρήσατο, ἀλλὰ τῇ λογικῇ τῶν ἀνθρώπων οὐσίᾳ. πρὸς δὲ διάνοιαν τῆς ἁγίας ἐκκλησίας οὐκ ἔγνω τὴν ὁδὸν δαίμων πετεινὸν λεγόμενος διὰ τὸ ἀέριος εἶναι, οὐδὲ ἠδυνήθη αὐτὴν κατανοῆσαι ὀφθαλμὸς γυπός, τουτέστι φιλοσώματος· σαρκοβόρον γὰρ πετεινὸν ὁ γύψ. 28, 8 οὐκ ἐπάτησαν αὐτὴν υἱοὶ ἀλαζόνων, οὐ παρῆλθεν ἐπ' αὐτῆς λέων. πρὸς μὲν ῥητόν· ἀλλ' οὐδὲ δράκοντες, φησίν, ἢ τὰ ἕτερα μεγάλα θηρίαταῦτα γὰρ υἱοὺς ἀλαζόνων καλεῖἢ λέοντες ταύτην εἰλήφασι παρὰ θεοῦ τὴν τέχνην. πρὸς δὲ διάνοιαν· οὐ δύνανται πατεῖν τὴν θεωρηθεῖσαν γῆν οἱ τοῖς δαίμοσι μαθητευόμενοι καὶ υἱοὶ τούτων ἐνδίκως καλούμενοι, ἀλλ' οὐδὲ αὐτὸς ὁ νοητὸς λέων, τουτέστιν ὁ διάβολος. 28, 910 ἐν ἀκροτόμῳ ἐξέτεινε χεῖρα αὐτοῦ, κατέστρεψε δὲ ἐκ ῥιζῶν ὄρη, θῖνας δὲ ποταμῶν ἔρρηξεν. 234 πρὸς μὲν ῥητόν· ὑπὸ θεοῦ συνετισθεὶς ἄνθρωπος οὐδὲ τὰς τῶν ὀρῶν κορυφὰς ἀνεπάφους εἴασεν, ἀλλὰ τὰς ἀκροτόμους ἀναστομώσας καὶ ἀναρρήξας ποταμηδὸν ἐκεῖθεν πηγὰς ἀναβλῦσαι παρεσκεύασε, καὶ ὑψηλὰ δέ τινα ἀναστήματα πολλάκις ἐξέκοψεν, ἃ δὴ ὄρη καλεῖ, πρὸς τὴν λοιπὴν ἐξομαλίζων γῆν. πρὸς δὲ διάνοιαν· ὁ θεὸς τὴν ἀκρότομον ἔστρεψεν εἰς πηγὰς ὑδάτων, τὴν πάλαι ἄγονον τῶν ἐθνῶν ἐκκλησίαν ἐξομβρῆσαι ποταμηδὸν τὰ πνευματικὰ χαρίσματα παρασκευάσας. κατέστρεψε δὲ ἐκ ῥιζῶν ὄρη, τὰς ἀντικειμένας δυνάμεις ἐκ θεμελιῶν κατασείσας, περὶ ὧν γέγραπται· ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινήπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ γενήσεται. δυνατὸν δὲ καὶ ἄλλως θῖνας ποταμῶν ὑπὸ θεοῦ ῥηγνυμένας νοῆσαι τὰς ἐπισυστάσεις τῶν πειρασμῶν. 28, 10 πᾶν δὲ τίμιον εἶδέ μου ὁ ὀφθαλμός. ὡς μὲν ἅγιος καὶ προφητὴς τὰ τίμια ταῦτα μυστήρια πεπληροφορῆσθαι λέγει, ὡς δὲ τὸ κοινὸν τῶν ἀνθρώπων ἀναδεχόμενος πρόσωπόν φησιν, ὅτι πᾶν τίμιον ἐσοφίσθη ὁ ἄνθρωπος ὑπὸ θεοῦ. 28, 11 βάθη δὲ ποταμῶν ἀνεκάλυψεν, ἔδειξεν δὲ αὐτοῦ δύναμιν εἰς φῶς. πρὸς μὲν ῥητόν· ἄνθρωπος, φησίν, ἀνατέμνων τὴν γῆν καὶ ἐξάγων τὰ ὕδατα, τῆς οἰκείας ἐπιστήμης, ἧς εἴληφε παρὰ θεοῦ, τὴν δύναμιν εἰς τὸ φανερὸν προεκόμισεν. λέγει δέ, ὅτι δι' ὧν ἐργά 235 ζεται δείκνυσιν, ὅσην εἴληφε παρὰ θεοῦ δύναμιν καὶ ἐξουσίαν. πρὸς δὲ διάνοιαν· ὁ ἐνανθρωπήσας λόγος τὰ πλήθη τῶν πνευματικῶν χαρισμάτων ἀνεκάλυψεν, ὡς καὶ ὁ ἀπόστολος εἶπε περὶ τοῦ μυστηρίου τοῦ Χριστοῦ· ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων. ἀλλὰ καὶ ἔδειξεν ἑαυτοῦ τὴν δύναμιν εἰς φῶς κατὰ τὸν φήσαντα προφήτην· ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν καὶ οὐ παρασιωπήσεται. 28, 1214 ἡ δὲ σοφία αὐτοῦ πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς ἐπιστήμης; οὐκ οἶδε βροτὸς τὴν ὁδὸν αὐτῆς οὐδὲ μὴ εὑρεθῇ ἐν ἀνθρώποις. ἄβυσσος εἶπεν· οὐκ ἔστιν ἐν
Unit 18 rem mid§u18-rem-mid
u18-rem-midRem mid: Unit 18; lemma continues; reading with the letter.
Greek · §u18-rem-mid
ἐμοί, καὶ θάλασσα εἶπεν· οὐκ ἔστιν μετ' ἐμοῦ. σοφίαν ἐνταῦθα τὴν τελείαν εὐσέβειαν λέγει, πρᾶγμα θεῖον ἀόρατον ὑπὸ μόνου θεοῦ τοῖς ἀνθρώποις δωρούμενον. ὁ δὲ νοῦς τῶν ῥημάτων οὗτος· μεγάλα, φησίν, ὁ θεὸς τοῖς ἀνθρώποις ἐδωρήσατο ἐν τῇ φύσει κατασπείρας αὐτῶν τὸ διαιρετικὸν καὶ σοφὸν καὶ τεχνικόν, ὅπερ λαβόντες ἄνθρωποι γῆν μεταλλεύουσι καὶ γεωργοῦσι καὶ ὑδάτων φορὰς ἐξομβρεῖν παρασκευάζουσιν. τὴν δὲ κατὰ θεοσέβειαν σοφίαν οὐκ ἐν τόπῳ τινὶ δυνατὸν εὑρεῖν, οὐκ ἐν ἀβύσσοις, οὐκ ἐν θαλάσσῃ. οὐκ οἴκοθεν ταύτην ἄνθρωπος ἀναλαβεῖν δύναται, οὐκ ἄλλοις παραδοῦναι, ἀλλ' ἰδικῶς θεοῦ πρὸς τοῦτο διδασκάλου δεόμεθα καὶ τῶν ὑπὸ θεοῦ δεδειγμένων ἱερῶν ἀνδρῶν. διὰ τοῦτό τοι καὶ οἱ τῶν Ἑλλήνων σοφοὶ ἰδίᾳ δυνάμει τὴν θεοσέβειαν ζητήσαντες ἠστόχησαν. τὸ γὰρ πρᾶγμα οὐκ ἀνθρώποις ἐστὶν ἐφικτόν, ἀλλὰ τῆς θείας δωρεᾶς τε καὶ χάριτος δέονται, ὅθεν καὶ ἐξ ἀρχῆς ὁ θεὸς τὰ μὲν δι' ὀπτα 236 σιῶν, τὰ δὲ δι' ἀγγέλων ἐπιφοιτήσεως, τὰ δὲ διὰ τῶν θεοφορουμένων ἁγίων προφητῶν τὴν θεοσέβειαν τοὺς ἀνθρώπους ἐξεπαίδευσεν. ὥστε κεῖται μὲν ἐν τῇ φύσει σοφία τις καὶ τῶν ἀλόγων ὡς καὶ παρὰ τῇ μελίσσῃ, διαφερόντως δὲ ἐν τοῖς λογικοῖς, ἐξ ἧς κινούμεθα περὶ τὰς τέχνας καὶ ἐπιτηδεύματα, τοῦ θεοῦ λόγῳ καὶ συνέσει παρὰ τὰ λοιπὰ ζῷα τετιμηκότος τὸν ἄνθρωπον, καὶ ταύτην ἔχομεν κοινῶς πάντες, ἄδικοί τε καὶ δίκαιοι, θεοσεβεῖς καὶ ἄθεοι. ᾗ γὰρ ζῷα λογικὰ γεγόναμεν, ὑπὸ θεοῦ ταύτην εἰλήφαμεν. τὴν δὲ τελείαν θεοσέβειαν, εἰ καὶ ταύτης τὰ σπέρματα κατὰ φύσιν ἔχομεν, πλὴν εἰς ἄκρον αὐτὴν κατορθῶσαι ἢ οἴκοθεν εὑρεῖν ἢ ἐν τόπῳ καταλαβεῖν ἀδύνατον, ἀλλὰ τῆς θείας καὶ μόνης πρὸς τοῦτο χρῄζομεν χάριτος, ἐφ' ᾧ πρὸς αὐτὴν ἡμᾶς ἀσφαλῶς χειραγωγῆσαι. διὰ τοῦτο καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην ὡς τοῦ κτήματος θεοδωρήτου τυγχάνοντος. δεῖ οὖν ἡμᾶς μὲν ζητεῖν ἐκ τῶν φυσικῶν κινουμένους ἐννοιῶν, θεὸν δὲ ἐξαιτεῖν ἐπὶ ταύτην ἡμᾶς ἀπλανῶς καθοδηγῆσαι. κἀκεῖνο δὲ εἰδέναι προσήκει, ὅτι ὡς δεῖ εἰδέναι οὐκ οἶδεν βροτὸς τὴν ὁδὸν αὐτῆς. 28, 15 οὐ δώσει συγκλεισμὸν ἀντ' αὐτῆς. συγκλεισμὸν ἔοικε λέγειν χρημάτων θησαυρὸν διὰ τὸ ταῦτα ἀσφαλῶς ἡμᾶς συγκλείειν. οὐκ ἔστιν οὖν, φησίν, πρᾶγμα ὤνιον ἡ τοιαύτη σοφία. 28, 1516 καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς· καὶ οὐ συμβασταχθήσεται χρυσίῳ Σουφείρ. οὐδέν, φησίν, τούτου τοῦ κτήματος ἴσον εὑρίσκεται, οὐδὲ ἀντι 237 σταθμίζεσθαι δύναται τῇ σοφίᾳτοῦτο γὰρ λέγει τὸ οὐ συμβασταχθήσεται, οὐκ ἄριστος χρυσός, οὐκ ἀργυρίου πλῆθος. τὸ δὲ Σουφεὶρ ἐν τοῖς ἔμπροσθεν ἡρμηνεύσαμεν, ὅτι ἐπὶ πλούτου κεῖται ἡ λέξις. 28, 1617 ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ· οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος. ἀλλ' οὐδὲ τῶν λίθων οἱ τιμιώτατοι, σαρδόνυξ καὶ σάπφειρος, οὐχ ἡ διαφανὴς ὕαλος τούτῳ τῷ κτήματι παρισωθήσεται. ταῦτα δὲ διεξέρχεται ὁ μακάριος Ἰὼβ πείθων τοὺς φίλους ὡς πάντων μᾶλλον καὶ ἐπίσταται τῆς θεοσεβείας τὸ ὑπερφυὲς καὶ διαφερόντως αὐτῆς περιέχεται. 28, 17 καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ. ἀλλ' οὐδὲ δυνατὸν εἰπεῖν, ὡς πολλὰ κατ' αὐτὸν σκεύη χρυσᾶ ἀντάλλαγμα δύνανται τῆς σοφίας εἶναι. 28, 18 μετέωρα γὰρ καὶ γάβις οὐ μνησθήσεται. τὸ γάβις τὰ ἐπηρμένα ἔοικε σημαίνειν· ὁ γὰρ Σύμμαχος οὕτως ἐκδέδωκεν· _ὕ_ψ_η_ _κ_α_ὶ_ _ἐ_π_η_ρ_μ_έ_ν_α_ _ο_ὐ_ _μ_ν_η_σ_θ_ή_σ_ε_τ_α_ι_. λέγει δέ, ὅτι πρὸς σύγκρισιν τῆς σοφίας οὐδὲ μνήμης ἄξια τυγχάνουσι πάντα τὰ παρὰ ἀνθρώποις εἶναι δοκοῦντα ὑψηλὰ καὶ ἐπηρμένα. 28, 18 καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα. ἐσώτατα ἢ τὰ ἐν τοῖς ταμείοις ἐναποκείμενα χρήματά φησιν 238 ἢ τοὺς τιμίους λίθους τοὺς ἐκ τῶν ἐσωτέρων Ἰνδῶν ὡς ἡμᾶς κομιζομένους. πάντων οὖν, φησίν, κειμηλίων προτίμησον τὴν σοφίαν. καλῶς δὲ εἶπε· ἕλκυσον, οἱονεί· σπάσον ἐκ τῆς ἀληθινῆς σοφίας διὰ τῆς εὐσεβείας, κατὰ τὸ ἐν Ψαλμοῖς· τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα. ἐκεῖθεν γὰρ ἡμᾶς ἑλκύσαι ταύτην τὴν σοφίαν προσήκει, ἐκ τῆς χάριτος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. εἰ μὴ γὰρ κατὰ μετοχὴν καὶ μετάληψιν τῆς ἀληθινῆς σοφίας τοῦ λόγου τοῦ πατρικοῦ, τὴν κατὰ θεοσέβειαν σοφίαν ἀναλαβεῖν ἀδύνατον. ἕλκυσον, οὖν φησιν, σοφίαν, ἀντὶ τοῦ· πνεῦμα σοφίας, ὃ κατὰ μόνην τὴν χάριν τῆς θείας χορηγεῖται δωρεᾶς. 28, 19 οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας. τὸ τὸ οὐκ ἔστιν ἄρθρον, ἀλλὰ μία λέξις ἐστὶ τοπάζιον. λέγεται δὲ ὁ λίθος εὑρίσκεσθαι παρ' Ἰνδοῖς καὶ
Unit 18 rem close§u18-rem-close
u18-rem-closeRem CLOSEOUT: Unit 18 CLOSEOUT.
Greek · §u18-rem-close
εἶναι διαυγέστατος. 28, 19 χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται. τὰ ἀλλήλοις ἀντισταθμιζόμενα εἰς ἑκατέρας κείμενα τὰς πλάστιγγας διὰ τῆς τρυτάνης ὁμοῦ συμβαστάζεται. οὐ συμβασταχθήσεται οὖν ἀντὶ τοῦ· οὐκ ἀντισταθμισθήσεται. 28, 22 ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς συνέσεως; λέληθε πάντα ἄνθρωπον, καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη· ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν· ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος. αἱ μὲν οὖν, φησίν, μεταλλικαὶ ὗλαι καὶ τὸ χρυσίον καί, εἴ τι παρὰ ἀνθρώποις τίμιον, ἐν τόποις τισὶν εὑρίσκεται· τὸ δὲ τῆς σο 239 φίας κλέος ἔφθασε μὲν καὶ μέχρι τῶν καταχθονίων, αὐτὴν δὲ τὴν σοφίαν, πρᾶγμα θεῖον καὶ ἀόρατον καὶ ἐκ μόνης θείας δωρεᾶς ἀνθρώποις χορηγούμενον, ζητῆσαι καὶ ἔν τινι τόπῳ καταλαβεῖν παντελῶς ἀδύνατον. εἰ δὲ ἀνθρώποις τοῖς λογικοῖς κατ' εἰκόνα θεοῦ γενομένοις ταύτην ἐν τόποις καταλαβεῖν οὐ δυνατόν, πολλῷ γε δήπουθεν τῇ ἀλόγῳ φύσει· τοῦτο γὰρ σημαίνων πετεινῶν ἐμνημόνευσεν. 28, 23 ὁ κύριος εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδε τὸν τόπον αὐτῆς. τοῦτο οὖν τὸ ἀόρατον καὶ ἀκατάληπτον· σοφία, πόθεν τε καὶ πῶς εἰς ἀνθρώπους ἔρχεται, θεῷ μόνῳ τυγχάνει γνώριμον. 28, 24 αὐτὸς γὰρ τὴν ὑπ' οὐρανὸν πᾶσαν ἐφορᾷ εἰδὼς τὰ ἐν τῇ γῇ πάντα τε ἃ ἐποίησεν. μόνος οὖν ὁ παντεπόπτης θεὸς καὶ πανεπίσκοπος πᾶσαν τὴν κτίσιν ἐφορῶν τῆς σοφίας ἐπίσταται τὴν ὁδόν. 28, 2526 ἀνέμων σταθμὸν ὕδατός τε μέτρα· ὅτε ἐποίησεν οὕτως, ἰδὼν ἠρίθμησε καὶ ὁδὸν ἐν τινάγματι φωνάς. ὁ τοίνυν πάντα τὰ ποιήματα συμμέτρως καὶ ἀναλόγως δημιουργήσας, ὡς μήτε ἀνέμους τῇ ἀμετρίᾳ τοὺς ἐπὶ τῆς γῆς λυμαίνεσθαι, μήτε τῶν ὑδάτων τὴν φορὰν ἐκ τῆς ὁμοίας ἀμετρίας ἢ διαλύειν ἢ ἐπικλύζειν τὴν γῆν, καὶ τὰς βροντάς, ἃς τινασσόμενος ὁ ἀὴρ ἀποτελεῖ, χρησίμως κατεσκεύασεν· ταύτας γὰρ καλεῖ τὰς ἐν τινάγματι φωνάς. μάλιστα μὲν γὰρ εἰς δέος ἡμᾶς καὶ θεῖον ἐνάγουσι φόβον οἱ τῶν βροντῶν κτύποι. ὡς δέ φασιν, κατά τινα ἀντιπαθείας λόγον καταστέλλουσι κορυφούμενα τῆς θαλάσσης τὰ κύματα ὡς καὶ 240 τὸν ψαλμῳδὸν λέγειν περὶ αὐτῶν· ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. 28, 27 τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτήν, ἑτοιμάσας ἐξιχνίασεν. ταῦτα σοφῶς ἑτοιμάσας καὶ ἀκριβῶς ἐξιχνιάσαςἀντὶ τοῦ· εἰδὼς αὐτάκατὰ τοὺς τῆς οἰκείας προγνώσεως καὶ προνοίας λόγους, εἶτα καὶ δημιουργήσας καὶ πάντα εἰς φανερὸν ἀγαγὼν καὶ τὴν θαυμαστὴν ταύτην ἁρμονίαν τῶν οἰκείων ποιημάτων τεκτηνάμενος, τότε πάντα θεωρήσας καὶ ἰδών, ὅτι καλὰ λίαν, τότε καὶ ἡμῖν ἐξηγήσατο τὴν σοφίαν. πῶς ἐξηγήσατο; πίνακά τινα προθεὶς τῆς οἰκείας σοφίας τὰ δημιουργήματα, ἵνα ἀπὸ καλλονῆς καὶ μεγέθους τῶν κτισμάτων τὰ ἀόρατα τῆς σοφίας αὐτοῦ καταλαμβάνωμεν. τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, φησί που ὁ θεῖος ἀπόστολος. τὸ δὲ ἑτοιμάσας ἐξιχνίασεν οὐ λέγει, ὅτι προεβουλεύσατο περὶ τῶν ποιημάτων ὁ θεὸς ὡς προβουλιῶν εἰς τὸ δημιουργεῖν δεόμενος· ὁμοῦ γὰρ ὃ θέλει καὶ παράγει, ὁμοῦ βούλεται καὶ εἰς ἔργον χωρεῖ τὸ βούλευμα. ἀλλὰ ἃ ἔδει παραγαγεῖν ἕτοιμα πάντα καὶ ἑδραῖα καὶ μετὰ πάσης ἀναλογίας ἐξιχνιασθέντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν. 28, 28 εἶπεν δὲ ἀνθρώπῳ· ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία, τὸ δὲ 241 ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη. ἔδει τοιγαροῦν τὸν ἄνθρωπον κατ' εἰκόνα θεοῦ γενόμενον μέτοχον γενέσθαι τῆς σοφίας. ταύτην αὐτῷ δωρούμενος ἔφησε πρὸς αὐτὸν θεός· σύντομόν σου καὶ ἀπερίσπαστον παρέχω τὸ δῶρον, θεοσεβὴς γὰρ ἔσο καὶ ἄκακος. αὕτη γὰρ ἡ τῆς σοφίας καὶ ἐπιστήμης ἀνάληψις. ταῦτα μὲν οὖν ὁ μακάριος Ἰὼβ εἶπεν θεοῦ δύναμιν καὶ σοφίαν ἀποθαυμάζων καὶ πείθων τοὺς φίλους, ὡς οὐδὲν θεοσεβείας ἄμεινον. ὁ δὲ νοῦς ἁπάντων τῶν γεγραμμένων οὗτος· εἰ βούλεσθε θεοῦ σοφίαν ἀποθαυμάσαι, κατανοήσατε πρῶτα μέν, πῶς σοφῶς τὴν ἀνθρώπου κατεσκεύασε φύσιν ὡς δύνασθαι καὶ γῆν μεταλλεύειν καὶ ἐξ ἀφανοῦς εἰς τὸ φανερὸν τὰς τιμίας παράγειν ὕλας, καὶ ἀροῦν καὶ σπείρειν καὶ τοὺς ἐκ τῆς γῆς καρποὺς ἀποδρέπεσθαι πηγάς τε ὑδάτων ἀναστομοῦν. κατανοήσατε δὲ καὶ τὰ τοῦ θεοῦ ποιήματα, ὡς ἅπαντα ἐν ἁρμονίᾳ καὶ σταθμοῖς καὶ μέτροις καὶ ἀναλογίᾳ τινὶ θαυμασίᾳ πρὸς ἄλληλα συνεκεράσθησαν. ἐκ δὲ ταύτης τῆς κατανοήσεως ἐπὶ τὴν θεοσέβειαν ὁδεύοντες πάντων αὐτὴν προτιμήσωμεν πεπεισμένοι σαφῶς, ὡς οὐδὲν μὲν αὐτῇ τῶν τιμίων
Commentarii in Job Unit 19 opening§u19-open
u19-openUnit 19.
Lemma-led open — ἀντιπαραβάλλεται, αὐτὴ δέ ἐστιν ἡ ὄντως σοφία καὶ ἐπιστήμη ἐκ θεοῦ χορηγουμένη ἀνθρώποις.
Greek · §u19-open
ἀντιπαραβάλλεται, αὐτὴ δέ ἐστιν ἡ ὄντως σοφία καὶ ἐπιστήμη ἐκ θεοῦ χορηγουμένη ἀνθρώποις. εἰ δὲ ταῦτα θαυμαστὰ καὶ ἀξιάγαστα, τί ἄν τις νοήσαι {δύναται} περὶ τῆς οὐσιώδους σοφίας, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, τοῦ ἐκ τῶν πατρικῶν ἀχρόνως ἀναλάμψαντος κόλπων, τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία, ὡς ὁ ἱερὸς ἀπόστολος ἔφη. 242 ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ἔτι δὲ προσθεὶς Ἰὼβ εἶπε τῷ προοιμίῳ· τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ θεὸς ἐφύλαξεν; Προθεωρία τοῦ κεφαλαίου θαυμασίως τοῦ Ἰὼβ τὰ περὶ δυνάμεως θεοῦ καὶ σοφίας ἐξηγησαμένου καὶ διδάξαντος, ὡς πάντων τιμίων ἡ σοφία τιμιωτέρα καὶ σοφὸς ἐκεῖνος ὁ θεοσεβὴς καὶ ἄκακος, οἱ μὲν φίλοι πάλιν ἡσύχασαν οὐδὲν ἀντιλέγειν ἔχοντες πρὸς τὰ εἰρημένα. διὸ πάλιν ὁ Ἰὼβ ἐξ ἑτέρας ἀρχῆς ποιεῖται τὸν λόγον ἐρῶν μὲν γενέσθαι ἐν τῇ πρώην εὐδαιμονίᾳ καὶ ὑπὸ τὴν ἐπισκοπὴν καὶ ἐποπτικὴν τοῦ θεοῦ δύναμιν, ἐκδιδάσκων δέ, ὡς ἀξιέραστον ὁ θεόσδοτος πλοῦτος ἐλεημοσύνῃ συμπεπλεγμένος καὶ ἐπαινετὸν ἡ περιφάνεια δικαιοσύνῃ συγκεκραμένη. ὕλη γὰρ τὰ πράγματα τῷ φιλοσόφῳ πρόκεινται λογισμῷ, οἷς ἐάν τις κέχρηται κατὰ τὸ τοῦ λόγου βούλημα, θεοσεβὴς ὁμοῦ καὶ φιλόθεος καὶ μακαριστὸς ἀναδείκνυται. πολλὰ δὲ τῶν φίλων αὐτὸν ἐπ' ἀσεβείᾳ καὶ ἀδικίᾳ διαβεβληκότων τῶν ἰδίων ἀνδραγαθημάτων ποιεῖται κατάλογον μονονουχὶ λέγων, ὅπερ ὕστερον ὁ ἀπόστολος ἔφη· γέγονα ἄφρων καυχώμενος, ὑμεῖς με ἠναγκάσατε. εἰ γὰρ καὶ γέγραπται· ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὰ σὰ χείλη, ἀλλὰ μάλιστα μὲν τοὺς τελείους 243 πρὸς τοὺς τοιούτους ἐξάγει λόγους ἡ ἀνάγκη πολλάκις ἀπαθῶς καὶ ἀτύφως τὰ καθ' ἑαυτοὺς ἐξηγουμένους. οἰκονομεῖ δὲ καὶ θεὸς ταῦτα οὕτω γίνεσθαι πρὸς οἰκοδομὴν ἡμετέραν, ἵνα τῶν ἁγίων ἀνδρῶν τοὺς βίους ἀπεξεσμένας εἰκόνας ἀρετῆς ἔχοντες καὶ πρὸς αὐτὰς ἐνατενίζοντες τὸν ἡμέτερον ῥυθμίζωμεν βίον. ἐκτραγῳδεῖ δὲ καὶ τὰ καθ' ἑαυτόν, ἵνα ἡμεῖς ἐν ταῖς περιστάσεσι πρὸς τὰ τοῦ Ἰὼβ παθήματα βλέποντες παραμυθώμεθα. διδάσκει δὲ καὶ δόγμα κάλλιστον τὸ μὴ δεῖν ἑαυτὸν ἐξάγειν τοῦ σώματος διὰ τὸν συνδήσαντα θεὸν τὴν ψυχὴν τῷ σώματι. πάλιν δὲ οὐχ, ὅτι δίκαιός ἐστι καὶ πάσχει, προστίθεται τῇ μερίδι τῶν ἀσεβῶν, ἀλλὰ καὶ ταλανίζει τούτους· καὶ ἐφεξῆς κατάλογον ποιεῖται τῶν οἰκείων κατορθωμάτων εἰς ἡμετέραν διδασκαλίαν τε καὶ ὠφέλειαν. ταῦτα εἰρηκὼς ὁ Ἰὼβ τὸν λόγον κατέλυσεν· ἡσύχασαν δὲ καὶ οἱ φίλοι μηδὲν ἀντιλέγειν ἔχοντες πρὸς τὰ εἰρημένα. συνηπίσταντο γὰρ καὶ αὐτοὶ τῷ δικαίῳ τὰ κατορθώματα. ἦν γάρ, φησίν, Ἰὼβ δίκαιος ἐναντίον αὐτῶν. Αἱ λέξεισ 29, 2 τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν, ὧν με ὁ θεὸς ἐφύλαξεν; θείαν ἐπισκοπὴν λέγει καὶ φυλακὴν οὐ μόνον τὴν εὐπαιδίαν καὶ τοῦ πλούτου τὴν περιουσίαν, ἀλλ' ὅτι καὶ ἐν τοσαύτῃ περιφανείᾳ τὸ δίκαιον ἄκρως ἐφύλαξεν ὑπὸ τῆς ἐπισκοπῆς τοῦ θεοῦ φρουρούμενος. διὸ καὶ ἐν ἐκείνοις εὔχεται γενέσθαι οἷα φιλόθεος ὑπὸ τῆν τοῦ θεοῦ σκέπην εἶναι ποθῶν. 244 29, 3 ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει. λύχνος τοῖς ποσί μου ὁ νόμος σου, ἔφη που ψάλλων ὁ μελωδός. ὁ θεῖος οὖν νόμος καὶ λόγος ἐν διανοίᾳ τοῦ Ἰὼβ ὑπὸ τοῦ θεοῦ λαλούμενοςοὔπω γὰρ ἦν ὁ γραπτὸς νόμοςπαρεσκεύασεν αὐτὸν ἐν τῇ σκοτομήνῃ τοῦδε τοῦ βίου ὡς ἐν φωτὶ πορεύεσθαι καὶ τὰς κατ' ἀρετὴν ἐκτελεῖν πράξεις οἷά τις λύχνος ὑπὲρ κεφαλῆς τουτέστιν ἄνωθενλάμπων καὶ ἀσφαλῆ τὴν πορείαν παρέχων ποιεῖσθαι τοῖς διοδεύουσιν. φησὶν οὖν ὅτι· καὶ πᾶσι τοῖς ἀνθρωπίνοις ἐκόμων ἀγαθοῖς καὶ ἀσφαλῶς τὰς κατ' εὐσέβειαν ὥδευον τρίβους τῷ θείῳ φωτὶ καταλαμπόμενος. 29, 4 ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς. ὅτε πανταχόθεν ἔβριθον καὶ ὥσπερ τὰ εὔκαρπα φυτὰ κατεβαρούμην τοῖς ἀγαθοῖς διὰ πάσης ὁδοῦ, τοῦτο μὲν τοῖς ἔξωθεν, τοῦτο δὲ καὶ ταῖς κατ' εὐσέβειαν πράξεσιν, οὐ
Unit 19 rem early§u19-rem-early
u19-rem-earlyRem early: Unit 19; lemma and argument toward the thesis.
Greek · §u19-rem-early
κοῦφός τις ὢν καὶ εὐρίπιστος, ἀλλ' ἐμβριθὴς καὶ στερεὸς τὸ ἦθος καὶ ἀκλονήτως τὸ καλὸν μετερχόμενος. 29, 45 ὅτε ὁ κύριος ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου, ὅτε ἤμην ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ παῖδες. ὅτε τοῦ θεοῦ τῆς οἰκείας ἐπισκοπῆς ἀξιοῦντος τὰ κατ' ἐμὲ ὕλην εἶχον ἀρετῆς τὸν πλοῦτον καὶ τὴν εὐπαιδίαν, τοὺς μὲν παῖδας κατὰ τὸ θεῖον ἐκτρέφων βούλημα, κοινωνῶν δὲ τοῦ πλούτου τοῖς πένησιν. 245 29, 6 ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρῳ, τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι. διὰ τούτων τῶν βοσκημάτων σημαίνει τὸ πλῆθος ὡς πανταχοῦ νεμομένων ἔν τε ὄρεσι καὶ ἐν τοῖς πεδίοις· ἀπὸ γὰρ βουτύρου καὶ γάλακτος τῶν τε βουκολίων τὸ πλῆθος καὶ θρεμμάτων τὰς ἀγέλας ἐμήνυσεν. 29, 7 ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. οἷά τις ἄρχων καὶ διδάσκαλος ἀρετῆς οὐχ ὕπνῳ καὶ μέθαις ἐσχόλαζεν, ἀλλ' ἑωθινὸς ἐν ταῖς πλατείαις καθῆστο νόμος καὶ τύπος τοῖς ἐν τῇ πόλει γινόμενος. 29, 8 ἰδόντες με νεανίσκοι ἐκρύβησαν. οἱ τὸ νεωτερικὸν ἦθος ἔχοντες αἰδούμενοι τοῦ μεγάλου Ἰὼβ τὴν ἀρετὴν ἀπεκρύπτοντο. 29, 8 πρεσβύτεροι δὲ πάντες ἔστησαν. πρὸς μὲν τὸ ῥητὸν οἱ μὲν νέοι ἀπεκρύπτοντο, οἱ δὲ καθ' ἡλικίαν πρεσβῦται ἵσταντο τιμῶντες. πρὸς δὲ διάνοιαν πρεσβυτικὴν ἔχοντες φρόνησιν ἵσταντο τῶν αὐτοῦ λόγων ἐπακροώμενοι. 29, 9 ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες δάκτυλον ἐπιθέντες ἐπὶ στόματι. πρὸς μὲν ῥητὸν ἁδροὺς τοὺς πλουσίους λέγει εὐλαβουμένους αὐτὸν καὶ σιωπῶντας καὶ διὰ τοῦ τὸν δάκτυλον ἐπιτιθέναι τῷ στόματι ἀλλήλοις διανεύοντας καὶ τὴν σιωπὴν ἐγκελευομένους. πρὸς δὲ διάνοιαν καὶ οἱ τῷ λόγῳ καὶ τῇ διδασκαλίᾳ πλούσιοι παρεχώρουν τῇ τοῦ Ἰὼβ διδαχῇ καὶ εἰς μαθητῶν καθίσταντο χώραν σιωπῇ τῶν λεγομένων ἐπακροώμενοι. 246 29, 1011 οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με καὶ ἡ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη, ὅτι ὠτίον ἤκουσε καὶ ἐμακάρισέ με. τὸ καὶ ἡ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη συνῆπται τῷ δάκτυλον ἐπιθέντες ἐπὶ στόματι, ἵνα εἴπῃ ὅτι· ἀχανεῖς ἔμενον. ἐμακάριζον δὲ αὐτὸν οἱ τὰ κατ' αὐτὸν ἀκούοντες καὶ οἱ ἔχοντες ὠτίον ἐπιτήδειον εἰς συνετῶν λόγων ἀκρόασιν καὶ τῆς αὐτοῦ διδασκαλίας ἀπολαύοντες. 29, 11 ὀφθαλμὸν δὲ ἰδών με ἐξέκλινεν. οὐκ ἰσχύων ἀντειπεῖν. 29, 12 διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ ὀρφανῷ ᾧ οὐκ ἦν βοηθὸς ἐβοήθησα. τὰς αἰτίας εἴπαμεν, δι' ἃς τῶν οἰκείων κατορθωμάτων οἱ δίκαιοι ποιοῦνται τὸν κατάλογον, ἐν τῇ προθεωρίᾳ. 29, 13 εὐλογία ἀπολλυμένου ἐπ' ἐμὲ ἐπέλθοι, στόμα δὲ χήρας με εὐλόγησεν. ὁ μέλλων ἀπόλλυσθαι καὶ μὴ ἀπολόμενος διὰ τὸ τῆς αὐτοῦ τυχεῖν ἐπικουρίας καὶ ἡ χήρα δὲ ἡ ἀπροστάτητος προστάτην αὐτὸν κτησαμένη δικαίως αὐτὸν ηὐλόγουν. 29, 14 δικαιοσύνην δὲ ἐνδεδύκειν, ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοίδι. κρίμα λέγει τὴν δικαιοκρισίαν, καὶ ταῦτα μὲν τὰ θαυμαστὰ τοῦ Ἰὼβ ἄμφια. ἐξ ἐναντίας δὲ τὰ τῶν ἀσεβῶν· ἐνδύονται γὰρ κατάραν ὡς ἱμάτιον καὶ περιβάλλονται ὡσεὶ διπλοίδα αἰ 247 σχύνην αὐτῶν, ὡς τὸν ἑκατοστὸν ὄγδοον ὕμνον ἀναβαλλόμενος ὁ μεγαλογράφος ἐδίδαξεν. 29, 15 ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν. τὰ λείποντα τοῦ σώματος μέλη προσανεπλήρου τοῖς δεομένοις τῇ τῶν ἀναγκαίων ἐπιχορηγίᾳ. καὶ τὰς τυφλὰς δὲ διανοίας διήνοιγε καὶ τῶν ποδῶν τῆς ψυχῆς ἰσχυροποίει τὰς βάσεις τῷ διδασκαλικῷ λόγῳ χρώμενος. 29, 16 ἐγὼ ἤμην πατὴρ ἀδυνάτων· δίκην δέ, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα. διαγνωστικῶς τῶν δικαζομένων ἀκούων οὐδὲν προακηκοὼς οὐδὲ προμεμαθηκὼς ἔκ τινος τῶν μερῶν οὐδὲ προδιαφθαρεὶς τὴν ἀκοὴν ἐξιχνίασα καὶ ἐπιμελῶς ἀναζητήσας κατείληφα τὸ δίκαιον. 29, 17 συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα. ὅτε, φησίν, οἱ ἀδικήσαντες ἔδοξαν ἐν βεβαίῳ ἔχειν τὰ ἀφαιρεθέντα, ὡσπερεί τινων θηρίων ἐκ μέσων τῶν ὀδόντων ἐκσπάσας τὰ ἁρπασθέντα τοῖς ἀδικηθεῖσιν ἀπεκατέστησα. 29, 18 εἶπα δέ· ἡ ἡλικία μου γηράσει. ταῦτα ποιῶν μέχρι τέλους ἔχειν ἤλπισα τὰ ἀγαθά. 29, 1819 ὥσπερ στέλεχος φοίνικος πολὺν χρόνον βιώσω. ἡ ῥίζα μου διήνοικται ἐπὶ ὕδατος καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου. ταῦτα, φησίν, ἔλεγον κατ' ἐμαυτόν, ὅτι δικαιοσύνῃ συζῶν καὶ τῆς θείας ἀπολαύων ἐπικουρίας ἀειθαλὴς ἔσομαι καὶ πολυχρόνιος· τοιοῦτον γὰρ ὁ φοῖνιξ. καὶ ὥσπερ τὰ δένδρα τὰ ἐπὶ ὑδάτων τὰς ῥίζας ἔ 248 χοντα, οὕτως ἤλπιζον ἀνθηρὸς εἶναι καὶ κατάκαρπος. καὶ ὡς καρποὶ δρόσου καὶ ὑετῶν ἀπολαύσαντες καὶ πλήρεις γενόμενοι καθ' ὥραν θερίζονται, οὕτως ἤλπιζον καταγηράσας τοῖς ἀγαθοῖς μεταλλάξειν τὸν βίον. 29, ἡ δόξα μου κενὴ μετ' ἐμοῦ καὶ τὸ τόξον μου ἐν τῇ χειρὶ
Unit 19 rem mid§u19-rem-mid
u19-rem-midRem mid: Unit 19; lemma continues; reading with the letter.
Greek · §u19-rem-mid
αὐτοῦ πορεύσεται. ἔλεγον δέ, φησίν, ὅτι καὶ τὸ τόξον μου ἐν τῇ τοῦ θεοῦ χειρὶ πορεύσεται καὶ κατὰ σκοπὸν πάντα μοι ἐκβήσεται, ὡς βέλος ὑπὸ εὐφυοῦς τοξότου πεμπόμενον εὐθὺ τοῦ σκοποῦ φέρεται. λέγει οὖν ὅτι· ὑπὸ μὲν τῆς θείας χειρὸς ὑπενόουν ὁδηγεῖσθαι τὰ κατ' ἐμέ, νῦν δὲ κενή μου γέγονεν ἡ δόξα καὶ ἡ ἐλπίς, τουτέστι ματαία, εἰς τοὐναντίον μοι τῶν πραγμάτων περιτραπέντων. 29, 2122 ἐμοῦ ἀκούσαντες προσέσχον, ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ, ἐπὶ δὲ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο. νόμον ἡγούμενοι καὶ κανόνα καὶ στάθμην τὰ ἐμὰ ῥήματα, καὶ οὔτε προσθεῖναί τι τούτοις οὔτε ἀφελέσθαι δυνάμενοι. 29, 2223 περιχαρεῖς δὲ ἐγένοντο, ὁπόταν αὐτοῖς ἐλάλουν, ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετόν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιὰν προσεδέχοντο. ἔγκαρπα γὰρ ἦν αὐτοῦ τὰ ῥήματα καὶ δραστήριον εἶχον δύναμιν ἐν ταῖς τῶν ἀκουόντων ψυχαῖς· πρῶτον γὰρ ἐποίει, εἶτα ἐδίδασκεν. ἔπαινος δὲ καὶ τοῦ λέγοντος, ὅταν ἐμπράκτους ἔχῃ τοὺς λόγους, καὶ τοῦ ἀκούοντος, ὅταν μετὰ δίψης ἀκούσῃ καὶ πόθου. 29, 24 ἐὰν γελάσω πρὸς αὐτούς, οὐ μὴ πιστεύσωσιν. 249 διὰ τὸ ἀσύνηθες πεῖραν εἶναι τὸ πρᾶγμα νομίζοντες. ἐν τούτοις δὲ ἦθος ὑπέγραψε διδασκαλικόν· οὕτω γὰρ ἐμβριθῆ καὶ ἀμείλικτον εἶναι εἰς πᾶσαν γλυκυθυμίαν προσήκει τὸν θεῖον διδάσκαλον ὡς καὶ προσγελῶντα μὴ πιστεύεσθαι. 29, 24 καὶ φῶς τοῦ προσώπου μου οὐ κατέπιπτεν. ἀλλὰ καὶ θεία χάρις, φησίν, τοῦ προσώπου μου ἀπέλαμπε τῆς κατὰ ψυχὴν εἰρήνης προφαίνουσα τὸ κάλλος διὰ τῶν παρειῶν. ἢ καὶ τοῦτο λέγει ὅτι· τῶν ἐμῶν λόγων οὐδὲ εἷς ἦν σκοτεινὸς οὐδὲ ἀφεγγής, ἀλλὰ πάντες φωτὸς πεπληρωμένοι· πρόσωπον γὰρ διδασκάλων ἡ αὐτῶν διδαχή· διὰ γὰρ τοῦ χαρακτῆρος τὸν πατέρα τοῦ λόγου γνωρίζομεν. 29, 25 ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις. οὐ βίᾳ δὲ τὴν αὐτῶν ἀρχὴν ἥρπασα, ἀλλ' ἐπειδὴ τὰ συμφέροντα αὐτοῖς ἐκλεγόμενος εἰσηγούμην καὶ τὴν κατ' ἀρετὴν αὐτοῖς ὁδὸν ὑπεδείκνυον, ἄρχοντά με ἑαυτῶν ἀνέδειξαν, καὶ οὕτως ὑπετάγησάν μοι ὥσπερ στρατιῶται βασιλεῖ. εἴληπται δὲ τὸ ὄνομα αὐτῶν μονοζώνων ἔκ τινος κατὰ τὴν ὅπλισιν ἰδιότητος. 29, 25 ὃν τρόπον παθεινοὺς παρεκάλουν. ἀλλὰ καὶ ἐν πάθεσιν αὐτοὺς ὄντας, ἢ τοῖς κατὰ ψυχὴν ἢ τοῖς ἔξωθεν, λόγοις τε καὶ ἔργοις παρεμυθούμην. 250 30, 1 νυνὶ δὲ κατεγέλασάν μου, ἐλάχιστοι νῦν νουθετοῦσί με ἐν μέρει, ὧν ἐξουδένουν πατέρας αὐτῶν, οὓς οὐχ ἡγησάμην εἶναι ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων. ἀλλ' εἰς τοσαύτην περιετράπη μεταβολὴν τὰ κατ' ἐμέ, ὡς τοὺς ἐλαχίστους δι' ἀπορίαν καὶ δυσγένειαν καὶ τὸ τῆς ἡλικίας νεώτερον καὶ τὸ παντάπασιν ἀχρείους εἶναι διὰ τὸ εἶναι πονηροὺς νουθετεῖν με ἐν μέρει, τουτέστιν οἴεσθαι διὰ τῆς νουθεσίας μέρος τι ἀνταποδιδόναι μοι τῶν εὐεργεσιῶν ὧν εἰς αὐτοὺς προεισήνεγκα. τὸ οὖν μηδὲ κυσὶν αὐτοὺς παραβάλλειν οὐκ ἀλαζονείας ῥῆμα, ἀλλὰ δεῖγμα τῆς ἐκείνων παντελοῦς ἀχρειότητος. κατὰ μὲν οὖν τὸ πρόχειρον περὶ ἑταίρων τινῶν ἔοικε λέγειν πτωχῶν καὶ εὐτελῶν ἀνδρῶν· ὡς δὲ πτωχούς τινας ἐθελοδιδασκάλους αἰνίττεται, δῆθεν περὶ ἄλλων λέγων καὶ περὶ ἐκείνων τὸν λόγον μηκύνων, νῦν οὖν, φησίν, νουθετοῦσί με οὐκ ἄξιοι ὄντες λόγους μοι εἰς συμβουλὴν εἰσφέρειν, ἐπειδὴ οὐδὲ οἱ πατέρες αὐτῶν τοιαύτην τινὰ δύναμιν ἀρετῆς κέκτηνται, ὡς ἄξιοι φαίνεσθαι τοῦ πιστευθῆναι τῶν λογικῶν θρεμμάτων τὴν φυλακήν, ἵνα εἴπῃ ὅτι· οὐδὲ οἱ πατέρες αὐτῶν τοὺς ἐμοὺς μαθητὰς νουθετεῖν ἄξιοι, καὶ νῦν οὗτοι νουθετεῖν ἐπιχειροῦσιν ἐμέ. ἢ οὖν τοῦτο λέγει καὶ οὐ κυσὶν ἀνθρώπους παραβάλλει, ἀλλὰ τὴν ἑαυτοῦ διδασκαλίαν καὶ φυλακὴν τῶν λογικῶν θρεμμάτων τῇ ἐκείνων παρεξετάζεικυνῶν γὰρ ἡ γραφὴ ἐπὶ ἐπαίνου μέμνηται διὰ τὸ φυλακτικὸν καὶ εὔνουν καὶ ἐπάγρυπνον ὡς ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν αὐτῶν, ἢ καὶ εὐτελεῖς τινες καὶ πονηροὶ αὐτὸν ἄνδρες ἐκερτόμουν, περὶ ὧν ἐπάγει καὶ τὰ ἐφεξῆς· 251 30, 2 καί γε ἰσχὺς χειρῶν αὐτῶν ἵνα τί μοι; ἀλλ' οὐδὲ ᾔτησα ἐπικουρίαν παρ' αὐτῶν, ἵνα διὰ τοῦτο τοιούτοις πρὸς ἐμὲ χρήσωνται ῥήμασιν. 30, 2 ἐπ' αὐτοὺς ἀπώλετο συντέλεια. ἢ τοῦτο λέγει, ὅτι οὐκ ἔσχον γνώμην συνεσταλμένην, ἀλλὰ θρασεῖαν· ἢ ὅτι πάλαι δίκην ἐχρεώστουν πονηροὶ ὄντες καὶ τρόπον τινὰ ἀπέπτη αὐτῶν ἡ τιμωρία· ἢ ὅτι θανάτου ἐπιθυμοῦντες διὰ τὸ ἐνδεὲς καὶ τὴν ἄκραν πενίαν οὐ τυγχάνουσιν. 30, 3 ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος. ἀλλὰ καὶ ἐνδεεῖς εἰσιν, καὶ λιμώττοντες τρόπον ἐφευρεῖν καὶ γεννῆσαι ποριστικὸν οὐκ ἠδύναντο· τοῦτο γὰρ ἔοικε σημαίνειν τὸ ἄγονος. ἢ καὶ
Unit 19 rem close§u19-rem-close
u19-rem-closeRem CLOSEOUT: Unit 19 CLOSEOUT.
Greek · §u19-rem-close
τοῦτο λέγει, ὅτι οὐδὲ ὑπὸ τῆς ἐνδείας ἐσωφρονίσθησαν γεννητικοὶ γενέσθαι τοῦ καλοῦ, ἀλλ' ἔμειναν ἄγονοι, γεννῆσαί τι ἀγαθὸν οὐ δυνάμενοι. δύναται δὲ καὶ καθ' ἑαυτὸν ὁ στίχος νοούμενος {εἶναι}πολλὰ γὰρ τῶν στιχηρῶν καθ' αὑτὰ νοοῦνταισημαίνειν τοὺς μὴ ἀπολαύσαντας λόγου διδασκαλικοῦ τροφῆς καὶ διὰ τοῦτο μηδὲν δυνηθέντας μαθεῖν ἀγαθόν. ἢ καὶ περὶ αὑτοῦ λέγει ὡς περὶ πενήτων μὴ διδασκαλίας ἀγαθῆς ἀπολαυσάντων. 30, 3 οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν. οἱ ἀπὸ χέρσου καὶ ἐρήμου χθέςἀντὶ τοῦ· ἐν τῷ παρεληλυθότι χρόνῳἐν συνοχῇ καὶ ταλαιπωρίᾳ ὄντες. ἔοικε δὲ ὡς ἀγενεῖς αὐ 252 τοὺς διαβάλλειν καὶ ἐξ ἀδόξων ὄντας χωρίων καὶ πατέρων πενήτων. καὶ ταῦτα δὲ ὁ μακάριος οὗτος ἐξηγεῖται, ἵνα ἐὰν καὶ ἡμεῖς ὑπὸ εὐτελῶν καὶ ἀτίμων τινῶν ὑβρισθῶμεν, μὴ ὡς μόνοι ταῦτα πεπονθότες δυσχεράνωμεν, ὅπουγε ὁ τοιοῦτος τὴν ἀρετήν, τοσοῦτος δὲ τὴν περιουσίαν καὶ περιφάνειαν τὰ αὐτὰ ἡμῖν καὶ τὰ χείρονα πέπονθεν. 30, 4 οἱ περικυκλοῦντες ἄλιμα ἐπὶ ἠχοῦντι, οἵτινες ἄλιμα ἦν αὐτῶν τὰ σῖτα, ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἳ καὶ ῥίζας ξύλων ἐμασῶντο ὑπὸ λιμοῦ μεγάλου. ἄλιμα βοτάνη τίς ἐστιν, ὥς φασιν, ταχὺ πληροῦσα τὸν ἐσθίοντα καὶ κόρον ἐμποιοῦσα. ἐπὶ ἠχοῦντι δέ, ἐπὶ φάραγξι καὶ πετρώδεσιν· εὔηχοι γὰρ οἱ τοιοῦτοι τόποι καὶ τοῖς φθεγγομένοις ἀντιφθέγγονται. ἢ καὶ ἠχοῦντα λέγει τὸν ὕλην ἔχοντα τόπον, ἐν ᾧπερ ἡ πνοὴ τῶν ἀνέμων κινοῦσα τὴν ὕλην ἦχον ἐργάζεται. λέγει οὖν, ὅτι περιενόστουν οὗτοι τὰς ὕλας καὶ τὰς φάραγγας ὑπὸ τῆς ἄγαν ἐνδείας τὰς βοτάνας ἀνερευνώμενοι καὶ τὰς ῥίζας τῶν ξύλων περιξέοντες εἰς τροφῆς παραμυθίαν. 30, 58 ἐπανέστησάν μοι κλέπται, ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν. ἀνὰ μέσον εὐήχων βοήσονται, οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο. ἀφρόνων υἱοὶ καὶ ἀτίμων ὄνομα καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς. οἱ δὲ τοιοῦτοι καὶ εἰς λῃστείαν ἐτρέποντο οἴκους ἔχοντες τῶν πετρῶν τὰ κοῖλα καὶ τὰ αὐτόγλυφα σπήλαια, ἐν ἐρήμοις διαιτώμενοι καὶ ὑπὸ φρυγάνων σκεπόμενοι, ἐξ ἀφρόνων ἄφρονες, ἐξ ἀτίμων ἄτιμοι, ἀνώνυμοι καὶ ἄδοξοι ἐπὶ τῆς γῆς. 253 30, 9 νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλημα ἔχουσιν. ὠδή, φησίν, αὐτοῖς ἐγενόμην καὶ παρῴδημα, καὶ τὰς ἐμὰς συμφορὰς ἀντ' ἄλλης τινὸς ὁμιλίας ἀνὰ στόμα ἔχουσιν. 30, 10 ἐβδελύξαντο δέ με ἀποστάντες μακράν, ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτύελον. ἐπὰν δέ μοι πλησιάσωσιν, φησίν, ἐμπτύοντές μοι μακρὰν ἀφίστανται βδέλυγμά με καὶ ἀηδίαν ἡγούμενοι. 30, 11 ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέ με θεός. δηλονότι πανταχόθεν κατατοξεύσας. 30, 11 καὶ χαλινὸν τῷ προσώπῳ μου ἐξαπέστειλε δεσμοῦντα. πλήττει μὲν κἀν τούτῳ τὸν διάβολον ὁ δίκαιος Ἰὼβ μὴ φάσκων αὐτὸν δύνασθαί τι κατ' αὐτοῦ, τὸν δὲ θεὸν ἐπενηνοχέναι αὐτῷ τὰς πληγάς. λέγει δέ, ὅτι καὶ χαλινόν μοι ἐξαπέστειλεν οἱονεὶ δεσμοῦντα τὸ πρόσωπόν μου, ἵνα εἴπῃ, ὅτι ἀναπολόγητόν με πεποίηκε διὰ τῶν ἐλεγμῶν πάντων τὰς συμφορὰς εἰς ἀπόδειξιν ἀσεβείας μοι προφερόντων. 30, 12 ἐπὶ δεξιῶν βλαστοῦ ἐπανέστησαν. ἢ τοῦτο λέγει, ὅτι τῷ πρότερον βλαστοῦντι καὶ εὐθαλοῦντι ἐξ ὑπερδεξίων ἐπανέστησαν ἐπεμβαίνοντές μοι, ἢ ὅτι τοῖς βλαστοῖς μου τοῖς δεξιοῖς, τουτέστι τοῖς δικαιώμασιν, ἐπανέστησαν λέγοντες, ὡς οὐ καθαρῶς τὴν εὐσέβειαν μετῄειν. 254 30, 12 πόδας αὐτοῦ ἐξέτεινε καὶ ὡδοποίησεν ἐπ' ἐμὲ τρίβους ἀπωλείας. κινήσαντος ἑαυτὸν τοῦ θεοῦ κατ' ἐμοῦ ἔσχον καὶ αὐτοὶ ὁδὸν ἐφόδου. 30, 13 ἐξετρίβησαν τρίβοι μου, ἐξέδυσαν γάρ μου τὴν στολήν. πᾶσαι αἱ ὁδοί μου ἐξηφανίσθησαν τοῦ θεοῦ περιδύσαντός με τῆς εὐπρεπείας τὴν στολήν, ἀντὶ τοῦ· περιελόντος τὴν οἰκείαν βοήθειαν. 30, 14 βέλεσιν αὐτοῦ κατηκόντισέ με, κέχρηται δέ μοι ὡς βούλεται. τὸ σφοδρὸν τοῦ ἐτασμοῦ διὰ τούτων ἔδειξεν. 30, 1415 ἐν ὀδύναις περιφέρομαι, ἐπιστρέφονται δέ μου αἱ ὀδύναι. ἵνα εἴπῃ ὅτι· ἐπιστρόφως ὀδυνῶμαι, τουτέστι μετ' ἐπιτάσεως καὶ κατὰ αὔξησιν. 30, 15 ὤχετό μου ἡ ἐλπὶς ὥσπερ πνεῦμα καὶ ὥσπερ νέφος ἡ σωτηρία μου. ἀπέπτη δέ μου πᾶσά τις ἐλπὶς χρηστοτέρα δίκην ἀνέμου παρεληλυθότος καὶ νέφους διαλυθέντος. 30, 16 καὶ νῦν ἐπ' ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου. διαλέλυνταί μου οἱ τόνοι τῆς ψυχῆς ὑπὸ τῶν ἐπελθόντων μοι κακῶν. 30, 1617 ἔχουσι δέ με ἡμέραι ὀδυνῶν, νυκτὶ δὲ τὰ ὀστᾶ μου συγκέκαυται, τὰ δὲ νεῦρά μου διαλέλυνται. τὰς δὲ νύκτας καὶ τὰς ἡμέρας ὀδυνῶμαι, ὡς καὶ τὰ ὀστᾶ μου φρυγῆναι
Commentarii in Job Unit 20 opening§u20-open
u20-openUnit 20.
Lemma-led open — καὶ τὰ νεῦρα διαλελῦσθαι ὑπὸ τῆς ἄγαν κακοπαθείας. , ἐν πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολ
Greek · §u20-open
καὶ τὰ νεῦρα διαλελῦσθαι ὑπὸ τῆς ἄγαν κακοπαθείας. 255 30, 18 ἐν πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς, ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχε με. πολλοὶ πολλάκις περισφίγγοντες τὸ περιστόμιον τοῦ ἱματίου περὶ τὸν τράχηλον ἀποπνίγουσί τινα. λέγει οὖν ὅτι· ἰσχυρῶς μου περιδραξάμενος πιέζει καὶ ἀποπνίγει με. 30, 19 ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς. κέκραγα δὲ πρὸς σὲ καὶ οὐκ εἰσακούσῃ μου. ὡς υἱὸς πρὸς πατέρα πρὸς θεὸν ἀποδύρεται καὶ τὸ εὐτελὲς τῆς φύσεως εἰς δέησιν προτείνει. λόγισαι, γάρ φησιν, δέσποτα, ὅτι γῆ τέ εἰμι καὶ εἰς γῆν ἀναλύομαι. εἰσάκουσόν μου τῆς κραυγῆς καὶ μὴ ἀποστρέψῃς τὴν δέησίν μου. τὸ δὲ οὐκ εἰσακούσῃ μου πολλὴν ἔμφασιν τῆς εἰς θεὸν ἀγάπης ἔχει· ὡς γὰρ ἀκούεσθαι πιστεύων οὕτως ἔφη. 30, ἔστησαν καὶ κατενόησάν με. ἢ χλευάζοντες ἢ καὶ τὸ τῆς συμφορᾶς θαυμάζοντες μέγεθος. 30, 2122 ἐπέβης δέ μοι ἀνελεημόνως, χειρὶ κραταιᾷ με ἐμαστίγωσας. ἔταξας δέ με ἐν ὀδύναις καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας. ἴσασιν οἱ ἅγιοι τὸ μέγα τοῦ θεοῦ ἔλεος, διὸ καὶ ἔλεγεν ὁ ∆αυίδ· ἐλέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ἔλεός σου· πρὸς τοῦτο τὸ ἄφατον ἔλεος τοῦ θεοῦ ἀποβλέπων λέγει· ἐπέβης δέ μοι ἀνελεημόνως. εἰ γὰρ ἐτύγχανον τοῦ μεγάλου σου ἐλέους, οὐκ ἂν ἐν ταῖς παρούσαις ὀδύναις ἐξηταζόμην. αἰτοῦντός εἰσι τοιγαροῦν καὶ ἀξιοῦντος ἐλέους τυχεῖν τὰ ῥήματα. 256 30, 2324 οἶδα γάρ, ὅτι θάνατός με ἐκτρίψει, οἰκία γὰρ παντὶ θνητῷ γῆ. εἰ γὰρ ὤφελον δυναίμην ἐμαυτὸν διαχειρώσασθαι ἢ δεηθείς γε ἑτέρου καὶ ποιήσει μοι τοῦτο. οἶδα, φησίν, θνητὸς γεγονὼς καὶ πάντως τελευτήσειν μέλλων, ὥστε ἡδέως συντομώτερον τῶν συμφορῶν ἀπηλλαττόμην ἢ αὐθεντήσαι ἐμαυτὸν δίχα ἁμαρτίας καθιστάμενος ἢ ἕτερον ἱκετεύων ἐπὶ τὴν ἀναίρεσιν τὴν ἐμήν. ἆρα οὖν ὡς κάλλιστον ἡμᾶς διδάσκει δόγμα τὸ μὴ χρῆναι ἑαυτὸν ἐξαγαγεῖν τοῦ σώματος; καίτοιγε ἠδύνατο, ὅπουγε καὶ ἡ γυνὴ κατέσπευδεν αὐτῷ τὸν θάνατον· ἀλλ' οὐκ ἠδύνατο δίκαιος ὢν διὰ τὸν θεὸν τὸν συνδήσαντα τὴν ψυχὴν τῷ σώματι. 30, 25 ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα, ἐστέναξα δὲ ἄνδρα ἰδὼν ἐν ἀνάγκαις. πάλιν τὴν ἑαυτοῦ πολιτείαν ἐξηγεῖται. ... οὕτως οἰκονομήσαντος τοῦ θεοῦ διὰ τὴν ἐμὴν ὠφέλειαν. 30, 26 ἐγὼ δὲ ἐπέσχον ἀγαθοῖς. τοῦτο λέγει ὅτι· ἐπεῖχον καὶ προσεδόκων ἀγαθὰ ὑπὸ θεοῦ σκεπόμενος· διὸ καὶ ἐπάγει· 30, 26 ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν. τοὐναντίον μοι τὰ τῶν ἐλπίδων ἐξέβη. 30, 27 ἡ κοιλία μου ἐξέζεσε καὶ οὐ σιωπήσεται. αἰτίαν λέγει τοῦ τὰς συμφορὰς ἐκτραγῳδεῖν καὶ τὰ οἰκεῖα καταλέγειν ἀνδραγαθήματα. ἔχω γάρ, φησίν, καιρὸν τοῦ λέγειν τῷ πεπλη 257 ρῶσθαί μου τὴν ψυχὴν τῶν κακῶν. ἐκζέσαι γάρ ἐστι τὸ ὑπὸ πυρὸς ἐκβράζειν καὶ ἀναβλύζειν τὸ ἐν τοῖς χαλκείοις ὕδωρ, κοιλία δὲ ἡ ψυχὴ διὰ τὸ ἀόρατον καὶ ἀπόκρυφον ἢ τοῦ λόγου χωρητικὸν καὶ ἀναδοτικόν. 30, 2728 προέφθασάν με ἡμέραι πτωχείας. στένων πορεύομαι ἄνευ φιμοῦ, ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. προκατέλαβέ με ἡ πτωχεία, καὶ ἄνευ φιμοῦ αἰσθητοῦ ὑπὸ τῶν ὀδυνῶν πιεζόμενος λαλεῖν οὐ δύναμαι· ποτὲ δὲ καὶ πλήθους περιεστηκότος ἀναγκάζομαι κράζειν. ταῦτα δὲ φιλεῖ συμβαίνειν τοῖς ὀδυνωμένοις, τὸ καὶ ἐπέχεσθαι τὴν φωνὴν ὑπὸ τῆς ἀνίας καὶ αὖ πάλιν ἀναβοᾶν νυττομένους ὑπὸ τῶν ἀλγηδόνων. τὸ δὲ ἕστηκα ἐν ἐκκλησίᾳ κεκραγὼς δύναται νοεῖσθαι κατὰ τὸ εἰρημένον τῷ ἀποστόλῳ ὅτι· θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. 30, 29 ἀδελφὸς γέγονα σειρήνων, ἑταῖρος δὲ στρουθῶν. ὁ Σύμμαχος _σ_τ_ρ_ο_υ_θ_ο_κ_α_μ_ή_λ_ω_ν ἐκδέδωκεν. σειρῆνας δὲ λέγει ἢ ᾠδικοὺς ὄρνεις ἢ ἀνθρωπόμορφα δαιμόνια. φησὶ δὲ ταῦτα ὡς ἔξω πόλεως καὶ αἴθριος κείμενος. 30, 30 τὸ δέρμα μου ἐσκότωται μεγάλως. μελανθὲν ὑπὸ τῆς νόσου ἢ καὶ τοῦ ἡλίου. 258 30, 30 τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος. συνεφρύγησαν δηλονότι. 30, 31 ἀπέβη δὲ εἰς πένθος μοῦ ἡ κιθάρα, ὁ δὲ ψαλμός μου
Unit 20 rem early§u20-rem-early
u20-rem-earlyRem early: Unit 20; lemma and argument toward the thesis.
Greek · §u20-rem-early
εἰς κλαυθμὸν ἐμοί. ἐστράφη δέ μοι τὰ τῆς εὐφροσύνης εἰς πένθος. ταῦτα δέ φησιν εἰς οἶκτον τὸν θεὸν ἐκκαλούμενος. 31, 1 διαθήκην δὲ διεθέμην τοῖς ὀφθαλμοῖς μου καὶ οὐ συνήσω ἐπὶ παρθένον. εὐαγγελικὴν ἀκρίβειαν ἐφύλαττε πρὸ νόμου τυγχάνων. ἐπειδὴ γὰρ ὁ ἐμβλέψας εἰς γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς ἤδη ἐμοίχευσεν, ἐπαιδαγώγει τὸν ὀφθαλμὸν εἰς τὸ μὴ τὰς ὥρας τῶν παρθένων περιεργάζεσθαι. 31, 2 καὶ τί ἐμέρισεν ὁ θεὸς ἐπάνωθεν καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστου; διὰ τί οὖν, φησίν, μετὰ τοσαύτην ἀκρίβειαν τοιαύτην μοι μερίδα καὶ κληρονομίαν ὁ δυνατὸς καὶ ὕψιστος θεὸς ἐπεμέρισε, τοὺς λόγους ἀγνοῶ. 31, 3 οὐαί, ἀπώλεια τῷ ἀδίκῳ καὶ ἀλλοτρίωσις τῷ ποιοῦντι ἀνομίαν. ὅτι μὲν οἶδεν οὐ δι' ἁμαρτίας πάσχων ὁ Ἰώβ, πρόδηλον, καὶ ἀληθής γε ἡ ὑπόνοια· πεῖρα γὰρ ἦν ἀρετῆς, οὐ κακῶν ἀνταπόδοσις. πλὴν οὐ διὰ τοῦτο προστίθεται τῇ μερίδι τῶν ἀσεβῶν, ἀλλὰ καὶ ταλανίζει τούτους τὸ οὐαὶ αὐτοῖς ἐπιλέγων, τὴν ἀπώλειαν καὶ τὴν ἐκ θεοῦ ἀλλοτρίωσιν. 259 31, 4 οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου, καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμήσεται; καίτοιγε οὐδὲν τῶν κατ' ἐμὲ θεὸς ἠγνόησεν οὐδὲ μέχρι τῶν ψιλῶν κινημάτων. 31, 5 εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν. σημείωσαι, ὡς ἁμαρτίαν λέγει εἶναι τὸ συνεῖναι γελοιασταῖς. διὸ καὶ τὴν εὐτραπελίαν αἴρεσθαι ἀφ' ἡμῶν ὁ θεῖος ἀπόστολος παραινεῖ. 31, 5 εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον. ὁ ποὺς ὁ τῆς ψυχῆς. λέγει δὲ ὅτι· οὐκ ἐκινήθην ποτὲ εἰς τὸ δόλῳ χρήσασθαι κατά τινος. 31, 6 ἵσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ, {καὶ} εἶδεν δὲ κύριος τὴν ἀκακίαν μου. ταῦτα καὶ ἡ γραφὴ προσεμαρτύρησεν αὐτῷ λέγουσα· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄκακος δίκαιος θεοσεβής. 31, 7 εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τῆς ὁδοῦ αὐτοῦ. τῆς κατ' εὐσέβειαν δηλονότι. 31, 7 εἰ δὲ καὶ τῷ ὀφθαλμῷ μου ἐπηκολούθησεν ἡ καρδία μου. φησὶν ὁ Ἰωάννης ὅτι· πᾶν τὸ ἐν κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου. λέγει οὖν ὅτι· οὐδέποτε προσσχὼν καὶ ἐπαινέσας ἐπεθύμησα. ἀπαθείας δὲ τοῦτο, ἐπαινεῖν μὲν τὰ ἐν κόσμῳ ἐπαί 260 νου ἄξια οἷον συμμετρίαν σωμάτων καὶ ἀναλογίας καὶ μίξεις χρωμάτων καὶ λίθων αὐγὰς καὶ χάριτας, μὴ πίπτειν δὲ αὐτῶν εἰς ἐπιθυμίαν. 31, 78 εἰ δὲ καὶ ταῖς χερσί μου ἡψάμην δώρων, σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄρριζος δὲ γενοίμην ἐπὶ γῆς. ταῦτα νῦν ὁ Ἰὼβ λέγειν οὐ δύναται πένης ὢν καὶ τὰ τέκνα ἀποβεβληκώς. ἢ οὖν τοῦτο λέγει, ὅτι πρὸ τῆς συμφορᾶς ταῦτα εἶχεν, ἢ πρὸς διδασκαλίαν ἡμετέραν οὕτως εἶπεν, ἵνα ἡμεῖς ἀναγινώσκοντες ἑαυτοῖς ἐπαρώμεθα λέγοντες· εἰ ἐδωροδοκήσαμεν ἢ τόδε ἐποιήσαμεν, τόδε πεισόμεθα. χερσὶ δὲ ταῖς πράξεσι λέγει, ἀντὶ τοῦ· οὐδὲν διὰ δωροδοκίαν ἔπραξα. 31, 910 εἰ δὲ καὶ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, εἰ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς, ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ, τὰ δὲ νήπιά μου ταπεινωθείη. ἐπειδὴ ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει τὴν ἁμαρτίαν, καὶ αὐτήν, φησίν, τὴν ἐπιθυμίαν ἐκ τῆς καρδίας μου ἐξέκοπτον, ἐφ' ᾧ μὴ λαβεῖν ὁδὸν τὴν ἁμαρτίαν. τὸ δὲ ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ ὑπὲρ δικαιοσύνης λέγει, ἀντὶ τοῦ· εἴθε ἤρεσε πρὸ τῆς συμφορᾶς καὶ πρὸς ἃ ἔπραξα ἀπείληφα κατὰ τὸν ἰσότητος λόγον. ὅτι γὰρ περὶ τῶν πρὸ τῆς νόσου καὶ πενίας λέγει, δῆλον ἐξ ὧν φησιν· τὰ δὲ νήπιά μου ταπεινωθείη· καὶ γὰρ ἦσαν ἤδη τεθνηκότες οἱ παῖδες αὐτῷ. 31, 1112 θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα· 261 πῦρ γάρ ἐστι καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὐδ' ἂν ἐπέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν. ἡ γὰρ μοιχεία τὸν θεὸν παροργίζει καὶ ἄφυκτον ἐπάγει τιμωρίαν τῷ δεδρακότι. ὅπου γὰρ ἐὰν στραφῇ, ἀναπολόγητός ἐστιν. τοῦτο γάρ ἐστι τὸ πῦρ τὸ καιόμενον ἐπὶ πάντων τῶν μερῶν, πρόρριζον καταφλέγον τὸν δεδρακότα. 31, 1315 εἰ δὲ καὶ ἐφαύλισα ῥῆμα θεράποντός μου ἢ θεραπαίνης κρινομένων αὐτῶν πρὸς μέ, τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιήσῃ ὁ κύριος; ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι; πότερον οὐχ, ὡς ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι γεγόνασιν; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ. ἑτέραν ἰσότητα καὶ δικαιοσύνην ἑαυτοῦ θαυμασίαν λέγει. καὶ γὰρ καὶ τοῖς οἰκέταις μου, φησίν, παρρησίαν παρεῖχον δικάζεσθαι πρὸς μέ, εἴ τι ὑπώπτευον μὴ δίκαιον πάσχειν ὑπ' ἐμοῦ. ἐνηγόμην δὲ εἰς τὸν τοῦ δικαίου λόγον ὑπὸ τῆς φύσεως κατ' ἐμαυτὸν ἐκλογιζόμενος, ὡς πάντες ἄνθρωποι, εἴτε δοῦλοι εἴ τε δεσπόται, μίαν ἔχομεν γενέσεως ἀρχὴν καὶ ἕνα πάντες δεσπότην ἐν οὐρανοῖς, παρ' ᾧ οὐκ ἔστι
Unit 20 rem mid§u20-rem-mid
u20-rem-midRem mid: Unit 20; lemma continues; reading with the letter.
Greek · §u20-rem-mid
δοῦλος οὐδὲ ἐλεύθερος, ἀλλ' ὃς ἀπροσωπόληπτος ὢν ἕκαστον ἀπαιτεῖ τὴν πρὸς τὸν ἕτερον ἰσότητα. ἔτασιν οὖν φησιν τὴν ἐξέτασιν, ἐπισκοπὴν δὲ θείαν ἡγεῖται τοὺς ἐλεγμούς· ἐκ ταύτης τῆς ἰσότητος ὁρμώμενος ἐπὶ θεοῦ κρίνεσθαι ἐπόθει τῇ τοῦ θεοῦ πεποιθὼς δικαιοκρισίᾳ. 262 31, 1618 ἀδύνατοι δὲ χρείαν, εἴ ποτε εἶχον, οὐκ ἀπέτυχον. χήρας δὲ τὸν ὀφθαλμὸν {μου} οὐκ ἐξέτηξα. εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ οὐχὶ ὀρφανῷ μετέδωκα ἐξ αὐτοῦ, ὅτι ἐκ νεότητος ἐξέτρεφον ὡς πατὴρ καὶ ἐκ γαστρὸς μητρὸς ὡδήγησα. περὶ θεοῦ ὑμνοῦντες λέγομεν· τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν καὶ ὀρφανῷ σὺ ἦσθα βοηθός. οἷα τοίνυν τὴν εἰκόνα σῴζων ἀκέραιον ἀπεμιμεῖτο τὸ ἀρχέτυπον. τὸ δὲ οὐκ ἐξέτηξα ἀντὶ τοῦ· οὐκ εἴασα ἀπὸ πενίας ἐκτήκεσθαι. τὸ δὲ ἐπιμερίζειν τὴν τροφὴν τοῖς δεομένοις ὄντως θαυμάσιον. τὸ δὲ ἐκ γαστρὸς ὡδήγησα, ἵνα εἴπῃ ὅτι· κομιδῆ νήπια τὰ ἀπορφανισθέντα παραλαμβάνων μέχρις ἡλικίας ἐξέτρεφον καὶ τέχνας ἐπαίδευον, μέχρι τοσούτου χειραγωγών, ἕως ὅτε τῆς ἐμῆς ἐπικουρίας μὴ σφόδρα δέοιντο. 31, 19 εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα, ἀδύνατοι δὲ εἰ μὴ ηὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν. ἀπὸ τῶν ὤμων τὸ πᾶν ἐσήμανε σῶμα· ἐξ αὐτῶν γὰρ τὸ ὅλον ἱμάτιον ἐξήρτηται. ἐοίκασι δέ πως καὶ εὐπαθέστεροι πρὸς τὰ κρύα τυγχάνειν οἱ ὦμοι· διὰ τοῦτο αὐτῶν ἐμνημόνευσεν. 31, 2122 εἰ ἐπῆρα ὀρφανῷ χεῖρα πεποιθώς, ὅτι πολλὴ βοήθειά μοι περίεστιν, ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός μου, ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνός μου συντριβείη. ὅπερ καὶ ἀνωτέρω ἐλέγομεν, μνημονεύειν χρεών, ὅτι τὸ μὴ εὐεργετεῖν μετὰ τοῦ ἀδικεῖν τάττει, καὶ δεῖ μὴ μόνον κακίας ἀπέχεσθαι, ἀλλὰ καὶ ἀρετῆς ἐπιμελεῖσθαι. οὐ γὰρ μόνον εἶπεν ὅτι· οὐκ ἠδίκουν 263 τοὺς ὀρφανούς, ἀλλὰ καὶ ὅτι· δίκην πατρὸς τὴν αὐτῶν κηδεμονίαν ἐλάμβανον. κλεῖδα δέ φησιν τὸν σύνδεσμον τοῦ ὤμου πρὸς τὸν τράχηλον. 31, 23 φόβος γὰρ κυρίου συνέσχε με, καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω. ταῦτα δὲ ἔπραττον τῷ θείῳ συνεχόμενος φόβῳ ἐννοῶν ὡς, εἰ ἐπιλάβοιτό μου ὁ θεὸς ἢ ἀδικήσαντος ἢ μὴ εὐεργετήσαντος, ἀνύποιστον ἕξω τὴν τιμωρίαν. 31, 2425 εἰ ἔταξα χρυσίον ἰσχύν μου, εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, εἰ δὲ καὶ ηὐφράνθην πολλοῦ πλούτου γενομένου μοι, εἰ καὶ ἐπ' ἀναριθμήτοις ἐθέμην χεῖρά μου. διαβάλλων τὸν μὴ εἰς τὴν θείαν βοήθειαν, ἀλλ' εἰς τὴν ἰδίαν πεποιθότα περιουσίαν ὁ ψαλμῳδὸς ἔφη· ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ, ἀλλ' ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ. ἐξ ἐναντίας οὖν ὁ δίκαιος εἰς θεὸν τὴν ἐλπίδα κέκτηται. καὶ ὅρα, ὡς ὁ δίκαιος οὐκ εὐφραίνεται ἐπὶ πλούτῳ· εἰ γὰρ καὶ ἐσθότε ὡς παρακολουθήματα ταῦτα τοῖς ἁγίοις δέδοται, πλοῦτος καὶ δόξα, ἀλλ' οὐ πρωτοτύπως ἐπὶ τούτοις χαίρουσιν· ἑτέρα γὰρ αὐτῶν ἐστιν ἡ πρωτότυπος χαρά, ἡ πνευματική. ἀλλ' οὐδὲ ἀπέραντον, φησίν, ἔσχον τῆς κτήσεως τὴν ἐπίδοσιν. ἴσως τοιγαροῦν διὰ τοῦτο ἀριθμῷ αὐτῷ ἦσαν περικλειόμενα τά τε πρόβατα καὶ οἱ κάμηλοι καὶ 264 τὰ λοιπὰ ὡς τῶν περιττῶν ἀεὶ πιπρασκομένων καὶ τοῖς πένησι διαδιδομένων. εἰ γὰρ καὶ πλούσιος ἦν κατὰ θείαν χάριν, ἀλλὰ τὴν ἄμετρον ἐπιθυμίαν ἐνέκοπτεν, ὅπουγε οὐδὲ τοῖς οὖσιν ὡς πρωτοτύποις ἀγαθοῖς ἔχαιρεν. 31, 26 ἦ οὐχ ὁρῶ μὲν ἥλιον τὸν ἐπιφαύσκοντα καὶ ἐκλείποντα, σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπ' αὐτοῖς ἐστιν. ταῦτα δὲ ἔπραττε διαλογιζόμενος ὅτι· εἰ ὁ ἥλιος ἐκλείπει καὶ νὺξ ἡμέραν διαδέχεται, ἡ δὲ σελήνη λήγει κατὰ θείαν πρόσταξιν, ποία ὠφέλεια, κἂν πλουτήσω; εἰ γὰρ τὰ μεγάλα στοιχεῖα ταῦτα λήγουσιν, δεῖ πάντως τὸν πλοῦτον ἐξ ἡμῶν ἀπελθεῖν ἢ τῶν χρημάτων ἡμᾶς καταλιμπανόντων κατὰ θεοῦ βουλὴν ἢ ἡμῶν τὸν βίον μεταλλαττόντων καὶ εἰς ἑτέρους ταῦτα παραπεμπόντων. 31, 2728 καὶ εἰ ἠπατήθη λάθρᾳ ἡ καρδία μου, εἰ δὲ καὶ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα, καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη, ὅτι ἐψευσάμην ἔναντι κυρίου τοῦ ὑψίστου. πολλοὶ πολλάκις τὰς οἰκείας ἐπαινοῦντες πράξεις τὴν ἰδίαν καταφιλοῦσι χεῖρα. φησὶν οὖν ὅτι· εἰ ἐπὶ τῇ ἐμῇ δυναστείᾳ καὶ ταῖς ἐμαῖς πράξεσιν ἐθάρρησα καὶ μὴ ἐπὶ τῷ θεῷ, ἐψευσάμην τὸ ἀληθές· οὐ γὰρ ἐξ ἡμῶν ἡ ἡμετέρα βοήθεια, ἀλλ' ἐκ τῆς θείας χάριτος. εἰ οὖν ἀπατηθεὶς πέπονθά τι τοιοῦτον, λογιζέσθω μοι τοῦτο εἰς ἀνομίας μεγάλης ἰσότητα. διὰ δὲ τοῦ λάθρᾳ ἔοικε σημαίνειν, ὅτι οὐδὲ κατὰ συναρπαγὴν τοιοῦτόν τι πέπονθεν. ἄλλοι δὲ οὕτως ἐξειλήφασιν· εἰ προσεκύνησα ἡλίῳ καὶ σελήνῃ ἀπατηθεὶς τοῖς αὐτῶν φέγγεσι καὶ μὴ ἐλογισάμην, ὅτι καὶ
Unit 20 rem close§u20-rem-close
u20-rem-closeRem CLOSEOUT: Unit 20 CLOSEOUT.
Greek · §u20-rem-close
ἐκλείπουσι 265 καὶ δεσποτικοῖς προστάγμασιν ὑπηρετοῦνται, ἀλλ' ἐπὶ τῷ τούτων θαύματι τὴν ἐμὴν κατεφίλησα χεῖρα, ἀνομία μοι ἡ μεγίστη λογισθείη. ἄμεινον δὲ οἶμαι τὸ πρῶτον. 31, 2930 εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου καὶ εἶπεν ἡ καρδία μου· εὖγε, ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου, θρυληθείην δὲ {καὶ} ἄρα ὑπὸ λαοῦ μου κακούμενος. τὸ εὖγε εἶπε γελαστικὸν ἐπίρρημα, ὡς καὶ ὁ ψαλμῳδὸς λέγει· εἶπον· εὖγε εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν. εἴ ποτε οὖν περιεχάρην πτώμασιν ἐχθρῶν, ἀκούσαιμι κἀγὼ ἑτέρων καταρωμένων με καὶ κακούμενος θρυληθείην ὡς πρὸς ἃ ἔπραξα ἀπειληφώς. 31, 31 εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου· τίς ἂν δώῃ ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; λίαν μου χρηστοῦ ὄντος. οὐδὲ ἐπαχθής, φησίν, ταῖς θεραπαίναις γέγονα, ὡς διὰ τὴν ἐμὴν ὠμότητα καὶ αὐτὰς ἐξαγριωθείσας τῶν ἐμῶν ἐπιθυμεῖν ἀπογεύσασθαι σαρκῶν. τὸ δὲ ἐναντίον ἅπαν καὶ λίαν αὐταῖς χρηστὸς ἐγενόμην. ἕτεροι δὲ οὕτως ἑρμήνευσαν· οὕτως, φησίν, ἤμην λίαν ταῖς θεραπαίναις χρηστὸς καὶ γλυκύς, ὡς, εἰ οἷόντε ἦν καὶ αὐτῶν τῶν σαρκῶν μου ἐμφορηθῆναι, ἡδέως ἂν τοῦτο ἐποίουν. 31, 32 ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο. τοῦτο τῆς Ἀβραμιαίας καὶ φιλοξένου εὐγενείας ἐπίσημον. 266 31, 3334 εἰ δὲ καὶ ἁμαρτὼν ἑκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου, οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτοῦ. ἑκούσιον μὲν οὐδὲν ἑαυτῷ συνῄδει πλημμέλημα, οὕτως ἄκρως τὸν κατ' ἀρετὴν ἐξήσκει βίον. ἐπειδὴ δὲ ἄνθρωπον ὄντα οὐκ ἦν μὴ ἄκοντα παραπίπτεινπαραπτώματα γὰρ τίς συνήσει; φησὶν ὁ μελωδός, μετανοίᾳ καὶ ἐξομολογήσει ἐξιᾶτο γνωσθὲν τὸ ἁμάρτημα οὐκ αἰσχυνόμενος τὸ μὴ κατὰ τὸν ὀρθὸν λόγον πεπραγμένον ἐξαγορεύειν. 31, 3435 εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν τὴν θύραν μου κόλπῳ κενῷ, τίς δώῃ ἀκούοντά μου; δοκεῖ μὲν λέγειν, ὅτι εἰ εἰς κρίσιν ἦλθον καὶ εἶχον τὸν ἀκούοντα, ὅσον ἐπ' ἀνθρωπίνῳ κρίματι, οὐδὲν ἂν ὑπέμενον τῶν δεινῶν. ἐμοὶ δὲ δοκεῖ ἀκροατὰς ἐπιζητεῖν συνετοὺς δυναμένους χωρῆσαι τὴν ἀκρότητα τῆς πολιτείας, ἧς ἐξηγήσατο. οὐ γὰρ ταῦτα εἶπεν ἐπαιρόμενος ἐπὶ τοῖς ἑαυτοῦ κατορθώμασιν, ἀλλ' ἡμῖν καταλιμπάνων ὑπογραμμόν, ὅπως βιῶναι χρή. προεγράφη γὰρ ταῦτα εἰς νουθεσίαν ἡμετέραν, οὕτω τοῦ ἁγίου πνεύματος οἰκονομήσαντος. τὸ δὲ κόλπῳ κενῷ σημαίνει, ὅτι πρὸς τῷ τρέφειν τὰ ἐφόδια παρεῖχε, πλουσίως καὶ ἱλαρῶς μετιὼν τὸ ἐλεημονιτικὸν καὶ φιλόπτωχον. 31, 35 χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν. ἀλλὰ καὶ τὰ πρὸς θεόν, φησίν, εὐλαβῶς διεκείμην. 267 31, 3537 συγγραφὴν δέ, ἢν εἶχον κατά τινος, ἐπ' ὤμοις ἂν περιθέμενος στέφανον ἀνεγίνωσκον, καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα οὐδὲν λαβὼν παρὰ χρεωφειλέτου. ἢ τοῦτο λέγει ὅτι· οὐχ οἷά τις ἐγκαυχώμενος ἐπὶ τοῖς δανείοις ἀνελίττων ἀμφοτέραις χερσὶ τὰς συγγραφὰς δημοσίᾳ ὑπανεγίνωσκον τὸ γὰρ ἐπ' ὤμοις τοῦτο σημαίνει, ὡς διὰ τῶν ὤμων τῶν χειρῶν κινουμένων, ἢ ὅτι διαρρηγνὺς τῶν χρεωφειλετῶν τὰς συγγραφὰς καὶ συγχωρῶν τὰ ὀφλήματα πρότερον ἀναγινώσκων αὐτοῖς, εἶτα διαρρήσσων τὸν χάρτην στέφανον καὶ ἰδίαν εὐπρέπειαν ἐποιούμην τὴν συγχώρησιν. 31, 38 εἰ ἐπ' ἐμοί ποτε ἡ γῆ ἐστέναζεν, εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν. ἐπὶ τῇ ἁρπαγῇ τῶν ἀλλοτρίων δηλονότι ἢ καὶ τῷ ἀμισθὶ τὴν γῆν ἐργάζεσθαι. 31, 39 εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς. δύο ἐνταῦθα σημαίνει, ὅτι καὶ τὰ τιμήματα τῶν καρπῶν κατεβάλλετο καὶ οὐδὲ μόνος ἤσθιεν, ἀλλ' ἐκοινοποίει τοῖς δεομένοις τὰς τροφάς. 31, 39 εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα. ὡς κατὰ δυναστείαν ἁρπάσας τι τοῦ κτήτορος τῆς γῆς. 31, 40 ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη, ἀντὶ δὲ κριθῆς βάτος. ὁ Σύμμαχος οὕτως ἐκδέδωκεν· _ἀ_ν_τ_ὶ_ _σ_ί_τ_ο_υ_ _β_λ_α_σ_τ_ῆ_σ_α_ι_ _ἄ_κ_α_ν_ο_ς_. ἀνέγνωμεν δὲ ἐν ταῖς Βασιλείαις τὸ φυτὸν τὸν ἄκανον. καὶ ἡ βάτος δὲ 268 καὶ ὁ ἄκανος ἀκανθώδη φυτά· ἔοικε δὲ καὶ ἡ κνίδη τοιοῦτόν τι εἶναι. λέγει οὖν ὅτι· εἴ τι τῶν προειρημένων ἔπραξα, ἢ ἀλλοτρίαν γῆν παραιρούμενος ἢ ἀμισθὶ τὴν γῆν ἀνατέμνων καὶ ἐργαζόμενος, ἀκάνθας ἀντὶ τῶν ἡμέρων ἀντιδώῃ μοι καρπῶν. 31, 4032, 1 καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν, ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ, ἔτι δὲ ἀντειπεῖν Ἰώβ· ἦν γὰρ δίκαιος ἐναντίον αὐτῶν. ἐνταῦθα τὸν λόγον ἔστησαν συμπεράναντες τὸν διάλογον ὅ τε Ἰὼβ καὶ οἱ φίλοι. ἡσύχασαν δὲ οὐ προαιρετικῶς, ἀλλ' ἐπειδὴ πᾶσαν αὐτοῖς δικαιολογίαν ἀπέκλεισεν
Commentarii in Job Unit 21 opening§u21-open
u21-openUnit 21.
Lemma-led open — Ἰὼβ καὶ οὐκ ἦν αὐτοῖς ἀντειπεῖν πρὸς τὰ εἰρημένα. συνηπίσταντο γὰρ τῷ δικαίῳ τὰ κατορθώματ
Greek · §u21-open
Ἰὼβ καὶ οὐκ ἦν αὐτοῖς ἀντειπεῖν πρὸς τὰ εἰρημένα. συνηπίσταντο γὰρ τῷ δικαίῳ τὰ κατορθώματα καὶ ὡς ἐκ διαθέσεως ἐμίσει μὲν τὸ κακόν, εἰλικρινεῖ δὲ τῇ πρὸς θεὸν ἀγάπῃ μετῄει τὸ καλόν. ἔδειξε γὰρ ὁ Ἰώβ, ὅτι καὶ τὰ πρὸς τοὺς ἀνθρώπους δίκαια καὶ τὸ πρὸς θεὸν σέβας ἄκρως ἐφύλαξε μετὰ τῆς θαυμαστῆς ταπεινοφροσύνης, ἣν παρίστησι τὸ ἐξαγορεύειν τὰ ἁμαρτήματα. 269 ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΠΡΩΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· {περὶ τοῦ Ἐλιούς} ὠργίσθη δὲ Ἐλιοὺς ὁτοῦ Βαραχιὴλ ὁ Βουζίτης ἐκ τῆς συγγενείας Ῥὰμ τῆς Αὐσίτιδος χώρας. Προθεωρία τοῦ κεφαλαίου τῶν φίλων τοῦ Ἰὼβ ἐπὶ παράκλησιν ἀφικομένων, ἔξω δὲ τοῦ σκοποῦ γεγενημένων τῆς ἀφίξεως καὶ τῇ βαρύτητι τῶν λόγων ἐπιτριβόντων τῷ δικαίῳ τὰ τραύματαἔφασκον γὰρ δι' ἁμαρτίας αὐτὸν πεπονθέναι καὶ μὴ ἄλλως τὸν θεὸν αὐτῷ ἐπάγειν τὰς κολάσεις, εἰ μὴ κατὰ ἀνταπόδοσιν· ἕπεσθαι γὰρ ἀεὶ ταῖς ἁμαρτίαις τὰς κακώσειςτοὺς αὐτῶν λόγους ὁ Ἰὼβ ἀμυνόμενος ἐπηπόρησε λέγων· εἰ ταῦτα οὕτως ἔχει, ὥσπερ ὑμεῖς φατε, πῶς πολλοὺς ὁρῶμεν ἀδίκους τιμωρίαν οὐ δεδωκότας μέχρι τέλους, πολλοὺς δὲ δικαίους πάσχοντας; εἶτα ὡς ἐσφαλμένας τῶν φίλων ἀποφεύγων τὰς κρίσεις αἰτεῖ θεὸν ἀπαλλαγῆναι τῶν βασάνων καὶ ἐπὶ αὐτοῦ τὴν δίκην εἰπεῖν καὶ παραθέσθαι τὰ ἑαυτοῦ δίκαια, ἵνα ἐπιδείξῃ, ὡς ἄδικον εἰργάσατο οὐδὲν τῆς τηλικαύτης μάστιγος ἄξιον. ταῦτα δὲ ἔλεγεν οὐ θεοῦ καταψηφιζόμενος ὡς ἄδικα πράττοντος, ἀλλὰ καὶ σφόδρα θαρρῶν τῇ αὐτοῦ δικαιοκρισίᾳ, τοὺς δὲ φίλους διελέγξαι θέλων, ὡς οὐ δικαίας κατ' αὐτοῦ ποιοῦνται τὰς κρίσεις. ὁ μὲν οὖν σκοπὸς τοῦ Ἰὼβ πρὸς τοὺς φίλους ὅλως ἀποτείνεται βουλομένου δεῖ 270 ξαι, ὅτι ἐπὶ θεοῦ δικάζοντος δίκαιος ἀναφανεῖται τοῦ ἀληθινοῦ καὶ ἀπροσωπολήπτου, οἱ δὲ μάτην αὐτοῦ κατηγοροῦντες οὐκ ἀληθεῖς ἔχουσι τοῦ δικαίου τὰς κρίσεις. τούτων ἐπακροώμενος ὁ Ἐλιοὺς καὶ οὐ νενοηκὼς τοῦ δικαίου τὴν διάνοιαν ᾠήθη λέγειν αὐτόν, ὡς ἄδικα πάσχει παρὰ θεοῦ δίκαιος ὤν. διὰ τοῦτο ζηλῶν ἐζήλωσε τῷ κυρίῳ καὶ ὠργίσθη κατὰ τοῦ Ἰώβ· οὐδὲν δὲ ἔχων ἀδίκημα τοῦ δικαίου κατηγορεῖν ἐνδίκως, ὠργίσθη καὶ κατὰ τῶν τριῶν φίλων, ὅτι τὸν δίκαιον ἀσεβείας κατεδίκασαν, ὡς δι' ἁμαρτήματα τὰς τιμωρίας ὑπομένοντα. ἐντεῦθεν ἀνακύπτει ζήτημα τοιόνδε· εἰ ὀργίζεται κατὰ τῶν φίλων ὁ Ἐλιούς, ὅτι ἀσεβῆ τὸν Ἰὼβ ἔκριναν, δίκαιος ἄρα ὁ Ἰώβ. εἰ δὲ δίκαιος, πῶς καὶ κατ' αὐτοῦ ποιεῖται τὴν ἐπιτίμησιν; ἀλλ' ἐρεῖ πρὸς ταῦτα ὁ Ἐλιούς, ὡς εὐσεβὴς μὲν καὶ δίκαιος ὁ Ἰώβ, καὶ οὐδεὶς ἀντερεῖ· αἰτίαν δὲ δέδωκε κατ' αὐτοῦ τὸ θέλειν πρὸς θεὸν δικάζεσθαι. ὁ μὲν οὖν σκοπὸς τοῦ Ἐλιοὺς οὐ ψεκτός· οὐ γὰρ σφοδρῶς ἔπληξε τὸν Ἰὼβ ὥσπερ ἐκεῖνοι ἀσέβειαν αὐτοῦ καταψηφιζόμενοι, πλὴν οὐκ ἐνόησεν, ὥσπερ ἔφημεν, τοῦ δικαίου τὴν διάνοιαν καὶ ἐξ οἵας ἀγάπης καὶ πεποιθήσεως τῆς πρὸς τὸν θεὸν ἐπ' αὐτοῦ τὴν δίκην λέγειν ἐπόθει. ὅθεν λογιζόμεθα καὶ τὸν θεὸν μήτε ἐπαινέσαι τὸν Ἐλιούς, ἐπειδὴ μὴ νενόηκε τοῦ Ἰὼβ τοὺς λόγους, μήτε μὴν καταδικάσαι, ἐπειδὴ μὴ ἀσεβείας κατέκρινε τὸν Ἰὼβ μηδὲ ἀπεφήνατο δι' ἀδικίας αὐτὸν πάσχειν ὥσπερ οἱ φίλοι· διὰ γὰρ τοῦτο τὴν κατ' ἐκείνων ἐπιτίμησιν θεὸς εἰργάσατο. 271 Αἱ λέξεισ 32, 2 ὠργίσθη δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης ἐκ τῆς συγγενείας Ῥὰμ τῆς Αὐσίτιδος χώρας. τοῦ μὲν Βαραχιὴλ υἱὸς ἦν ὁ Ἐλιούς, τὸ δὲ Βουζίτης ἀπὸ συγγενείας τῆς τοῦ Βουζί, ὅθεν ἦν καὶ Ἠράμ, ἢ καὶ ἀπό τινος πόλεως τῆς Αὐσίτιδος χώρας. Ἰουδαῖοι μὲν οὖν φασιν αὐτὸν εἶναι ἐκ τῆς συγγενείας τοῦ Ἰουδά. ἔστι δὲ οὐ πιθανὸς ὁ λόγος· τῆς γὰρ Αὐσίτιδος χώρας ἡ γραφὴ αὐτὸν λέγει. πλὴν οὐ σφόδρα ἀναγκαῖον τὰ τοιαῦτα λεπτολογεῖν. 32, 2 ὠργίσθη δὲ τῷ Ἰὼβ σφόδρα, ὅτι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἔναντι κυρίου. κατὰ τὸ εὔλογον μὲν ἐκινεῖτο, ὡς ἐνόμιζεν, ὁ Ἐλιούς, οὐχ ὅτι δίκαιον ἑαυτὸν ἔλεγεν ὁ Ἰώβ, συνηπίστατο γὰρ ὅτι δίκαιος ἦν ὁ Ἰώβ, ἀλλ' ὅτι ἔναντι κυρίου ὡς ἀδικίαν θεοῦ καταψηφιζόμενος, ὅτι μὴ
Unit 21 rem early§u21-rem-early
u21-rem-earlyRem early: Unit 21; lemma and argument toward the thesis.
Greek · §u21-rem-early
δικαίως αὐτῷ τὰς τιμωρίας ἐπάγει. οὐ νενόηκεν δέ, ὡς ἔφημεν, τὴν εὐσεβῆ καὶ φιλόθεον τοῦ Ἰὼβ διάνοιαν. οὐ γὰρ θεὸν κατηγορῶν, ἀλλὰ τοὺς φίλους διελέγχων πρὸς θεὸν ἤθελε κρίνεσθαι, ἀρραγεῖ πίστει πεποιθὼς τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ. 32, 3 καὶ κατὰ τῶν τριῶν δὲ φίλων ὠργίσθη σφόδρα, ὅτι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα Ἰὼβ καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ. διπλῇ κατὰ τῶν φίλων ὠργίσθη Ἐλιούς, πρῶτα μέν, ὅτι ἀσεβείας ἔκριναν τὸν δίκαιον, λέγοντες, ὡς πάντως κατὰ ἀνταπόδοσιν αἱ τι 272 μωρίαι τοῖς ἀδίκοις ἐπάγονται, καὶ ὅτι τὴν ὑπὲρ θεοῦ συνηγορίαν ἀνειληφότες ἡττήθησαν τοῖς τοῦ Ἰὼβ λόγοις καὶ ἐσιώπησαν, τὸν ὑπ' αὐτῶν συνηγορούμενον καταπροδεδωκότες καὶ τῇ σιωπῇ τῷ Ἰὼβ δεδωκότες κατὰ θεοῦ τὰ νικητήρια. 32, 45 Ἐλιοὺς δὲ ὑπέμεινε δοῦναι ἀπόκρισιν τῷ Ἰώβ, ὅτι πρεσβύτεροί εἰσιν αὐτοῦ ἡμέραις. καὶ εἶδεν Ἐλιούς, ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν, καὶ ἐθυμώθη ὀργῇ αὐτοῦ. ἐπαινετὸν τὸ ἦθος τοῦ Ἐλιοὺς ἐν καιρῷ μὲν σιωπήσαντοςἔδει γὰρ πρώτους τοὺς πρεσβυτέρους καθ' ἡλικίαν λαλεῖν, ἐν καιρῷ δὲ ἀποκριναμένου τῶν παλαιωτέρων ἀπορίᾳ συσχεθέντων. τό τε γὰρ διακόπτειν τῶν πρεσβυτέρων τὸν νοῦν προπετείας ἔφερεν ἔγκλημα, τό τε σιωπᾶν, ἐν οἷς ἀδικεῖσθαι τὸ δίκαιον ἐνόμιζε, οὐ καλὸν εἶναι δικαίως ὑπέλαβεν. τὸ ὑπέμεινεν οὖν ἀντὶ τοῦ· ἀνέμεινεν, τὸ δὲ ἐθυμώθη ἀντὶ τοῦ· ἐζήλωσεν. κατὰ τὸ εὔλογον ἐκινήθη· ἔστι γὰρ ψεκτὴ ὀργὴ ἡ ἄλογος κίνησις καὶ ἐπαινετὴ ἡ τῷ δικαίῳ συμβαίνουσα, ἥτις κατὰ φύσιν ἐστι κατὰ τῶν ἀδίκων εἰς ἀνδρείαν τὴν ψυχὴν ἐπαλείφουσα. 32, 6 ὑπολαβὼν δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης εἶπεν. ὑπολαβὼν ἀντὶ τοῦ· τῶν εἰρημένων λόγων διαδεξάμενος. 32, 6 νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι· διὸ ἡσύχασα φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην. καλῶς προσέθηκε· τῷ χρόνῳ. ἔστι γάρ τις νεώτερος μὲν καθ' ἡλικίαν, πολιὰν δὲ ἔχων φρόνησιν, καὶ ἄλλος γέρων μὲν τὸν χρόνον, νεώτερος δὲ τὴν διάνοιαν. ὅρα δέ, ὅπως οὐ μόνον αἰδοῖ, ἀλλὰ καὶ 273 φόβῳ καὶ εὐλαβείᾳ τῶν πρεσβυτέρων τὴν διάλεξιν περιέμεινεν, καὶ εἰ μὴ πρότερον ἐπαύσαντο, οὐκ εἶπεν αὐτός, ἃ καλῶς ἔχειν ἐλογίζετο καὶ ἠπίστατο. 32, 78 εἶπα δέ· οὐχ ὁ χρόνος ἐστὶν ὁ λαλῶν, ἐν πολλοῖς δὲ ἔτεσιν οὐκ οἴδασι σοφίαν. ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσα. πάλαι, φησίν, καθήμενος καὶ τῶν λεγομένων ἐπακροώμενος καὶ οὐκ ἀξίους ἀκούων τῆς ἡλικίας τοὺς λόγους κατ' ἐμαυτὸν ἔλεγον· οὐ πάντως οὐδὲ ἁπλῶς οἱ ἐν πολλοῖς ἔτεσι βιώσαντές εἰσι σοφοί, ἀλλὰ χρεία τῆς τοῦ ἁγίου πνεύματος χάριτος τῆς οὐκ ἀναμενούσης χρόνου μῆκος, ἀλλ' ἀθρόως σοφιζούσης τὸν ἄνθρωπον. καὶ οὐ θαυμασίως δὲ εἶπεν Ἐλιούς· ὁ γὰρ νεώτερος καθ' ἡλικίαν ∆ανιὴλ τῇ θείᾳ χάριτι φρενωθεὶς τοὺς πεπαλαιωμένους ἡμερῶν κακῶν πρεσβυτέρους διήλεγξεν. διδάσκει δὲ ἡ χάρις οὐκ ἀκρίτως, ἀλλ' ἐὰν εὕρῃ ψυχὴν καθαράν. 32, 9 οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοί, οὐδὲ οἱ γέροντες οἴδασι κρίμα. καθ' ἑαυτὸν μὲν οὖν ὁ χρόνος δίχα τῆς χάριτος σοφίαν παρέχειν ἀδύνατος. ἔοικε δὲ κρίμα λέγειν μέρος ὁδῶν τοῦ θεοῦ· κρίσις γάρ ἐστι κυρίως ἡ καθόλου, κρίμα δὲ τὸ μερικόν. τοῦτο οὖν φησιν, ὅτι 274 οὐδὲ μέρος τῶν κριμάτων τοῦ θεοῦ δύναταί τίς καταλαβεῖν ὑπὸ τοῦ χρόνου σοφιζόμενος, εἰ μὴ ἡ θεία προσγένηται χάρις. 32, 1011 διὸ εἶπον· ἀκούσατέ μου καὶ ἀναγγελῶ ὑμῖν, ἃ οἶδα. ἐνωτίζεσθέ μου τὰ ῥήματα, ἐρῶ γὰρ ὑμῶν ἀκουόντων, ἄχρις οὗ ἐτάσητε λόγους, καὶ μέχρι ὑμῶν συνήσω. ἕτερα ἀντίγραφα μετὰ τὸ ἐρῶ γὰρ ὑμῶν ἀκουόντων ἔχουσι καὶ τούτους τοὺς στίχους· _ἰ_δ_ο_ὺ_ _ἤ_κ_ο_υ_σ_α_ _τ_ο_ὺ_ς_ _λ_ό_γ_ο_υ_ς_ _ὑ_μ_ῶ_ν_,_ _ἐ_ν_ω_τ_ι_σ_ά_μ_η_ν_ _ἄ_χρι συνέσεως ὑμῶν. οἱ δὲ ἕτεροι ἑρμηνευταὶ οὕτως ἐκδεδώκασιν· ἰδοὺ ἐξεδεξάμην τοὺς λόγους ὑμῶν, ἠκροασάμην ἐφ' ὅσον ἐφρονεῖτε, ἐφ' ὅσον ἐξητάζετε λόγους καὶ μέχρι τοῦ ἐφικέσθαι ὑμῶν ἐνενόουν. κατὰ μὲν οὖν ταύτην τὴν ἔκδοσιν καὶ τὰ ἕτερα τῶν ἀντιγράφων πρόδηλος ἡ διάνοια. ὥσπερ ἐγὼ μεθ' ἡσυχίας, φησίν, ἤκουσα πάντων τῶν λεχθέντων καὶ ἀνέμεινα μέχρι τοῦ συμπεράσματος τῶν ὑμετέρων λόγων καὶ ἕως ὅτε πᾶσαν ἑαυτῶν τὴν φρόνησιν κενώσητε, καὶ ὑμεῖς τῶν ἐμῶν ἀκούσατε λόγων, διὰ τῶν ὤτων ἐγκατάθεσθε τῇ διανοίᾳ τὰ ῥήματα. κατὰ δὲ τὰ παρ' ἡμῖν ἀντίγραφα οὕτω περιέχοντα· ἐρῶ γὰρ ὑμῶν ἀκουόντων, εἶτα συνημμένα· ἄχρις οὗ ἐτάσητε λόγους, καὶ μέχρι ὑμῶν συνήσω, ὁ νοῦς οὗτος· λέγω οὐδὲν ὑπέρογκον, ἀλλὰ ἃ δύνασθε δοκιμάσαι καὶ μέχρις ὑμῶν συνήσω, ἀντὶ τοῦ· οὐ
Unit 21 rem mid§u21-rem-mid
u21-rem-midRem mid: Unit 21; lemma continues; reading with the letter.
Greek · §u21-rem-mid
κενοφωνίαις χρήσομαι, ἀλλὰ ἃ δύνασθε συνιέναι λαλήσω καὶ ἃ δύνασθε νοῆσαι. 32, 1214 καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ἐλέγχων ἀνταποκρινόμενος αὐτῷ 275 ῥήματα ἐξ ὑμῶν, ἵνα μὴ εἴπητε· εὕρομεν σοφίαν {τῷ} κυρίῳ προσθέμενοι· ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα. διὰ τοῦτο δέ, φησίν, εἰς τὸ λέγειν προήχθην, ἐπειδὴ μηδεὶς ὑμῶν ἐλέγχειν τοὺς λόγους τοῦ Ἰὼβ δεδύνηται, ἀλλ' ἀπεσιωπήσατε ἀνθρώπου τοιαῦτα πρὸς θεὸν λαλήσαντος. τὸ δὲ ἵνα μὴ εἴπητε· εὕρομεν σοφίαν κυρίῳ προσθέμενοι τοιοῦτόν τινα ὑποβάλλει νοῦν· καὶ ἵνα μὴ νομίσητε, ὅτι τὸ ἁπλῶς προστίθεσθαι τῇ τοῦ θεοῦ μερίδι καὶ θεῷ συνηγορεῖν τοῦτο σοφίας ἐστιν, ἀναγκαίως τοὺς λόγους ποιοῦμαι. ὁ δὲ ὅλος νοῦς τοιοῦτός τις φαίνεται· προῆλθον, φησίν, εἰς τὸ λέγειν δι' αἰτίαν διττήν, πρῶτον μέν, ἵνα μὴ νομίζοντες τῷ θεῷ συνηγορεῖν καὶ τοῦτο εἶναι σοφίαν καταδικάζητε τὸν Ἰὼβ τὰς αἰτίας οὐκ εἰδότες τῆς κακώσεωςεἰ γὰρ καὶ θεοσεβεῖς ἦτε, ἀλλ' οὔπω τῆς σοφίας κατελάβετε τὰ μέτρα, καὶ ὅτι οὐκ ἰσχύσαντες ἀντειπεῖν τῷ Ἰὼβ τρόπον τινὰ καὶ ἐπετρέψατε διὰ τῆς σιωπῆς ἀνθρώπῳ γε ὄντι τοιαῦτα λαλῆσαι κατὰ θεοῦ. 32, 15 ἐπτοήθησαν καὶ οὐκ ἀπεκρίθησαν, ὅτι ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους. φασὶ μέν τινες μὴ εἶναι τοὺς στίχους τούτους τοῦ Ἐλιούς, ἀλλὰ τοῦ συγγραφέως διὰ μέσου παρενθέντος τῶν φίλων τὴν ἀποσιώπησιν. ἐγὼ δέ φημι καὶ τούτους εἶναι τοῦ Ἐλιούς. σχῆμα δέ ἐστι τοῦτο τὸ καλούμενον κατὰ ἀποστροφήν· ὡς γὰρ πρὸς ἕτερον διαλεγόμενος περὶ αὐτῶν φησιν, ὅτι· διὰ τοῦτο λαλῶ, ἐπειδήπερ κατεπλάγησαν τοῦ Ἰὼβ 276 τὰ ῥήματα καὶ τοὺς ἑαυτῶν λόγους παλαιοὺς καὶ σαθροὺς καὶ ἀχρείους ἔδειξαν διὰ τῆς σιωπῆς. διὰ τοῦτο καὶ ἐπάγει· 32, 16 ὑπέμεινα, καὶ γὰρ οὐκ ἐλάλησα, ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν. ἀντὶ τοῦ· περιέμεινα καὶ οὐκ ἐλάλησα, οἰόμενος αὐτοὺς δύνασθαι ἀντιλέγειν πρὸς τὰ εἰρημένα, καὶ {ὡς} εἴ γε ηὐπόρησαν ἀμυντικῶν λόγων, οὐκ ἂν ἐφθεγξάμην. ἐπειδὴ δὲ ἔστησαν καὶ περαιτέρω προελθεῖν οὐκ ἠδυνήθησαν τοῖς τοῦ Ἰὼβ ἀνακοπέντες λόγοις, ἐγὼ παρῆλθον διελέγξων τὰ εἰρημένα. 277 ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ∆ΕΥΤΕΡΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἐλιοὺς λέγει· πάλιν λαλήσω, πλήρης γάρ εἰμι ῥημάτων· ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός. Προθεωρία τοῦ κεφαλαίου εἰρηκὼς ὁ Ἐλιοὺς τὴν αἰτίαν, ὅθεν εἰς τὸ λέγειν προήχθη, βαθείας αὐτῷ γενομένης σιγῆς αὐτὸς τοὺς ἑαυτοῦ λόγους ἀναπληρῶν πλήρης εἶναι λέγει ῥημάτων, τῶν ὑπὲρ θεοῦ δηλονότι καὶ τῶν πρὸς τὸν Ἰὼβ εἰς τὴν ὁμοίαν ἀντεξέτασιν θεῷ καταστῆναι θελήσαντα. λαλήσειν οὖν φησιν, τὸ δίκαιον πάσης ἀνθρωπίνης αἰδοῦς προτιμῶν. προκαλεῖται δὲ τὸν Ἰὼβ εἰς τὴν διάγνωσιν μηδὲν εὐλαβούμενον· οὐ γὰρ πρὸς θεόν σοι, φησίν, ὁ ἀγών, μὴ δείσῃς, ἀλλὰ πρὸς ἄνθρωπον ὁμοιοπαθῆ. τοῦτο γὰρ ἔφασκες, ὡς ἕτοιμος εἶ δικάσασθαι πρὸς θεόν, ἐὰν ἀφόβως τοῦτο ποιεῖν ἐπιτραπῇς, καὶ ἔλεγες μὲν ἄμεμπτος εἶναι, ᾐτιῶ δὲ θεὸν ὡς ἀκριβῶς ἀναζητήσαντα τὰ κατὰ σέ. ἐγὼ δέ σε διδάξω, ὅτι παιδευτικῶς ὁ θεὸς καὶ πρὸς τὸ συμφέρον τοῖς ἁμαρτάνουσι τούς τε δι' ἐνυπνίων φόβους ἐπάγει καὶ τὰς διὰ τῶν νόσων μάστιγας καὶ σῴζει τοὺς παιδευομένους καὶ μετανοοῦντας. καὶ ἀληθῆ μέν φησιν ὁ Ἐλιοὺς περὶ τῆς παιδευτικῆς καὶ κηδεμονικῆς τοῦ θεοῦ περὶ ἡμᾶς προνοίας. οὐ τοιαύτη δὲ ἦν ἡ κατὰ τὸν Ἰὼβ ὑπόθεσις ἀγὼν γὰρ ὑπῆρχεν ἀρετῆς πρὸς κακίαν καὶ ἀνθρώπου θεοσεβοῦς πρὸς ὠμότητα διαβολικήν, ὥστε ὁ Ἐλιοὺς οὐ τῆς κατὰ τὸν Ἰὼβ ὑποθέσεως ἁψάμενος οὐ νενόηκε τῆς ἐπενεχθείσης πληγῆς τὴν αἰτίαν. 278 Αἱ λέξεις 32, 18 πάλιν λαλήσω, πλήρης γάρ εἰμι ῥημάτων. πλήρης εἶναι λέγει ῥημάτων τῶν τε ὑπὲρ θεοῦ καὶ τῶν πρὸς ἄνθρωπον εἰς τοσοῦτον ἐπαιρόμενον, ὡς θέλειν πρὸς θεὸν κριθῆναι καὶ ἐλπίζειν λήψεσθαι τὰ νικητήρια. 32, 18 ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός. οὐ γὰρ φέρω, φησίν, τὴν σιωπὴν ὑπὸ τῶν εἰρημένων κεντούμενος οὐδὲ ἐχεμυθεῖν ἔτι δύναμαι, ἀπόλλυμαι δὲ τὴν ψυχὴν ὅλως συγκεκινημένος καὶ διαθερμανθεὶς καὶ ἀποπνιγόμενος, εἰ μὴ λαλήσω. πνεῦμα δὲ γαστρὸς ἢ περιφραστικῶς τὴν ψυχὴν λέγει ἢ τὸ θυμικὸν τῆς ψυχῆς μέρος εὐλόγως καὶ ἀνδρείως ὡς ὑπὲρ θεοῦ κινούμενον. 32, 19 ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς. μικροῦ μέν, φησίν, διαρρήγνυμαι ὑπὸ τοῦ πλήθους τῶν ἐννοιῶν τῶν ἐπελθουσῶν μοι πρὸς τὴν ἀντιλογίαν στενοχωρούμενος, ὥσπερ τις ἀσκὸς οἴνου νέου καὶ θερμοῦ πεπληρωμένος ὑπὸ τοῦ ἀναβρασμοῦ καὶ τῆς ζέσεως ἐκραγῆναι μέλλων ἢ ὥσπερ φυσητὴρ χαλκέως. τὸ δὲ ἐρρηγὼς εἶπεν, ἐπειδὴ λαλεῖν ἤρξατο καὶ ὥσπερ ἀφιέναι τὸ
Unit 21 rem close§u21-rem-close
u21-rem-closeRem CLOSEOUT: Unit 21 CLOSEOUT.
Greek · §u21-rem-close
ἔνδον πνεῦμα. ὁ γὰρ διαρραγεὶς φυσητὴρ τοῦ χαλκέως ἀφίησι τὸ πνεῦμα. διὸ καὶ ἐπάγει· 32, 222 λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη· ἄνθρωπον γὰρ 279 οὐ μὴ αἰσχυνθῶ, ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ· οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπα· εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται. λαλήσω τοιγαροῦν ἀνεπαισχύντως καὶ δίχα πάσης ἀνθρωπαρεσκίας. εἰ δέ τι παρὰ τὸ δίκαιον φθέγξομαι πρόσωπον αἰδούμενος ἤ τινι χαριζόμενος, ὥσπερ τὰ ἱμάτια σῆτες δαπανῶσιν, οὕτω κἀμὲ δαπανήσουσιν οἱ τῆς ψυχῆς σῆτες, ἡ κενοδοξία καὶ ἀνθρωπαρεσκία, τὰς ἐκ θεοῦ τιμωρίας ἐπάγουσαι. 33, 13 οὐ μὴν δέ, ἀλλὰ ἄκουσον, Ἰώβ, τὰ ῥήματά μου καὶ λαλιὰν ἐνωτίζου μου· ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου, καὶ ἐλάλησεν ἡ γλῶσσά μου. καθαρά μου ἡ καρδία ῥήμασιν, σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει. ἄκουσον τοιγαροῦν, ὦ Ἰώβ· ἄρχομαι γὰρ λοιπὸν τῶν πρὸς σὲ λόγων, καθαρὰν μὲν καὶ παντὸς πάθους ἀνενόχλητον ἔχων τὴν ψυχήν, συνετὴν δὲ ἔχων γνῶσιν καὶ ἀπλανῆ καὶ κεκαθαρμένην. καθαρὰν δὲ λέγει γνῶσιν τὴν ὑπὲρ θεοῦ καὶ πρὸς ἄνθρωπον ἐξ ἰσοτιμίας θέλοντα πρὸς θεὸν δικάσασθαι. 33, 4 πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με. ἀρχόμενος τῶν πρὸς τὸν Ἰὼβ λόγων ὁ Ἐλιοὺς εὐχαριστήριον ὕμνον ἀναπέμπει θεῷ αὐτὸν εἶναι λέγων αἴτιον αὐτοῦ καὶ τῆς ποιήσεως καὶ τῆς συνέσεως καὶ τῆς γνώσεως, ᾥτινι πεποιθὼς ἐπὶ τὸ λέγειν προήχθη. σημειοῦ δὲ πάλιν, ὡς τὸ ἅγιον πνεῦμα αἴτιον εἶναι λέγει τῆς ἀνθρώπου ποιήσεως. εἰ γὰρ καὶ δι' οὗ τὰ πάντα † ὁ πατήρ, τὸ 280 αὐτὸ καὶ τοῦ υἱοῦ † ἀχώριστον αὐτοῦ τυγχάνον, ἐπειδὴ καὶ κατὰ φύσιν ἴδιόν ἐστι τοῦ μονογενοῦς. 33, 5 ἐὰν δὲ δύνῃ, δός μοι ἀπόκρισιν πρὸς ταῦτα, ὑπόμεινον. ὑπόμεινον τοιγαροῦν ἀκοῦσαι τὰ παρ' ἐμοῦ καί, εἰ ἔστι σοι λόγος ἀντιλογίας, ἀπόκριναι. 33, 56 στῆθι κατ' ἐμὲ καὶ ἐγὼ κατὰ σέ. ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ, ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα. μηδὲν οὖν εὐλαβηθῇς πρὸς τὸ ἀποκρίνασθαι, ἰσοπαλὴς γάρ ἐστιν ὁ ἀγών· τῆς γὰρ αὐτῆς ἄμφω τυγχάνομεν φύσεως τῆς ἐκ πηλοῦ καὶ γῆς καὶ οὐδὲν ἐχούσης ὑπέρογκον. ταῦτα δὲ λέγει ἐντρέπων αὐτὸν ὡς θελήσαντα πρὸς θεὸν δικάσασθαι. διὸ καὶ ἐπάγει· 33, 7 οὐχ ὁ φόβος μού σε στροβήσει, οὐδὲ ἡ χείρ μου βαρεία ἔσται ἐπὶ σοί. ἐπειδὴ ἔλεγεν ὁ Ἰώβ· καὶ ὁ φόβος αὐτοῦ μή με στροβείτω, ἰδού, φησίν, οὐδὲν φοβερὸν οὐδὲ δυνατὸν παρ' ἐμοὶ ὥσπερ παρὰ θεῷ, οὐδὲ ὑπὸ τοῦ φόβου μου περιστρέφῃ καὶ περιτρέπῃ τὴν διάνοιαν, οὐδέ, ἐὰν ἀντείπῃς, δύναμαί σοί τινα πληγὴν ἐπαγαγεῖν βαρύνων κατὰ σοῦ τὴν ἐμὴν χεῖρα. ἔφασκες γάρ, ὡς, εἰ μὴ ταῦτα ἐδεδοίκεις, διαγωνίζεσθαι πρὸς θεὸν ἤθελες. ταῦτα δὲ λέγει ὁ Ἐλιούς, ὡς ἤδη φθάσαντες εἴπαμεν, οὐ καθήκοντα τῆς ἐννοίας, ἐξ ἧς τοὺς λόγους προέφερεν ὁ Ἰώβ. 281 33, 8 πλὴν εἶπας ἐν ὠσί μου, φωνὴν ῥημάτων σου ἀκήκοα. ἐτόλμησας δὲ εἰπεῖν τοιαῦτα ῥήματα, ὧν αὐτήκοος γέγονα. 33, 911 διότι λέγεις· καθαρός εἰμι οὐχ ἁμαρτών, ἄμεμπτος δέ εἰμι, οὐ γὰρ ἠνόμησα· μέμψιν δὲ κατ' ἐμοῦ εὗρεν, ἥγηται δέ με ὥσπερ ὑπεναντίον. ἔθετο δὲ ἐν ξύλῳ μου τὸν πόδα, ἐφύλαξε δὲ τὰς ὁδούς μου πάσας. ἐθάρρησας δὲ εἰπεῖν· καθαρὸς μέν εἰμι καὶ ἄμεμπτος, ὁ δὲ θεὸς ὥσπερ τις ἐχθρὸς ἀκριβῶς ἀναζητήσας τὰ κατ' ἐμέ, εἴ τι ἄκων παρέβην, εἴ τι ἐν νεότητι ἥμαρτον, ἀνιχνεύσας εὗρεν κατ' ἐμοῦ μέμψιν, ὅπως με τιμωρήσηται. τὸ δὲ ἔθετο ἐν ξύλῳ τὸν πόδα μου ἢ τοῦτο λέγει, ὡς τοῦ Ἰὼβ εἰρηκότος ὅτι· ὥσπερ τῷ καλουμένῳ καλοποδίῳ διεμέτρησέ μου τὸν πόδα, ἵνα εἴπῃ ὅτι· καὶ μέτρα τῶν ἐμῶν ῥημάτων ἀκριβῶς ἐξηριθμήσατο· ἢ ὅτι συνέκλεισε πάσας τὰς πορείας ὥσπερ οἱ ἐν τετρυπημένῳ ξύλῳ τὸν πόδα δεσμοῦντες, τὸ ἀδιεξίτητον τῆς τιμωρίας αἰνιττόμενος. 33, 1213 πῶς γὰρ λέγεις· δίκαιός εἰμι καὶ οὐκ ἐπακήκοέ μου; αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν. λέγεις δέ· διὰ τί τῆς δικαιοσύνης μου οὐκ ἐπακήκοε πᾶν ῥῆμα; ἀλλὰ καὶ ἀπετόλμησας εἰπεῖν ὅτι· ἐγὼ μέν εἰμι δίκαιος καὶ δικαίαν ἐποιησάμην πρὸς θεὸν τὴν δέησιν, ὁ δὲ οὐ κατένευσεν οὐδὲ τῶν ἐμῶν ἐπήκουσε λόγων. καίτοιγε ἐχρῆν σε ἐννοεῖν, ὡς ὁ αἰώνιος καὶ ἄναρχος θεὸς ἄριστα τὰ κατὰ τὸν κόσμον ἡνιοχῶν οὐδὲν τοῦ δικαίου παρόψεται. 282 33, 14 ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος. καὶ πάντα, ἃ ὥρισε καὶ διετάξατο ὁ θεός, οὐχ ὡς ἄνθρωπος μεταμελόμενος ἢ ἐπιλογιζόμενός τι κρεῖττον ἐνομοθέτησεν, ἀλλὰ πάντα, ἃ διωρίσατο, ἄμεμπτα καὶ ἐπαινετά. τοῦτο γὰρ σημαίνει τὸ ἅπαξ λαλῆσαι ὁ κύριος ὡς
Commentarii in Job Unit 22 opening§u22-open
u22-openUnit 22.
Lemma-led open — τῶν μὲν ἀνθρώπων πολλάκις ἐφ οἷς λέγουσιν ἢ πράττουσι μεταμελομένων, θεοῦ δὲ τοῦτο οὐχ ὑπο
Greek · §u22-open
τῶν μὲν ἀνθρώπων πολλάκις ἐφ' οἷς λέγουσιν ἢ πράττουσι μεταμελομένων, θεοῦ δὲ τοῦτο οὐχ ὑπομένοντος. 33, 1416 ἐν δὲ τῷ δευτέρῳ ἐνύπνιον, ὡς φάσμα ἐν μελέτῃ νυκτερινῇ, ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπ' ἀνθρώπους ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης· τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων. ὁ μὲν οὖν, φησίν, κηδεμὼν τῶν ἡμετέρων θεὸς ὥρισε μέν τινα, ἃ κατὰ φύσιν φυλάττειν ὀφείλομεν οἷον τὸ ἀγαπᾶν θεὸν καὶ τὸν πλησίον ὡς ἑαυτόν· οὗτος γὰρ τῆς κατὰ φύσιν ἰσότητος νόμος. ἐὰν δὲ ἔν τινι παρατραπῶμεν, οἷα πατὴρ φιλόστοργος πολλάκις ἡμᾶς δι' ὀνειράτων παιδεύει καὶ φασμάτων νυκτερινῶν. ἐπειδὴ γὰρ τὸν φυσικὸν οὐκ ἐφυλάξαμεν νόμον, τὸν παιδευτικὸν ἐσθότε φόβον ἐπιφέρει δι' ἐνυπνίων, ὡς ἐν μελέτῃ, τουτέστιν· διαλέξει, ποιῶν τινα κατ' ὄναρ φάσματα καὶ ἐκδειματῶν τὴν ψυχήν, ὅταν ἐπὶ κοίτης ἀφυπνώσῃ· καὶ διὰ τούτων τῶν δειμάτων ἐπιστρέφων ἀνακαλύπτει νοῦν ἀνθρώπων, ἀντὶ τοῦ· εἰς συναίσθησιν ἄγει τοῦ θεοῦ, ἵνα τῷ φόβῳ συνελαυνόμενοι πρὸς αὐτὸν ἐπιστρέφωμεν τὸν οἰκεῖον ἐπανορθοῦντες βίον. οὕτω γὰρ καὶ τὸν Ἀβιμέλεχ ἐπαίδευσε περὶ τῆς ἁγίας τοῦ Ἀβραὰμ συνεύνου, ἐφ' ᾧ ταύτῃ μὴ πλησιάσαι. 283 τὸ δὲ ὡς οὐκ ἔστι νῦν ὁμοιωματικόν, ἀλλ' αὐτὸ τὸ ὂν μετ' ἐπιτάσεως σημαίνει. οὕτω καὶ ὁ ψάλλων ᾄδει ἔνθεον ὕμνον ἀναβαλλόμενος· ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, κύριε τῶν δυνάμεων, ἀντὶ τοῦ· σφόδρα ἀγαπητά. 33, 1618 ἐν εἴδεσι φόβου τοιούτοις αὐτοῖς ἐξεφόβησεν, ἀποστρέψαι ἄνθρωπον ἐξ ἀδικίας, τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐρρύσατο. ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου τοῦ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ. οὕτω τοιγαροῦν χρήσιμος ὁ παιδευτικὸς οὗτος φόβος ὁ διὰ τῶν τοιούτων φασμάτων καὶ ἰνδαλμάτων ἐπαγόμενος, ὅτι καὶ μέλλουσαν ἐπάγεσθαι τιμωρίαν δυσωπεῖ, ὡς τὸν ἐκ τοῦ φόβου καλλίονα γενόμενον ὑγιὲς ἔχειν καὶ σῶμα καὶ ψυχὴν ἀναρπασθῆναί τε καὶ ἐκ πολεμίων χειρός. ἴσως γάρ, εἰ μὴ ἐπέστρεψεν, ἢ θεηλάτῳ πληγῇ ἢ πολεμίων ἐφόδῳ ὧν ἐξήμαρτεν τὴν δίκην ἐδίδου· ἀλλ' ὁ μελλητὴς εἰς τιμωρίας καὶ φιλάνθρωπος θεὸς διὰ τῶν φόβων ἀνακαλεῖται πρὸς μετάνοιαν καὶ διὰ τῆς ἀπειλῆς τιμωρίαν ἐπέχει προσδοκωμένην. 33, 1922 πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐν μαλακίᾳ ἐπὶ κοίτης καὶ πλῆθος ὀστέων αὐτοῦ ἐνάρκησεν, πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύναται προσδέξασθαι καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμεῖ, ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κενά· ἤγγισε δὲ ἡ ψυχὴ αὐτοῦ ἕως θανάτου καὶ ἡ ζωὴ αὐτοῦ ἐν ἅδῃ. ἕτερον δὲ ἢ καὶ τὸν αὐτὸν μὴ μετανοοῦντα διὰ κλινοπετοῦς ἐλέγχει νόσου φρίκην τοῖς ὀστέοις ἐνιείς, ὡς ἐθέλειν μὲν τροφῆς ὀρέ 284 γεσθαι, μὴ δύνασθαι δὲ ὑπὸ τῆς νόσου προσίεσθαι βρώματα, ὡς ἐντεῦθεν τὰς μὲν σάρκας ἀποτηκομένας δαπανᾶσθαι, τῶν δὲ ὀστέων τὴν ἰσχὺν ἐκλείπειν, ἐγγὺς δὲ εἶναι λοιπὸν τοῦ θανάτου τὴν ψυχὴν τὰς τελευταίας ἀφιεῖσαν ἀναπνοὰς καὶ τὰ ἐν ᾅδου φανταζομένην. 33, 23 ἐὰν ὦσι χίλιοι ἄγγελοι θανατηφόροι, εἷς αὐτῶν οὐ μὴ τρώσῃ αὐτόν, ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι πρὸς κύριον· ἀναγγείλῃ δὲ ἀνθρώπῳ τὴν ἑαυτοῦ μέμψιν, τὴν δὲ ἀνομίαν αὐτοῦ δείξῃ. οὗτος δέ, φησίν, ὁ ἐν τοῖς ἐσχάτοις ἐξεταζόμενος, ἐὰν τὸ αἴτιον τῆς νόσου νοήσας τὴν ἁμαρτίαν ἐπιστραφῇ πρὸς θεὸν δι' ἐξομολογήσεως τὰς ἰδίας μέμψεις καὶ ἁμαρτίας ἐξαγορεύων, ἐπὶ τῶν παρόντων ἵστησι προσδοκηθέντα τὸν θάνατον, κἂν πολλοὶ ὦσιν ἄγγελοι περὶ αὐτὸν οἱ ἐπ' ἐξαγωγῇ τῶν ψυχῶν τεταγμένοι, ἀπαλειφούσης μὲν τῆς μετανοίας τὴν ἁμαρτίαν, δυσωπούσης δὲ θεόν, ἐφ' ᾧ τὴν ἀπόφασιν ἀνακαλέσασθαι. οἷον δὴ καὶ Νινευῖται δεδράκασι τῆς πανωλεθρίας τὴν ἀπόφασιν διὰ μετανοίας ἀνακόψαντες. 33, 2425 ἀνθέξεται τοῦ μὴ πεσεῖν αὐτὸν εἰς θάνατον, ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου, τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ· ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου, ἀποκαταστήσει δὲ αὐτὸν
Unit 22 rem early§u22-rem-early
u22-rem-earlyRem early: Unit 22; lemma and argument toward the thesis.
Greek · §u22-rem-early
ἀνδρωθέντα ἐν ἀνθρώποις. ὁ δὲ θεὸς ἀντιλαμβανόμενος αὐτοῦ κειμένου, ὥσπερ οἱ τεῖχος 285 κατερραγότα καὶ ἐκρεύσαντα διὰ τῆς ἐπαλείψεως τῆς κόνεως τυχὸν ἢ τοῦ πηλοῦ ἀνανεούμενοι, οὕτως ἀνανεοῖ τὸ διεφθορὸς αὐτοῦ σῶμα· καὶ ὥσπερ ἐξ ἀρχῆς τὴν ἀνάπλασιν αὐτῷ χαριζόμενος τὰ μὲν ὀστᾶ πλήρης μυελοῦ, νεοπαγεῖς δὲ χαρίζεται σάρκας ὥσπερ τοῖς νηπίοις, καὶ τὸ δὴ τέλος ἀνδρώσας αὐτὸν καὶ ἐπιρρώσας, ὡσπεροῦν ἐτύγχανε πρὸ τοῦ νοσήματος, ταῖς ἐν ἀνθρώποις καὶ συνήθεσι διατριβαῖς ἀποκαθίστησιν. 33, 26 εὐξάμενος δὲ πρὸς κύριον καὶ δεκτὰ αὐτῷ ἔσται, εἰσελεύσεται δὲ προσώπῳ καθαρῷ σὺν ἐξηγορίᾳ. τότε ὁ διασωθεὶς εὐχαριστήριον ᾠδὴν καὶ ἐξομολόγησιν εὐπρόσδεκτον ἀνοίσει θεῷ, προσώπῳ δὲ καθαρῷ, τῷ τῆς ψυχῆς δηλονότι· καθαίρεται γὰρ ἡ ψυχὴ διὰ παιδείας καὶ ἐξομολογήσεως. 33, 26 ἀποδώσει δὲ ἀνθρώπῳ τὴν δικαιοσύνην αὐτοῦ. ἢ ὁ ἐξομολογησάμενος τιμῶν λοιπὸν τὸ δίκαιον καὶ καλλίων διὰ τῆς παιδεύσεως γεγονώς, ἢ ὁ θεὸς κατὰ τὸ δίκαιον λοιπὸν ἐπαμύνων τῷ μετανοήσαντι. 33, 27 εἶτα τότε ἀποπέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ λέγων· οἷα συνετέλουν καὶ οὐκ ἄξια ἤτασέ με ὧν ἥμαρτον. γνοὺς δ' ὁ σωθεὶς τῆς σοφῆς τοῦ θεοῦ παιδείας τὸ κέρδος τὸν εὐχαριστήριον ἀνοίσει ὕμνον λέγων οὐκ ἄξια πεπονθέναι ὧν πρὸ τῆς ἐτάσεως δέδρακεν. 286 33, 28 σῶσον τὴν ψυχήν μου τοῦ μὴ ἐλθεῖν εἰς διαφθοράν, καὶ ἡ ζωή μου φῶς ὄψεται. καὶ ταῦτα τοῦ ὕμνου τὰ ῥήματα. αἰτεῖ γὰρ μὴ τῆς τῶν ἀδίκων μερίδος μετὰ τόνδε τὸν βίον ἐν τῇ διαφθορᾷ γενέσθαι, ἀλλὰ τῆς τῶν δικαίων. φῶς γὰρ δικαίοις διὰ παντὸς εἶναι ἡ γραφὴ κατεπαγγέλλεται πανταχοῦ. 33, 2930 ἰδοὺ ταῦτα πάντα ἐργάζεται ὁ ἰσχυρὸς ὁδοὺς τρεῖς μετὰ ἀνδρός. ἀλλ' ἐρρύσατο τὴν ψυχήν μου ἐκ θανάτου, ἵνα ἡ ψυχή μου ἐν φωτὶ αἰνῇ αὐτόν. ταῦτα τοῦ ἰσχυροῦ καὶ σοφοῦ θεοῦ τὰ ἔργα ποικίλως ἡμᾶς εὐεργετοῦντος, ἐφ' ᾧ τὸν μὲν ψυχικὸν διαφυγεῖν θάνατον, ἐν ἀμυθήτῳ δὲ ζωῇ καὶ φωτὶ διηνεκεῖ δοξολογίας ἀναπέμπειν αὐτῷ. τὸ γὰρ ὁδοὺς τρεῖς ἀντὶ τοῦ· πολυμερῶς· ἢ τὸ τρεῖς διὰ τὸ τὴν θείαν παιδείαν τριπλῆν ἄγειν ὠφέλειαν, ἀποχὴν κακίας, ἀνάληψιν ἀρετῆς καὶ τὰ ἐπὶ ταύτῃ τοῖς ἁγίοις ἐπηγγελμένα· ἢ ὁδοὺς τρεῖς διὰ τὸ ἔλεγξον, ἐπιτίμησον, παρακάλεσονταῦτα δὲ θεοῦ καὶ θείων διδασκάλων ἔργα· ἢ ὁδοὺς τρεῖς, ἵνα ὁλόκληρος ἡμῶν διασωθῇ ἡ ψυχὴ καὶ τὸ σῶμα καὶ τὸ πνεῦμα. 33, 3133 ἐνωτίζου, Ἰώβ, καὶ ἄκουέ μου· κώφευσον, καὶ ἐγώ εἰμι λαλήσω. εἰ ἔστι σοι λόγος, ἀποκρίθητί μοι· λάλησον, θέλω γάρ σε δικαιωθῆναι. εἰ μή, σὺ ἄκουσόν μου· κώφευσον, καὶ διδάξω σε σοφίαν. εἴ τι τοιγαροῦν πρὸς ταῦτα λέγειν ἔχεις καὶ διελέγξαι με μὴ δί 287 καια περὶ τῆς τοῦ θεοῦ δικαιοσύνης λέγοντα, λάλησον, ἡδέως γὰρ ἔχω τῆς σῆς ἐπακροάσασθαι δικαιολογίας. τὸ δὲ καὶ ἐγώ εἰμι ἀντὶ τοῦ· μὴ δείσῃς, ἐγώ εἰμι ὁ ἰσοφυής σοι, ὁ ἐκ τοῦ αὐτοῦ πηλοῦ διηρτισμένος, οὐ φοβερός τις καὶ καταπληκτικός, ἀλλ' ἐγώ εἰμι ὁ προτρέπων ἀποκριθῆναι. εἰ δὲ μηδὲν ἔχεις ἀποκρίνασθαι, μεθ' ἡσυχίας ἄκουσον καὶ ἑτέρας σοφίας ῥήματα. 288 ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΤΡΙΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἐλιοὺς λέγει· ἀκούσατέ μου, σοφοί, ἐπιστάμενοι ἐνωτίζεσθε τὸ καλόν. Προθεωρία τοῦ κεφαλαίου εἰρηκὼς ὁ Ἐλιοὺς τρόπον κηδεμονικῆς παιδεύσεως θεοῦ καὶ ὅτι δι' ἐνυπνίων φοβῶν καὶ διὰ νόσων παιδεύων ἐπὶ τὸ κάλλιον ἡμᾶς ἐπανάγει, πάλιν ἐξ ἑτέρας ἀρχῆς ποιεῖται τὸν λόγον καὶ προοιμιαζόμενος παρακαλεῖ τοὺς ἀκροατὰς εἰς τὴν τῶν λεγομένων κατανόησιν. προστίθεται δὲ διδάσκειν περὶ κολάσεως ὀλοθρευούσης ἀδίκους καὶ ἀξιοῖ τοὺς ἀκροατὰς διακρῖναι, εἰ καλῶς εἴρηται τῷ Ἰώβ, ὡς αὐτὸς μὲν δίκαιός ἐστιν, οὐ δίκαια δὲ πάσχει παρὰ θεοῦ. εἶτα καί φησιν, ὅτι ἑκάστῳ ὁ θεὸς τὸ κατ' ἀξίαν ἀπονέμων κολάζει τοὺς ἀδίκους, καὶ λογισμοὺς τούτου τίθησιν· πρῶτα μὲν γὰρ ὁ δημιουργὸς οὐκ ἂν ἀνάσχοιτο, φησίν, ἀδικῆσαι τὰ ἴδια ποιήματα, ἀλλ' οὐδ' ἂν κηδεμὼν ὢν καὶ εὐεργέτης ἀνθρώπων ὁ κύριος παρὰ τὸ δίκαιον ἐπάξει τινὶ κόλασιν. περὶ μὲν οὖν δικαίας κρίσεως τοῦ θεοῦ ὀρθῶς εἴρηται τῷ Ἐλιούς, τὴν δὲ αἰτίαν, δι' ἣν ὁ Ἰὼβ πάσχει, οὔτε αὐτὸς ἐνόησεν, οὔτε οἱ φίλοι. οἱ μὲν γὰρ ἔλεγον, ὅτι κατὰ ἀντίδοσιν ὧν δέδρακε πέπονθεν, ὁ δὲ Ἐλιοὺς δοξάζει μὲν ὀρθῶς περὶ θεοῦ, οὐχ εὑρίσκει δὲ τὴν αἰτίαν τῆς κατὰ τὸν Ἰὼβ ἐπαγωγῆς. πλὴν διαφέρει τῶν φίλων, ὅτι μὴ 289 καταδικάζει τὸν δίκαιον. ἀλλ' οὐδὲ αὐτὸς ὁ μέγας Ἰὼβ οὔπω πεπληροφορημένος ἦν, δι' ἢν αἰτίαν πέπονθεν. ὅθεν διάφοροι μὲν πάντων οἱ λόγοι καλῶς μὲν καὶ ὀρθοδοξαστικῶς περὶ θεοῦ λαλούντων, ἡ δὲ τῆς πληγῆς ὑπόθεσις
Unit 22 rem mid§u22-rem-mid
u22-rem-midRem mid: Unit 22; lemma continues; reading with the letter.
Greek · §u22-rem-mid
οὐδενὶ γνώριμος ἐτύγχανεν. τοῦτο δὲ μόνον μέμφεται τῷ Ἰὼβ ὁ Ἐλιούς, ὅτι πρὸς θεὸν ὁμοτίμως ἤθελε κρίνεσθαι, τῇ μὲν προφορᾷ τῶν ῥημάτων προσέχων, νοῆσαι δὲ ἀμηχανήσας, ἐξ οἵας ἀγάπης καὶ πίστεως τῆς περὶ θεοῦ δικαιοκρισίας ὁ ἅγιος ἀνὴρ τοὺς λόγους προέφερεν, καὶ ὡς οὐ θεοῦ κατηγορῶν, ἀλλὰ τοὺς φίλους διελέγξαι θέλων τὴν πρὸς θεὸν ἐπόθει διαδικασίαν. Αἱ λέξεισ 34, 23 ἀκούσατέ μου, σοφοί, ἐπιστάμενοι ἐνωτίζεσθε τὸ καλόν, ὅτι οὖς λόγους δοκιμάζει, καὶ λάρυγξ γεύεται βρῶσιν. ἄνδρες, φησίν, σοφοί, κατανοήσατε τὰ εἰρημένα· λόγων μὲν γὰρ ἀκοὴ κριτική, ὥσπερ διακριτικὸς βρωμάτων ὁ λάρυγξ. 34, 46 κρίσιν ἑλώμεθα ἑαυτοῖς, γνῶμεν ἀνὰ μέσον ἑαυτῶν, τί καλόν, ὅτι εἴρηκεν Ἰώβ· δίκαιός εἰμι, ὁ κύριος ἀπήλλαξέ μου τὸ κρίμα. ἐψεύσατο δὲ τῷ κρίματί μου, βίαιον τὸ βέλος αὐτοῦ ἄνευ ἀδικίας. ἡμεῖς δὲ αὐτοὶ κριταὶ γενώμεθα, εἰ καλῶς ὁ Ἰὼβ λελάληκε λέγων· δίκαιος μέν εἰμι, ἀλλ' ὁ θεός μοι τὸ κριτικὸν οὐκ ἐφύλαξεν, ἀλλ' ἐψεύσατο τῷ κρίματί μου οὐ πρὸς ἀξίαν κρίνας τὰ κατ' ἐμέ, καὶ ὡς δυνατὸς μᾶλλον ἢ δίκαιος βίᾳ τὴν πληγὴν ἐπήγαγε κατὰ τοῦ μηδὲν ἀδικήσαντος. 290 ὁ μὲν οὖν Ἐλιοὺς οὕτως ἐνόησε τὰ εἰρημένα, ὁ δὲ Ἰὼβ τοῦτο ἔλεγεν ὅτι· ὑπερέθετο ὁ θεὸς κρῖναι τὰ κατ' ἐμέ. εἰ γὰρ ἐβούλετό με ἀκοῦσαι, δίκαιος ὢν ἐρρύετο ἄν με τῶν ἀναγκῶν. τοῦτο γὰρ λέγει τὸ ἀπήλλαξέ μου τὸ κρίμα, τὸ δὲ ἐψεύσατο δὲ τῷ κρίματί μου, ὡς ὁ ἅγιος πληροφορηθείς, ὅτι ὁ θεὸς ἐμαρτύρησεν αὐτῷ, πῶς, φησίν, μαρτυρήσας μοι τοιαύταις με βασάνοις περιέβαλεν; περιξέει δὲ ὁ Ἐλιοὺς τοῦ Ἰὼβ τὰ ῥήματα ἀγνοήσας, ὡς πολλάκις ἔφημεν, ἐξ οἵας ἀγάπης τοὺς λόγους προέφερεν. 34, 78 τίς ἀνὴρ ὥσπερ Ἰὼβ πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ, οὐχ ἁμαρτὼν οὐδὲ ἀσεβήσας οὐδὲ ὅλως κοινωνήσας μετὰ ποιούντων τὰ ἄνομα τοῦ πορευθῆναι μετὰ ἀσεβῶν; κἀγὼ μὲν οὖν, φησίν, ἐπίσταμαι τοῦ Ἰὼβ τὴν ἀρετήν, ὡς τὰς μὲν ὕβρεις ἐκ προαιρέσεως ὑποδέχεται ὥσπερ οἱ ὕδωρ ἐκπίνοντες· τοῦτο δὲ δεῖγμα μεγίστης ἀρετῆς, τὸ φέρειν ὕβριν ἀλύπως. οἶδα δὲ καί, ὅτι οὔτε πρὸς ἀνθρώπους ἥμαρτεν οὔτε πρὸς θεὸν ἠσέβησεν, ἀλλ' οὐδὲ τὴν μετὰ ἀνόμων ἢ ἀσεβῶν κοινωνίαν ποτὲ ἢ διατριβὴν κατησπάσατο. 34, 9 μὴ γὰρ εἴπῃς ὅτι· οὐκ ἔσται ἐπισκοπὴ ἀνδρός· καὶ ἐπισκοπὴ αὐτῷ παρὰ κυρίου. πρὸς τοὺς φίλους εἰρηκὼς τὰ περὶ τοῦ Ἰὼβ πρὸς αὐτὸν ἔτρεψε τὸν λόγον· μέμφομαι γάρ σοι, φησίν, οὐχ ὡς ἀδίκῳ, ἀλλ' ὡς ἀνεπισκόπητα καὶ ἀπρονόητα νομίζοντι τὰ καθ' ἡμᾶς ὡς τοῦ θεοῦ μὴ κηδεμονικῶς ἐπισκεπτομένου τοὺς ἀνθρώπους. 34, 1011 διό, συνετοὶ καρδίας, ἀκούσατέ μου· μή μοι εἴη ἐναντί 291 ον κυρίου ἀσεβῆσαι καὶ ἐναντίον παντοκράτορος ταράξαι τὸ δίκαιον, ἀλλὰ ἀποδιδοῖ ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν καὶ ἐν τρίβῳ ἀνδρὸς εὑρήσει αὐτόν. ἀξιῶ τοίνυν· ἀκούσατε ὡς συνιέναι δυνάμενοι τὰ λεγόμενα. μὴ γὰρ δὴ γένοιτό με εἰς ἀσεβεῖς ἐκπεσεῖν λόγους μηδὲ ἐπὶ παντοκράτορος θεοῦ λαλοῦντα φθέγξασθαί τι παρὰ τὸ δίκαιον. οἶδα γάρ, ὅτι ὁ θεὸς ἑκάστῳ τὰ κατ' ἀξίαν ἀπονέμων, ἐν ᾧ περιπατεῖ, ἐν τούτῳ δράσσεται αὐτοῦ, τουτέστιν· ὡς εὑρίσκει αὐτὸν πορευόμενον, οὕτως αὐτὸν κρίνει. 34, 1213 οἴει δὲ τὸν κύριον ἄτοπα ποιήσειν; ἢ ὁ παντοκράτωρ ταράξει τὸ δίκαιον, ὃς ἐποίησε τὴν γῆν; τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπ' οὐρανὸν καὶ τὰ ἐνόντα πάντα; κύριος γάρ ἐστιν ὁ θεὸς καὶ παντοκράτωρ καὶ πάντων τῶν ὄντων δημιουργός. οὐκ ἂν οὖν, φησίν, ὁ δεσπότης ἄτοπόν τι πράξειε περὶ τὸ ὑπήκοον, οὐδὲ ὁ κατὰ πάντων τὸ κράτος ἔχων τοῦ δικαίου σύγχυσιν ἐργάσαιτο, οὐδὲ ὁ πάντων ποιητὴς τὸ οἰκεῖον ἀδικήσοι δημιούργημα. 34, 1415 εἰ γὰρ βούλοιτο συσχεῖν καὶ τὸ πνεῦμα κατασχεῖν παρ' αὐτῷ, τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν· πᾶς γὰρ βροτὸς εἰς γῆν ἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη. εἰ γὰρ μόνον θελήσει ἀνασχεῖν τὴν πνοήν, ἣν τοῖς ζῴοις ἐχαρίσατο, πανωλεθρίᾳ πάντα διαφθαρήσεται, καὶ οὐκ ἔστιν ἄνθρωπον τὸν ἀπὸ γῆς μὴ εἰς τὸ συγγενὲς ἀναλυθῆναι στοιχεῖον τὴν γῆν. ταῦτα 292 δέ φησιν ὁμοῦ καὶ δεικνύς, ὡς ὅτι ὁ ποιητὴς οὐκ ἀδικεῖ τὰ ποιήματα, καὶ τὸν Ἰὼβ εἰς φόβον ἐνάγων ὡς θελήσαντα πρὸς θεὸν ὁμοτίμως διαδικάσασθαι. 34, 16 εἰ δὲ μὴ νουθετεῖ, ἄκουε ταῦτα, ἐνωτίζου φωνὴν ῥημάτων. εἰ μὴ πείθει ταῦτα, ἐπί τί γε καὶ τῶν ἐφεξῆς ῥημάτων ἄκουσον. 34, 17 ἰδὲ σὺ τὸν μισοῦντα ἄνομα καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς ὄντα αἰώνιον δίκαιον. κατανόησον, ὡς αἰώνιος καὶ ἄναρχος καὶ δίκαιος ὢν θεὸς μισεῖ μὲν τὰ ἄνομα, τιμωρεῖται δὲ τοὺς πονηρούς. συλλογισμῷ δὲ πείθει τὸν Ἰώβ· εἰ γὰρ αὐτὸς μισεῖ τὰ ἄνομα καὶ τιμωρεῖται τὴν πονηρίαν δίκαιος ὤν, οὐκ ἄν τι πράξοι
Unit 22 rem close§u22-rem-close
u22-rem-closeRem CLOSEOUT: Unit 22 CLOSEOUT.
Greek · §u22-rem-close
παρὰ τὸ δίκαιον. 34, 18 ἀσεβὴς ὁ λέγων βασιλεῖ· παρανομεῖς, ἀσεβέστατος τοῖς ἄρχουσιν. εἰ γὰρ κατὰ ἀνθρωπίνην ἀκολουθίαν καὶ νομοθεσίαν ὁ λέγων τῷ βασιλεῖ· παρανομεῖς ὡς ἀσεβέστατος κρίνεται παρὰ τῶν ἀρχόντων, τί ἂν πάθοιεν οἱ πρὸς θεὸν τολμῶντες εἰπεῖν· παρανομεῖς; καλῶς δὲ εἶπεν· τοῖς ἄρχουσιν, οὐ γὰρ πάντως καὶ παρὰ θεῷ ἀσεβὴς κρίνεται ὁ τῷ ἐπιγείῳ βασιλεῖ λέγων· παρανομεῖς. 34, 19 ὃς οὐκ ἐπαισχυνθῇ πρόσωπον ἐντίμου οὐδὲ οἶδε τιμὴν θέσθαι ἀνδρὸς θαυμασθῆναι πρόσωπα αὐτῶν. κρίνεται δὲ ἀσεβείας ὁ τοιοῦτος κατὰ τὴν ἀνθρωπίνην ἀκολουθίαν, ὡς ἔφημεν, ὡς μὴ αἰσχυνθεὶς τὸν ἔντιμον καὶ πλούσιον μηδὲ θαυμά 293 σας τὴν προσοῦσαν αὐτῷ δυναστείαν. 34, κενὰ δὲ αὐτοῖς ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός. τοῖς δὲ θαυμάζουσι τὰ πρόσωπα τῶν ἐντίμων κενὰ ἀποβήσεται διὰ τὸ μὴ ἐπὶ θεῷ, ἀλλ' ἐπ' ἀνθρώπῳ πεποιθέναι. 34, ἐχρήσαντο γὰρ παρανόμως ἐκκλινομένων ἀδυνάτων. ἐκκλίνονται τοῦ ἰδίου δικαίου οἱ ἀδύνατοι ὑπὸ τῶν παρανόμως θελόντων χαρίζεσθαι τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσιν. διὰ τοῦτο γοῦν κενὰ ἀποβήσεται αὐτοῖς, ὅτι πρὸς χάριν ἀνθρώπων παρεῖδον τὸ δίκαιον. 34, 2122 αὐτὸς γὰρ ὁρατής ἐστιν ἔργων ἀνθρώπων, λέληθε δὲ αὐτὸν οὐδὲν ὧν πράττουσιν, οὐδὲ ἔστι τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα. ἀλλ' ὁ πάντα ὁρῶν ὀφθαλμὸς τοῦ θεοῦ τὰ πάντα βλέπει καὶ οὐκ ἔστι τόπος, εἰς ὃν οὐκ ἀφικνεῖται ἡ πανεποπτικὴ δύναμις τοῦ θεοῦ. 34, 23 ὅτι οὐκ ἐπ' ἄνδρα θήσει ἔτι. καὶ οὐκ ἐᾷ ὁ θεὸς τοὺς ἁγίους εἰς ἄνδρα τίθεσθαι τὴν ἐλπίδα, ἀλλ' ἐφ' ἑαυτόν, ὅτι οἱ ἄδικοι ἐπ' ἄνθρωπον ἐλπίζουσιν. 34, 2325 ὁ γὰρ κύριος πάντας ἐφορᾷ, ὁ καταλαμβάνων ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, ὁ γνωρίζων αὐτῶν τὰ ἔργα. πανεπίσκοπος οὖν τυγχάνων ὁ θεὸς καταλαμβάνει μὲν τὰ ἀνεξιχνίαστα, ἐργάζεται δὲ ἔνδοξα καὶ ἐξαίσια καὶ ἀναρίθμητα, πάντα γνω 294 ρίζων τὰ παρὰ ἀνθρώποις πραττόμενα. τὸ καταλαμβάνων οὖν ἐφ' ἑκατέρου κεῖται, ἐπί τε τοῦ ἐξιχνιάζειν καὶ διαπράττεσθαι. 34, 25 καὶ στρέψει νύκτα καὶ ταπεινωθήσονται. ἀντὶ τοῦ· τὴν εὐπραγίαν αὐτῶν εἰς νύκτα μεταθήσει. ἢ καὶ οὕτως· τὰ δοκοῦντα εἶναι δικαιώματα τῶν ἀσεβῶν στρέφων δείκνυσιν εἶναι νύκτα τὴν ἄντοψιν αὐτῶν· διὸ καὶ ταπεινοῖ αὐτούς. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· αὐτοὶ μὲν ὡς ἐκ δικαιωμάτων ποιοῦσί τινα, σκότους δέ ἐστιν ἔργα ἃ διαπράττονται, καὶ ταπεινοῦνται παρὰ θεῷ. 34, 26 ἔσβεσε δὲ ἀσεβεῖς. μετὰ τὸ ἐλεγχθῆναι αὐτοὺς δηλονότι. 34, 26 ὁρατοὶ δὲ ἐναντίον αὐτοῦ. ὁρᾷ τοὺς ἀσεβεῖς ὁ θεὸς οὐ κατ' ἐπισκοπήν, ἀλλ' ἐπὶ τῷ αὐτοὺς τιμωρεῖσθαι κατὰ τὸ ἐν Ψαλμοῖς· πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολοθρεῦσαι. 34, 2728 ὅτι ἐξέκλιναν ἐκ νόμου θεοῦ, δικαιώματα δὲ αὐτοῦ οὐκ ἐπέγνωσαν τοῦ ἐπαγαγεῖν ἐπ' αὐτὸν κραυγὴν πένητος, καὶ κραυγὴν πτωχῶν εἰσακούσεται. αἰτίας εἶπεν, δι' ἃς οἱ ἀσεβεῖς κολάζονται. ἐπάγεσθαι δέ φησιν τὴν τῶν πενήτων κραυγὴν εἰς θεόν, ὅτιπερ ἀδικούμενοι εἰς αὐτὸν καταφεύγουσι βοῶντες καὶ τὴν θεόθεν ἐκδίκησιν ἐπικαλούμενοι. 34, 29 καὶ αὐτὸς ἡσυχίαν παρέξεται, καὶ τίς καταδικάσεται; 295 εἰ δὲ καὶ θεὸς ἀνεξικακῶν ἐν ἡσυχίᾳ τέως ἐᾷ τοὺς ἀσεβεῖς εἶναι, τίς δύναται καταδικάσαι, ὃν ὁ θεὸς οὐ κατεδίκασεν; 34, 29 καὶ κρύψει πρόσωπον, καὶ τίς ὄψεται αὐτόν; τοῦτο λέγει, ὅτι ἀφανὴς ὢν τὰς κρίσεις ἐκφέρει. 34, 29 καὶ κατὰ ἔθνους καὶ κατὰ ἀνθρώπου ὁμοῦ. τιμωρεῖται δὲ οὐ μόνον τὸν καθ' ἕκαστον, ἀλλὰ καὶ ἐθνηδὸν ἅπαντας, καθ' οὓς οἶδεν αὐτὸς λόγους τὰς πανωλεθρίας ἐργαζόμενος. 34, 30 βασιλεύων ἄνθρωπον ὑποκριτὴν ἀπὸ δυσκολίας λαοῦ. καθὼς γέγραπται· καὶ ἔδωκα αὐτοῖς βασιλέα ἐν ὀργῇ τοῦ θυμοῦ μου. πολλάκις γὰρ τὸν σχήματι φαινόμενον ἀγαθὸν συγχωρεῖ εἰς βασιλέα ἀναγορευθῆναι, ἐφ' ᾧ κακωθῆναι δι' αὐτοῦ τοὺς ὑπηκόους διὰ τὴν αὐτῶν δυσκολίαν καὶ κακοπραγίαν. 34, 3132 ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων· εἴληφα, οὐκ ἐνεχυράσω· ἄνευ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι. ὅσα τοῖς παλαιοτέροις εἰς τὸν τόπον εἴρηται, παραθήσομαι. οἱ μέν φασιν, ὅτι τοῦτο λέγει, ὅτι μὴ τολμᾷ τις εἰπεῖν τῷ ἰσχυροτέρῳ ὅτι· ἀκαίρως εἴληφας τὰ ἐμὰ καὶ οὐκ ἐνεχύρου χάριν ὡς ἐποφειλόμενος, καὶ παρὰ γνώμην ἐμὴν εἴληφας· ἐπίδειξον, ὅτι εὐλόγως τοῦτο δέδρακας. εἰ δὲ τῷ δυνατῷ ταῦτα οὐδεὶς εἰπεῖν τολμᾷ, πῶς σὺ θρασύνῃ κατὰ θεοῦ; καί φασι μὲν ταύτην εἶναι τὴν ἔννοιαν, ἀσαφίας δὲ πεπληρῶσθαι τὸ ῥητόν. 296 ἕτεροι δὲ οὕτως ἐνόησαν· ὁ πιστεύων, φησίν, οὐ λαμβάνει ἐνέχυρα, ὁ εἰς τὸν θεὸν
Commentarii in Job Unit 23 opening§u23-open
u23-openUnit 23.
Lemma-led open — ἐλπίζων οὐκ ἀπαιτεῖ αὐτὸν ἐνέχυρα, καθὼς οἱ Ἰουδαῖοι ἐνεχυράζοντες ἔφασκον· ποίησον σημεῖο
Greek · §u23-open
ἐλπίζων οὐκ ἀπαιτεῖ αὐτὸν ἐνέχυρα, καθὼς οἱ Ἰουδαῖοι ἐνεχυράζοντες ἔφασκον· ποίησον σημεῖον καὶ πιστεύσομέν σοι, ἤ· κατάβηθι ἀπὸ τοῦ σταυροῦ· ἀλλ' ὁ πεποιθὼς αὐτῷ λέγει ὅτι· χωρὶς τῆς ἐμῆς δυνάμεώς σοι πιστεύων ἐλπίζω ὄψεσθαι, δηλονότι τὰ ἀγαθά. ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν· _ὅ_τ_ι_ _π_ρ_ὸ_ς_ _θ_ε_ὸ_ν_ _ῥ_ῆ_σ_ι_ν_ _ἀ_ν_έ_λ_α_β_ο_ν_,_ οὐκ ἐφέξω ἀκωλύτως, σὺ διασάφησόν μοι. ὃ δὲ ἐνόησεν ὁ Σύμμαχος, τοῦτό ἐστιν· ἐπειδὴ τὴν ὑπὲρ θεοῦ ῥῆσιν ἀνέλαβον, φησὶν ὁ Ἐλιούς, οὐκ ἐπέχω, ἀλλὰ ἀκωλύτως ἐπεξέρχομαι τῷ λόγῳ. εἰ δὲ μὴ καλῶς λέγω, σὺ διασάφησον, ἀντὶ τοῦ· ἔλεγξον τὸν λόγον. 34, 32 εἰ ἀδικίαν εἰργασάμην, οὐ μὴ προσθήσω. εἰπὲ οὖν, φησίν, Ἰώβ, εἰ ἀδίκως λαλῶ, καὶ οὐ προσθήσω τοῖς εἰρημένοις. 34, 33 μὴ παρὰ σοῦ ἀποτίσει αὐτήν, ὅτι σὺ ἀπώσῃ; μὴ τῶν ἐμῶν λόγων σὺ τὰς δίκας ἀποτῖσαι μέλλεις; οὐκοῦν μὴ ἀπώσῃ, ἀλλὰ διέλεγξον τὰ εἰρημένα. 34, 33 ὅτι σὺ ἐκλέξῃ καὶ οὐκ ἐγώ. σὸν γάρ ἐστιν ἐκλέξασθαι καὶ διευκρινῆσαι, πότερον καλῶς ἢ κακῶς ἐλάλησα, οὐκ ἐμοῦ τοῦ εἰρηκότος. 34, 33 καὶ τί ἔγνως, λάλησον. εἰ οὖν τι πλέον γνωρίζεις, ἀπόκριναι. 297 34, 34 διὸ συνετοὶ καρδίας ἐροῦσι ταῦτα, ἀνὴρ δὲ σοφὸς ἀκήκοέ μου τὸ ῥῆμα. ὡς τοῦ Ἰὼβ σιωπήσαντος κυροῖ τοὺς ἑαυτοῦ λόγους ὁ Ἐλιοὺς καί φησιν ὅτι· ταῦτα, ἅπερ εἶπον πρὸς σέ, καὶ ἄλλοι συνετοὶ λέξουσί σοι καί, εἴ τις ἀνὴρ σοφὸς ἐπαινετός, τῶν ἐμῶν ἀκούει λόγων. 34, 35 Ἰὼβ δὲ οὐκ ἐν συνέσει ἐλάλησε τὰ ῥήματα αὐτοῦ, οὐκ ἐν ἐπιστήμῃ. ἔστιν ἐν λόγοις ἐπιστήμη, ὅταν τις ἐφιστὰς οἷς μέλλει λέγειν μετὰ συνέσεως προφέρῃ τοὺς λόγους, ἐπαινετῶς τὰς πεύσεις καὶ ἀποκρίσεις ποιούμενος. σὺ οὖν, φησίν, ἀσυνέτως καὶ ἀνεπιστημόνως, εἰκῇ καὶ ὡς ἔτυχε λελάληκας. 34, 3637 οὐ μὴν δὲ ἀλλὰ μάθε, Ἰώβ, μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες, ἵνα μὴ προσθῶμεν ἐφ' ἁμαρτίαις ἡμῶν, ἀνομία δὲ ἐφ' ἡμῖν λογισθήσεται πολλὰ λαλούντων ῥήματα ἐναντίον κυρίου. ἐπειδὴ ἐκ πολυλογίας οὐκ ἐκφεύξεται ἁμαρτία, συμβουλεύει τῷ Ἰὼβ ὁ Ἐλιοὺς μὴ πολυλογεῖν μηδὲ ὥσπερ οἱ φίλοι ποτὲ μὲν ἀντιλέγειν, ποτὲ δὲ συντίθεσθαι καὶ περὶ τῶν αὐτῶν πολλὰς ποιήσασθαι τὰς διαλέξεις καὶ πεπλανημένας. τοῦτο γὰρ ἀφρόνων ἴδιον, καὶ μάλιστα οὐ χρὴ ταῦτα εἰπεῖν, ὅταν περὶ θεοῦ τις λαλῇ. ἐγὼ γάρ, φησίν, εὐλαβοῦμαι ἐν τοῖς λόγοις, μὴ καὶ περὶ ὧν λαλοῦμεν λόγον 298 ὑφέξωμεν τῷ δικαίῳ κριτῇ καὶ πρὸς τὰς ἐξ ἔργων ἁμαρτίας τὰς ἐκ λόγων προσθήσωμεν· εἰ δὲ καὶ ἐν λόγοις ἐπλημμελήσαμεν, μὴ πάλιν τὰ αὐτὰ φθεγξώμεθα, ἵνα μὴ ταῖς προτέραις καὶ δευτέρας προσθήσωμεν ἁμαρτίας. τοῦτο γὰρ ἔοικε λέγειν τῷ Ἰὼβ ὅτι· ἅπαξ οὐκ ὀρθῶς ἐλάλησας· μὴ καὶ εἰσαῦθις τοιούτους ἐπαγάγῃς λόγους, ἵνα μὴ προσθήσωμεν ἐφ' ἁμαρτίαις ἡμῶν. 299 ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΤΕΤΑΡΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἐλιοὺς λέγει· τί τοῦτο ἡγήσω ἐν κρίσει; σὺ τίς εἶ ὅτι εἶπας· δίκαιός εἰμι ἔναντι τοῦ θεοῦ; Προθεωρία τοῦ κεφαλαίου προδιεξελθὼν ὁ Ἐλιοὺς περὶ παιδείας θεοῦ τοὺς ἁμαρτάνοντας ἐπιστρεφούσης, εἶτα καὶ κολάσεως ὀλοθρευούσης τοὺς ἀδίκους, νῦν τὸν περὶ μακροθυμίας τοῦ θεοῦ λόγον εἰσάγει καὶ μεγαλοπρεπείας μεμφόμενος τῷ Ἰὼβ ἐφ' οἷς ἔλεγεν· εἰ ἐγὼ ἥμαρτον, τί σοι δύναμαι ποιῆσαι καὶ ἐφ' οἷς ἠθέλησε κριθῆναι πρὸς θεόν. Αἱ λέξεισ 35, 2 τί τοῦτο ἡγήσω ἐν κρίσει; ἢ τοῦτο λέγει ὅτι· τί ἐλογίσω περὶ τῶν κριμάτων τοῦ θεοῦ; ἆρα ὡς δυνάμενος ταῦτα καταλαβεῖν; ἢ ὅτι· τί ἐλογίσω πρὸς θεὸν θέλων κριθῆναι. 35, 2 σὺ τίς εἶ ὅτι εἶπας· δίκαιός εἰμι ἔναντι κυρίου; πῶς ἐτόλμησας δίκαιον σαυτὸν ἀποφῆναι ἐναντίον τοῦ θεοῦ; ὁ μὲν οὖν Ἐλιοὺς οὕτως ὑπέλαβεν εἰρηκέναι τὸν Ἰώβ· οὐδαμῶς δὲ ἀπεφήνατο ἑαυτὸν ἀναμάρτητον, ἀλλ' ὅτι κατὰ δύναμιν πᾶσαν δικαιοσύνην ἐφύλαξεν. περὶ γὰρ τῶν ἐν παραπτώμασιν ἁμαρτημάτων καὶ ἀκουσίων 300 καὶ αὐτὸς ὁμολογεῖ τούτοις ἔνοχος εἶναι, ποῖ μὲν λέγων· ἐπεσημήνω δέ, εἴ τι ἄκων παρέβην, ποῖ δέ· εἰ δὲ
Unit 23 rem early§u23-rem-early
u23-rem-earlyRem early: Unit 23; lemma and argument toward the thesis.
Greek · §u23-rem-early
ἁμαρτὼν ἑκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου. 35, 3 ἢ ἐρεῖς· τί ποιήσω ἁμαρτών; ἀλλ' οὐδὲ ὤφειλες, φησίν, εἰπεῖν· τί ποιήσω ἁμαρτών; οἶδας γάρ, ὃ ποιεῖν ὤφειλες· ἀπέχεσθαι τῆς ἁμαρτίας, δακρύειν, μετανοεῖν, ἱκετεύειν τὸν θεὸν ἀμνηστίαν σοι τῶν παραπτωμάτων παρασχεῖν. ὁ μὲν οὖν Ἐλιοὺς πρὸς τὴν διάνοιαν ἑαυτοῦ καλῶς συμβουλεύει τῷ Ἰώβ, ὁ δὲ μακάριος Ἰὼβ κρείττονι διανοίᾳ ἔλεγεν· εἰ δὲ καὶ ἥμαρτον, τί σοι δύναμαι ποιῆσαι; ἀντὶ τοῦ· οὐδὲν τοσοῦτον δύναμαι ποιῆσαι ὥστε ἐξαλεῖψαι τὴν ἁμαρτίαν, εἰ μὴ τῆς σῆς τύχω φιλανθρωπίας. εὐλαβέστερον οὖν ἔλεγεν ὁ Ἰὼβ ὅτι· κἂν πᾶσάν μου δύναμιν εἰσαγάγω πρὸς τὸ τὴν ἁμαρτίαν μου ἀπαλεῖψαι, ἀμηχανῶ τοῦτο πρᾶξαι· τὸ γὰρ πρᾶγμα τῶν σῶν οἰκτιρμῶν ἐπιδέεται. 35, 4 ἐγὼ δέ σοι δώσω ἀπόκρισιν καὶ τοῖς τρισὶ φίλοις. ὡς καὶ τῶν τριῶν φίλων πεπλανημένων καὶ τοῦ Ἰὼβ οὐκ ἐν συνέσει λαλήσαντος αὐτὸς ὑπισχνεῖται κρείττονας ἁπάντων προφέρειν λόγους. 35, 5 ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ, κατάμαθε νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ. ἆρον, φησίν, τοὺς ὀφθαλμούς, τούς τε σωματικοὺς καὶ τοὺς τῆς διανοίας, καὶ θεωρήσας, πόσον ὑπερέχει ὁ οὐρανὸς ἀνθρώπων, παρα 301 χώρει τῇ τοῦ θεοῦ μεγαλειότητι καὶ τοῖς ἀνεφίκτοις αὐτοῦ κρίμασιν. 35, 6 εἰ ἥμαρτες, τί πράξεις; εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι; τῷ οὕτως θαυμαστῷ; 35, 7 ἐπειδὴ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ; ἢ τί ἐκ χειρός σου λήψεται; εἰ δὲ καὶ δίκαιος εἶ, ποίαν δικαιοσύνην σου πράξεις, ἵνα ἀρέσῃς αὐτῷ; 35, 8 ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου. κατὰ τὴν εἰρημένην ἔννοιαν τοῦτο λέγει ὅτι· μόγις, εἰς ἄνθρωπον ἁμαρτών, εἶτα πᾶσαν αὐτῷ θεραπείαν προσαγαγών, δύνῃ ἐξισῶσαι τὴν δικαιοσύνην σου εἰς τὸ ἀπολυτρώσασθαι τὴν ἁμαρτίαν. ὁ δὲ εἰς θεόν τι ἁμαρτήσας, τί δύναται τοιοῦτον πρᾶξαι, ἢ ποίαν δικαιοσύνην ἀντεισαγαγεῖν εἰς ἀπολύτρωσιν; ἔστι δὲ καὶ ἑτέρως νοῆσαι τὰ προκείμενα. ὡς γὰρ τοῦ Ἰὼβ εἰρηκότος· εἰ ἥμαρτον, τί σοι δύναμαι ποιῆσαι; καὶ λέγοντος ἑαυτὸν εἶναι δίκαιον, φησὶν ὁ Ἐλιοὺς ὅτι· κἂν ἥμαρτες κἂν δίκαιος ᾖς, οὐδὲν ἐκ τούτου θεὸς ἢ βλαβήσεται ἢ ὠφεληθήσεται. μὴ οὖν ἐπαίρου ἐπὶ τῇ σῇ δικαιοσύνῃ. 35, 9 ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται. ἄνθρωποι μὲν γάρ, φησίν, συκοφαντούμενοι κεκράξονται ἀπὸ τοῦ πλήθους τῶν κακῶν. 35, 9 βοήσονται ἀπὸ βραχίονος πολλῶν. 302 καὶ ἀπὸ τῶν πολλῶν ὧν πάσχουσι δεινῶν ἐκ τῆς ἰσχύοςτοῦτο γὰρ δηλοῖ ὁ βραχίωντῶν δυνατῶν {οἳ} πρὸς θεὸν βοῶσιν. 35, 10 καὶ οὐκ εἶπεν· ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας με; κατ' ἐκείνων δὲ προσέρχονται κράζοντες οἱ ἀδικούμενοι, κατὰ τῶν μὴ λογιζομένων, ὅτι τὸν θεὸν ἔχουσι ποιητήν. 35, 10 ὁ κατατάσσων φυλακὰς νυκτερινάς. μὴ λογιζομένων, ὅτι αὐτὸς ἔταξε μέτρα νυκτί. ἐπειδὴ γὰρ εἰς τέσσαρας φυλακὰς ἡ νὺξ διῄρηται, ἀπὸ τούτων τὰ μέτρα τῆς νυκτὸς ἐσήμανε καὶ ὁ διδάξας ἀνθρώπους αἰνεῖν τὸν θεὸν ἐν ταῖς νυκτεριναῖς φυλακαῖς. μεσονύκτιον, γάρ φησιν ὁ ∆αυίδ, ἐξεγειρόμην τοῦ ἐξομολογήσασθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. κατὰ δὲ ταύτην τὴν ἔννοιαν καὶ Θεοδοτίων οὕτως ἐκδέδωκεν· _ὁ_ _δ_ι_δ_ο_ὺ_ς_ _α_ἰ_ν_έ_σ_ε_ι_ς_ _ἐ_ν_ _ν_υ_κ_τ_ί_. κατὰ δὲ βαθυτέραν διάνοιαν νυκτὸς ὄντος τοῦ παρόντος βίου διὰ τὴν σύγχυσιν τῆς ἁμαρτίας φύλακας ἡμῖν ἔταξεν ὁ θεός, οἷον ἐντολὰς καὶ ἀγγέλους τοὺς ἡμᾶς φυλάττοντας. {καὶ αὐτός ἐστιν ὁ κατατάσσων φύλακας νυκτερινάς.} 35, 11 ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πτηνῶν οὐρανοῦ. οὐ διελογίσαντο οἱ ἄδικοι, ὡς ἐτιμήθησαν ὑπὲρ τὰ ἐπὶ γῆς ἄλογα καὶ κατὰ ἀέρα διιπτάμενα πετεινά. 35, 12 ἐκεῖ κεκράξονται καὶ οὐ μὴ εἰσακούσῃ καὶ ἀπὸ ὕβρεως πονηρῶν. ἢ οἱ ἀδικούμενοι ἐκεῖἀντὶ τοῦ· πρὸς θεόνἀπὸ τῆς ὕβρεως τῶν πονηρῶν κεκράξονται, ἵνα ᾖ κατ' ἐρώτησιν τὸ καὶ οὐ μὴ 303 εἰσακούσῃ, ἀντὶ τοῦ· καὶ ἀκούσει αὐτῶν βοώντων ὁ θεός. ἢ οἱ ἄδικοι καὶ ὑπερήφανοι ὑπὸ ἑτέρων πονηρῶν ἀδικούμενοι ἐὰν κράξωσι πρὸς θεόν, οὐκ εἰσακούονται· πρὸς γὰρ τοὺς τοιούτους, φησίν, ἀνεπιστρέπτως ἔχει ὁ θεός. πρὸς ἑκατέραν δὲ ἔννοιαν ἁρμόζει τὰ ἐπαγόμενα. 35, 1314 ἄτοπα γὰρ ἰδεῖν οὐ βούλεται ὁ κύριος, αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστι τῶν συντελούντων τὰ ἄνομα καὶ σώσει με. εἰρηκὼς τοῦ θεοῦ τὸ μισοπόνηρον καὶ ὡς οὐδὲν διαλανθάνει αὐτὸν τῶν παρὰ ἀνθρώποις πραττομένων, ἀλλὰ καὶ ἐφορᾷ κολαστικῶς τοὺς ἀνόμους, εὐχὴν ἐπέπλεξε τῷ λόγῳ φήσας· καὶ σώσει με. 35, 14 κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αὐτὸν αἰνέσαι ὡς ἔστιν. τί οὖν πρὸς τὸν τοσοῦτον καὶ τηλικοῦτον θέλεις, φησίν,
Unit 23 rem mid§u23-rem-mid
u23-rem-midRem mid: Unit 23; lemma continues; reading with the letter.
Greek · §u23-rem-mid
κριθῆναι, ὅπουγε μηδὲ πρὸς ἀξίαν αὐτὸν ὑμνολογῆσαι οἷός τε εἶ; 35, 15 καὶ νῦν οὐκ ἔστιν ἐπισκεπτόμενος ὀργὴν αὐτοῦ καὶ οὐκ ἔγνω παραπτώματι σφόδρα. διὰ τοῦτο τοιγαροῦν, ἐπειδὴ μὴ συνεχῶς ἐπισκέπτεται τῇ ἐποφειλομένῃ ἀδίκοις ὀργῇ, ἀλλ' ὥσπερ τις ἀγνοῶν οὐ σφόδρα τιμωρεῖται τὰ ἡμέτερα παραπτώματα, τὴν ἀνοχὴν αὐτοῦ καὶ μακροθυμίαν οἱ ἄνθρωποι εἰς καταφρόνησιν λαμβάνουσιν. τὸ δὲ εἰπεῖν καὶ νῦν ἔδειξεν, ὅτι κἂν παραχρῆμα μὴ τιμωρῆται, ἀλλ' οὖν ἀποδώσει ποτὲ ἑκάστῳ τὰ κατ' ἀξίαν. 35, 16 καὶ Ἰὼβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει. 304 μὴ κατανοῶν, φησίν, ὁ Ἰὼβ τὸ μεγαλεῖον τοῦ θεοῦ καὶ τὸ μακρόθυμον καὶ τὰ ἀκατάληπτα αὐτοῦ κρίματα, καὶ ὅτι ἄνθρωπος οὐδὲ αἰνέσαι κατ' ἀξίαν τὸν θεὸν δύναται, μήτιγε κριθῆναι πρὸς αὐτόν, βαρέα καὶ ἀπρεπῆ φθέγγεται ῥήματα. καὶ καλῶς μὲν ὁ Ἐλιοὺς οὐδὲ τὸν Ἰὼβ ὡς δι' ἀσεβείας πάσχοντα {μὲν} καταδικάζει, ἀλλὰ καὶ τὰ περὶ τῆς θεοῦ μεγαλοπρεπείας καὶ ἀνοχῆς ὀρθῶς δοξάζει, οὔτε δὲ τὴν γνώμην, ἐξ ἧς τοὺς λόγους προέφερεν ὁ Ἰώβ, κατενόησεν οὔτε τὴν αἰτίαν ἐγνώρισε τῶν ἀνηκέστων κακῶν, οἷς περιπέπτωκεν ὁ δίκαιος. 305 ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΠΕΜΠΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· προσθεὶς δὲ Ἐλιοὺς ἔτι λέγει· μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστι λέξις. Προθεωρία τοῦ κεφαλαίου ἐνταῦθα περὶ δικαιοσύνης θεοῦ διδάσκει ὁ Ἐλιοὺς τὸ κατ' ἀξίαν ἑκάστῳ ἀπονεμούσης καὶ περὶ δυνάμεως μεγαλοπρεποῦς καὶ σοφίας ἀκαταλήπτου· συνίστησι δὲ τὸν περὶ τῆς ἀκαταλήπτου σοφίας αὐτοῦ λόγον ἐκ τῶν περὶ τὸν ἀέρα γινομένων χειμώνων τε καὶ βροντῶν καὶ τῶν θηρίων καὶ τῶν κτηνῶν, πῶς τὰ μὲν μεθ' ἡμέραν ἐργάζεται, τὴν δὲ νύκτα εἰς ἀνάπαυσιν ἔχει, τὰ δὲ τὴν μὲν ἡμέραν εἰς τὸ ἡσυχάζειν ἀπεκληρώσατο, ἵνα μὴ τοῖς ἀνθρώποις ἐπιτρέχωσι, τὴν δὲ νύκτα περινοστοῦντα ζητοῦσι τροφήν· καὶ ὅτι τοῖς ὕδασιν ὁ θεὸς ποτὲ μὲν εἰς ἀνθρώπων παιδείαν, ποτὲ δὲ εἰς εὐεργεσίαν χρῆται· καὶ ὅτι ἐκ μὲν σκότους φῶς, ἐκ δὲ τῆς τοῦ φωτὸς ἀναχωρήσεως νύκτα ἐργάζεται. φησὶ δέ, ὅτι πᾶσίν ἐστιν εὔληπτον τὸ ἐκ τῆς δημιουργίας καταλαμβάνειν, ὡς ἀκατάληπτός ἐστιν ἡ σοφία τοῦ θεοῦ· μεγαλοπρεπῶς δὲ διεξελθὼν τὰ περὶ τῆς ἀκαταλήπτου σοφίας τε καὶ προνοίας τοῦ θεοῦ συμπεραίνει τὸν λόγον εἰς τὸ δεῖν φοβεῖσθαι τὸν θεόν. διὰ μὲν οὖν τοῦ δίκαιον ἀποφῆναι θεὸν καὶ τοῖς δικαίοις ἐπαμύνοντα παράκλησιν εἰργάσατο τῷ Ἰώβ, ἵνα ὡς δίκαιος ἀγαθοῦ καὶ δικαίου θεοῦ τεύξεσθαι προσδοκῶν ἑαυτὸν ἀνακτήσηται, διὰ δὲ τοῦ μέγαν καὶ ἰσ 306 χυρὸν καὶ ἀκατάληπτον εἰς φόβον ἐνάγειν ἐπειράθη τὸν δίκαιον, ἵνα μηκέτι μηδὲν ἀντείπῃ, ἀλλὰ τῇ σιωπῇ παραχωρήσῃ τοῖς ἀκαταλήπτοις τοῦ θεοῦ κρίμασιν. θαυμασίως οὖν τοῦ Ἐλιοὺς μάλιστα πρὸς τῷ τέλει περὶ τῆς τοῦ θεοῦ σοφίας τε καὶ μεγαλοπρεπείας ἐξηγησαμένου ὁ μὲν Ἰὼβ οὐδὲν ἀντεῖπεν, σύμψηφος δὲ θεὸς τοῖς τοιούτοις αὐτοῦ γέγονε λόγοις, ὡς ἐφεξῆς ἔστιν ἐκ τῆς θείας ῥήσεως καταμαθεῖν. Αἱ λέξεισ 36, 23 μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστι λέξις. ἀναλαβὼν τὴν ἐπιστήμην μου μακράν. ἐπειδήπερ ἔτι περὶ θεοῦ λέγειν ἔχω καὶ βούλομαι μακρότερον ἀναλαβὼν τὸν λόγον μετ' ἐπιστήμης καὶ γνώσεως διεξελθεῖν, ἔκδεξαι καὶ τὰ νῦν ὑπ' ἐμοῦ λεγόμενα. 36, 34 ἔργοις δέ μου δίκαια ἐρῶ ἐπ' ἀληθείας καὶ οὐκ ἄδικα ῥήματα ἀδίκως συνιείς. τὸ μου πρὸς τὸ δίκαια, ἵνα εἴπῃ ὅτι· τὴν δικαιολογίαν μου, ἣν νῦν ἐρῶ, τοῖς ἔργοις τοῦ θεοῦ πιστοῦμαι δεικνύς, ὡς ἃ γινώσκω μετὰ ἀληθείας συνίημι καὶ οὐκ ἄδικόν τι νοήσας ἄδικα φθέγγομαι ῥήματα. 36, 5 γίνωσκε δέ, ὅτι ὁ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον. ἴσθι τοιγαροῦν, ὡς οὐδέποτε θεὸς ἔξω τῆς οἰκείας ἐπισκοπῆς τὸν ἀκακίᾳ συζῶντα καταλιμπάνει. 307 36, 5 δυνατὸς ἰσχύι καρδίας ἀσεβῶν οὐ μὴ ζωοποιήσει. ζωοποιεῖται ψυχὴ θείας γνώσεως μεταλαμβάνουσα, θάνατος δὲ λογικῆς ψυχῆς ἡ ἀγνωσία {καὶ αἱ κολάσεις}. ὁ δυνατὸς οὖν, φησίν, θεὸς καὶ ἰσχυρὸς τὰς ψυχὰς τῶν ἀσεβῶν οὐ μὴ ζωοποιήσει διὰ τὸ ἑλέσθαι αὐτοὺς ἐν ἀγνωσίᾳ διάγειν. 36, 6 καὶ κρίματα πτωχῶν δώσει. κολάζων δὲ τοὺς ἀσεβεῖς κατὰ τὰ κρίματα αὐτοῦ τὰ δίκαια τοῖς πένησιν ἀδικουμένοις ἐπαμύνει. 36, 7 οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ. ὅμοιον ἐν Ψαλμοῖς ὅτι· ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. 36, 7 καὶ μετὰ βασιλέων εἰς θρόνον, καθιεῖ αὐτοὺς εἰς νῖκος καὶ ὑψωθήσονται. κατὰ μὲν τὸ πρόχειρον ἐσθότε τοὺς δικαίους ὁ θεὸς τοσαύτης ἀξιοῖ καὶ παρὰ ἀνθρώποις τιμῆς, ὡς καὶ συγκαθίζειν
Unit 23 rem close§u23-rem-close
u23-rem-closeRem CLOSEOUT: Unit 23 CLOSEOUT.
Greek · §u23-rem-close
αὐτοὺς βασιλεῦσι καὶ νῖκος αὐτοῖς χαρίζεσθαι κατὰ τῶν ἐχθρῶν καὶ εἰς ὕψος ἐπαίρειν. κατὰ δὲ βαθυτέραν διάνοιαν οἱ κατὰ θεὸν πτωχοὶ καὶ δίκαιοι μετὰ τῶν κατ' ἀρετὴν μεγάλων σύνθρονοι τῷ βασιλεῖ τῶν οὐρανῶν ἔσονται νικήσαντες τοὺς νοητοὺς ἐχθροὺς καὶ ὑψωθέντες. 36, 89 καὶ οἱ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίῳ πενίας, καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν. 308 τοὺς δὲ ἀδίκους δεσμώτας ἐργασάμενος καὶ καταδήσας πενίᾳ διὰ τῶν συμφορῶν εἰς ἀνάμνησιν ἄγει τῶν οἰκείων ἔργων καὶ παραπτωμάτων, ἅπερ ἔπραξαν διὰ τῆς ἰδίας ἰσχύος. 36, 10 ἀλλὰ τοῦ δικαίου εἰσακούσεται. τοῦτο τῷ ἀνωτέρω εἰρημένῳ συνῆπται, ἵνα ᾖ οὕτως· οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ, ἀλλὰ τοῦ δικαίου εἰσακούσεται. 36, 10 καὶ εἶπεν, ὅτι ἀποστραφήσονται ἐξ ἀδικίας. κηδόμενος δέ, φησίν, καὶ τῶν ἀδίκων ὁ θεὸς δεσμοῖς αὐτοὺς καὶ πενίᾳ πιέζει, ὡς ἂν εἰς συναίσθησιν ἐλθόντες τῶν ἡμαρτημένων ἀποστρέψωσιν ἐκ τῆς ἀδικίας. 36, 11 ἐὰν ἀκούσωσι καὶ δουλεύσωσιν, συντελέσουσι τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπραγίαις. τὴν διὰ τῶν ἔργων ἐπιστρεπτικὴν παιδείαν τοῦ θεοῦ λέγει ὥσπερ τινὰ νουθεσίαν ἀκουστὴν εἰς συναίσθησιν ἄγουσαν τοὺς παιδευομένους. ἐὰν οὖν, φησίν, ἀκούσαντες τοῦ ψυχωφελοῦς τούτου μαθήματος δουλεύσωσι θεῷ, ἐν εὐπραγίᾳ καὶ ἀγαθῶν ἀφθονίᾳ βιοτεύσουσιν. 32, 12 ἀσεβεῖς δὲ οὐ διασῴζει παρὰ τὸ μὴ βούλεσθαι αὐτοὺς εἰδέναι τὸν κύριον καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν. τοὺς δὲ ἀσεβεῖς οὐ διασῴζει θεὸς οὐκ αὐτὸς αὐτοῖς τῆς ἀπωλείας 309 αἴτιος γενόμενος, ἀλλ' ἐπειδήπερ αὐτοὶ ἑαυτοῖς τούτου κατέστησαν αἴτιοι μήτε τῷ ἐμφύτῳ καὶ φυσικῷ λόγῳ τὸν θεὸν ἐπιγνῶναι θελήσαντες, μήτε τῇ ἐπιστρεπτικῇ παιδείᾳ καὶ νουθεσίᾳ κατήκοοι γενέσθαι θεοῦ βουληθέντες. 36, 13 καὶ ὑποκριταὶ καρδίας τάξουσι θυμόν. οἱ δὲ τὰς καρδίας ὑποκριταὶ σχῆμα μὲν εὐσεβείας περικείμενοι, ἔσωθεν δὲ ὄντες λύκοι ἅρπαγες αὐτοὶ ἑαυτῶν κατατάσσουσι καὶ καθορίζουσι τὴν θείαν ὀργήν. 36, 13 οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς. οὗτοι δὲ οἱ ὑποκριταὶ οὐκ ἀναβλέπουσι πρὸς θεὸν καὶ ἐπιστρέφουσιν, ἐπειδὴ κατέδησεν αὐτοὺς ἡ ὑπόκρισις. 36, 1415 ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων, ἀνθ' ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον. διὰ τοῦτο, φησίν, καὶ ἄωροι ἀποθνῄσκουσιν ὑπὸ τῶν θανατηφόρων ἀγγέλων τιτρωσκόμενοι· ἢ καὶ συναποθνῄσκουσι ταῖς νεωτερικαῖς ἐπιθυμίαις ὑπὸ τῶν τιμωρῶν ἀγγέλων αἰκισθησόμενοι. ἡ δὲ αἰτία· δι' ἃς εἰργάσαντο κατὰ τῶν ὑποδεεστέρων θλίψεις καὶ ἀδικίας. 36, 15 κρίμα δὲ πραέων ἐκθήσει. τῶν δὲ πραέων τὸ κρίμα ὁρίσει ὁ θεός· τοῦτο γὰρ σημαίνει τὸ 310 ἐκθήσει, ἀντὶ τοῦ· οὐ περιόψεται αὐτοὺς ἀδικουμένους. πραεῖς δὲ ἢ τοὺς κατὰ προαίρεσιν δικαίους νοήσεις, ἢ καὶ πάντας τοὺς ἀδικουμένους καὶ δι' ἀσθένειαν ἡσυχίαν ἄγοντας. 36, 16 καὶ ἠπάτησέ σε ἐκ στόματος ἐχθροῦ. διὰ μέσου τεθηκὼς τὸ κρίμα δὲ πραέων ἐκθήσει ὡς πρὸς τὸ τῶν ὑποκριτῶν πρόσωπον ἐπήγαγεν, ὅτι τιμωροῦνται οἱ ὑποκριταὶ ὡς ἀπατῶντες τοὺς ἀνθρώπους διὰ τοῦ ἑαυτῶν ἐχθροῦ στόματος ἕτερα μὲν διὰ γλώσσης προφέροντες, ἕτερα δὲ κατὰ διάνοιαν ἔχοντες. τὸ δὲ κοινὸν ὡς ἐπὶ ἰδικοῦ προσώπου τεθηκὼς εἶπεν· ἠπάτησέ σε, ἀντὶ τοῦ· ἐπειδὴ πεφύκασιν ἀπατᾶν οἱ ὑποκριταί. 36, 16 ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς. εἰ μὲν περὶ τῶν ὑποκριτῶν ὁ λόγος, ἐοίκασιν, φησίν, ἀβύσσοις βαθέως καὶ ἐγκαθέτως βουλευόμενοι· καὶ ὥσπερ ἡ τῶν ὑδάτων κατάχυσις ὑποκάτω ἑαυτῆς τὰς ὑφάλους ἐπικρύπτει πέτρας καὶ λανθάνοντα τοῖς πλέουσι φέρει τὸν κίνδυνον, οὕτω δὴ καὶ ἡ τούτων γνώμη τῷ προσχήματι τῆς ὑποκρίσεως ἐπισκιαζομένη ναυαγεῖν παρασκευάζει τοὺς αὐτῇ καταπιστεύοντας. εἰ δὲ περὶ τῆς θαυματουργίας τοῦ θεοῦ διὰ μέσου παρεντέθηται τὸ ῥητόν, ὑποκάτω, φησίν, τῆς ἀβύσσου οὐδέν ἐστιν ἡ κατάχυσις· θαυμαστὸν δὲ ὄντως τὸ ἐπὶ χύματος ἡδράσθαι. 36, 1617 καὶ κατέβη τράπεζά σου πλήρης πιότητος, καὶ οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα. 311 τῶν δὲ δικαίων, φησίν, οὐχ ὑστερεῖ τὸ κρίμα, τουτέστιν· ἀπονέμει αὐτοῖς τὸ κατ' ἀξίαν ὁ θεός, ὡς καὶ ἐφαπλοῦν αὐτοῖς τράπεζαν πλήρης πιότητος, πρωτοτύπως μὲν τὴν τῆς γνώσεως, τὴν πνευματικήν, κατά τι δὲ παρακολούθημα ἴσως που καὶ τὴν ἐν αἰσθητοῖς ἀγαθοῖς. 36, 18 θυμὸς δὲ ἐπ' ἀσεβεῖς ἔσται δι' ἀσεβείας δώρων, ὧν ἐδέχοντο ἐπ' ἀσεβείας. τοὺς δὲ δωροδέκτας ἡ θεία ἐκδέξεται ὀργή. θυμὸν
Commentarii in Job Unit 24 opening§u24-open
u24-openUnit 24.
Lemma-led open — δὲ καὶ ὀργήν, ὅταν ἀκούσῃς περὶ θεοῦ, μὴ πάθος ἐννοήσῃς περὶ τὴν θείαν ἵστασθαι φύσινἀπαθῶ
Greek · §u24-open
δὲ καὶ ὀργήν, ὅταν ἀκούσῃς περὶ θεοῦ, μὴ πάθος ἐννοήσῃς περὶ τὴν θείαν ἵστασθαι φύσινἀπαθῶς γὰρ ὁ θεὸς καὶ ἀοργήτως τιμωρεῖται, ἀλλ' ἐπειδήπερ ἀντιπαθῶς ἔχουσιν ἡ ὀργὴ καὶ ὁ θυμὸς πρὸς τὸν φόβον καὶ δέδοικέ τις τὸν ἰσχυρότερον ἑαυτοῦ θυμούμενον καὶ ὀργιζόμενον, τούτοις ἡ γραφὴ κέχρηται τοῖς ὀνόμασι πρὸς τὸν θεῖον ἡμᾶς ἐνάγουσα φόβον. 36, 19 μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων. μὴ ἑκὼν τῆς εὐθείας ὁδοῦ παρατραπῇς, ὅταν τῆς σῆς ἐπικουρίας δέωνται οἱ ἐν ἀνάγκῃ ὄντες ἀδύνατοι, ἀλλ' ἐπάμυνον κατὰ δύναμιν. 36, 1921 καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν· μὴ ἐξελκύσῃς τὴν νύκτα τοῦ ἀναβῆναι λαοὺς ἀντ' αὐτῶν· ἀλλὰ φύλαξαι, μὴ πράξῃς ἄτοπα· ἐπὶ τοῦτον γὰρ ἐξείλω ἀπὸ πτωχείας. ὥσπερ δή, φησίν, οὐ χρὴ τοὺς ἀδυνάτους περιορᾶν, οὕτως οὐδὲ τοῖς δυνατοῖς ἐφεδρεύειν ἐν νυκτὶ μετὰ πλήθους καὶ λαῶν πλειόνων καὶ τῶν οἰκείων ἐκβάλλειν. διδάσκει δέ, ὅτι καὶ δυνατῷ καὶ ἀδυνάτῳ τὴν ἰσότητα καὶ τὸ δίκαιον προσήκει φυλάττειν καὶ μήτε τοὺς ἀ 312 δυνάτους περιορᾶν ἀδικουμένους μήτε τοὺς δυνατοὺς βίᾳ τῶν οἰκείων ἐκβάλλειν. πάσῃ οὖν φυλακῇ τῶν ἀτόπων ἀπέχεσθαι προσήκει. ἄλλοι δὲ οὕτως ἡρμήνευσαν· μὴ παρελκύσῃς, φησίν, ὅλην τὴν νύκτα καθεύδων, ἵνα μὴ ἐκβαλὼν τοὺς ἀγαθοὺς λογισμοὺς τοὺς κραταιοῦντας τὴν ἰσχὺν τῆς ψυχῆς ἑτέρους φαύλους καὶ ἀτόπους ἀντεισαγάγῃς σαυτῷ. φύλαξαι οὖν τοῦ μὴ ποιῆσαι ἄτοπα. κατὰ μὲν οὖν τὸ ῥητὸν τὸ πρῶτον, κατὰ δὲ διάνοιαν τὸ δεύτερον· ἀπὸ δὲ τῶν τοιούτων πράξεων, τῶν κατὰ δικαιοσύνην, φησίν, εἰς ὕψος ἀναχθήσῃ διανοίας μηδὲν ἔτι ταπεινὸν ἢ πτωχὸν ἢ χαμαιπετὲς φρονῶν. 36, 22 ἰδοὺ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ. τίς γάρ ἐστι κατ' αὐτὸν δυνάστης; ἀπὸ τοῦ περὶ δικαιοσύνης ἀνθρώπων λόγου εἰς τὸν περὶ ἰσχύος θεοῦ καὶ δικαιοσύνης ἐκβαίνει λόγον, ἐπισυνάπτων καὶ τὸν τῆς μεγαλοπρεπείας αὐτοῦ καὶ σοφίας καὶ τῶν ἀνεξιχνιάστων τῆς θείας προνοίας ἔργων. θεώρησον οὖν, φησίν, ὡς ὁ ἰσχυρὸς θεὸς κραταιῶς πάντα καὶ μετὰ θεϊκῆς δυνάμεως ἐργάζεται, καὶ οὐκ ἔστιν ὁ τῇ αὐτοῦ δυνάμει παραβαλλόμενος. 36, 23 τίς δέ ἐστιν ὁ ἐτάζων ἀπ' αὐτοῦ τὰ ἔργα, ἢ τίς ὁ εἰπών· ἔπραξεν ἄδικα; ἀλλ' εἰ καὶ τοσοῦτός ἐστι τὴν ἰσχύν, οὐχ ὡς ἐξουσίαν ἔχων ἄτοπόν τι πράττει οὐδὲ δύναταί τις ἀναζητῶν αὐτοῦ τὰ ἔργα ἐπιδεῖξαί τι πεπραγμένον ἀδίκως, ὥστε εἰ καὶ μὴ δυνατὸν ἐτάζειν καὶ 313 ἀναζητεῖν τοῦ θεοῦ τὰς πράξειςἀνεξιχνίαστοι γὰρ καὶ ἀκατάληπτοι, ἀλλ' οὖν εὐσεβεῖ διανοίᾳ προσήκει πιστεύειν, ὡς οὐδὲν ἄδικον παρὰ τῷ δικαίῳ θεῷ. 36, 24 μνήσθητι, ὅτι μεγάλα τὰ ἔργα αὐτοῦ ἐστιν, ὧν ἦρξαν ἄνδρες. ἀναλόγισαι δὴ τῶν περὶ τὴν κτίσιν ἔργων τοῦ θεοῦ τὸ μεγαλεῖον, τετραπόδων, ἑρπετῶν, ἐναλίων, πετεινῶν, ὧν ἡ γῆ ποικίλως ἐκφύει, τούτων ἁπάντων, ὧν ἄρχειν ἄνθρωποι κατ' ἀρχὰς ἐτάγησαν. διὰ Μωυσέως μὲν λέγει· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ. ὁ δὲ μεγαλογράφος· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας καὶ τὰ ἑξῆς. διὰ δὲ ἄνθρωπον καὶ τὴν κτίσιν τὴν ὑπὸ τὴν αὐτοῦ τεταγμένην ἀρχὴν τῶν ὑετῶν γέγονε χρεία, ὧν διὰ τῶν ἑξῆς μνημονεύει. 36, 25 πᾶς ἄνθρωπος εἶδεν ἐν αὐτῷ. τὴν γὰρ περὶ θεοῦ γνῶσιν πᾶς ἄνθρωπος ἔχει, εἰ καὶ ὀλίγοις ἐκ μέρους οἱ λόγοι τῶν ἔργων αὐτοῦ γεγόνασι γνώριμοι. 36, 25 ὅσοι τιτρωσκόμενοί εἰσι βροτοί. ἀντὶ τοῦ· πάντες. τῷ γὰρ κέντρῳ τῆς ἁμαρτίας, τουτέστι τῷ θανάτῳ, πάντες τιτρώσκονται. 36, 26 ἰδοὺ ὁ ἰσχυρὸς πολὺς καὶ οὐ γνωσόμεθα. οὐδεὶς γὰρ οἶδε τὰ τοῦ θεοῦ, εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ τὸ ἐν αὐτῷ. 314 36, 26 ἀριθμὸς ὁδῶν αὐτοῦ καὶ ἀπέραντος. ἀλλὰ καὶ ὁ ἀριθμὸς τῶν ὁδῶν αὐτοῦ ἀπέραντος ἡμῖν ἐστι καὶ ἀκατάληπτος. 36, 27 ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ. τὴν μὲν θεοῦ γνῶσιν οὐδὲν
Unit 24 rem early§u24-rem-early
u24-rem-earlyRem early: Unit 24; lemma and argument toward the thesis.
Greek · §u24-rem-early
ἐκφεύγει, ἀλλὰ καὶ τὸν ἀριθμὸν τῶν ὑετίων σταγόνων ἐπίσταται. 36, 27 καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην. καὶ οὐκ ἀμέτρως, ἀλλ' ἐναριθμίως διὰ τῶν νεφελῶν χέεται ὁ ὑετός. 36, 28 ῥυήσονται παλαιώματα. ἐκρέουσι δὲ ἐκ τῶν νεφελῶν τὰ τήγματα, οἱ σταλαγμοί. ταῦτα γὰρ λέγει παλαιώματα ἐκ τοῦ τὰ παλαιὰ τήκεσθαι. ἢ καὶ παλαιώματα λέγει διὰ τὸ ἐξ ἀρχῆς καὶ ἐκ παλαιοῦ ταῦτα οὕτω γενέσθαι κατὰ τὴν θείαν διάταξιν. 36, 28 ἐσκίασε δὲ νέφη ἐπὶ ἀμυθήτων βροντῶν. γίνονται οἱ χειμῶνες περὶ τὸν ἀέρα συννεφείας γενομένης. 36, 2930 καὶ ἐὰν συνῇ ἀπέκτασιν νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ, ἰδοὺ ἐκτείνει ἐπ' αὐτὴν ἡδώ. ἐὰν δοθῇ εἰς σύνεσιν ἐλθεῖν ἀνθρώποις, πῶς μικρᾶς προφανείσης νεφέλης περὶ ὅλον τὸν οὐρανὸν ἡ καταπύκνωσις ἐκτείνεται τῶν νεφῶνσκηνὴν γὰρ λέγει τὸν οὐρανόν, ὡς καὶ Ἠσαίας φησίν· ὁ στή 315 σας τὸν οὐρανὸν ὡς καμάραν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν, πῶς δὲ καὶ ἐπὶ ταύτης τῆς καταπυκνώσεως ἐκτείνει τὴν ἡδώἡδὼ δὲ ἑρμηνεύεται· φῶς αὐτοῦ, οὕτως γὰρ ὁ Σύμμαχος ἐκδέδωκεν, ἕτερα δὲ ἀντίγραφα ἀντὶ τοῦ ἡδὼ τόξον ἔχουσιν, ἐὰν οὖν συννοήσῃ ὁ ἄνθρωπος, πῶς συννεφείας οὔσης αἱ ἡλιακαὶ ἀκτῖνες εἰς τὴν τῶν νεφῶν ἀραίωσιν προσβάλλουσαι ποιοῦσι τὸ τόξον, ὃ παρὰ τοῖς πολλοῖς ἶρις καλεῖται, περὶ οὗ καὶ Μωυσῆς εἶπεν· ἰδοὺ τίθημι τὸ τόξον μου ἐν τῇ νεφέλῃ εἰς σημεῖον τοῦ μὴ γίνεσθαι κατακλυσμόν, θαυμάσεται τοῦ δημιουργοῦ τὴν σοφίαν, πῶς ἐν μὲν τῇ τῶν νεφῶν πυκνότητι τὴν ὠφέλιμον τοῦ ὑετοῦ τοῖς ἀνθρώποις χρείαν ἐργάζεται, ἐν δὲ τῇ ἀραιότητι φαίνεσθαι τὸ τόξον παρασκευάζει παραμυθούμενος τοὺς ἐπὶ τῆς γῆς, ὅτι δῆτα οὐ τῇ ἐπομβρίᾳ τούτους κατακλύζει, ἀλλ' ἀνέχει τῶν ὑδάτων τὴν ἄμετρον φορὰν κατὰ τὴν οἰκείαν ἐπαγγελίαν. 36, 3031 καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν· οὐδεὶς γὰρ οἶδεν ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς. ἢ τοῦτο λέγει, ὅτι τὸ τόξον μέχρι τῆς θαλάσσης διήκει, ἢ ὅτι ὁ θεὸς τὰ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν. οὐδεὶς γὰρ οἶδεν, ὑπὸ τίνος βαστάζεται ἡ θάλασσα ἢ ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν· ῥιζώματα δὲ καλοῦνται τὰ τοὺς κρίκους βαστάζοντα. ἐν δὲ τούτοις τοῖς θαυμασίοις κρίνει καὶ τιμωρεῖται τοὺς ἀνθρώπους ὁ θεὸς δι' ἐπαγωγῆς θαλάσσης τυχὸν ἢ χαλάζης καὶ τῶν τοιούτων. 36, 31 δώσει τροφὴν τῷ ἰσχύοντι. 316 ὁ Σύμμαχος _π_α_ρ_έ_ξ_ε_ι_ _τ_ρ_ο_φ_ὴ_ν_ _π_α_μ_π_ό_λ_λ_η_ν ἐκδέδωκεν. κατὰ μὲν οὖν τὸ πρόχειρον λέγει, ὅτι τροφὴν ἰσχυρὰν καὶ πολλήνἀντὶ τοῦ· καρπῶν ἀφθονίανἡ τῶν ὑετῶν ἐργάζεται χρεία. πρὸς δὲ διάνοιαν τροφὴ ἔσται ἡ γνῶσις τοῦ θεοῦ τῷ ἰσχύοντι καὶ δυναμένῳ γνῶναι τὴν αὐτοῦ θαυματουργίαν. 36, 32 ἐπὶ χειρῶν ἐκάλυψε φῶς. ἐν τῇ ἑαυτοῦ δυνάμει· οὐ γὰρ ἔχει τόπον τό που κρυβῆναι τὸ φῶς. 36, 32 καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι. ὁ Σύμμαχος· _κ_α_ὶ_ _ἐ_π_ι_τ_ά_ξ_ε_ι_ _α_ὐ_τ_ῷ_ _ὥ_σ_τ_ε_ _ἀ_π_α_ν_τ_ῆ_σ_α_ι ἡρμήνευσεν. καλύπτων γάρ, φησίν, τὸ φῶς καὶ νύκτα ἐργαζόμενος ἐντέλλεται αὐτῷ ὥστε ἀπαντῆσαι, ἵνα εἴπῃ, ὅτι καὶ ἡ νὺξ καὶ ἡ ἡμέρα τῷ αὐτοῦ βουλήματι ἀλλήλας διαδέχονται. 36, 33 ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ. ὁ Σύμμαχος· _ἀ_π_α_γ_γ_ε_λ_ε_ῖ_ _π_ε_ρ_ὶ_ _τ_ο_ύ_τ_ο_υ_ _ἑ_τ_έ_ρ_ῳ_ _α_ὑ_τ_ο_ῦ_; ἐκδέδωκεν, ἀντὶ τοῦ· μὴ περὶ τῆς τούτων δημιουργίας μετά τινος βουλεύεται ἢ ἑτέρῳ αὑτοῦ ἀνακοινοῦται τὰ τοιαῦτα † σκεπάσματα†; ἵνα κατ' ἐρώτησιν ᾖ ἡ ἀνάγνωσις. δυνατὸν δὲ καὶ οὕτω νοῆσαι, ὅτι ἐάν τινι ὁ θεὸς τὴν περὶ τούτων χαρίσηται γνῶσιν, τοῦτον λοιπὸν φίλον ἑαυτοῦ καλεῖ καὶ οὐκέτι δοῦλον, ὡς καὶ πρὸς τοὺς μαθητὰς ἔλεγεν ὁ σωτήρ· ὑμεῖς φίλοι 317 μού ἐστε. 36, 33 κτῆσις καὶ περὶ ἀδικίας. ἕτερα ἀντίγραφα _κ_υ_ρ_ί_ο_υ_ _κ_τ_ί_σ_ι_ς ἔχουσιν, ὁ δὲ Σύμμαχος _ζ_ῆ_λ_ο_ν_ περὶ ἀδικίας ἐκδέδωκεν. ὁ δὲ νοῦς οὗτος· μὴ ἀνακοινοῦται θεὸς ἑτέρῳ τινὶ περὶ τῆς ἑαυτοῦ κτίσεως καὶ πῶς εἰς ζῆλον κινεῖται καὶ τιμωρεῖται τοὺς ἀδίκους; ἢ καὶ οὕτως· κτῆσις καὶ περὶ ἀδικίας, ἀντὶ τοῦ· ἀναγγελεῖ ὁ θεὸς τοῖς ἑαυτοῦ φίλοις ὥστε κτήσασθαι αὐτοῦ τὴν σοφίαν καὶ μὴ τὰ ἄδικα· κτήσασθε, γάρ φησιν, σοφίαν καὶ
Unit 24 rem mid§u24-rem-mid
u24-rem-midRem mid: Unit 24; lemma continues; reading with the letter.
Greek · §u24-rem-mid
μὴ ἀργύριον. 37, 1 καὶ ὑπὲρ ταύτης ἐταράχθη ἡ καρδία μου καὶ ἀπερρύη ἐκ τοῦ τόπου αὐτῆς. διὸ ἀπὸ ταύτης τῆς θεωρίας οὐ δυναμένη ἡ ψυχή μου εἰς τὸ ἀκατάληπτον τῆς τοῦ θεοῦ σοφίας ἐνατενίσαι ἐταράχθη καὶ κλόνον ὑπέστη καὶ τῆς οἰκείας στάσεως παρερρύη καὶ παρεκινήθη. τοιοῦτόν τι καὶ ὁ θεσπέσιος Παῦλος πεπονθὼς θαυμαστικὴν ἀφῆκε φωνήν· ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. 37, 2 ἄκουε ἀκοήν, Ἰώβ, ἐν ὀργῇ θυμοῦ κυρίου, καὶ μελέτη ἐκ στόματος αὐτοῦ ἐξελεύσεται. ἄκουε ἀκοήν, ἀντὶ τοῦ· εἰς συναίσθησιν ἐλθέ, διάνοιξόν σου 318 τὴν ἀκουστικὴν τῆς ψυχῆς δύναμιν καὶ ὡσανεὶ φωνῆς αἰσθητῆς ἀκούων κατάμαθε τὰ ἐξ ὀργῆς τοῦ θεοῦ τοῖς ἀνθρώποις γινόμενα. ἐξὸν γὰρ ἐκ τῶν πραγμάτων ὥσπερ ἔκ τινος θείας διδασκαλίας καὶ μελέτης ἐκ στόματος θεοῦ ἐκπορευομένης ἐκδιδάχθαι τὰ ἐκ θείας κινήσεως ἐπιφερόμενα, οἷον τὰς ἀπὸ τῆς χαλάζης βλάβας, τὰς ἐπομβρίας, τοὺς αὐχμούς, τῶν καρπῶν τὴν φθοράν. διὰ γὰρ τῶν τοιούτων ὁ θεὸς μονονουχὶ φωνὴν ἀφιεὶς ἐκδιδάσκει ἡμᾶς τὴν ἑαυτοῦ δύναμιν καὶ σοφίαν καὶ πρὸς φόβον ἡμᾶς ἐνάγει. μελέτη οὖν ἡμῖν ἐστι τὰ τοιαῦτα καὶ ὑπογραμμὸς καὶ διδαχὴ φοβεῖσθαι παρασκευάζουσα τὸν ταῦτα κατεργαζόμενον. 37, 3 ὑποκάτω παντὸς τοῦ οὐρανοῦ ἡ ἀρχὴ αὐτοῦ. διήκει δὲ ἡ ἀρχὴ τοῦ θεοῦ μέχρι τῶν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ, τουτέστι καὶ μέχρις αὐτῶν τῶν καταχθονίων, καὶ οὐκ ἄναρχα καὶ ἀκυβέρνητα καὶ ἀνεπισκόπητα τυγχάνουσι τὰ καθ' ἡμᾶς. 37, 3 καὶ τὸ φῶς αὐτοῦ ἐπὶ πτερύγων τῆς γῆς. πτερύγων, τῶν ἄκρων· ἅμα τε γὰρ ἡμέρα διαυγάσῃ, τῆς γῆς τὰ ἄκρα καταφωτίζονται. 37, 4 ὀπίσω αὐτοῦ βοήσεται φωνή, βροντήσει ἐν φωνῇ ὕβρεως αὐτοῦ. ἀντὶ τοῦ ὕβρεως αὐτοῦ ὁ Ἀκύλας _ὑ_π_ε_ρ_φ_ε_ρ_ε_ί_α_ς_ _α_ὐ_τ_ο_ῦ ἐκδέδωκεν, τουτέστιν· ὑπεροχῆς ἢ ἀπειλῆς. τὸ μεγαλεῖον δὲ τοῦ θεοῦ παραστῆσαι θέλων ὥσπερ τινὶ στρατηγῷ ἢ καὶ βασιλεῖ μεγάλους τινὰς καὶ φοβεροὺς ἑπομένους ἔταξε τῆς βροντῆς τοὺς ἤχους. ὅταν οὖν, φησίν, θελήσῃ θεὸς κελεῦσαι τοῖς ἑπομένοις αὐτῷ, εὐθὺς αἱ διὰ τῆς βρον 319 τῆς καταρρήγνυνται φωναί, ἢ βουλομένου αὐτοῦ τινας ἀδίκους ἐξυβρίσαι παραδηλοῦσαι τὴν ἀπειλὴν ἢ τὴν ὑπερφέρειαν αὐτοῦ καὶ ὑπεροχὴν κατασημαίνουσαι. κατὰ δὲ ὑψηλοτέραν διάνοιαν ὀπίσω τοῦ θεοῦ λέγονται εἶναι πάντα τὰ περὶ τὸν ἀέρα καὶ περὶ ἡμᾶς ἀποτελούμενα, ἔτι τε οὐρανὸς καὶ γῆ καὶ πάντα τὰ ὁρώμενα, ὧν τοὺς λόγους καὶ τὰς αἰτίας, πῶς τε γεγόνασιν, ὑπὸ θεοῦ διδαχθεὶς ὁ ἱεροφάντης Μωυσῆς ὀπίσθια θεοῦ λέγεται ἑωρακέναι. τοὺς γὰρ περὶ τῶν ἀσωμάτων λόγους καὶ εἴ τι ἕτερον τῆς σοφίας βαθύτερον, πρόσωπον θεοῦ καλούμενα, ἐν τῇ ζωῇ ταύτῃ ὁρᾶν ἄνθρωπος οὐ δύναται. διὸ καὶ πρὸς τὸν Μωυσῆν ἐλέγετο· οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται. δυνατὸν δὲ καὶ κατὰ ἁπλουστέραν ἔννοιαν τὸ ὀπίσω αὐτοῦ νοῆσαι, ἀντὶ τοῦ· θελήσαντος αὐτοῦ. ἅμα τε γὰρ θελήσῃ ἕπεται τῷ θέλειν τὸ ἔργον. 37, 4 καὶ οὐκ ἀνταλλάξει αὐτούς, ὅτι ἀκούσει φωνὴν αὐτοῦ. ἐπειδὴ γὰρ πολλάκις αἱ βρονταὶ ἢ προηγουμένου ὑετοῦ ἢ μετὰ τὸν ὑετὸν γίνονται, καταρρήγνυται δὲ πολλάκις ἄμετρος ὑετὸς ἐπὶ παιδείαν ἀνθρώπων, φησίν, ὅτι οὐκ ἔχουσιν, τί παράσχωσιν ἀντάλλαγμα οἱ ὑπὸ τῆς ἐπομβρίας μέλλοντες βλάπτεσθαι εἰς τὸ μὴ γενέσθαι καὶ ἀκουσθῆναι τὰς ἐκ τῶν βροντῶν φωνάς, ἵνα εἴπῃ, ὅτι οὐχ οἷόστε ἐστιν ἄνθρωπος ἀντιστῆναι τῷ θείῳ κελεύσματι. ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν· _κ_α_ὶ_ _ο_ὐ_κ_ _ἐ_ξ_ι_χ_ν_ε_υ_θ_ή_σ_ε_τ_α_ι_ _ἀ_κ_ο_υ_σθέντος τοῦ ψόφου αὐτῆς, ἀντὶ τοῦ· οὐδεὶς δύναται ἐξιχνιάσαι τε καὶ καταλαβεῖν, πῶς ἢ διὰ τί γέγονε τῆς βροντῆς ὁ ἦχος. 3 37, 5 βροντήσει ὁ ἰσχυρὸς ἐν φωνῇ αὐτοῦ θαυμάσια. ὥσπερ δέ τινα φωνὴν 100 ἐκπέμπων τὴν βροντὴν γενέσθαι παρασκευάζει ὁ θεὸς εἰς τὴν τῶν ἀκουόντων κατάπληξιν. φωνὴν δὲ θεοῦ τὴν βροντὴν ἐκάλεσε διὰ τὸ ἐκ κελεύσματος αὐτοῦ γίνεσθαι. 36, 28α ὥραν ἔθετο κτήνεσιν. μέτρα, ὅρους, ὥστε τὰ μὲν ὑπουργεῖν
Unit 24 rem close§u24-rem-close
u24-rem-closeRem CLOSEOUT: Unit 24 CLOSEOUT.
Greek · §u24-rem-close
ἀνθρώποις, τὰ δὲ μὴ ὑποτάττεσθαι. 36, 28α οἴδασι δὲ κοίτης τάξιν. τὰ μὲν νυκτός, τὰ δὲ ἡμέρας ἡσυχάζειν οἰκονομικῶς, ἵνα τῆς κατὰ ἀνθρώπων ἐφόδου παύοιντο. 36, 28β ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια, οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος. ἆρ' οὖν, φησίν, οὐχ ἱκανὰ ταῦτα ἐκστῆσαι διάνοιαν καὶ διαλλάξαι; ἀντὶ τοῦ· διαχωρίσαι ψυχὴν ἀπὸ σώματος. 37, 5 ἐποίησε δὲ μεγάλα, ἃ οὐκ ἤδειμεν. ὁ Σύμμαχος _π_ο_ι_ῶ_ν_ _μ_ε_γ_ά_λ_α_ _κ_α_ὶ_ _ο_ὐ_ _γ_ν_ω_σ_ό_μ_ε_θ_α ἑρμήνευσεν. ἃ οὐκ ἤδειμεν οὖν ἀντὶ τοῦ· μεγάλα μέν εἰσι τὰ ἔργα τοῦ θεοῦ, τοὺς δὲ λόγους αὐτῶν γνῶναι οὐ δυνάμεθα. 37, 6 συντάσσων χιόνι· γενοῦ ἐπὶ γῆς. καὶ χειμών, ἵνα ᾖ ὑετός, καὶ χειμὼν ὑετοῦ δυναστείας αὐτοῦ. δείκνυσι δέ, φησίν, τοῦ θεοῦ τὴν δυναστείαν ἡ ἐν χειμῶνι τῶν 321 ὑετῶν ἐπίχυσις καὶ τῆς χιόνος ἡ ἀποστολή. συντάσσων οὖν ἀντὶ τοῦ· κελεύων. 37, 7 ἐν χειρὶ παντὸς ἀνθρώπου κατασφραγίζει, ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν. ὁ δὲ ἄκρος χειμὼν κατασφραγίζει καὶ οἱονεὶ καταδεσμεύει τῶν ἀνθρώπων τὰς χεῖρας καὶ τῶν ἔργων ἀποκωλύει πρὸς τὸ ἕκαστον ἡμῶν τῆς ἀνθρωπίνης ἀσθενείας ἐπιγνώμονα γενέσθαι. κατὰ δὲ βαθυτέραν ἔννοιάν φησιν, ὅτι κατὰ τὴν δύναμιν ἑκάστου κατασφαλίζεται τὴν γνῶσιν ὁ θεός, ἵνα καὶ ὁ πολλὴν καὶ ὁ ὀλίγην λαβὼν γνῶσιν κατανοοῦντες, ὡς οὐ πάντες ὁμοίως γινώσκουσι καὶ ταῦτα ὁμοφυεῖς ὄντες, τὴν μὲν τῆς φύσεως καταμάθωσιν ἀσθένειαν, διδαχθῶσι δέ, ὅτι θεός ἐστιν ὁ ἐπιχορηγῶν ἑκάστῳ κατὰ τὸ μέτρον καὶ κατὰ τὸ ἡμῖν συμφέρον· εἰ γὰρ φυσικὴ ἦν ἡ γνῶσις, ὁμοίως ἐγινώσκομεν διὰ τὴν ὁμοουσιότητα. ἐκ χειρὸς οὖν θεοῦ ἡ τοιαύτη γνῶσις ἐπιγίνεται. 37, 8 εἰσῆλθε δὲ θηρία ὑπὸ σκέπην, ἡσύχασαν δὲ ἐπὶ κοίτης. ἀπὸ δὲ τῆς τοῦ ἀέρος ψυχρότητος ὑπὸ λόχμαις καὶ ἄντροις τὰ θηρία κατακρύπτονται. 37, 9 ἐκ ταμείων ἐπέρχονται ὀδύναι, ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος. ταμείων τῶν ἐνδοτάτω, τῶν ἀποκρύφων. ὀδύνας δὲ λέγει τὰς ἐκ τοῦ κρύους καὶ ψύχους. ἐκ τῶν ἐνδοτάτω οὖν καὶ ἀποκρύφων τὸ ὀδυνηρὸν γίνεται ψῦχος. 37, 10 καὶ ἀπὸ πνοῆς ἰσχυροῦ δώσει πάγος. 322 πάγος δέ, φησίν, διὰ πνεύματος συνίσταται· πνοὴν δὲ ἰσχυροῦ τὸ πνεῦμα ἐκάλεσεν, ἐπειδὴ προστάξει γίνεται θεοῦ. 37, 10 οἰακίζει δὲ τὸ ὕδωρ, ὡς ἐὰν βούληται. χρῆται τῷ ὕδατι, ὡς ἐὰν θελήσῃ, κατὰ τὴν ἰδίαν σοφίαν ὥσπερ τις κυβερνητικῆς ἐπιστήμης ἔμπειρος ἐπὶ τῶν οἰάκων καθήμενος. 37, 11 καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη. ἕτερα ἀντίγραφα ἀντὶ τοῦ καταπλάσσει _κ_α_τ_α_π_λ_ή_τ_τ_ε_ι ἔχουσιν. εἴτε δὲ καὶ καταπλάσσει εἴτε καὶ καταπλήττει, φησίν, ὅτι σκοτοδινιᾶν καὶ ἐκπλήττεσθαι ἐπὶ τοῖς τοιούτοις θαύμασι τὸν ἐκλεκτόν τουτέστι τὸν συνετόνπαρασκευάζει ἡ τοῦ ἀέρος συστροφὴ καὶ πύκνωσις καὶ τῶν νεφελῶν ἡ σύστασις. ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν· _ἀ_λ_λ_ὰ_ _κ_α_ὶ_ _κ_α_ρ_π_ῷ_ _ἐ_π_ι_β_ρ_ί_σ_ε_ι_ _ν_ε_φ_έ_λ_η ἀντὶ τοῦ· ταῦτα γίνεται, ὅτε τοῖς καρποῖς τῆς γῆς ἐπισκιάζει νεφέλη. ἐκλεκτὸν οὖν τὸν καρπὸν λέγει, καταπλάσσει δὲ ἀντὶ τοῦ ἐπισκιάζει κατὰ τὴν Συμμάχου διάνοιαν. 37, 11 διασκορπιεῖ νέφος φῶς αὐτοῦ. ἢ τοῦτο λέγει, ὅτι νεφελῶν πληρούμενος ὁ ἀὴρ διασκορπίζει καὶ κρύπτει τὸ φῶς· ἢ ὅτι τὸ φῶς τὸ ἡλιακὸν ἐπιλάμπον διασκορπίζει τὴν ἐκ τῶν νεφῶν τοῦ ἀέρος κατήφειαν· ἢ ὅτι ἀλλήλαις αἱ νεφέλαι συρρηγνύμεναι φῶς ἐκπέμπουσιν, ἵνα εἴπῃ, ὅτι καὶ τῶν ἀστραπῶν αἴτια τὰ νέφη γίνονται. 323 37, 12 καὶ αὐτὸς κυκλώματα διαστρέφει. αὐτὸς δέ, φησίν, ὁ θεὸς ἐν κύκλῳ ταῦτα περιγράφει, καὶ κατὰ καιρὸν γίνεται ὡς προστάττει· ἢ καὶ περὶ αὐτὰ ὁ θεὸς κυκληδὸν ἀναστρέφεται, ἀντὶ τοῦ· πάντα ἐφοδεύει πανταχοῦ παρὼν διὰ τὸ περιεκτικὸν τῆς οὐσίας· ἢ καὶ αὐτὸς ὁ θεὸς κυκληδὸν πανταχῇ τὰ νέφη περιάγει. 37, 12 ἐν θεεβουλαθὼθ εἰς ἔργα αὐτοῦ. ὁ Σύμμαχος οὕτως ἑρμήνευσεν· _α_ὐ_τ_ὸ_ς_ _δ_ὲ_ _κ_υ_κ_λ_η_δ_ὸ_ν_ _ἀ_ν_α_σ_τ_ρ_έ_φ_ε_τ_α_ι_ _ἐ_ν_ _τ_ῇ_ κυβερνήσει αὐτοῦ εἰς 101
Commentarii in Job Unit 25 opening§u25-open
u25-openUnit 25.
Lemma-led open — τὸ ἐργάζεσθαι αὐτά, ἵνα εἴπῃ ὅτι· οἰακίζει τὸ ὕδωρ ὡς βούλεται εἰς ἡμετέραν κυβέρνησιν καὶ
Greek · §u25-open
τὸ ἐργάζεσθαι αὐτά, ἵνα εἴπῃ ὅτι· οἰακίζει τὸ ὕδωρ ὡς βούλεται εἰς ἡμετέραν κυβέρνησιν καὶ διοίκησιν. ἐν δὲ ἑτέροις ἀντιγράφοις οὕτως ηὕραμεν· _ἐ_ν_ _τ_ο_ῖ_ς_ _κ_α_τ_ω_τ_ά_τ_ω_ θεὶς ἔργα αὐτοῦ. σημαίνει δὲ ἡ τοιαύτη γραφή, ὅτι ταῦτα ἐργάζεται θεὸς διὰ τοὺς κάτω, τουτέστιν· τοὺς ἐπὶ γῆς ἀνθρώπους. 37, 12 πάντα ὅσα ἂν ἐντείληται αὐτοῖς, ταῦτα συντέτακται παρ' αὐτοῦ ἐπὶ τῆς γῆς. γίνονται δὲ τὰ ἐκ τοῦ ἀέρος ἐπὶ τῆς γῆς κατὰ ἐντολὰς καὶ προστάγματα θεοῦ. ἢ καὶ τοῦτο λέγει, ὅτι πάντα τὰ παρ' αὐτοῦ οὐ καινά εἰσι καὶ πρόσφατα, ἀλλ' ἐξ ἀρχῆς οὕτω γινόμενα παρ' αὐτοῦ· ἢ ὅτι κατάδηλα ἦσαν αὐτῷ καὶ πρὶν γενέσθαι κατὰ τοὺς τῆς προγνώσεως λόγους. 37, 13 ἐάν τε εἰς παιδείαν, ἐάν τε εἰς τὴν γῆν αὐτοῦ, ἐὰν εἰς ἔλεος εὑρήσει αὐτόν. καὶ γίνονται ταῦτα ἢ εἰς τὸ παιδεῦσαι καὶ ἐπιστρέψαι ἀνθρώπους 324 ἁμαρτάνοντας ἢ εἰς καρπογονίαν τῆς γῆς{διὰ δὲ ἐλέους} πολλάκις δὲ ὁ θεὸς ἐλεῶν ἀνθρώπους καύσωνα καὶ φλογμὸν διέλυσεν ὑετὸν ἐπαφεὶς οὐ διὰ τὴν τῆς γῆς χρείαν, ἀλλ' ἵνα λύσῃ τοῦ ἀέρος τὸ θερμόνἢ καὶ ὁπωσδηποτοῦν, ἵνα ἀνθρώπους ἐλεήσῃ. εὑρήσει οὖν τις αὐτὸν διὰ ταύτας τὰς αἰτίας ταῦτα ποιοῦντα· ἢ διὰ παιδείαν καὶ ἐπιστροφήν, ἢ διὰ καρποὺς γῆς καὶ βλαστήματα, ἢ δι' ἄλλας αἰτίας, ἀγνώστους μὲν ἡμῖν, πάντως δὲ δι' ἀνθρώπων ἔλεος. ἔστι δὲ καὶ οὕτω νοῆσαι, ὅτι γίνεται ταῦτα ἢ εἰς τὸ παιδεύεσθαι τοὺς τῆς γνώσεως ἀξιουμένους, ἢ εἰς τὸ ὑπάρχειν καὶ διαμένειν αὐτὰ τὰ παρ' αὐτοῦ κτισθέντα. καὶ διὰ τῶν τοιούτων γνωρίζομεν καὶ εὑρίσκομεν τὸν θεόν· πολλάκις δὲ καί τινες χάριτι ἐλέους εὗρον αὐτὸν μὴ ἔχοντες τὴν γνῶσιν, ἀλλὰ ἀπὸ μόνης χάριτος ὡς ὁ λῄστης τυχόντες. 37, 14 ἐνωτίζου ταῦτα, Ἰώβ, στῆθι, νουθετοῦ δύναμιν κυρίου. ἀντὶ τοῦ· πρόσεχε ἐπιπόνως, ἐγκατάθου τῇ διανοίᾳ τὰ εἰρημένα διὰ τῶν ὤτων τοὺς λόγους εἰσδεξάμενος. 37, 1516 οἶδα μέν, ὅτι κύριος ἔθετο ἔργα αὐτοῦ φῶς ποιήσας ἐκ σκότους. ἐπίσταται δὲ διάκρισιν νεφῶν. οἶδα μὲν οὖν, φησίν, ὅτι θεός ἐστιν ὁ ταῦτα ἐργαζόμενος καὶ ὁ τὰ νέφη διακρίνων ὡς ἂν θελήσῃ κατὰ τὴν ἰδίαν ἐπιστήμην. ἕτερα δὲ ἀντίγραφα οὕτως ἔχουσιν· _ο_ἶ_δ_α_ς_,_ _ὅ_τ_ε_ _ἔ_θ_ε_τ_ο_ _θ_ε_ὸ_ς_ _ἔ_ρ_γ_α_ _α_ὐ_τ_ο_ῦ_ _π_ο_ι_ῆσαι φῶς ἐκ σκότους, ἐπίστασαι δὲ καὶ διάκρισιν νεφῶν; ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν· _ἆ_ρ_α_ _γ_ν_ώ_σ_ῃ_,_ _ὁ_π_ό_τ_ε_ _ἔ_τ_α_ξ_ε_ν_ _ὁ_ _θ_ε_ὸ_ς_ _π_ε_ρ_ὶ_ _α_ὐ_τ_ῶ_ν_ _φ_ῶ_ς_ ποιήσας ἐκ σκότους; ὁ δὲ νοῦς οὗτος· μὴ συμπαρῆς δημιουργοῦντι θεῷ τὸν κόσμον, ὅτε σκότος ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος καὶ πρώ 325 τη φωνὴ θεοῦ κατηνέχθη λέγουσα· γενηθήτω φῶς, ὅτε πάντα τὰ ἔργα αὐτοῦ ὡς ἠθέλησε διετάξατο; οὐκοῦν παραχώρει τῇ τοῦ θεοῦ σοφίᾳ καὶ τοῖς ἀνεφίκτοις αὐτοῦ κρίμασιν. ταῦτα δὲ λέγει πρὸς φόβον, ὡς νομίζει, τὸν Ἰὼβ ἐνάγων τὸν μηδέποτε τὸν ἁγιοποιὸν τοῦ θεοῦ καταλείψαντα φόβον τὸν ἰσοδυναμοῦντα τῇ ἀγάπῃ τῷ οἰκείῳ στόματι λέγοντα· χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν. 37, 1617 ἐξαίσια δὲ πτώματα πονηρῶν, σοῦ δὲ ἡ στολὴ θερμή. θαυμάσαι οὖν, φησίν, ἄξιον, πῶς δι' ἀέρος τιμωρεῖται θεὸς τοὺς πονηροὺς καὶ πῶς μετὰ τοὺς κρυμούς, μετὰ τοὺς ὄμβρους θέρος γίνεται, ὡς δεῖσθαι στολῆς θερινῆς προσφυοῦς τῷ καιρῷ πρὸς τὸ μὴ ἐνοχλεῖσθαι. δυνατὸν δὲ καὶ οὕτω νοῆσαι κατὰ ὑψηλοτέραν ἔννοιαν· ἐπειδὴ τὰ περὶ δυνάμεως θεοῦ καὶ σοφίας ἐξηγησάμεθα, μάνθανε, ὡς τῶν μὲν πονηρῶν μεγάλα εἰσὶ τὰ παραπτώματα, σοῦ δὲ τοῦ δικαίου ἡ στολή τουτέστιν· ἡ τῶν ἀρετῶν ἔνδυσιςοὐκ ἀπὸ παθῶν δεδαπανημένη οὐδὲ παλαιά, ἀλλὰ θερμή, τουτέστι καινὴ καὶ ἐρρωμένη. τὸ μὲν οὖν πρῶτον κατὰ τὸ ῥητόν, τὸ δὲ δεύτερον κατὰ διάνοιαν. 37, 1718 ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς, ἀπὸ νότου στερεώσεις μετ' αὐτοῦ εἰς παλαιώματα, ἰσχυραὶ ὡς ὁράσεις ἐπιχύσεως. ἡσυχάζει δὲ ἡ περὶ τούτων γνῶσις ἐπὶ τῆς γῆς. καὶ γὰρ ἀγνοοῦμεν
Unit 25 rem early§u25-rem-early
u25-rem-earlyRem early: Unit 25; lemma and argument toward the thesis.
Greek · §u25-rem-early
τούτων τοὺς λόγους καὶ πῶς νότου φυσῶντος παλαιώματα, τουτέστι τήγματα καὶ σταγόνες στερεαί, καταφέρονται, ὡς ὁρᾶσθαι αὐτῶν τὴν ἐπίχυσιν. ψεκάζοντος μὲν γὰρ ἴσως διὰ τὴν λεπτότητα οὐχ ὁρῶ 326 μεν τὸν ὑετόν, σταλαγμῶν δὲ καταφερομένων πάντες ὁρῶσι τὴν αὐτῶν ἐπίχυσιν. ἔστι δὲ καὶ οὕτω νοῆσαι· 102 ἡσυχάζει δέ, φησίν, τὰ ἐκ τοῦ ἀέρος ἐπὶ τῆς γῆς, ὡς καὶ νότον καὶ θέρμην ἐγγίνεσθαι· καὶ ἴσως τούτων ἐρεῖ τις τοὺς ὁποιουσδήποτε λόγους. τί δὲ λέγωμεν περὶ τοῦ οὐρανοῦ τοῦ ἐξ ἀρχῆς καὶ ἐκ παλαιοῦ στερεμνίως κατασκευασθέντος, ὄντος δὲ ἰσχυροῦ τὴν φύσιν καὶ ὥσπερ τὰ ἐπιχύματα κατὰ τῶν ὀφθαλμῶν, οὕτως ἡμῶν ὑπερκεχυμένου καὶ μὴ συγχωροῦντος ἡμᾶς ὁρᾶν τὰ ὑπὲρ αὐτόν. ἄλλοι δὲ οὕτως ἑρμήνευσαν· αὐτός ἐστιν, φησίν, ὁ ἐκ παλαιοῦ τὸ στερέωμα κατεργασάμενος ἰσχυρὸν καὶ στερεὸν ἐκ τῆς ῥευστῆς καὶ κεχυμένης φύσεως τῶν ὑδάτων. ἀλλ' οὐκ εὐπαράδεκτος ἡ τοιαύτη ἑρμηνεία· οὐδὲ γὰρ ἀποφαινόμεθα, ὅτι ἐξ ὑδάτων θεὸς τὸν οὐρανόν, ἀλλ' ὡς αὐτὸς οἶδε καὶ ὡς ἠθέλησεν. ὡς γὰρ καὶ τούτου ἀγνώστου ὄντος Ἐλιοὺς διαλέγεται. 37, 19 διὰ τί δίδαξόν με, τί ἐροῦμεν αὐτῷ καὶ παυσώμεθα πολλὰ λέγοντες. τί οὖν ἐροῦμεν περὶ τούτων; τί συνιέναι δυνάμεθα; ἆρα τολμῶμεν λέγειν θεῷ· διὰ τί ταῦτα οὕτως ἐποίησας ἢ διὰ τί ἀπροσδεὴς ὢν τόνδε τὸν κόσμον σαυτῷ κατεσκεύασας; οὐ σιωπῇ θαυμάζομεν αὐτοῦ τὴν ἀγαθότητα καὶ σοφίαν; οὐκοῦν τοῦ πολλὰ λέγειν ἐπισχῶμεν παραχωροῦντες αὐτῷ σοφίας τῆς ὑπὲρ ἡμᾶς. 37, μὴ βίβλος ἢ γραμματεύς μοι παρέστηκεν, ἵνα ἄνθρωπον ἑστηκὼς κατασιωπήσω; 327 μὴ ἀπὸ βιβλίου ταῦτα λαλῶ ἢ φιλονεικία μοί τίς ἐστιν, ἵνα σε νικήσω; οὐδαμῶς, ἀλλὰ ἀπὸ γνώσεως θεοῦ ταῦτα λέγω καὶ δύναμιν θεοῦ ἐξαγγέλλω, ἀντὶ τοῦ· οὐκ ἐδεήθην παρ' ἑτέρου μαθεῖν ταῦτα· πᾶσι γὰρ πρόδηλα τυγχάνουσι τοῖς γε νοῦν ἔχουσιν. διὸ καὶ ἐπιφέρει· 37, 21 πᾶσι δὲ οὐχ ὁρατὸν τὸ φῶς, τηλαυγές ἐστιν ἐν τοῖς παλαιώμασιν. ὥσπερ γὰρ τὸ φῶς πᾶσίν ἐστι πρόδηλον, οὕτω καὶ ταῦτα κατάδηλα τυγχάνουσι θεοῦ ἔργα ὄντα, καὶ δῆλός ἐστιν ἐκ παλαιοῦ καὶ ἀρχαίου ταῦτα οὕτω θεὸς διοικούμενος. 37, 2122 ὥσπερ τὸ παρ' αὐτοῦ ἐπὶ νεφῶν ἐξῆλθεν, ἀπὸ βορρᾶ νέφη χρυσαυγοῦντα. ὥσπερ ἀμέλει καὶ τοῦτο τὸ ἔργον παρ' αὐτοῦ διαπράττεται, καὶ ὁ ἀὴρ ἐκ συννεφείας καὶ σκυθρωπότητος πνεύματι καθαίρεται. βορρᾶς δὲ αὐτὸν ἀποκαθαίρει χρυσαυγεῖς καὶ ὑπερύθρους νεφέλας ἀνάγων θεοῦ προστάγματι. 37, 2223 ἐπὶ τούτοις μεγάλη ἡ δόξα καὶ {ἡ} τιμὴ παρὰ παντοκράτορος καὶ οὐχ εὑρίσκομεν ἄλλον ὅμοιον τῇ ἰσχύι αὐτοῦ. ἐκ τῶν τοσούτων ἔστιν ἀναλογίσασθαι, ὡς μεγάλην ὀφείλομεν ἀναπέμπειν τῷ θεῷ τὴν δοξολογίαν, ἐφ' οἷς ἡμῶν τὸ γένος ἐτίμησε καὶ διὰ τὴν ἡμῶν κυβέρνησιν ταῦτα οὕτω διαπράττεται ὁ ἀσύγκριτον ἔχων σοφίαν καὶ δύναμιν. ἕτερα δὲ ἀντίγραφα _κ_α_ὶ_ _τ_ι_μ_ὴ_ _π_α_ν_τ_ο_κ_ρ_ά_τ_ο_ρ_ο_ς περιέχουσιν, ἀντὶ τοῦ· μεγάλη ἡ δόξα καὶ ἡ τιμὴ τοῦ παντοκράτορος, ἣν αὐτῷ προσοφείλομεν. 328 37, 23 ὁ τὰ δίκαια κρίνων, οὐκ οἴει εἰσακούειν αὐτόν; τοῦ Ἰὼβ εἰρηκότος· κεκράξομαι καὶ οὐδαμοῦ κρίμα κατὰ τὴν ἔννοιαν τὴν ἡμῖν ἐν τοῖς τόποις ἀποδοθεῖσαν, ὁ Ἐλιοὺς ὡς τῆς λέξεως ἐπιλαμβανόμενός φησιν ὅτι· μὴ οἴου τὸν δίκαιον κριτὴν καὶ κηδεμόνα τῶν ἡμετέρων παραμελεῖν ἡμῶν. καὶ γὰρ πάντα ἐφορᾷ καὶ πάντων ἀκούει καὶ τὸ κατ' ἀξίαν ἑκάστῳ ἀπονέμει κατὰ τὴν οἰκείαν δικαιοκρισίαν. 37, 24 διὸ φοβηθήσονται αὐτὸν οἱ ἄνθρωποι, φοβηθήσονται αὐτὸν καὶ οἱ σοφοὶ καρδίᾳ. τούτου τοῦ συμπεράσματος χάριν ἅπασι διεξοδικῶς ἐξῆλθε τοῖς προειρημένοις εἰς φόβον βουλόμενος ἐνάγειν τὸν Ἰώβ. διὰ γὰρ πάντα ταῦτα, φησίν, καὶ ὁ πολὺς καὶ ἀγελαῖος ἄνθρωπος δεδοικέναι τὸν θεὸν ὀφείλει, καὶ οἱ σοφοὶ δὲ καὶ συνετοὶ μᾶλλον τοῦτο ποιεῖν ὀφείλουσιν. καὶ γὰρ οὐδὲ οἱ κατὰ σοφίαν ἄκροι κατέλαβον τὸ τέλειον, ἀλλὰ κἄν τινος ἀξιωθῶσι παρὰ θεοῦ γνώσεως, ἐκ μέρους γινώσκουσιν, ὡς ὁ ἱερὸς ἡμᾶς ἀπόστολος ἐδίδαξεν. ἐγὼ δέ φημι, ὅτι καὶ πλεῖον αὐτῶν ὀφείλουσι φοβεῖσθαι τὸν ἀπαθῆ φόβον οἱ πλείονος γνώσεως ἀξιωθέντες· μέγας γὰρ καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς κύκλῳ αὐτοῦ. κύκλῳ δὲ αὐτοῦ τυγχάνουσιν οἱ ἐπὶ πλεῖον τῆς αὐτοῦ κατανοήσεως ἀξιούμενοι. 329 ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΕΚΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· μετὰ
Unit 25 rem mid§u25-rem-mid
u25-rem-midRem mid: Unit 25; lemma continues; reading with the letter.
Greek · §u25-rem-mid
δὲ τὸ παύσασθαι Ἐλιοὺς τῆς λέξεως εἶπεν ὁ κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν· τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ ἐμὲ οἴεται κρύπτειν; Προθεωρία τοῦ κεφαλαίου πλοῦτος καὶ πενία, ὑγεία καὶ νόσος, τιμὴ καὶ ἀτιμία, καὶ 103 ἁπλῶς εἰπεῖν τῶν ἀνθρώπων ὅλος ὁ βίος πειρατήριόν ἐστιν, ὡς αὐτὸς ἡμᾶς ὁ μέγας Ἰὼβ ἐπαίδευσε διὰ πάντων τῶν ἀγωνισμάτων ἐγγεγυμνασμένος, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης, τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, ὥς που ὁ ἱερὸς ἀπόστολος ἔφη. καὶ πλούσιος μὲν ὢν κοινὸς ὑπῆρχε τῶν δεομένων θησαυρός, ἔνδοξος δὲ καὶ δύναμιν περιβεβλημένος τῶν ἀδυνάτων ἐπίκουρος. οὐχ ὁ πλοῦτος αὐτὸν εἰς ἐξιτηλίαν ἐκίνησεν, οὐχ ἡ περιφάνεια τὴν ἀλαζονείαν ἔτεκεν. οὕτως ἀνδρείως τὰ πρῶτα πηδήσας σκάμματα ἐπὶ τοὺς δευτέρους καὶ χαλεπωτέρους ἀγῶνας ἐπαπεδύσατο συγχωρήσει θεοῦ πρὸς ὅλην ἀθρόως τοῦ διαβόλου τὴν κακουργίαν γενικῶς ἀντιταξάμενος· καὶ βασιλεύσας ἐν μονοζώνοις ὁ πολύπαις καὶ ἔνδοξος καὶ τῷ πλούτῳ πανταχόθεν περιρρεόμενος ἐπὶ τῆς κοπρίας παρέρριπτο, πένης, ἄδοξος, εὐτελής, καταγελώμενος, εἱλκωμένος, ἰχῶρας ῥέων, πάντας νικήσας τῇ ταλαιπωρίᾳ τοὺς πρότερον γεγενημένους καὶ ὅσους 330 ὕστερον εἶδεν ὁ βίος ἐν συμφοραῖς ἐξεταζομένους. προσθήκη δὲ αὐτῷ γέγονε τῶν κακῶν καὶ ἡ τῶν φίλων διάλεξις ἀντὶ λόγων παρακλητικῶν ἀθυμίας αὐτῷ καὶ ὀδύνης ἐπίτασιν ἀπεργασαμένη. ἐπειδὴ δὲ ὁ μέγας ἀθλητὴς ἅπαντα νομίμως διεξῆλθε τὰ παλαίσματα, καὶ τὴν περὶ τοῦ στεφάνου δίκην ἐνθέσμως ἀνεδήσατο. τότε δὴ τότε τῆς θείας ἀκροᾶται φωνῆς ἀναγορευούσης μὲν αὐτοῦ τοὺς καλοὺς ἀγῶναςἐπὶ τούτῳ γάρ, φησίν, συνεχώρουν σε τῷ θηρίῳ πυκτεύειν, ἵνα ἀναφανῇς δίκαιος, ἀνδριάντα δὲ αὐτὸν ὑπομονῆς καὶ παρακλήσεως τῷ παντὶ τῶν ἀνθρώπων ἀνιστώσης γένει. εἴτε γάρ τις ἐκ πλουσίου γεγένηται πένης, τὸν Ἰὼβ ἔχει παράκλησιν, εἴτε καὶ ἀφανὴς ἐκ περιφανείας, πρὸς αὐτὸν βλέπων ἐπικουφίζεται τὰ λυπηρά, εἰ δὲ καὶ ἄπαις ἐκ καλλίπαιδος ὁμοῦ καὶ πολύπαιδος, διδάσκεται λέγειν· ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο. εἰ δὲ καὶ εἱλκωμένος εἴη καὶ ὑπ' ἀνοίας γυναικὸς εἰς ἀτόπους ἐρεθίζοιτο λόγους, ἐπιτιμήσει μὲν τῇ ταῦτα συμβουλευούσῃ, καρτερικῶς δὲ ὁμοῦ καὶ ἀνεξικάκως ἐρεῖ· ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου. ἔστιν οὖν παρακλήσεως φάρμακον πρὸς παντοδαπὴν ἀθυμίαν ἡ κατὰ τὸν Ἰὼβ ὑπόθεσις· καὶ οὐ ξενίζεταί τις ἀνηκέστῳ περιπίπτων συμφορᾷ, οὐδ' ἂν οἱ ἄκρως αὐτῷ πρὸς φιλίαν συνηρμοσμένοι ἐπεμβαίνωσι κειμένῳ καὶ ὀνειδίζωσιν. ἐνθυμούμενοι καὶ ἡμεῖς τοιγαροῦν, ὡς οἱ καλῶς ἀγωνιζόμενοι ἐσθότε καὶ θείας ἀξιοῦνται προσρήσεως, μὴ διὰ τὸν κόρον πλουτοῦντες ὑβρίσωμεν, μὴ καταπέσωμεν ἐν συμφοραῖς, ἀλλὰ πάντα ἡμῖν τὰ συμβαίνοντα, ὁποῖα ποτὲ ἃν ὦσιν, ὕλην ἀρετῆς ἐκ 331 δεξώμεθα. ἀλλ' ἤδη λοιπὸν τῆς θείας ἀκροάσεως ἐπακούσωμεν διὰ βραχέων ἐπισκεψάμενοι κατὰ τὴν ἐκ τῆς θείας δωρεᾶς ἐπιμετρουμένην ἡμῖν δύναμιν, δι' ἣν αἰτίαν τοιούτοις θεὸς πρὸς τὸν Ἰὼβ κέχρηται ῥήμασιν. τῶν φίλων τοιγαροῦν ἄριστα μὲν τὰ περὶ θεοῦ δοξαζόντων καὶ τῆς αὐτοῦ σοφίας καὶ δυνάμεως καὶ μεγαλοπρεπείας, ἀποφαινομένων δέ, ὡς πάντως δι' ἁμαρτίας πάσχουσιν ἄνθρωποι, καὶ ἀγνοούντων τὸν τρόπον τῆς γυμναστικῆς τῶν πειρασμῶν ἐπαγωγῆς, οὐκ ἐν καιρῷ δὲ οὐδὲ ἐπὶ τοιούτου προσώπου τοῖς λόγοις χρωμένων ὁ μακάριος Ἰὼβ ἄριστα μὲν καὶ αὐτὸς καὶ τελεώτατα περὶ θεοῦ σοφίας καὶ δυνάμεως μεγαλοπρεπῶς ἐξαγγέλλει, ἀληθινὸς δὲ ὢν καὶ ἄκακος καὶ οὐδὲν ἑαυτῷ συνειδὼς τῶν τοσούτων πληγῶν ἄξιον οὐ συνετίθετο τοῖς φίλοις λέγουσιν, ὅτι δῆτα δι' ἁμαρτίας κολάζεται. πλὴν ἀλλὰ καὶ αὐτὸς ἠγνόει τοῦ καθ' ἑαυτὸν ἀγῶνος τὴν ὑπόθεσιν· ὅθεν ὁ Ἐλιοὺς εἰς μέσον παρελθὼν οὐ καταδικάζει μὲν τὸν δίκαιον, οὐδὲ ἀποφαίνεται δι' ἁμαρτίας αὐτῷ τὰς κακώσεις ἐπενηνέχθαικατὰ τοῦτο μὲν τῶν φίλων καλλίων γενόμενος, οὐ νοήσας δὲ τοῦ Ἰὼβ τὴν ἔννοιαν, ἐξ' ἧς τοὺς δοκοῦντας εἶναι κατηγορικοὺς {κατὰ θεοῦ} προέφερε λόγους, καταμέμφεται τὸν Ἰὼβ ὡς ἀσύνετα ῥήματα λαλοῦντα· καλῶς δὲ καὶ ὁ Ἐλιοὺς καὶ θαυμασίως τὰ περὶ θεοῦ σοφίας καὶ δυνάμεως ἀπήγγειλεν. πάντων οὖν ὁμοίως καλῶς καὶ ὀρθοδοξαστικῶς τὴν θείαν πρόνοιαν καὶ
Unit 25 rem close§u25-rem-close
u25-rem-closeRem CLOSEOUT: Unit 25 CLOSEOUT.
Greek · §u25-rem-close
δύναμιν ἀποθαυμαζόντων, ἀγνοούντων δὲ τὴν κατὰ τὸν Ἰὼβ ὑπό 332 θεσιν καὶ ὅτι 104 γυμνάσιον ἀρετῆς ὑπῆρχεν ἡ πληγὴ καὶ οὐχ ἁμαρτημάτων ἀντίδοσις, τῶν εἰρημένων πάντων ὁ κύριος ποιούμενος τὴν ἐπίκρισιν τὰ μὲν περὶ τῆς θείας προνοίας καὶ δυνάμεως καὶ σοφίας παρὰ πάντων εἰρημένα ὡς καλῶς λεχθέντα ἀποδέχεταιδιὸ καὶ αὐτὸς περιμηκέστερον τὰ περὶ τούτων ἐπεξέρχεται πρὸς μὲν τὸν ἑαυτοῦ φίλον, τὸν δίκαιον Ἰώβ, ἡμέρως καὶ πράως διαλεγόμενος καὶ ἐπικυρῶν μὲν τὰ παρὰ πάντων εἰρημένα περὶ θεοῦ δι' ὧν καὶ αὐτὸς ἐκδιδάσκει περὶ ἑαυτοῦ τὰ ὅμοια, διδάσκων δὲ ἡμᾶς ὡς ἀκατάληπτα τῆς θείας προνοίας τὰ κρίματα καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ τῆς τοῦ θεοῦ σοφίας, τοῖς δὲ φίλοις ἐπιτιμᾷ ὡς ἀποφηναμένοις περὶ ὧν οὐκ ᾔδεισαν μὴ γὰρ πρὸ καιροῦ τι κρίνετε, φησὶν ὁ θεῖος ἀπόστολος, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν καὶ τὰ ἑξῆςτόν τε Ἐλιοὺς οὔτ' ἐπαινεῖοὐ γὰρ ἔγνω τοῦ Ἰὼβ τὴν διάνοιαν, ἐξ ἧς τοὺς λόγους προέφερεν, ἀλλ' οὐδὲ τοῦ ἀγῶνος τὴν ὑπόθεσιν, οὔτε ψέγει δέ, ἐπεὶ μὴ κατεδίκασε τὸν ἅγιον. τὸν δὲ δίκαιον Ἰὼβ στεφανοῖ καὶ ἀναγορεύει καὶ ἀνακαλεῖται τοῖς λόγοις ὡς οὐδαμοῦ μὲν ἐκπαλαίσαντα, πάντα δὲ νομίμως ἀγωνισάμενον τὰ παλαίσματα, καὶ τὸ ἀπόρρητον ἀναπτύσσει καὶ δημοσιεύει τοῦ πειρασμοῦ τὴν αἰτίαν. οὐ γὰρ ὡς ἄδικος πέπονθεν, φησίν, ὁ δίκαιος, ἀλλ' ἵνα δίκαιος ἀναφανῇ καὶ ἀπὸ θείας ψήφου ἀναγορευθῇ τὰ κατὰ τὴν ἀρετὴν τοῦ Ἰώβ. ἐπαλείφων δὲ αὐτὸν τοῖς λόγοις καὶ ἀναρρωννὺς καὶ παρατείνων αὐτῷ τὴν διάλεξινδίκαιος γὰρ ἦν παρὰ τοὺς ἄλλους πλείονος ὁμιλίας ἀπολαῦσαι θεοῦ, ὅσῳ καὶ πλείονα χρόνον τοῖς πάθεσιν ἐνεκαρ 333 τέρησεδιδάσκει καὶ τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς μυστήρια καὶ δημοσιεύει διὰ λόγων μυστικῶν καὶ ἐπικεκαλυμμένων τοῦ κοινοῦ τῆς ἀνθρωπότητος ἐχθροῦ, τοῦ δράκοντος καὶ ἀποστάτου, ὃν δὴ κῆτος προσαγορεύει, τήν τε ἰσχὺν καὶ ἰταμότητα καὶ κακόνοιαν, ἡμῖν μὲν τὰ κατ' αὐτὸν ἀπογυμνῶν, τὸν δὲ δίκαιον καὶ πλέον ἀναγορεύων καὶ θαρσαλεώτερον γενέσθαι παρασκευάζων, μονονουχὶ μεγάλῃ τῇ φωνῇ πρὸς τοὺς συνιέναι δυναμένους λέγων, ὅτι πρὸς τοσοῦτον ἔσχεν ἀντίπαλον καὶ δι' ὅλων ἄρρηκτος ἔμεινεν. μετὰ δὲ τοὺς πολλοὺς ἀγῶνας καὶ τὴν ἐκ τῆς θείας φωνῆς παράκλησιν ὑγεία μὲν εὐθὺς συνέτρεχε καὶ ἀθρόως ἦν ἐν τοῖς συνήθεσιν ὁ τοὺς ἰχῶρας ἀναβλύζων καὶ τοὺς σκώληκας ἐξομβρῶν. συνέτρεχον δὲ πάντοθεν οἱ γνώριμοι καὶ ξενίοις ἐδεξιοῦντο. καὶ τὰ μὲν οὖν τῆς περιουσίας διπλᾶ ἠκολούθει πάντα, οἱ δὲ παῖδες ἰσάριθμοι· οὐ γὰρ εἰς ἀνυπαρξίαν ἐχώρησαν οἱ τοῦ σώματος ἐκδεδημηκότες, ὥστε καὶ αὐτοὶ διπλοῖ τὸν ἀριθμὸν ἐτύγχανον, ζώντων μὲν τῶν προαπελθόντων, προστεθέντων δὲ τῶν ὕστερον ἐπιγενομένων. ὥσπερ γὰρ πρότερον ὑπὸ τῆς θείας ἐγκαταλείψεως πρὸς γυμνασίαν γεγενημένης ἅπαντα ἦν σκυθρωπά, πενία καὶ ἀπαιδία, ἕλκη καὶ ἰχῶρες καὶ ἀτιμία, οὕτως ὕστερον ὑπὸ τῆς θείας ἐπιλάμψεως φαιδρὰ πάντα καὶ ἱλαρὰ καὶ θυμηδίας ἀνάμεστα, καὶ διπλασίονα μὲν ἐν τῷ παρόντι, παραπεμπτέα δὲ πρὸς τὰ τοῖς δικαίοις ἐπηγγελμένα τὰ μήτε ὀφθαλμοῖς ὁρατὰ μήτε ἀνθρωπίνῃ διανοίᾳ καταληπτά. ἐπειδὴ δὲ ὁ μακάριος Ἰὼβ εὐσεβεῖ μὲν καὶ φιλοθέῳ διανοίᾳ, σκο 334 τεινοτέρᾳ δὲ τῇ ἀπαγγελίᾳ τῶν λόγων ἐχρήσατο, καὶ δῆλος μέν ἐστιν ἄριστα τὰ περὶ θεοῦ δοξάζων, ἀσαφὴς δὲ ἐν οἷς ἔδοξε τοῖς οὐκ εἰδόσιν αὐτοῦ τὴν διάνοιαν ὀλιγωρίας φθέγγεσθαι ῥήματα, καὶ ἐπειδήπερ συνετίθετο μὲν τοῖς τοῦ Ἐλιοὺς καλῶς δοξάσαντος τὰ περὶ θεοῦ, ἐσιώπα δὲ καὶ οὐκ ἀπεκρίνετο, ἐντεῦθεν ὁ κύριος τῶν πρὸς αὐτὸν ἄρχεται λόγων οἷα σιωπῶντος καὶ τὴν οἰκείαν βουλὴν ἐπικρύπτοντος. ἔρχεται δὲ διὰ τοῦ ἀέρος ἡ θεία φωνὴ πρὸς τὴν ἡμετέραν ἀκρόασιν κατὰ θείαν δημιουργίαν· οὐ γὰρ δὴ θεὸς ἀνθρωπίνως φθέγγεται, ἀλλ' ὁμοῦ τε θέλει καὶ ὁ λόγος εἰς ἔργον χωρεῖ καὶ θείων ἡμεῖς ῥημάτων ἀκούομεν. φθέγγεται δὲ διὰ λαίλαπος καὶ νεφῶν λαῖλαψ δέ ἐστιν ἡ τῶν ἀνέμων συστροφήδιὰ ταύτης μέν, οἶμαι, καταπλήττων τοὺς περιεστῶτας καὶ εἰς φόβον ἐνάγων, διὰ δὲ τοῦ νέφους πρὸς τὸν δίκαιον διαλεγόμενος ὥσπερ καὶ Μωυσεῖ καὶ Ἀαρών· ἐν στύλῳ γὰρ νεφέλης ἐλάλει πρὸς 105
Commentarii in Job Unit 26 opening§u26-open
u26-openUnit 26.
Lemma-led open — αὐτούς, φησὶν ὁ μελωδός. αὐτῆς δὲ λοιπὸν σεβασμίως τῆς τοῦ κυρίου ῥήσεως ἐπακουσόμεθα. Αἱ
Greek · §u26-open
αὐτούς, φησὶν ὁ μελωδός. αὐτῆς δὲ λοιπὸν σεβασμίως τῆς τοῦ κυρίου ῥήσεως ἐπακουσόμεθα. Αἱ λέξεισ 38, 2 τίς οὗτος ὁ κρύπτων με βουλήν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ ἐμὲ οἴεται κρύπτειν; οὐ τὸν εἰδότα τὰς βουλὰς τῶν καρδιῶν ἔκρυψεν Ἰώβ· ἠκούσαμεν γὰρ αὐτοῦ λέγοντος ἔμπροσθεν θεοῦ· ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων. ἀλλ' ἐπειδήπερ τὰ μὲν ἀσαφῶς διελέχθη, εὐσεβεῖ μὲν τῇ διανοίᾳ χρώμενος, τραχυτέρᾳ δὲ τῇ ἀπαγγελίᾳ, καὶ ἐπειδήπερ 335 συνετίθετο μὲν τοῖς τοῦ Ἐλιοὺς λόγοις ὀρθοδοξαστικῶς τὰ περὶ θεοῦ λέγοντος, ἐσιώπα δὲ καὶ οὐκ ἀπεκρίνατο, φησὶν ὁ θεός· τίς οὗτος ὁ κρύπτων με βουλήν; ἀντὶ τοῦ· οὐδεὶς ἀποκρύψαι με δύναται, ἀλλὰ καὶ τὰ τῶν καρδιῶν οἶδα κινήματα, κἂν διὰ λόγων μὴ ἐξαγγέλλωνται. ἆρα οὖν, φησίν, ὑπολαμβάνεις, Ἰώβ, ὅτι λέληθάς με; οἶδά σου τοὺς καλοὺς ἀγῶνας παρ' ἡμῖν ἀγωνιζομένου, οὐδέν με λέληθε τῶν κατὰ σέ. οὐχ ὅτι Ἰὼβ τοιοῦτόν τι ὑπελάμβανεν, ὅτι θεόν τι τῶν κατ' αὐτὸν διελάνθανεν, ἀλλ' ἐπιρρωννὺς αὐτὸν ὡς πρὸς φίλον φησίν· ἐμὲ νομίζεις κρύπτειν; ἢ ὑπονοεῖς, ὅτι ἠγνόουν σου τὰ παλαίσματα; οὐκ ἀγνοῶ σου τὴν εἰλικρινῆ διάθεσιν, κἂν σιωπᾶς, κἂν ἀσαφεστέροις κέχρησαι τοῖς λόγοις. ἰστέον δέ, ὡς οἱ μέν φασι τὸν ἐπὶ πάντων θεὸν καὶ πατέρα εἶναι τὸν διαλεγόμενον διὰ τοῦ ἁγίου πνεύματος, οἱ δὲ αὐτὸν τὸν μονογενῆ τοῦ θεοῦ λόγον, περὶ οὗ λέγεται· πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν. εἴτε δὲ ἐκ προσώπου τοῦ πατρὸς οἱ λόγοι προφέρονταιὡς ὅταν λέγῃ Μωυσῆς· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἰδίαν καὶ καθ' ὁμοίωσιν ἡμετέραν, εἴτε ἐκ προσώπου τοῦ μονογενοῦςὡς ὅταν αὐτὸς περὶ αὑτοῦ λέγῃ· πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ ἤμην, εἴτε ἐκ προσώπου τοῦ ἁγίου πνεύματοςεἶπε, γάρ φησιν, τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατε δή μοι τὸν Παῦλον καὶ τὸν Βαρναβᾶν εἰς τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς, ὡς ἐν τοῖς Πράξεσι τῶν ἀποστόλων εἴρηται, μία μέν ἐστιν ἡ βουλὴ τῆς θεότητος ἐν μονάδι τριάδος, ἓν δὲ θέλημα, μία οὐσία ἐν τρισὶ γνωριζομένη ταῖς ὑποστάσεσιν. 336 38, 3 ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. ἄνδρισαι τοιγαροῦν, ἀπόρριψον τὴν ἀθυμίαν, καὶ ἐπειδήπερ ἐπεθύμεις εἰς ἐμὴν ὁμιλίαν ἐλθεῖν, ἰδού σοι διαλέγομαι, ἰδοὺ πληρῶ σου τὴν αἴτησιν, ἀποκρίθητι πρὸς τὰ λεγόμενα. 38, 4 ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀνάγγειλόν μοι, εἰ ἐπίστασαι σύνεσιν. ἐπειδὴ ἠθύμεις, φησίν, ὅτι ἠγνόεις τῶν ἐπαγομένων σοι τὴν ἔκβασιν καὶ τῶν σῶν ἀγώνων τὴν ὑπόθεσιν, ἰδοὺ ἐρωτῶ σε καὶ ἄλλα μυρία, ὧν τοὺς λόγους ἀγνοεῖς. διδάσκει δὲ ἡμᾶς ὁ θεὸς πρὸς τὸν ἑαυτοῦ φίλον διαλεγόμενος, ὅτι τε ποιητὴς τῶν ὅλων ἐστὶ καὶ ὅτι ἀνέφικτα τὰ βάθη τῆς ἑαυτοῦ σοφίας. ἰστέον δέ, ὅτι νῦν πρῶτον ἐκ θείας φωνῆς ὁ περὶ τῆς δημιουργίας τῆς κτίσεως εἰσάγεται λόγος· ἔφημεν γάρ, ὡς πρὸ τοῦ νόμου ὁ Ἰὼβ ἐτύγχανεν. εἰ γὰρ καὶ ἀπὸ μεγέθους καὶ καλλονῆς τῶν κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται, καὶ τοῦτο ᾔδεσαν οἱ φιλόθεοι, ἀλλ' ἐκ θείας φωνῆς νῦν πρῶτον τοῦτο ἀκούομεν. εἰ οὖν ἔχεις, φησίν, σύνεσιν τῆς ποιήσεως τῶν κτισμάτων, ἀποκρίθητί μοι. 38, 56 τίς ἔθετο μέτρα αὐτῆς εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτῆς; ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς; ἐξ ὁμοιώματος τῶν παρ' ἡμῖν οἰκοδομῶν μέτρα ἔφη καὶ σπαρτίον ἐπ' ἰσότητι τῶν οἰκοδομημάτων ἀποτεινόμενον καὶ λίθον γω 337 νιαῖον ἑκατέρους συνδέοντα τοὺς τοίχους· κρίκους δὲ λέγει τοὺς ἀναβαστακτῆρας. εἰπὲ οὖν, εἰ οἶσθα τὰ τῆς γῆς μέτρα, εἰπέ, τίς αὐτῇ ὑποβάθρα, ἐπὶ τίνος ὀχεῖται τὸ βαρὺ τοῦτο καὶ μέγα στοιχεῖον· ταῦτα δὲ ἀνθρώποις παντελῶς ἀκατάληπτα. τίς οὖν ὁ ταῦτα δημιουργήσας; ἀντὶ τοῦ· οὐδεὶς ἕτερος πλὴν ἐμοῦ· ἔργα γάρ εἰσιν ἀπορρήτου σοφίας τοῦ θεοῦ. 38, 7 ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου καὶ ὕμνησαν. ἐνταῦθα διδασκόμεθα
Unit 26 rem early§u26-rem-early
u26-rem-earlyRem early: Unit 26; lemma and argument toward the thesis.
Greek · §u26-rem-early
πρὸ τοῦ αἰσθητοῦ κόσμου τοὺς ἁγίους ἀγγέλους εἶναι, ἐκπληττομένους ἐφ' ἑκάστῳ τῶν δημιουργημάτων καὶ ὑμνολογοῦντας τὸν τούτων ποιητήν. ἐντεῦθεν δὲ καὶ οἱ μακάριοι ἄγγελοι, δι' ὧν ἔβλεπον τὰ μὴ ὄντα εἰς γένεσιν παραγόμενα, ἐγνώριζον καὶ 106 ἑαυτῶν εἶναι δημιουργὸν τὸν θεόν. εἰ δὲ καὶ καθ' ἑτέρους λόγους καὶ ὑψηλοτέραν τινὰ θεωρίαν τοῦτο ἠπίσταντο, ἀλλ' οὖν γε καὶ ἡ κατὰ τὴν κτίσιν δημιουργία ἱκανὴ πληροφορεῖν ἐτύγχανε τὸν νοητὸν κόσμον, ὡς καὶ αὐτοῦ τίς ἐστι ποιητής, τουτέστιν ὁ τὰ ὄντα ἐξ οὐκ ὄντων εἰς γένεσιν παράγων. 38, 8 ἔφραξα δὲ θάλασσαν πύλαις. πύλαιςἀντὶ τοῦ· ὅροις τισίνπεριέκλεισα τῷ προστάγματι εἰρηκὼς πρὸς αὐτήν· μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ. 338 38, 8 ὅτε ἐμαίμασσεν ἐκ κοιλίας μητρὸς αὐτῆς ἐκπορευομένη. ἐμαίμασσεν ἀντὶ τοῦ· ὁρμητικῶς εἶχε καὶ πρὸς τὰ κοῖλα καὶ σύμμετρα αὐτῇ χωρία κατηπείγετο ἀκούουσα τοῦ θείου προστάγματος· συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν. μητέρα δὲ αὐτῆς τὴν ἄβυσσον λέγει ἢ καὶ τὴν ἑαυτοῦ δύναμιν ὡς αἰτίαν αὐτῇ τῆς ὑπάρξεως. 38, 9 ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν, ὀμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα. ἐπειδὴ κοιλίας μητρὸς ἐμνήσθη, ἐπέμεινε τῇ τροπῇ. ὥσπερ γάρ, φησίν, ἔμβρυον ὀμίχλῃ καὶ νέφεσιν αὐτὴν ἐσπαργάνωσα, τουτέστιν· περιεσκέπασα. 38, 1011 ἐθέμην δὲ αὐτῇ ὅρια περιθεὶς κλεῖθρα καὶ πύλας. εἶπα δὲ αὐτῇ· μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ, ἀλλ' ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα. κλεῖθρα καὶ πύλας τὴν διὰ τοῦ ἰδίου προστάγματος ὁροθεσίαν καὶ ἀσφάλειαν λέγει. περιώρισα γάρ, φησίν, τῆς θαλάσσης τὰ κύματα, ἵνα μὴ τοὺς ὅρους ἐκβαίνοντα τὴν γείτονα λυμαίνωνται χέρσον. 38, 1213 ἢ ἐπὶ σοῦ συντέταχα φέγγος πρωινόν; ἑωσφόρος δὲ εἶδε τὴν ἑαυτοῦ τάξιν, ἐπιλαβέσθαι πτερύγων γῆς. παρῆς δέ, φησίν, ὅτε εἶπον· γενηθήτω φῶς καὶ τῷ λόγῳ τὸ ἔργον παρηκολούθησεν, ἢ ὅτε ὁ ἑωσφόρος γεγονὼς τὰ ἄκρα τῆς γῆς κατεφώτισε; λέγεται δὲ οὗτος ὁ ἑωσφόρος καὶ ἐν μιᾷ νυκτὶ καταλαμ 339 βάνειν τὸ ἄκρον τῆς γῆς. κατὰ δὲ ἀλληγορίαν ὁ ἑωσφόρος, ὁ τοῦ κυρίου λόγος, κατὰ τὸν ἴδιον καιρὸν ἐπ' ἐσχάτου τῶν ἡμερῶν κηρυχθεὶς μέχρι τῶν ἄκρων ἐξετάθη τῆς γῆς. εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ. 38, 13 ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς ἐπειδὴ φωτὸς ἀνατολῆς ἐμνήσθη, εὐκαίρως εἶπεν ὅτι· ἐποίησα τὸ φῶς, ἐξ οὗπερ ὕστερον οἱ ἀσεβεῖς ἐκτινασσόμενοι εἰς ἀφεγγῆ καὶ σκοτεινὰ χωρία παραπέμπονται. κατὰ δὲ τὴν θεωρίαν τοὺς ἀσεβεῖς δαίμονας ἐξετίναξεν ὁ λόγος τῆς διδασκαλίας ὁ εὐαγγελικὸς ἐπὶ τῆς ἐνσάρκου τοῦ κυρίου παρουσίας. 38, 14 ἢ σὺ λαβὼν γῆς πηλὸν ἔπλασας ζῶον καὶ λαλητὸν αὐτὸ ἔθου ἐπὶ τῆς γῆς; ἀλλὰ σύ, φησίν, ὦ Ἰώβ, λαβὼν χοῦν ἀπὸ τῆς γῆς ἔπλασας ἄνθρωπον καὶ λόγῳ τοῦτον κατεκόσμησας ὥσπερ ἐγώ; ἐπισημειοῦ δὲ ἐνταῦθα, ὅτι οὐκ εἶπε χοῦν, ἀλλὰ πηλὸν ὡς τοῦ χοὸς ὕδατι συμπεφυρμένου. 38, 15 ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δὲ ὑπερηφάνων συνέτριψας; τοῦτο καὶ περὶ ἀνθρώπων ἀσεβῶν καὶ περὶ δαιμόνων ἔστιν ἐκλαβεῖν. ἀφῃρέθη γὰρ ἀπ' αὐτῶν ἡ γνῶσις τῆς ἀληθείας καὶ ἡ δύναμις συνετρίβη. ἐνταῦθα δὲ ἔδειξε τὰ τοῖς ἀσεβέσιν ὕστερον ἀπαντησόμενα καὶ ἔλυσε τὴν ἀπορίαν, ἣν ἀποροῦσιν οἱ ἄνθρωποι διὰ τὸ πολλάκις ὁρᾶν τοὺς ἀσεβεῖς οὐδὲν ἐν τῷδε τῷ βίῳ πάσχοντας δυσχερές. 340 38, 16 ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἔγνως δέ, πόθεν ἡ θάλασσα ἔσχε τὴν ἀρχήν; ἢ τὰ ἴχνη, τουτέστι τὰ ἔσχατα, τῆς ἀβύσσου κατείληφας; ἢ ὅπερ ἐποίησεν ὁ κύριος σαρκωθείςὡς καὶ τὰ ἑξῆς μαρτυροῦσινἐποίησας; 38, 17 ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; ταῦτα γέγονεν, ὅτε ὁ κύριος εἰς ᾅδου κατέβη κηρύξαι τοῖς ἐκεῖ πνεύμασιν. 38, 18 νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπ' οὐρανόν; ἀνάγγειλον δέ μοι, πῶς ἢ τίς ἐστιν. νενουθέτησαιἀντὶ τοῦ· ἠκριβώθηςτῆς γῆς τὸ πλάτος; φράσον αὐτῆς τὴν διάμετρον. 38, 19 ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς; σκότους δὲ ποῖος ὁ τόπος; εἰ ἀγάγοις με εἰς ὅρια αὐτῶν; εἰπὲ καὶ περὶ φωτὸς καὶ σκότους· ποῦ ἀποκλείονται καὶ πόθεν ἐκπορεύονται; 38, 21 εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν, οἶδας ἄρα, ὅτι τότε γεγέννησαι; εἰ δὲ τούτων τὰς ὁδοὺς εἰδέναι φαίης, λέγε, ὅτι καὶ τότε ἐγεννήθης ὅτε ταῦτα ὡροθετήθησαν. 38, 21 ἀριθμὸς δὲ
Unit 26 rem mid§u26-rem-mid
u26-rem-midRem mid: Unit 26; lemma continues; reading with the letter.
Greek · §u26-rem-mid
ἐτῶν σου πολύς; καὶ εἰ ταῦτα ἐπίστασαι, ἴσθι καὶ πολυετής τις ὑπάρχων ὡς ἔκτο 341 τε γεγονώς. διδάσκει δὲ ἐνταῦθα, ὅτι καὶ τὸ τοῦ ἀνθρώπου ὀλιγόβιον οὐδὲ γνῶναι 107 αὐτῷ τὰ πολλὰ ἐπιτρέπει. 38, 22 ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑώρακας; θησαυροὺς λέγει τὰ ἀπόκρυφα. οἶσθα οὖν, φησίν, πῶς τὴν μὴ φαινομένην χιόνα καὶ χάλαζαν ἐκφαίνεσθαι παρασκευάζω; 38, 23 ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν, εἰς ἡμέραν πολέμου καὶ μάχης; δυνατὸς εἶ τῇ χιόνι καὶ τῇ χαλάζῃ κατὰ πολεμίων χρήσασθαι, ὅπερ θεὸς ποιεῖ πολλάκις ἀνθρώπους τιμωρούμενος καὶ καρποὺς διαφθείρων; 38, 2426 πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ' οὐρανόν; τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν, ὁδὸν δὲ κυδοιμῶν τοῦ ὑετίσαι ἐπὶ τὴν γῆν, οὗ οὐκ ἀνήρ; πόθεν δὲ ἡ πάχνη ἢ πῶς ὁ νότος καθ' ὅλην πνεῖ τὴν ὑπ' οὐρανόν; πῶς λάβρως ὁ ὑετὸς καταρρεῖ; πόθεν αἱ βρονταί; κυδοιμὸν γὰρ τὴν βροντὴν καλεῖ. μὴ ἀνθρωπείας ἔργα ταῦτα τέχνης, οὐ θεοῦ σοφίας δημιουργήματα; 38, 2627 ἔρημον οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης; χεῖται, φησίν, ὁ ὑετὸς καὶ εἰς τὴν ἀοίκητοντῶν θηρίων δὲ δη 342 λονότι προνοοῦντος θεοῦ, καὶ ἡ ἔρημος ποάζει καὶ χλοηφορεῖ δίχα τινὸς ἀνθρωπίνης ἐπιμελείας. 38, 2830 τίς ἐστιν ὑετοῦ πατήρ; τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου; ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν, ἣ καταβαίνει ὥσπερ ὕδωρ ῥέον; ἔχεις δὲ εἰπεῖν ὑετοῦ πατέρα ἢ δρόσουβώλους δὲ δρόσου τὰς συστάσεις φησὶ τοῦ δρόσουἢ κρυστάλλου ἢ πάχνης, ἥτις συνισταμένη περὶ τὸ στερέωμαοὐρανὸν γὰρ ἐνταῦθα τὸν εἰς ὕψος ἀέρα λέγειὥσπερ ὕδωρ καταρρεῖ; οὐ θεοῦ ταῦτα καὶ θεοῦ σοφίας ἔργα; 38, 30 πρόσωπον δὲ ἀσεβοῦς τίς ἔτηξεν; κατὰ μὲν τὸ ῥητὸν ἐπὶ παντὸς ἀσεβοῦς τοῦτο νοητέον. πρὸς δὲ διάνοιαν· τὴν ὡραιότητα τοῦ ἐχθροῦ, ἣν δὴ σημαίνει τὸ πρόσωπον, τίς ταύτην ἠφάνισεν; οὐχ ὁ μονογενὴς τοῦ θεοῦ υἱὸς καὶ τῆς κτίσεως δημιουργός; 38, 31 συνῆκας δὲ δεσμὸν Πλειάδος; τῆς δὲ σῆς συνέσεως ἔργον τὸ ὥσπερ δεδέσθαι καὶ τοιῶσδε συγκεῖσθαι τοὺς συμπληροῦντας τὴν Πλειάδα ἀστέρας; ἢ τὴν αἰτίαν οἶσθα, διὰ τί οὕτως ἀλλήλοις συνηρμόσθησαν; 38, 31 καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας; ἐπειδὴ κατὰ καιρὸν ὁ Ὠρίων φαίνεται, σύ, φησίν, παρασκευάζεις αὐτὸν ὥσπερ τινὶ διαφράγματι ἀποκρύπτεσθαι καὶ πάλιν φαίνεσθαι; 343 38, 32 ἢ διανοίξεις μαζουρὼθ ἐν καιρῷ αὐτοῦ; μαζουρὼθ τὰ συστήματα λέγει τῶν ἀστέρων, ἃ ἐν τῇ συνηθείᾳ ζῴδια καλοῦνται. ποῦ οὖν, φησίν, ἀποκεκλεισμένα εἰσὶ ταῦτα καὶ κατὰ καιρὸν φαίνονται; ἄλλοι δέ φασι μαζουρὼθ Ἑβραικὴν μὲν εἶναι λέξιν, εἰς Ἑλλάδα δὲ μεταφερομένην φωνὴν τὸν οὐράνιον κύνα σημαίνειν. 38, 32 καὶ Ἕσπερον, ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτόν; κόμην τὴν ὑπερβολὴν τῆς λάμψεως λέγει καὶ τὴν εὐπρέπειαν. μὴ σύ, οὖν φησιν, τοῦτον παράγεις οὕτω διαφανῶς ἐκλάμποντα; 38, 33 ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ ἢ τὰ ὑπ' οὐρανὸν ὁμοθυμαδὸν γινόμενα; τὰς δὲ τοῦ ἀέρος ἐπίστασαι τροπὰς ἢ ἁπαξαπλῶς πάντα τὰ ὑπ' οὐρανὸν γινόμενα, ὅπως γίνεται; 38, 34 καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρου ὑπακούσεταί σου; δύνῃ δὲ ἐπιτάξαι γενέσθαι νέφη, καὶ ὥσπερ τις ἔμψυχος ὁ ὑετὸς ὑπακούσεται μετὰ τρόμου τῷ σῷ προστάγματι; 38, 35 ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται; ἐροῦσι δέ σοι, τί ἐστιν; ὥσπερ δέ τινες οἰκέται οἱ κεραυνοὶ ἐπιτάττονται παρὰ σοῦ πορεύεσθαι, καὶ καθ' ὧν ἂν ἐκπέμπωνται, ἕτοιμοι ὄντες πρὸς τὸ ἐπίταγμα μονονουχὶ φωνὴν ἀφιέντες ἐροῦσιν· τί ἐστιν, ὃ ποιεῖν ἡμᾶς προστάττεις; 344 38, 36 τίς δὲ δέδωκε γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην; τίς δὲ γυναῖκας ἐσόφισεν εἰς ὑφασμάτων κατασκευὴν καὶ εἰς τὸ ταῦτα καταποικίλλειν ταῖς τῶν ἐρίων βαφαῖς καὶ χρώμασιν; δείκνυσι δὲ διὰ τούτων, ὅτι καὶ ἡ τεχνικὴ σοφία τοῖς ἀνθρώποις παρὰ θεοῦ δέδοται. 38, 37 τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν; τίς δὲ ὁ ὑπ' ἀριθμὸν καὶ οὐκ ἀμέτρως, ἀλλὰ πρὸς τὴν χρείαν τὰ νέφη συνίστασθαι παρασκευάζων; τίς δὲ ὁ τὸν οὐρανὸν κυκλοφορικὸν ἀπεργασάμενος, ὡς δοκεῖν τοῖς πόρρωθεν ἀτενίζουσιν, ὅτι τῶν ἄκρων τῆς γῆς ἐφάπτεται; 38, 38 κέχυται δὲ ὥσπερ
Unit 26 rem close§u26-rem-close
u26-rem-closeRem CLOSEOUT: Unit 26 CLOSEOUT.
Greek · §u26-rem-close
γῆς κονία. περικέχυται δὲ τῇ γῇ μελαίνῃ οὔσῃ ὁ οὐρανὸς ὥσπερ τις κονία διὰ τὸ 108 διαυγές. 38, 38 κεκόλληκα δὲ αὐτὸν ὥσπερ κύβον λίθῳ. τὴν δὲ λεπτοτάτην τοῦ οὐρανοῦ φύσιν οὕτω στερέμνιον ἀπειργασάμην, ὡσπερανεί τις λίθῳ κύβον ἐναρμόσοι. κύβος δέ ἐστιν ὁ ἐκ τετραγώνου κατὰ τὴν βάσιν ἢ κυκλοτεροῦς εἰς ὀξὺ λήγων, ἵνα εἴπῃ ὅτι· σταθερὸν αὐτὸν καὶ ἑδραῖον ἀπειργασάμην. 38, 3940 θηρεύσεις δὲ λέουσι βοράν, ψυχὰς δὲ δρακόντων ἐμπλήσεις; 345 δεδοίκασι γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες. τίς δὲ τῷ λέοντι τὴν θηρατικὴν ἐχαρίσατο φύσιν; τίς τοὺς δράκοντας τροφῆς ἐμπίπλησιν; τίς ἐδίδαξε τὰ θηρία ἐνεδρεύειν καὶ ἐπιτίθεσθαι πρὸς τροφῆς εὐπορίαν; τὸ δὲ δεδοίκασι γὰρ ἐν κοίταις αὐτῶν ἢ ὅτι τὰ θηρία δεδοικότα τοὺς ἀνθρώπους, τὴν κατ' εἰκόνα θεοῦ δημιουργίαν, ἐπὶ λόχμας καὶ ὕλας καὶ ἀβάτους ἀναχωροῦσι τόπους, ἢ ὅτι τὰ κτήνη βρυχομένου λέοντος ἐπακούσαντα φρίττουσιν· φασὶ γὰρ τὸν λέοντα πρότερον τῇ βοῇ καταπλήξαντα οὕτως ἐφορμᾶν τῷ θηράματι. 38, 41 τίς δὲ ἡτοίμασε κόρακι βοράν; νεοσσοὶ γὰρ αὐτοῦ πρὸς κύριον κεκράγασι πλανώμενοι τὰ σῖτα ζητοῦντες. ἀλλὰ καὶ τῶν πτηνῶν ὁ θεὸς προνοεῖ· ἀπὸ γὰρ τοῦ μέρους τὸ πᾶν ἐσήμανεν. λόγος δὲ τὸν κόρακα ἀφιλόστοργον εἶναι καὶ ἀτημελήτους ἐᾶν τοὺς νεοττούς, τοὺς δὲ ὑπὸ τῆς ἐνδείας πιεζομένους φυσικῇ τινι κεχρῆσθαι πρὸς θεὸν τῇ βοῇ, τὸν δὲ φιλάγαθον διαφυλάττειν καὶ τρέφειν αὐτοὺς τῇ ἀπορρήτῳ ἑαυτοῦ σοφίᾳ, ὃ καὶ ∆αυὶδ ἐξυμνῶν ἔλεγεν· καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. 39, 13 εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων; ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρης τοκετοῦ, ὠδῖνας δὲ αὐτῶν ἔλυσας; ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἄνευ φόβου, ὠδῖνας δὲ αὐτῶν ἐξαποστελεῖς; ἀλλ' οὐδὲ τὰ εὐτελέστατα, φησίν, οἶσθα, πῶς κατὰ καιρὸν ἔλαφος καὶ τραγέλαφος ὑπὸ αὐτορόφοις σπηλαίοις ἐν πέτραις ἀποκυίσκουσιν 346 διαφερόντως δὲ οἱ τραγέλαφοι πρὸς τὰς πέτρας ἀναπηδῶσιν, καὶ τίς αὐτοῖς ἀριθμὸς μηνῶν εἰς τὴν κύησιν δέδοται, πῶς δὲ ἀποτίκτουσι λυθεισῶν τῶν ὠδίνων, πῶς τὸ γάλα τοῖς νεογνοῖς ἐνδιδόασιν, τὰ δὲ τρέφεται ἄνευ φόβου. τὸ δὲ ἐξαποστελεῖς ἀντὶ τοῦ· παύσεις, ὥστε μὴ ἀεὶ ἐν ὠδῖσιν εἶναι. εἰ δὲ μὴ ταῦτα σὰ μηδὲ τὴν τούτων γνῶσιν ἐπίστασαι, πῶς θεοῦ κρίματα γνῶναι θέλεις; τοῦτο γὰρ μηνύει τὸ ἐκ τούτων δηλούμενον. 39, 4 ἀπορρήξουσι τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γενήματι, ἐξελεύσονται καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς. καὶ πῶς, φησίν, αἱ μητέρες ἀνδρυνθέντα τὰ τέκνα καταλιμπάνουσιν εἰς λήθην ἐλθοῦσαι τῆς φυσικῆς στοργῆς; τὰ δὲ ἐξελθόντα καὶ νεμόμενα ἐν τοῖς γενήμασι τῆς γῆς οὐκέτι αὐτοῖς τοῖς γονεῦσιν ἐπαναστρέφουσιν, ἀλλ' αὔξονται καὶ πληθύνονται τὰ ἐκ γῆς νεμόμενα, τῶν αὐτὰ τεκόντων μνείαν οὐκ ἔχοντα. 39, 56 τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον; δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν; ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα. κατὰ μὲν τὸ ῥητόν· πόθεν, φησίν, τῷ ὀνάγρῳ ἡ αὐτονομία; πόθεν ἀνθρώπων ἐπιτάγμασιν οὐ πείθεται, ἀλλ' οἴκησιν καὶ διατριβὴν ἔρημον ἔχει, κατασκηνοῖ δὲ ἐν ἁλμυροῖς τόποις, ἀντὶ τοῦ· ἐν ἀκάρποις καὶ παντελῶς ἐρήμοις; πρὸς δὲ διάνοιαν ὁ μοναχικὸς διαγράφεται βίος, ὁ ἔξω τῶν κοσμικῶν καὶ τούτοις μὴ ὑποταττόμενος, ὁ καὶ τὸν δεσμὸν τῆς συζυγίας ἐκκλίνων· δι' ὧν γὰρ εἶπεν ὁ σωτήρ· ὁ δυνάμενος χωρεῖν χω 347 ρείτω, ἔλυσε τῆς συζυγίας τὴν ἀνάγκην, ἐφ' ᾗ ἄρσεν καὶ θῆλυ ἐγεγόνει. ἁλμυρίδες δέ εἰσι τὰ σκηνώματα τοῦ τοιούτου, ὅτι πνευματικὰ πράγματα ἀμέτοχά εἰσι φθορᾶς. οἱ γὰρ ἁλμυροὶ ἅλες τῆς φθορᾶς εἰσιν ἀναιρετικοί. 39, 7 καταγελῶν πολυοχλίας πόλεως, μέμψιν δὲ φορολόγου οὐκ ἀκούων. ἐκ τούτου δῆλον, ὡς εἰς ἀλληγορίαν ἡμᾶς ὁ λόγος παραπέμπει· οὐδὲ γὰρ ὁ ἥμερος ὄνος οὑτοσὶ ὁ κανθήλιος μέμψιν ἀκούει φορολόγου. εὔδηλον οὖν, ὅτι περὶ τοῦ πνευματικοῦ ἀνθρώπου λέγει τοῦ μὴ ἀνεχομένου τοῦ νοητοῦ πράκτορος, ὃς ὥσπερ τινὰ δασμὸν ἀπαιτῶν τοὺς ὑφ' ἑαυτὸν καταναγκάζει δουλεύειν ταῖς ἡδοναῖς καὶ τοῖς πάθεσιν. 39, 8 κατασκέψεται ὄρη νομὴν αὐτοῦ καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ. κατὰ μὲν τὴν ἱστορίαν ὁ ἄγριος ὄνος 109
Commentarii in Job Unit 27 opening§u27-open
u27-openUnit 27.
Lemma-led open — τὰ ὄρη περινοστῶν τὰς βοτάνας ἀνιχνεύει πρὸς διατροφήν. κατὰ δὲ τὴν θεωρίαν ὁ πνευματικὸς
Greek · §u27-open
τὰ ὄρη περινοστῶν τὰς βοτάνας ἀνιχνεύει πρὸς διατροφήν. κατὰ δὲ τὴν θεωρίαν ὁ πνευματικὸς ἄνθρωπος τῶν οὐρανίων τὰς πολιτείας κατασκέπτεται καὶ ἐπιζητεῖ οὐ τὰ παρόντα, ἀλλὰ τὰ ἐν τῷ ἀμερίμνῳ αἰῶνι. 39, 912 βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι ἢ κοιμηθῆναι ἐπὶ φάτνης σου; δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ ἢ ἑλκύσει σου αὔλακας ἐν τῷ πεδίῳ; πέποιθάς τε ἐπ' αὐτῷ, ὅτι πολλὴ ἡ ἰσχὺς αὐτοῦ, ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου; πιστεύσεις δέ, ὅτι ἀποδώσει σοι τὸν σπόρον, εἰσοίσει δέ σοι τὴν ἅλωνα; καθ' ἱστορίαν ὁ μονόκερως, ὃν δὴ ἕτερος τῶν ἑρμηνευτῶν ῥινοκέρωτα 348 ἔφη διὰ τὸ κατὰ μέσου τῆς κεφαλῆς τὸ κέρας ἔχειν, ἀλκιμώτατος ὢν ἀνυπότακτός ἐστι τῇ ἰσχύι καὶ τῇ ὀξύτητι τοῦ κέρατος πεποιθώς. μὴ ἀνέχεται οὖν, φησίν, ὁ μονόκερως ἐπὶ φάτνης καταδεῖσθαι καὶ αὔλακας τέμνειν καὶ ἀροῦν καὶ γεηπονεῖν καὶ εἰς ἅλωνα συνάγειν τὰ γενήματα; πρὸς δὲ διάνοιαν μονόκερώς ἐστιν ὁ ἅγιος, ὅτι πρὸς θεὸν μόνον ὁρᾷ καὶ αὐτὸν μόνον ἔχει κέρας καὶ ἰσχὺν καὶ ἀντίληψιν, ἢ ὅτι μόνα τὰ κοσμικὰ κερατίζει, δίκερως δὲ ὁ καὶ πρὸς τὰ τοῦ κόσμου βλέπων καὶ ἔχων πράξεις καὶ δεξιὰς καὶ ἀριστερὰς καὶ ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο κερατίζων. ὁ δὲ θεωρηθεὶς μονόκερως οὐκ ἀνθρωπίνοις πράγμασιν, ἀλλὰ μόνῳ θεῷ δουλεύει. 39, 1315 πτέρυξ τερπομένων νεέλασσα, ἐὰν συλλαβῇ ἀσίδα καὶ νέσσα, ὅτι ἀφήσει εἰς γῆν τὰ ᾠὰ αὐτῆς καὶ ἐπὶ χοῦν θάλψει καὶ ἐπελάθετο, ὅτι ποὺς σκορπιεῖ καὶ θηρία ἀγροῦ καταπατήσει. βούλεται εἰπεῖν διαφορὰν ὀρνέων καὶ ὅτι τινὰ μὲν ὑπὸ θεοῦ συνητίσθησαν, τινὰ δὲ ἀσυνετώτερά εἰσιν· καί φησιν, ὅτι τερπνὸν μέν ἐστιν τῇ θέᾳ ἡ νεέλασσα, τὴν δὲ ἀσίδαν καὶ νέσσαν ἀσύνετα θεὸς ἐποίησεν. καὶ ἀσίδαν μὲν ἔφασάν τινες τὸν πελαργόν, κακῶς νοήσαντες· οὔτε γὰρ εἰς γῆν τίκτει ὁ πελαργός, ἀλλὰ εἰς τὰ ὑψηλὰ τῶν δένδρων, καὶ οἱ τὰ ὀρνιθιακὰ γράψαντες ἕτερον γένος ἔφησαν εἶναι παρὰ τὴν ἀσίδαν τὸν πελαργόν. ἀσύνετα οὖν, φησίν, ὄρνεα ἡ νέσσα καὶ ἡ ἀσί 349 δαοὕτω γὰρ καὶ Ἰερεμίας τὴν εὐθεῖαν προσηνέγκατο· ἡ ἀσίδα {καὶ ἡ νεέλασσα}· ἐπὰν γὰρ συλλαβόντα τέκωσιν, ὑπὸ τὴν γῆν θάλπουσι τὰ ᾠὰ καὶ ἀφίπτανται ὥσπερ ἐπιλαθόμενα, ὅτι καὶ ποσὶν ἀνθρώπων σκορπίζονται ταῦτα καὶ θηρία καταπατοῦσιν αὐτά. λόγος δέ, τὴν ἀσίδαν οἰκονομικῶς ἀνόητον ὑπὸ θεοῦ γενέσθαι· καὶ γὰρ ὑπεραίρει μεγέθει καὶ ἰσχύι ὡς δύνασθαι καταφρονεῖν καὶ ἱππέως, ἀλλὰ πρὸς τὴν ἰσχὺν οὐκ ἔσχε σύνεσιν, ὥστε μὴ πάντως σώζεσθαι τοὺς νεοττοὺς καὶ ἐκ τούτου πληθύνεσθαι τὸ εἶδος. ἔστι δὲ καὶ οὕτω νοῆσαι· τοῖς τερπομένοις τοῖς ὄρνισιν ὡραῖον θέαμα ἡ νεέλασσα, μάλιστα ὅταν εὑρίσκηται μετὰ ἀσίδης καὶ νέσσας καὶ συλλάβωσιν ἀλλήλοις. ἔστι δὲ ἡ ἀσίδα εὐηθὲς ὄρνεον. ὁ δὲ Ἀκύλας _ἐ_ρ_ω_δ_ι_ο_ῦ_ _κ_α_ὶ_ _ἱ_έ_ρ_α_κ_ο_ς ἐκδέδωκεν ὡς καὶ τούτων ὑπὸ χοῦν θαλπόντων τὰ ᾠά. ἐγὼ δὲ τέως οὐκ ἔχω πείθεσθαι, ὅτι ἐρωδιὸς ἐν γῇ τίκτει διὰ τὸ λέγειν τὸν ψαλμῳδόν· τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν ὡς τῶν δένδρων τῶν ὑψηλοτάτων τὰς κόμας οἰκοῦντος τοῦ ὄρνιθος. οἱ δὲ τὰ περὶ τούτων ζητήσαντες καὶ αὐτοπτήσαντες τὸ ἀκριβὲς ἴσασιν, ἡμῖν δὲ οὐ σχολή, τὰ τοιαῦτα λεπτολογεῖν ἅπαξ τὸν νοῦν ἐγνωκόσι τῆς γραφῆς, ὅτι βούλεται εἰπεῖν ὀρνέων διαφοράν. τινὲς δὲ ἔφασαν τὴν νεέλασσαν τὴν Ἀραβίδα εἶναι τὴν ὄρνιν, ἥτις ἐν τῇ Μεσοποταμίᾳ εὑρίσκεται. 39, 16 ἀπεσκλήρυνε τὰ τέκνα αὐτῆς ὥστε μὴ ἑαυτήν. αὕτη οὖν, φησίν, ἡ ὄρνις ἡ τὸ ᾠὸν μεθεῖσα καὶ ἀμελήσασα ἀπεσκλήρυνενἀντὶ τοῦ· εἴασε καταπονεῖσθαιτοὺς νεοττούς, ἵνα μὴ 350 ἑαυτὴν καταπονήσῃ νεοττοτροφοῦσα. 39, 16 εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου. μὴ φοβηθεῖσα οὖν τὴν τῶν νεοττῶν ἀπώλειαν, ἀλλὰ ἀμελήσασα εἰς κενὸν ἐκοπίασε συλλαβοῦσα καὶ ἀποτεκοῦσα οὐ πάντως περισῳζομένων τῶν νεοττῶν. 39, 17 ὅτι κατεσιώπησεν αὐτῇ ὁ θεὸς σοφίαν καὶ οὐκ ἐμέρισεν αὐτῇ ἐν τῇ συνέσει. τοῦτο
Unit 27 rem early§u27-rem-early
u27-rem-earlyRem early: Unit 27; lemma and argument toward the thesis.
Greek · §u27-rem-early
δὲ ἡ ὄρνις ὑφίσταται, ἐπειδὴ ἀπεσιώπησενἀντὶ τοῦ· ἀνέσχενκαὶ οὐκ ἐπεμέτρησεν αὐτῇ ὁ θεὸς σύνεσιν. 39, 18 κατὰ καιρὸν ἐν ὕψει ὑψώσει, καταγελάσεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ. μετὰ δὲ τὸν καιρόν, φησίν, τοῦ ἀποτεκεῖν εἰς τὸν ἀέρα ἀφίπτανται, κατὰ μὲν τὸν Ἀκύλαν ὁ ἐρωδιὸς καὶ ἱέραξ, ἐν τῇ πτήσει τὸ θαρρεῖν 110 ἔχοντες καὶ περιφρονοῦντες ἵππου σὺν τῷ ἀναβάτῃ. εἰ δὲ περὶ τῆς ἀσίδης ὁ λόγος, διὰ τὴν ἰσχύν, ὥς φασιν, καὶ τὸ μέγεθος οὐδὲν εἶναι τὸν ἱππέα νομίζει. 39, 19 ἢ σὺ περιέθηκας ἵππῳ δύναμιν, ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον; σὺ δὲ τὸν ἵππον δυνατὸν εἰργάσω καὶ ὑψαύχενα ὡς φοβερὸν τῇ τοῦ αὐχένος ἀνατάσει φαίνεσθαι ἢ καὶ τῷ χρεμετισμῷ τῷ διὰ τοῦ αὐχένος ἐξερχομένῳ; 351 39, περιέθηκας δὲ αὐτῷ πανοπλίαν, δόξαν δὲ στηθέων αὐτοῦ τόλμαν; παρὰ σοῦ δὲ ὥσπερ καθοπλισθεὶς θαρρεῖ καὶ τολμᾷ ἔνδοξα ἔχων καὶ ὡραῖα τὰ στέρνα καὶ εὐθαρσῆ καρδίαν ἐν τοῖς στήθεσιν {ἔχων}, ἀντὶ τοῦ· εὔτολμος ὤν. 39, 21 ἀνορύσσων ἐν πεδίῳ γαυριᾷ. τῷ δὲ ποδὶ κατακροαίνων τὴν γῆν γαυριᾷ καὶ φρυάττεται. 39, 2122 ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύι, συναντᾷ βέλει, καταγελᾷ καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου. ἐκπορεύεται δὲ διὰ τοῦ πεδίου εἰς πόλεμον μὴ βέλος δεδοικὼς μηδὲ σιδήρου ἀκμήν. 39, 2324 ἐπ' αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα, καὶ ὀργῇ ἀφανιεῖ τὴν γῆν. διὰ τοῦ ἐπιβάτου δηλονότι τόξον μὲν ἔχοντος καὶ μάχαιραν, ὀργῇ δὲ τὴν τῶν πολεμίων γῆν ἐξαφανίζοντος. 39, 2425 καὶ οὐ μὴ πιστεύσει, ἕως ἂν σημάνῃ σάλπιγξ, σάλπιγγος δὲ σημαινούσης λέγει· εὖγε. πόρρωθεν δὲ ὀσφραίνεται πολέμου, σὺν ἅρματι καὶ κραυγῇ ἐκπορεύεται. καὶ ἕως μὲν οὔπω τὸ σύνθημα τοῦ πολέμου, σφαδάζει καὶ ὁρμητικῶς ἔχει, οὔπω δὲ καὶ ἀναπηδᾷ καὶ ἐξάλλεται· τοῦτο γὰρ σημαίνει τὸ καὶ οὐ μὴ πιστεύσει. φοβερὸν δὲ ἠχησάσης τῆς σάλπιγγος αἰσθάνεται, ὅτι πολέμου καιρός, καὶ χαίρει τῷ συνθήματι· τοῦτο γὰρ σημαίνει τὸ λέγει· εὖγε. καὶ ὁμοῦ τῇ κραυγῇ τοῦ στρατοπέδου ἐξαλλόμενος ἐπιτρέχει τοῖς πολεμίοις. 352 εἰ δὲ λέγει τις μὴ ταῦτα τῆς φύσεως εἶναι τοῦ ἵππου, ἀλλὰ τῆς διδαχῆς, ἴστω μὴ ἄλλως τοὺς ἀνθρώπους δύνασθαι διδάσκειν, εἰ μὴ τὸ ζῷον ἐπιτηδείως ἔχον εἰς τοῦτο ὑπὸ θεοῦ κατεσκεύαστο, ἐπεὶ μηδὲ ἄνθρωποι διδασκόμεθά τι μὴ ἐπιτηδείως ἔχοντες πρὸς τὰ μαθήματα. ἐνδείκνυται οὖν ὁ θεὸς διὰ τῶν μικρῶν τούτων τὴν ἄφατον ἑαυτοῦ σοφίαν, ὡς ἂν διδαχθῶμεν τὰ μεγάλα καὶ ὑπέρογκα καὶ ἀπόκρυφα μὴ πολυπραγμονεῖν. 39, 26 ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος καθορῶν τὰ πρὸς νότον; ἡ δὲ σὴ σύνεσις καὶ ἐπιστήμη τὸν ἱέρακα ἐξεπαίδευσεν ἁπλώσαντα τὸ πτερὸν ἀκίνητον τῷ ἀέρι φέρεσθαι; λέγεται δὲ ὁ ἱέραξ ἐπὶ τὰ νότια μέρη ἁπλοῦν τὸ πτερὸν καὶ ὥσπερ ὄρθιος ἵστασθαι ἐν τῷ ἀέρι καὶ ἀποσκοπεῖν τὸ θήραμα καὶ οὕτως αὐτοῦ καθίπτασθαι. φασὶ δὲ τοῦτο τὸ πτηνὸν δύνασθαι στρέφεσθαι καὶ ὁρᾶν τὰ ὀπίσθια αὐτοῦ. 39, 27 ἐπὶ δὲ τῷ σῷ προστάγματι ὑψοῦται ἀετός; τὴν δὲ ὑψιπετῆ πτῆσιν σὺ τῷ ἀετῷ προσέταξας ἔχειν; 39, 2730 γὺψ δὲ ἐπὶ νοσσιᾶς ἑαυτοῦ καθεσθεὶς αὐλίζεται, ἐπ' ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ· ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσιν· νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι, οὐδ' ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται. ἀπὸ κοινοῦ τὸ ἐπὶ δὲ τῷ σῷ προστάγματι· εἰς ἀκροτόμων ὁ γὺψ καθεζόμενος πετρῶν ἐξοχὰς ἀκραιφνεῖς ἔχων τὰς αἰσθή 353 σεις συναισθάνεται, ποῦ τεθνηκότα σώματα, ἵνα τροφὴν ἑαυτῷ πορίσηται· σὺ δὲ τοὺς αὐτοῦ νεοττοὺς ἐδίδαξας ἔτι μικροὺς ὄντας σαρκοβορεῖν καὶ αἱμάτων ἐρᾶν; κατὰ μὲν οὖν τὸ ῥητὸν ταῦτα. διαγράφει δὲ ὁ λόγος κατὰ τὴν ἀλληγορίαν γύπα τὸν ἀκάθαρτον καὶ φιλόσαρκον ἄνθρωπον καὶ ὀκνηρὸν πρὸς ἀρετήν· γύψ, γάρ φησιν, ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται, τοῦ δὲ θεωρηθέντος ὀκνηροῦ καὶ ἀκαθάρτου πόρρωθεν οἱ ὀφθαλμοὶ σκοπεύουσιν· ἐῶν γὰρ τὰ ἐγγὺς καὶ τοῖς παροῦσι καθ' ἡδονὴν χρώμενος καὶ ὑπερτιθέμενος τὸ τὴν ἀρετὴν ἐργάζεσθαι τὰ πνευματικὰ ὕστερον ὑπάρξαι ἑαυτῷ φαντάζεται. εἰσὶ γὰρ ἄνθρωποι λέγοντες· τέως ἀπολαύω καὶ μετὰ ταῦτα σωφρονῶ καὶ ἐλεῶ καὶ νηστεύω. οἱ δὲ νεοσσοὶ τοῦ τοιοῦδετουτέστιν· οἱ τρόποιἀεὶ τοῖς νεκροῖς καὶ ἀκαθάρτοις ἐφιζάνουσι πράγμασιν. 40, 1 καὶ ἀπεκρίθη ὁ θεὸς τῷ Ἰὼβ καὶ εἶπεν·
Unit 27 rem mid§u27-rem-mid
u27-rem-midRem mid: Unit 27; lemma continues; reading with the letter.
Greek · §u27-rem-mid
μὴ κρίσιν μετὰ ἱκανοῦ κρινεῖς; ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν. οἱ μὲν πρῶτοι λόγοι θεοῦ σοφίαν καὶ δύναμιν παρίστων τῷ Ἰώβ, νῦν δὲ πρὸς αὐτὸν στρέφει τὸν λόγον καί φησιν· μὴ κρίσιν μετὰ ἱκανοῦ κρινεῖς; ἀντὶ τοῦ· μὴ μετ' ἐμοῦ ταῦτα 111 διακρινεῖς; μὴ οἶσθα, πῶς γίνονται; μὴ τούτων ἔχεις τοὺς λόγους; ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν, τουτέστιν· εἰ νομίζεις δύνασθαί με ἐλέγχειν ὡς οὐκ εὖ εἰρηκότα, ἀποκρίθητι τὴν κρίσιν, ἣν προέτεινά σοι, τουτέστιν· ὧν εἶπον, τούτων τὴν θαυματουργίαν ἀποκρίθητι. λέγει δὲ ταῦτα οὐχ ὡς ἀγνοῶν τοῦ Ἰὼβ τὴν εὐσεβῆ γνώμην, ἀλλὰ τοῖς φίλοις δεῖξαι βουλόμενος, οἷος ἦν τὰ πρὸς θεόν, δι' ὧν ἀνταποκρίνεται. 354 ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΕΒ∆ΟΜΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ κυρίῳ· τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων {τὸν} κύριον, ἀκούων τοιαῦτα οὐδὲν ὤν; Προθεωρία τοῦ κεφαλαίου ὁ φιλόθεος καὶ τῶν οἰκείων μέτρων ἐπιστήμων Ἰὼβ θείας ἀδοκήτως φωνῆς ἀκροασάμενος προσκαλουμένης αὐτὸν εἰς ὁμιλίαν καὶ τῶν λεγομένων ἔλεγχον περιχαρὴς μὲν γέγονεν, ὡς εἰκός, ὁμολογεῖ δὲ ἐκ προοιμίων τὴν οἰκείαν ἀσθένειαν καὶ δίδωσι θεῷ τὰ νικητήρια. πρὸς γὰρ θεοῦ σοφίαν, φησίν, οὐδὲν ἕτερον δεῖ ποιεῖν ἢ τῇ σιωπῇ δεικνύναι τὸ θαῦμα καὶ τῷ ἀρρήτῳ θαυμάζειν τὸ ἀκατάληπτον. Αἱ λέξεισ 40, 4 τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων κύριον, ἀκούων τοιαῦτα οὐδὲν ὤν; εἰς τί ἐγὼ κρίνομαι, δέσποτα, εἰς τί ἐγὼ ταῦτα ἀκούω καὶ νουθετοῦμαι ὡς μέλλων ἐλέγχειν θεόν, ὁ μηδεὶς ὢν καὶ μηδὲ λόγου τινὸς ἄξιος; 355 40, 4 ἐγὼ δὲ τίνα ἀπόκρισιν δώσω πρὸς ταῦτα; χεῖρα θήσω ἐπὶ στόματί μου. ἐγὼ δὲ τί πρὸς τὰ εἰρημένα φθέγξομαι; ἄμεινον κρίνω τῇ σιωπῇ τὴν ἀκατάληπτόν σου θαυμάζειν σοφίαν. ταῦτα καὶ τῷ Ἰὼβ πρέποντα ῥήματα καὶ ἡμῖν εἰς διδασκαλίαν ὠφέλιμα πρὸς τὸ μὴ χρῆναι τοῖς θείοις ἀντιφθέγγεσθαι λόγοις μηδὲ πολυπραγμονεῖν τὰ ὑπὸ θεοῦ λεγόμενα, ἀλλὰ τῇ πίστει συγκατατίθεσθαι καὶ τῇ σιωπῇ θαυμάζειν τὴν ἄρρητον τοῦ θεοῦ σοφίαν. 40, 5 ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. ἐλάλουν, φησίν, ὅτε πρὸς ἀνθρώπους ἦν ἡ διάλεξις, ὅτε κατεδικαζόμην ὡς ἁμαρτίας ἐκτίνων δίκας, πρὸς δὲ τὰ δεύτερα, τουτέστι τὰ περὶ θεοῦ σοφίας τε καὶ δυνάμεως, οὐδέν ἐστι προσθεῖναι, οὐ φθέγγεσθαι, οὐκ ἀντειπεῖν. 356 ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΟΓ∆ΟΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἶπε τῷ Ἰὼβ ἐκ τοῦ νέφους· μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου· ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Προθεωρία τοῦ κεφαλαίου ὑπερβολὴ φιλανθρωπίας κἀνταῦθα τοῦ θεοῦ δείκνυται. ἁγιοπρεπῶς γὰρ τοῦ Ἰὼβ τὴν πρὸς θεὸν ἀναδυομένου διάλεξιν καὶ τὸ μηδὲν εἶναι ὁμολογοῦντος ὁ φιλάνθρωπος θεὸς καὶ φιλοδίκαιος πράως ὁμοῦ καὶ φιλικῶς φησι πρὸς αὐτόν· μὴ σιωπήσῃς, ἀλλὰ λάλει. οὐ γὰρ δι' ἄλλο τί σοι κεχρημάτικα, ἀλλ' ἵνα τὴν σὴν δημοσιεύσω δικαιοσύνην. πάλιν δὲ ἐκ τῆς πρὸς τὸν δίκαιον διαλέξεως ἡμᾶς τὴν ἑαυτοῦ δύναμιν καὶ ὑπεροχὴν ὁ θεὸς ἐκδιδάσκει. καὶ περὶ θηρίων διαλεγόμενος εἰσάγει καὶ τὸν περὶ τοῦ δράκοντος λόγον, ὃν δή τινες μὲν ζῷον εἶναι καθ' ἱστορίαν ὑπειλήφασιν ὑπερφερὲς ἰσχύι καὶ μεγέθει, ἕτεροι δὲ τοῦτον ἔφασαν εἶναι τὸν λευιαθὰν τὸν τῷ διαβόλῳ τὴν ἀρχὴν ὑπηρετησάμενον καὶ τὴν Εὕαν ἐξαπατήσανταλευιαθὰν δὲ οἱ Ἑβραῖοι τὰ μεγάλα κήτη προσαγορεύουσιν, οἱ δὲ πλείονες τῶν ἐν ἐκκλησίᾳ διαλαμψάντων ἐν οἰκείαις ἐξηγήσεσι καὶ λογογραφίαις εἰς τὸν διάβολον ἀλληγορικῶς ἀνήνεγκαν τὰ ἀναγεγραμμένα. ἐγὼ δέ, εἰ μὲν καὶ ζῷόν ἐστι τοιοῦτον, οὐκ ἔχω λέγειν· οὔτε γὰρ αὐτὸς εἶδον, οὔτε ἑτέρων ἱστορησάντων ἤκουσα. ὅτι δὲ εἰς τὸν ἀποστάτην δράκοντα, 357 τὸν νοῦν τὸν μέγαν τῶν Ἀσσυρίων, τουτέστι τὸν Σατανᾶν, καλῶς ἀναφέρεται τὰ γεγραμμένα καὶ τῇ θείᾳ ῥήσει πρέπουσα ἡ τοιαύτη θεωρία, σφόδρα συντίθεμαι. τίνι γὰρ ἔπρεπεν ἢ μόνῳ τῷ θεῷ τοῦ ἀρχεκάκου δράκοντος διαγράψαι ὡς ἐν σωματοποιίᾳ τήν τε κακίαν καὶ ἰταμότητα, ἵνα τῷ δέει τοῦ θηρίου βαλλόμενοι πρὸς τὸν αὐτὸν χειρωσάμενον καταφύγωμεν κύριον; ὅτι δὲ πολλάκις ἡ γραφὴ ὡς περὶ σωματικῶν διαλεγομένη ἐπὶ νοητὰ ἡμᾶς παραπέμπει πράγματα διὰ τὸ μὴ προδήλως, ἀλλὰ μετ' ἐπικρύψεως τὰ μυστηριώδη διαλέγεσθαι, παντί που πρόδηλον τῷ καὶ κατὰ βραχὺ τῇ διανοίᾳ τῆς
Unit 27 rem close§u27-rem-close
u27-rem-closeRem CLOSEOUT: Unit 27 CLOSEOUT.
Greek · §u27-rem-close
θεοπνεύστου γραφῆς ἐπιστήσαντι, ὅπουγε τὸ Ἆισμα τῶν ᾀσμάτων σωματικὰ μὲν 112 διαλέγεται πάντα, μυστικὴ δέ ἐστιν ἡ βίβλος καὶ ὅλη πρὸς ἀλληγορίαν βλέπει. εἰ μὲν οὖν ἔστι τι καὶ τοιοῦτον θηρίον καθ' ἱστορίαν, οὔπω μὲν πείθομαι, πλὴν οὐ φιλονεικῶ. ὅτι δὲ τὸν διάβολον αἰνίττεται ἡ γραφή, πολλοῖς ἁγίοις ἀνδράσι καὶ ἐν ἐκκλησίᾳ διαπρέψασιν ἔδοξεν. διὸ κατὰ ταύτην τὴν ἔννοιαν τὴν περὶ τούτου λέξιν ἑρμηνεῦσαι πειρασώμεθα. Αἱ λέξεισ 40, 7 μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. μὴ σιωπήσῃς, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, τουτέστιν· ἀνάλαβε σαυτόν, ἄνδρισαι, ἀπόσεισαι τὴν ἀθυμίαν. πρὸς δὲ διάνοιαν ζώννυται τὴν ὀσφὺν ὁ σώφρων διὰ τὸ τὰ σπέρματα ἐν τῇ ὀσφύι εἶναι λέγεσθαι· διὸ καὶ Λευὶ ἐλέγετο ἐν τῇ ὀσφύι τοῦ πατρὸς εἶναι, ὅτε τὰς δεκάτας προσήνεγκε τῷ Μελχισεδὲκ ὁ Ἀβραάμ. ζώννυται δὲ τὴν ὀσφὺν ὡς ἀνὴρ ὁ ἀληθείᾳ δογμάτων τὴν ὀσφὺν περιεζωσ 358 μένος, ὁ μετὰ σωφροσύνης καὶ ὀρθοδόξοις πλουτῶν δόγμασιν, ὁ καταργήσας τὰ τοῦ νηπίου καὶ γενόμενος ἀνὴρ ἐν τῇ γνώσει δεξάμενος αὔξησιν. ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι· ἐννοήσας, τίς ὁ τὴν ἐρώτησιν ποιούμενος, οὕτως ἀποκρίνου. 40, 8 ἢ ἀποποιῇ μου τὸ κρίμα; μὴ παραιτοῦ δικάσασθαι μηδὲ ἔκφευγε τὴν ἐμὴν κρίσιν. 40, 8 οἴει δὲ μὴ ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος; θέλω, φησίν, ἵνα παραθῇ τὰ σὰ δίκαια. ἐπειδὴ γὰρ ὁ Ἰὼβ ἐπόθει ἐπὶ θεοῦ λέγειν τὰ προσόντα θαρρῶν τῇ αὐτοῦ δικαιοκρισίᾳ καὶ ἔλεγεν ὅτι· θεοῦ κρίνοντος οἶδα ὅτι ἀναφανοῦμαι δίκαιος, τούτων αὐτὸν εἰς ἔννοιαν ὁ θεὸς ἄγει, δίκασαι, λέγων, κρίθητι παρ' ἐμοί, καλῶς ἐπίστευες, καλῶς ἤλπιζες ἀναφανήσεσθαι δίκαιος· καὶ γὰρ διὰ τοῦτο συνεχώρησα τοὺς πειρασμούς, ἵνα ἐπὶ τέλει χρηματίσω σοι καὶ πάσαις δημοσιεύσω ταῖς γενεαῖς τὴν σὴν δικαιοσύνην. ὅρα δέ, ὡς οὐκ εἶπεν· ἵνα γένῃ δίκαιοςἦν γὰρ ἀκριβῶς τὴν δικαιοσύνην ἀσκήσας, ἀλλ' ἵνα ἀναφανῇς, τουτέστιν· ἵνα δημοσιευθῇ τὰ κατὰ σὲ εἴς τε σὴν εὔκλειαν καὶ τῆς οἰκουμένης ὠφέλειαν. 40, 9 ἢ βραχίων σοί ἐστι κατὰ τοῦ κυρίου ἢ φωνῇ κατ' αὐτὸν βροντᾷς; ἐνταῦθα θεὸς τὴν ἑαυτοῦ δύναμιν ἐνδείκνυται τῷ Ἰὼβ δύο τούτων αἰτιῶν χάριν. συνεχώρησά σε, γάρ φησιν, πληγῆναι οὐχ ὡς πολεμῶν 359 σοι οὐδὲ ὡς ὀργιζόμενος, ἀλλ' ἵνα ἀναφανῇς δίκαιος· ἐπεὶ ποία σοί ἐστιν ἰσχύς, ἵνα καὶ εἰς πόλεμον ἀντικαταστῶ σοι; καὶ ἄλλως δέ· ἐπειδὴ εἶπεν αὐτῷ ὁ θεός· διὰ τοῦτό σοι κεχρημάτικα, ἵνα ἀναφανῇς δίκαιος, ἵνα μὴ ἐντεῦθεν μέγα φρονήσῃ, εὐθὺς αὐτῷ τὴν οἰκείαν ἐνδείκνυται δύναμιν καταστέλλων τὴν ὡς τὰ πολλὰ παρεπομένην τοῖς κατορθοῦσιν ὑπεροψίαν, εἰ δὲ καὶ ὁ μακάριος Ἰὼβ τοῦτο οὐκ ἂν ἔπαθεν. ἀλλ' ἐπειδὴ κοινωφελεῖς εἰσιν οἱ λόγοι, ἡμᾶς ἀεὶ καταστέλλεσθαι προσήκει, κἂν εἰς τὸ ἀκρότατον ὕψος τῆς ἀρετῆς φθάσωμεν, τοῦ θεοῦ τὴν ἄφατον ἐνθυμουμένους μεγαλειότητα. μὴ ἔστι σοι, φησίν, τοιγαροῦν δύναμις ὥστε ἀντιτάξασθαι θεῷ, ἢ δύνῃ βροντῆσαι κατ' αὐτόν; 40, 10 ἀνάλαβε δὲ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίασαι. ἃ δὴ κατὰ φύσιν ὑπάρχει τῷ θεῷ. 40, 1112 ἀπόστειλον δὲ ἀγγέλους ἐν ὀργῇ· πᾶν δὲ ὑβριστὴν ταπείνωσον, ὑπερήφανον δὲ σβέσον. χρῆσαι δὲ τοῖς ἀγγέλοις, εἰ δύνῃ, εἰς τιμωρίαν τῶν ὑβριστῶν καὶ ὑπερηφάνων. 40, 1213 ἀσεβεῖς δὲ παραχρῆμα κρύψον, σῆψον δὲ ὁμοθυμαδὸν εἰς γῆν ἔξω. ἔργασαι δὲ τοὺς ἀσεβεῖς ἀφανεῖς καὶ εἰς τὰ κατώτατα τῆς γῆς καὶ εἰς τὸ ἐξώτερον ἔκπεμψον σκότος σήπεσθαιἀντὶ τοῦ τιμωρεῖσθαιαὐτοὺς παρασκευάζων· τὸ δὲ παραχρῆμα ἀντὶ τοῦ· ἀκωλύτως, ὅτε ἂν βουληθῇς. 360 40, 13 τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας πλήρωσον. {κρύψον δὲ εἰς γῆν ὁμοθυμαδὸν μετὰ τῶν ἀσεβῶν.} πρόσωπα νόει μοι καὶ τὰ τῶν δαιμόνων, δι' ὧν πάλαι τοὺς ἀνθρώπους ἠπάτων. 40, 14 ὁμολογήσω ἄρα, ὅτι δύναται ἡ δεξιά σου. ἐὰν ταῦτα δυνατὸς ἦς ἀπεργάσασθαι, ἕξεις με συνομολογοῦντα τῇ σῇ δυνάμει. 40, 15 ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοὶ χόρτον ἴσα βουσὶν ἐσθίει. ἐντεῦθεν τὸν περὶ τῶν νοητῶν θηρίων εἰσάγει λόγον καὶ αὐτοῦ τοῦ Σατανᾶ ἰδοὺ δή, οὖν φησιν, θηρία εἰσὶ παρὰ σοὶ ἄγρια καὶ ἀνήμερα, ἅτινα τῇ ἐμῇ ἰσχύι κρατοῦνται καὶ χαλινοῦνται ὡς οἱ βοῦς οἱ τὸν χόρτον ἐσθίοντες. εἰ μὴ γὰρ θεὸς ἐχαλίνου αὐτῶν τὴν ἀγριότητα, ἄρα 113
Commentarii in Job Unit 28 opening§u28-open
u28-openUnit 28.
Lemma-led open — ζῶντας ἂν κατέπιον ἡμᾶς κατὰ τὴν τοῦ μεγαλογράφου φωνήν. χόρτον δὲ ἐσθίειν λέγονται διὰ τὸ
Greek · §u28-open
ζῶντας ἂν κατέπιον ἡμᾶς κατὰ τὴν τοῦ μεγαλογράφου φωνήν. χόρτον δὲ ἐσθίειν λέγονται διὰ τὸ τοῖς φθαρτοῖς καὶ προσκαίροις τοῦδε τοῦ βίου ἐνηδύνεσθαι καὶ διὰ τούτων τοὺς ἀνθρώπους ἐξαπατᾶν, ἅτινα ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. 40, 16 ἰδοὺ δὴ ἡ ἰσχὺς αὐτοῦ ἐπ' ὀσφύι. τοῦ θηρίου, φησίν, ἡ δύναμις ἐν τῇ πορνείᾳ· τὸ πρόσωπον δὲ σωματοποιῶν τοῦ Σατανᾶ ἐκ τῶν δυνάμεων αὐτοῦ διαγράφει τοῦτον· ἐπειδὴ οὖν ἐν τῇ ὀσφύι τὰ σπέρματα, ἐν τῇ πορνείᾳ, φησίν, ἡ ἰσχὺς αὐτοῦ. 40, 16 ἡ δὲ δύναμις αὐτοῦ ἐπ' ὀμφαλοῦ γαστρός. ὅτι ἀπὸ πορνείας ἡ γυνὴ κατὰ γαστρὸς φέρει, καὶ ὅτι εἰς γα 361 στριμαργίαν ἐκμαίνει. ἤκουσα δὲ καὶ ἄλλου τινὸς ἐξηγουμένου· ὁ ὀμφαλός, φησίν, ἐν μέσῳ κεῖται τοῦ παντὸς σώματος· ἐν μέσῳ οὖν αὐτοῦ πέπηκται ἡ ἰσχὺς αὐτοῦ, καὶ ἀκλινής ἐστι πανταχόθεν μόνον κακὸς ὢν καὶ μηδέποτε ῥέπων εἰς ἀγαθόν. 40, 17 ἔστησεν οὐρὰν ὡς κυπάρισσον. οὐρὰ τὸ τέλος, κυπάρισσος δὲ ξύλον ἰταμόν. ἐπιμένει, οὖν φησιν, μέχρι τέλους ἰταμευόμενος. καὶ ἄλλως δὲ οἱ διάκονοι αὐτοῦ οὐρὰ καλοῦνται. εἴρηται γὰρ ἐν τῷ Νόμῳ· ἔσῃ οὖν εἰς οὐρὰν καὶ οὐκ εἰς κεφαλήν. καὶ αὐτοὶ οὖν οὗτοι ἑπόμενοι αὐτῷ μετασχηματίζονται εἰς ἀγγέλους φωτός· οἱ γὰρ ἅγιοι κυπάρισσοι λέγονται διὰ τὸ εὐῶδες ὡς ἐν τῷ Ἄισματι· φατνώματα ἡμῶν κυπάρισσοι. προσποιεῖται οὖν ἡ οὐραγία τοῦ Σατανᾶ εἶναι κυπάρισσος οὐκ οὖσα. 40, 17 τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται. νεῦρα αὐτοῦ ἡ πανουργία αὐτοῦ· συμπλοκῆς γέμει καὶ δυσδιάλυτός ἐστιν. εἰσὶ δὲ καί τινες ἄνθρωποι ὥσπερ μέλη ὄντες τοῦ Σατανᾶ καὶ νεῦρα αὐτοῦ συμπεπλεγμένα. ὁ τοὺς τούτων τῶν ἀνθρώπων δόλους διαλύων ἐπλήρωσε τὰ τοῦ Ἠσαίου λέγοντος· λύε πάντα σύνδεσμον ἀδικίας καὶ διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων. 40, 18 αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι. 362 πλευραὶ οἱ δόλοι, αἱ πανουργίαι, αἱ μηχαναί, ὅτι πλάγιαί εἰσιν αἱ πλευραὶ ὥσπερ αὐτοῦ τὰ νοήματα σκολιὰ καὶ πλάγια. καὶ ἄλλως δέ, ὥσπερ ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ ἡ γυνὴ γέγονε καὶ ἐθεώρησεν αὐτὴν ὁ μυσταγωγὸς ἀπόστολος εἰς τὴν ἐκκλησίαν εἰρηκώς· τὸ μυστήριον τοῦτο μέγα ἐστιν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν, οὕτω πλευραὶ νοοῦνται τοῦ Σατανᾶ αἱ πάντων τῶν αἱρετικῶν συναγωγαί. χάλκειαι δὲ ἢ διὰ τὸ ἰταμῶς ἀνθίστασθαι τῇ ἀληθείᾳ, ἢ ἐπειδήπερ ὁ χαλκὸς στίλβων ἔοικε τῷ χρυσῷ, νοῦς δὲ ὁ χρυσὸς θεωρεῖται. δοκοῦσι δὲ καὶ οἱ αἱρετικοὶ ἔχειν τινὰ νοῦν, ἀλλ' οὐκ ἀληθινὸν οὐδὲ νοῦν κυρίου, γνῶσιν δὲ μᾶλλον ψευδώνυμον. 40, 18 ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός. τὰ ἀπορρινήματα τοῦ σιδήρου χωνευόμενα γίνονται σκεῦος ἀήττητον. ἔστι δὲ ἡ ῥάχις σύνδεσμος πάντων τῶν μελῶν. σημαίνεται τοίνυν διὰ ταύτης τὸ περιεκτικὸν πάντων τῶν παθῶν, ἐξ ἧς τὰ πάντα φύονται. καὶ ἄλλως δέ, ἐπειδήπερ τὰ ζῷα ἐπὶ τοῦ νώτου ἀχθοφοροῦσιν, τὸ ἰσχυρὸν αὐτοῦ διὰ τῆς ῥάχεως ἐσήμανεν. ὥσπερ δὲ μέλη Χριστοῦ λέγονται οἱ τοιοίδε τῆς ἐκκλησίας ἄνδρες κατὰ τὴν ἑκάστου ἀναλογίαν, καὶ ὁ μέν τίς ἐστιν ὀφθαλμός, ὁ δὲ ποὺς καὶ τὰ λοιπά, οὕτω καὶ οἱ τὰ τοῦ Σατανᾶ πράττοντες ἀναλόγως τῇ ἑαυτῶν πανουργίᾳ μέ 363 λη νοοῦνται τοῦ δράκοντος. 40, 19 τοῦτό ἐστιν ἀρχὴ πλάσματος κυρίου. οἱ μέν φασιν, ὅτι πρῶτον τοῦτον ἔκτισεν ὁ θεός· οἱ δὲ φεύγοντες εἰπεῖν, ὅτι τὸ πρῶτον ποίημα τοῦ θεοῦ τὴν τροπὴν ὑπέμεινεν, φασίν, ὅτι οὐ πρῶτος μὲν γέγονεν, τὴν πρώτην δὲ ἀρχὴν παρ' ἀγγέλοις εἶχεν εἷς τῶν πρώτων ἀρχόντων τυγχάνων κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον· καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε, καὶ ἐξώσθη ὡς χεῖρας ἀντάρας τῷ θεῷ. ἄλλοι δὲ λέγουσι πλάσμα εἶναι θεοῦ τὸν ἄνθρωπον, ἄρχειν δὲ τῶν ἀνθρώπων ὑπὸ τοῦ θεοῦ τετάχθαι τὸν διάβολον, μὴ εἰς δέον δὲ χρησάμενον τῇ ἀρχῇ αὐτόν τε ἀποστῆναι θεοῦ καὶ τοὺς ἀνθρώπους πεῖσαι τὸ αὐτὸ τοῦτο ποιεῖν· καὶ συγκέχρηνται τῷ ἀποστόλῳ λέγοντι· κατὰ τὸν ἄρχοντα τοῦ
Unit 28 rem early§u28-rem-early
u28-rem-earlyRem early: Unit 28; lemma and argument toward the thesis.
Greek · §u28-rem-early
ἀέρος τούτου. ἕτεροι δὲ λέγουσι μὴ ὑπὸ θεοῦ αὐτὸν τῶν ἀνθρώπων τὴν ἡγεμονία εἰληφέναι, ἀλλὰ τοὺς ἀνθρώπους προαιρετικῶς διὰ τὰ πάθη καὶ τὰς ἡδονὰς ἑαυτοὺς ὑπαγαγεῖν τῷ τυραννικῷ τοῦ διαβόλου ζυγῷ, ὃ δή, φη 114 μί, καὶ κάλλιον. ἀρχή, φασίν, τοῦ πλάσματος τοῦ κυρίου, τουτέστιν· τῶν ἀνθρώπων ἑκοντὶ τοῦτο παθεῖν ἑλομένων. ἄλλοι δὲ τὸ πλάσματος ἀντὶ τοῦ πλανήματος ἐνόησαν, ὅτι, φασίν, ἐνανθρωπήσας ὁ κύριος ἐπλάνησεν αὐτόν, καὶ ποιήσας αὐτὸν ἐπελθεῖν αὐτῷ ἔδησεν αὐτὸν διὰ τοῦ σταυροῦ. οἱ δὲ προϋπεῖναι τὰς ψυχὰς τοῦ σώματος δοξάζοντες, οἱ μυθολογοῦντες, ὅτι σωμάτων ἐρασθεῖσαι αἱ ψυχαὶ σώματα ἐνεδύσαντο, φασίν, 364 ὅτι αὐτὸς πρὸ πάντων γηίνων πραγμάτων ἐπεθύμησε καὶ ἐπλάσθη καὶ ἐγένετο δράκων. οἱ δὲ λέγοντες εἶναι καθ' ἱστορίαν τοῦτον ζῷον, τὸν δράκοντα, εἶπον, ὅτι πρὸ πάντων ἐναλίων αὐτὸς ἐγένετο καὶ διὰ τοῦτο λέγεται ἀρχὴ πλάσματος κυρίου τῶν ἐν τῇ θαλάσσῃ δηλονότι γενομένων. 40, 19 πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ. ἐπειδὴ γὰρ ἀπέστη θεοῦ, καὶ ὑπὸ τῶν ἁγίων ἀγγέλων ἐγκαταπαίζεται καὶ ὑπὸ τῶν ἰσαγγέλων ἀνθρώπων, τῶν εἰληφότων ἐξουσίαν παρὰ τοῦ σωτῆρος πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. 40, ἐπελθὼν δὲ ἐπ' ὄρος ἀκρότομον ἐποίησε χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ. ὄρος ἀκρότομον τὸν ἐνανθρωπήσαντα λόγον φησίν. ὅτε γὰρ ἐπῆλθεν αὐτῷ καὶ παρεσκεύασε σταυρωθῆναι, ἐχάρησαν οἱ τοῦ ταρτάρου ἄξιοι ἀνόητοι δαίμονες καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, καὶ μέχρι νῦν γελοιάζουσι καὶ χλευάζουσι τὸν σταυρόν. 40, 21 ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται. ἢ ὑπὸ πᾶν εἶδος ἀνθρώπων, ὅτι καὶ κατὰ δικαίων ἐπιχειρεῖ, ἢ ὑπὸ τὰ δένδρα τὰ τῷ ταρτάρῳ τετηρημένα, περὶ ὧν γέγραπται· δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα. κοιμᾶται δὲ ἀντὶ τοῦ αὐλίζεται, ἐπαναπαύεται. 40, 21 παρὰ κάλαμον καὶ πάπυρον καὶ βούτομον. 365 ταῦτα ὕλη καὶ τροφὴ πυρὸς τυγχάνουσιν. αὐλίζεται οὖν μάλιστα παρὰ τοῖς ἀξίοις τοῦ πυρός. 40, 22 σκιάζονται δὲ αὐτῷ δένδρα μεγάλα σὺν ὀροδάμνοις. ἢ τοῦτο λέγει, ὅτι συνδιαιτῶνται αὐτῷ μεγάλοι τινὲς δαίμονες καὶ ὑποβεβηκότες τῇ κακίᾳ, ἢ ὅτι καὶ μικροὺς καὶ μεγάλους ἄνδρας ὑπέρχεται πάντας ὁμοίως ὑποτρέχων. ὀρόδαμνοι γὰρ οἱ κλῶνες, αἱ παραφυάδες. λέγει οὖν, ὅτι ὡς ὑπὸ σκιᾶς δένδρων καὶ παρὰ τούτοις ἐπαναπαύεται. 40, 22 καὶ κλῶνες ἄγνου. ἐπειδὴ πολλοὶ πολλάκις καὶ ἁγνείαν ἀσκήσαντες τῆς αὐτοῦ μερίδος γεγόνασιν, ὡς αἱ μωραὶ παρθένοι. εἰσὶ δὲ καὶ αἱρετικοὶ πολλάκις τὴν ἄκραν ἁγνείαν μετερχόμενοι. 40, 23 ἐὰν γένηται πλημμύρα, οὐ μὴ αἰσθηθῇ. ἀντὶ τοῦ· ἐὰν γένηται πλῆθος γνώσεωςτουτέστιν· κἂν ἡ σύμπασα οἰκουμένη ἐπιγνῷ τὸν θεόν, αὐτὸς μενεῖ ἐν τῇ πονηρίᾳ· καὶ τῆς εὐαγγελικῆς διδασκαλίας δίκην ποταμίων ὑδάτων εὐφρανάσης τὴν οἰκουμένην ὁ ποταμὸς γὰρ τοῦ θεοῦ ἐπληρώθη ὑδάτων, φησὶν ὁ ψαλμῳδόςαὐτὸς εἰς συναίσθησιν οὐκ ἦλθεν οὐδὲ κάλλιον αὐτῷ γέγονεν. 40, 23 πέποιθεν, ὅτι προσκρούσει ὁ Ἰορδάνης εἰς τὸ στόμα αὐτοῦ. πέποιθε τῇ ἑαυτοῦ συκοφαντίᾳ καὶ διασύρει τὸ θεῖον χάρισμα κατευτελίζων αὐτὸ λόγοις χλευαστικοῖς. 366 τοῦτο δὲ ἔστιν ἀκοῦσαι καὶ τῶν ὑπ' αὐτοῦ ἐνεργουμένων Ἑλλήνων τε καὶ Ἰουδαίων καὶ τῶν ἀνόμων Μανιχαίων οὐ προσδεχομένων τὴν διὰ τοῦ Ἰορδάνου ἀπολύτρωσιν. οὐ γὰρ βαπτίζονται Μανιχαῖοι ἀνάξιοι τυγχάνοντες. 40, 24 ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν. ὡς γὰρ τὴν κατάληψιν αὐτοῦ ἐπιστάμενος δέχεται καὶ συκοφαντεῖ τὴν δωρεάν. καὶ ἄλλως δέ· ἐπειδὴ σφόδρα κατανοεῖ τοῖς τῇ χάριτι προσελθοῦσι καὶ κατ' αὐτῶν μάλιστα μέμηνεν, ἐν τῷ ὀφθαλμῷ αὐτοῦ, λέγεται πολεμεῖν αὐτούς. 40, 24 ἐνσκολιευόμενος τρήσει ῥῖνα. ὁρμήσας καὶ ἐγκρούσας εἰς τὸν σταυρὸν ἐπλήγη τὴν ῥῖνα. δρακοντοειδῆ γὰρ ὁ λόγος αὐτὸν ὑποτιθέμενος τῇ κεφαλῇ πολεμοῦντα δείκνυσιν. τῇ γὰρ ὅλῃ ἑαυτοῦ δυνάμει ἐπῆλθεν ἡμῶν τῷ σωτῆρι, καὶ ἡ ἄμαχος αὐτοῦ δύναμις τὰς μύλας τῶν λεόντων συνέθλασεν, αὐτοῦ δὲ δηλονότι καὶ τῶν ὑπ' αὐτῷ τεταγμένων, ὥστε καὶ ἡ ῥὶν καὶ οἱ ὀδόντες καὶ ὅλον τὸ πρόσωπον τοῦ δράκοντος συνετρίβη. 40, 25 ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ; δύνῃ δέ, φησίν, Ἰώβ, ποιῆσαι, ὅπερ ὁ μονογενὴς ὕστερον εἰργάσατο; ὥσπερ γάρ τι δέλεαρ αὐτῷ τὴν οἰκείαν σάρκα προβαλλόμενος
Unit 28 rem mid§u28-rem-mid
u28-rem-midRem mid: Unit 28; lemma continues; reading with the letter.
Greek · §u28-rem-mid
διὰ τῶν οἰκείων ἥλων ὡς δι' ἀγκίστρων ἰχθὺν ἤγρευσεν. 367 40, 2526 περιθήσεις δὲ 115 φορβαίαν περὶ ῥῖνα αὐτοῦ; ἢ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ, ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ; ψελίῳ δὲ ἀντὶ τοῦ περιοχῇ. ὡσπεροῦν ψελίῳ καὶ περιοχῇ ἔδησε τὸ στόμα αὐτοῦ, ἐφ' ᾧ μηκέτι μεγαλαυχεῖν. καθηλούμενος δὲ ἧλος καὶ στρογγυλούμενος κρίκος γίνεται· καὶ τὸν μυκτῆρα οὖν αὐτοῦ κρίκῳ ἔδησεν ὡς ταύρου γαυρίαμα ἀφαιρούμενος, καὶ φορβαίαν αὐτῷ περιέθηκε καταπαίζεσθαι παρεχόμενος. 40, 27 λαλήσει δέ σοι δεήσει, ἱκετηρίᾳ μαλακῶς; τοῦτο γὰρ εἶπε διὰ τὸ παρακαλεῖν τοὺς δαίμονας τὸν κύριον μὴ βαλεῖν αὐτοὺς εἰς τὴν ἄβυσσον. 40, 28 θήσεται δὲ μετὰ σοῦ διαθήκην; ἢ τοῦτο λέγει διὰ τὸ εἰρηκέναι αὐτὸν τῷ κυρίῳ· ταῦτά σοι πάντα δώσω, ἢ ὅτι· δύνασαι οὕτως ὑποτάξαι αὐτὸν ὡς αἱρεῖσθαι μηκέτι σοι πολεμεῖν; 40, 28 λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον; ὁ δοῦλος ἢ προαιρετικῶς γίνεται δοῦλος, ὡς ὁ δουλεύειν θεῷ προαιρούμενος· ἢ ἀναγκαστικῶς αἰχμαλωτιζόμενος καὶ καταδεσμούμενος, ὃ δὴ πέπονθεν ὁ διάβολος. 40, 29 παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ, ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ; δήσας τὸν ἐχθρὸν ὁ κύριος ἡμῶν δέδωκε τοῖς ἁγίοις ἐγκαταπαί 368 ζειν αὐτοῦ ὡσανεὶ στρουθίου, τοῖς στραφεῖσι καὶ γενομένοις ὡς τὰ παιδία κατὰ τὴν αὐτοῦ τοῦ σωτῆρος διδασκαλίαν. 40, 30 ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη. ὥσπερ γὰρ τῶν δικαίων βρῶμα ὁ κύριος, οὕτως αὐτὸς τῶν ἀσεβῶν. ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν, φησὶν ὁ ψαλμῳδός, τουτέστι τοῖς υἱοῖς τοῦ σκότους, τοῖς ἐν ἀγνωσίᾳ. 40, 30 μεριοῦνται δὲ αὐτὸν Φοινίκων γένη. πραγματευτικοὶ οἱ Φοίνικες καὶ φιλοκερδεῖς. αἰνίττεται οὖν διὰ τούτου τοὺς ἐν ἁμαρτίαις πεφυρμένους. καὶ ἡ νῦν δὲ Φοινίκη Χαναναία τὸ πρότερον ἐκαλεῖτο, τὴν γὰρ Συροφοινίκισσαν Χαναναίαν καλοῦσι τὰ εὐαγγέλια· οἱ δὲ Χαναναῖοι εἰδωλολάτραι. λέγει οὖν, ὅτι μερίζονται τὸν δράκοντα οἱ εἰδωλολάτραι. καὶ ἄλλως δὲ Φοίνικες καλῶς νοοῦνται οἱ τοῖς εἰδώλοις θύοντες ὡς φοινισσόμενοι τοῖς ἐπιβωμίοις αἵμασιν, μερίζονται δὲ τὸν δράκοντα ὁ μὲν τυχὸν θύων τῷ ∆αγών, ὁ δὲ τῷ Βήλ, ὁ δὲ τῇ Ἀστάρτῃ· ἢ καὶ ὁ μέν τις πορνεύων, ὁ δὲ πλεονεκτῶν, καὶ ἄλλος ἄλλην ἄθεσμον μετιὼν πρᾶξιν· ἢ καὶ ὁ μέν τις ψευδοδιδάσκαλος ὤν, ὁ δὲ ψευδοπροφήτης· καὶ αἱ διάφοροι δὲ αἱρέσεις ποικίλως τὸν δράκοντα κατεμέρισαν. 40, 31 πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν οὐρᾶς αὐτοῦ. βύρσα ἡ φολίς, ἡ λεπίς· ὡς ἐπὶ δράκοντος δὲ τοῦτο εἶπεν. φησὶν οὖν, ὅτι πάντες ἄνθρωποι κατὰ ταὐτὸν συναγόμενοι, οἱ τόν 369 δε τὸν βίον θάλατταν καλούμενον πλέοντες, οὐδὲ μικράν τινα αὐτοῦ ἐπήρειαν τῶν ἐσχάτων καὶ τελευταίων δυνάμεων δύνανται ὑπενεγκεῖν. ὁ δὲ κύριος ἡμῶν αὐτὰς συνέθλασε τὰς κεφαλὰς τοῦ δράκοντος. 40, 31 καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ. ἁλιεῖς οἱ τῆς ἐκκλησίας προεστῶτες διδάσκαλοι, πλοῖα δὲ αἱ ἐκκλησίαι. κεφαλὴν δὲ αὐτοῦ τὴν ὑπερηφανίαν λέγει. φησὶ δέ, ὅτι ὑπερηφανεύσεται καὶ κατὰ διδασκάλων καὶ κατὰ ἐκκλησιῶν, διωγμοὺς δηλονότι κινῶν κατ' αὐτῶν. καὶ ἄλλως· πλοῖά εἰσι τὰ σώματα, ἐφ' ὧν ὡς ἐπὶ πλοίων ἡμῶν ἐμβέβηκεν ἡ ψυχή, διὸ καὶ ὁ νόμος ἐν αἰνίγματι ἔλεγεν· ἐπικατάρατος ὁ κρεμάμενος ἐπὶ ξύλου, τουτέστιν ὁ ἀποκρεμάσας τὴν ἑαυτοῦ ἐλπίδα τοῦ σώματος καὶ μόνοις τοῖς σωματικοῖς προσανέχων. οἱ ἁλιεῖς οὖν, οἱ θεῖοι ἀπόστολοι, κατὰ μίμησιν τοῦ οἰκείου δεσπότου τὴν κεφαλὴν ἐδέξαντο τοῦ δράκοντος, καὶ συνέθλασαν καὶ αὐτοὶ ταύτην, τῇ δυνάμει τοῦ Χριστοῦ τὸν ὑπὲρ αὐτοῦ θάνατον προθύμως καταδεξάμενοι. 40, 32 ἐπιθήσεις δὲ αὐτῷ χεῖρα μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ; καὶ μηκέτι γινέσθω. δύνῃ δὲ αὐτὸν ἐπισφίγξαι τῇ σῇ δυνάμει καὶ καταδῆσαι, ἢ ὅλως μνησθῆναι τὸν πόλεμον τὸν μέλλοντα γενέσθαι ἐν τῷ σώματι αὐτοῦ; σῶμα δὲ αὐτοῦ τὰς πάσας ἀποστατικὰς δυνάμεις λέγει ὡς αὐτοῦ κεφαλῆς ὄντος. τοῦτον δὲ τὸν πόλεμον ἐπολέμησε καὶ ἐνίκησε διὰ τοῦ τροπαιούχου σταυροῦ ὁ κύριος. τὸ δὲ μηκέτι γινέσθω, ἐπειδή 370 περ ἅπαξ γέγονε ὁ σταυρός, ὡς καὶ ὁ ἱερὸς ἀπόστολος ἔφη· ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ. 41, 1 οὐχ ἑώρακας αὐτὸν οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας; οὐκ ἐπληροφόρησά σε ὡς 116
Unit 28 rem close§u28-rem-close
u28-rem-closeRem CLOSEOUT: Unit 28 CLOSEOUT.
Greek · §u28-rem-close
προφήτην; οὐκ εἶδες τοῖς νοητοῖς ὀφθαλμοῖς τοῦτον τὸν πόλεμον; οὐ θαυμάζεις δὲ ἐπὶ τοῖς λεγομένοις; ναί, δηλονότι φήσειεν ἂν ὁ Ἰώβ, διὸ καὶ κατ' ἀρχὰς ἔλεγεν· ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. 41, 2 οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι; κἀν τούτῳ πάλιν προσυπακουστέον τὸ ναί· κατ' ἐρώτησιν γάρ ἐστιν ἡ ἀνάγνωσις. ἢ καὶ τοῦτο λέγει ὅτι· οὐκέτι αὐτὸν φοβηθήσῃ, ἡτοίμασται γάρ μοι εἰς τὸ ὑπ' ἐμοῦ δεθῆναι καὶ ὑπὸ τῶν ἁγίων μου ἐγκαταπαίζεσθαι. 41, 23 τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς; ἢ τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ; ἀντὶ τοῦ· οὐδείς, διὰ τὸ ἄμαχον εἶναι τὴν τοῦ θεοῦ δύναμιν. 41, 34 εἰ πᾶσα ἡ ὑπ' οὐρανὸν ἐμοί ἐστιν, οὐ σιωπήσομαι δι' αὐτόν. ἐπειδὴ γὰρ δημιουργός εἰμι πάντων καὶ δεσπότης, οὐ σιωπήσομαι διὰ τὸν σκυλεύσαντα τὴν ὑπ' οὐρανόν, ἀλλ' ἐπεξελεύσομαι καὶ ἀμυνοῦμαι αὐτόν. 41, 4 καὶ λόγῳ δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτοῦ. ἀλλὰ χρήσομαι κατ' αὐτοῦ τῷ λόγῳ τῆς ἐμῆς δυνάμεως, ὥστε πάντας ἐλεεῖν τὸν ἴσον τῷ διαβόλῳ γεγονότα ἄνθρωπον τῇ ἀποστασίᾳ, 371 ἐφ' οἷς καὶ αὐτὸς πείσεται. λέγει δὲ ὅτι· τιμωρήσομαι καὶ τὸν διάβολον καὶ τὸν ὑπ' αὐτοῦ ἐνεργούμενον ἀντίχριστον. 41, 5 τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; ἀντὶ τοῦ· οὐδεὶς πλὴν ἐμοῦ. πρόσωπον δὲ ἐνδύσεως λέγει τὸ ἄλλοτε ἄλλο προσωπεῖον, ὃ μετενδύεται ὑποκρινόμενος· πλάττεται γὰρ πρόσωπον προβάτου λύκος ὤν, καὶ φαίνεται ὡς ἄγγελος φωτὸς σκότος τυγχάνων. 41, 5 εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι; κατεπτυγμένος ἐστὶν ὁ θώραξ αὐτοῦ, οὐδὲν φανερὸν ἔχει, ἀλλὰ πάντα ἐπικεκρυμμένα. λέγει οὖν ὅτι· τίς ἱκανός ἐστιν εἰσελθεῖν εἰς τὰ νοήματα τῆς καρδίας αὐτοῦ, διότι συγκεκαλυμμένα τυγχάνουσιν; 41, 6 πύλας δὲ προσώπου αὐτοῦ τίς ἀνοίξει; πύλαι προσώπου αὐτοῦ κεκλεισμέναι εἰσὶν ὡς ἀθέατα αὐτοῦ εἶναι τὰ νοήματα. τὰς ἐπικαλύψεις οὖν αὐτοῦ τίς φανεροποιήσει; ἀντὶ τοῦ· οὐδεὶς πλὴν ἐμοῦ. 41, 6 κύκλῳ ὀδόντων αὐτοῦ φόβος. τὰ ῥήματα τὰ πονηρά, οἱ ψευδοπροφῆται καὶ ψευδοδιδάσκαλοι, οἱ δάκνοντες ὅλῳ τῷ στόματι. ἔστι δὲ καὶ ἄλλως φοβερὸς τοῖς αὐτὸν ἀγνοοῦσιν ἐκφοβῶν καὶ ἀπειλῶν, ἃ ποιεῖν οὐ δύναται μὴ συγχωροῦντος θεοῦ. αὐτίκα γοῦν τοῖς ἐν τοῖς ἐρήμοις ἀσκηταῖς ἐκφοβεῖν αὐτοὺς πειρώμενος ἀπειλεῖ δαίμοσι παραδιδόναι καὶ λῃστὰς ἐπιπέμπειν κατ' αὐτῶν εἰς ἀναίρεσιν, ἅ 372 περ ἀδυνατεῖ εἰς ἔργον ἄγειν μὴ συγχωροῦντος θεοῦ. Χριστιανοὺς δὲ οὐ προσήκει δεδοικέναι τοὺς κτύπους αὐτοῦ καὶ φόβητρα· κύριον τὸν θεόν σου φοβήθητι καὶ πλὴν αὐτοῦ μὴ φοβοῦ ἄλλον. 41, 7 τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χαλκαῖ. τὰ ἔγκατα αὐτοῦ, τουτέστιν οἱ διαλογισμοί. ὅλοι, φησίν, οἱ διαλογισμοὶ αὐτοῦ ἰοῦ γέμουσι καί εἰσιν οὐχ ἁπαλοί τινες, ἀλλ' ἰταμοὶ καὶ σκληροί. 41, 78 σύνδεσμος δὲ αὐτοῦ ὥσπερ σμιρίτης λίθος, εἷς τοῦ ἑνὸς κεκόλληται. σύνδεσμος ὅλον τὸ σῶμα αὐτοῦ. αἱ γὰρ κακίαι, αἵτινες σύνδεσμός εἰσιν αὐτοῦ, μία τῆς μιᾶς ἤρτηνται. τοιαύτη γὰρ καὶ ἡ τοῦ σμιρίτου φύσις, εἷς γὰρ τοῦ ἑνὸς κεκόλληται. λέγεται δὲ ὁ σμιρίτης λίθος καὶ ἰταμώτατος εἶναι ἐγγὺς τοῦ ἀδάμαντος, καὶ σίδηρον ἁρπάζειν, καὶ τραχύτατος δέ, ὡς καὶ τὴν ὕελον γλύφειν. ἱκαναὶ δὲ καὶ αἱ κακίαι αἱ διαβολικαὶ καὶ τοὺς στερεοὺς εἰς ἑαυτὰς ἕλκειν. ἔδειξε δὲ καὶ διὰ τούτων τοῦ διαβόλου τὸ ἰταμὸν καὶ τραχύ. 41, 8 πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν. οὐδεμία γὰρ ψυχὴ ἐκφεύγει αὐτὸν καὶ τὰς αὐτοῦ κακίας, καὶ γὰρ καὶ τὰ νήπια τὴν πατροπαράδοτον ἕλκουσιν ἁμαρτίαν. ἤκουσα δὲ καὶ οὕτως ἐξηγουμένου τινός· ἡ φλογίνη, φησίν, 373 ῥομφαία αὐτός ἐστιν καὶ ἀντιπράττων κατέχει πᾶσαν τὴν ψυχήν, ἐφ' ᾧ μὴ εἰσελθεῖν εἰς τὸν παράδεισον. τὸ οὐ μὴ διέλθῃ οὖν οὐχ, ὅτι οὐκ εἰσέρχεταιχάριτι γὰρ εἰσέρχονται κυρίου, ὡς καὶ ὁ λῃστὴς εἰσῆλθε μετ' αὐτοῦ, ἀλλ' οὐ μὴ διέλθῃ ἀντὶ τοῦ· οὐ λανθάνει αὐτόν, ἀλλὰ πάντας τηρεῖ καὶ πᾶσι πειρᾶται τὴν εἴσοδον ἀποκλείειν. ταῦτα ἐκείνου διηγουμένου ἤκουσα, οὔπω δὲ οὔτε ἐθέμην οὔτε ἀπεῖπον τῇ ἐξηγήσει. 41, 9 ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται, συνέχονται καὶ οὐ μὴ ἀποσπασθῶσιν. ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ ὁδηγούμενος ὡς πόλις ὀχυρά. κἂν σφόδρα οὖν τινες, φησίν, ὁμονοήσωσιν ὡς μὴ διασπασθῆναι, καὶ τούτοις ἐπιτίθεται. ὅρα δέ, μὴ καὶ περὶ τῶν κακιῶν καὶ τῶν 117
Commentarii in Job Unit 29 opening§u29-open
u29-openUnit 29.
Lemma-led open — ἐνεργούντων αὐτὰς δαιμόνων τοῦτο λέγει. ὥσπερ γὰρ ἄνθρωπος ἀνθρώπῳ διὰ τὸ ὁμοφυὲς κολλᾶται
Greek · §u29-open
ἐνεργούντων αὐτὰς δαιμόνων τοῦτο λέγει. ὥσπερ γὰρ ἄνθρωπος ἀνθρώπῳ διὰ τὸ ὁμοφυὲς κολλᾶται καὶ τὸ ὅμοιον τῷ ὁμοίῳ, οὕτω καὶ οἱ δαίμονες ἀλλήλων ἔχονται, κἂν κατὰ τὰς ἐνεργείας ἑαυτοῖς ἐναντιῶνταιεἷς γὰρ σκοπὸς αὐτοῖς ἡ τοῦ ἀνθρώπου ἀπώλεια, κἂν ἐναντία συμβουλεύειν δοκῶσιν, τουτέστιν ὁ μὲν πορνείαν, ὁ δὲ ὑπερηφανίαν, καὶ αἱ κακίαι μία τῇ μιᾷ συγκεκόλληνται. 41, 10 ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος. πταρμὸς εὐεξίας σημεῖον· ἐνηδύνεται οὖν, φησίν, τοῖς κακοῖς καὶ 374 ἀναστράπτει ἐν αὐτοῖς. καὶ ἄλλως δέ· πταρμὸς καθαρτικὸς ἐγκεφάλου. ἐπεὶ οὖν καὶ αὐτὸς μετασχηματίζεται εἰς φῶς, προσποιεῖται καὶ δύνασθαι καθαίρειν. αὐτίκα γοῦν καὶ οἱ γόητες ἔχουσί τινας καθαρμοὺς πάσης αὐτοὺς πληρούσης ἀνοίας καὶ ἀκαθαρσίας. εἰσὶ δὲ καί τινες ἄνδρες μυκτῆρες αὐτοῦ, καθαίρειν ἐπαγγελλόμενοι ὡς οἱ ἀπὸ τῶν αἱρέσεων. προσποιοῦνται μὲν φωτὸς ἔχειν λόγους, ὅλοι δέ εἰσιν ἀκάθαρτοι. 41, 10 οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου. κατὰ ἀπάτην· οὐ γὰρ ἔχουσι τὸ ἀληθινὸν φῶς. ὀφθαλμοὶ δέ εἰσι τοῦ δράκοντος ἄνθρωποί τινες δοκοῦντες εἶναι γνωστικώτεροι ὡς οἱ ἀπὸ τῶν αἱρέσεων, οὐκ ὄντες μὲν ἑωσφόροι οὐδὲ φέγγος ἡμέρας ἔχοντες, ἀλλ' εἶδος ἑωσφόρου, κατὰ ἀπάτην τοῦτο εἶναι ὑποκρινόμενοι. 41, 11 ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι. αἱ δυσφημίαι καὶ οἱ λόγοι τῶν ἀσεβῶν καὶ ἀθέων διδασκάλων. 41, 11 καὶ διαρριπτοῦνται ἐσχάραι πυρός. ἐδευτέρωσε τὸν λόγον. 41, 12 ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων. ὁ καπνὸς ὀφθαλμῶν βλαπτικός· ἡ δὲ ἄνοια καὶ ψευδηγορία σκοτίζει τοὺς νοητοὺς ὀφθαλμοὺς τῆς ψυχῆς. 375 ἔστι δὲ νοῆσαι καὶ τὰς μιαρὰς τῶν θυσιῶν καὶ καπνισμάτων ὀδμάς. καὶ ἄλλως δέ· ἐπειδὴ τὰ σπλάγχνα αὐτοῦ κάμινός ἐστιν, οὐ καθαρὰν ἔχει τὴν ἀναπνοήν. ἐπιτηρήσωμεν οὖν καὶ ἡμεῖς μηδὲν ἀναπνεῖν τοῦ δράκοντος, ἵνα μὴ πυρὸς ἑαυτοῖς γενώμεθα πρόξενοι. 41, 13 ἡ ψυχὴ αὐτοῦ ἄνθρακες, φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται. ψυχὴν αὐτοῦ ἔοικε λέγειν τὴν ἐσχάτην ὑπερηφανίαν· τὰ δὲ μεγάλαυχα καὶ ὑπεροπτικὰ ῥήματα ἐκ στόματος αὐτοῦ ἐκπορευόμενα οὐδὲν ἕτερόν εἰσιν. εἰ μὴ φλὸξ κατακαίουσα τοὺς χρωμένους αὐτοῖς. 41, 14 ἐν τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις. τραχήλῳ· τῇ οἰήσει. αὐλίζεται δέ, ὅτι οὐ παύεται, ἀλλ' ἀεὶ ἐν οἰήσει τυγχάνει. καὶ αἱ πορευόμεναι δὲ ὑψηλῷ τραχήλῳ, αἱ τοὺς χιτῶνας σύρουσαι καὶ μετὰ καλλωπισμοῦ προιοῦσαι πολύκοινοι γυναῖκες τράχηλος αὐτοῦ τυγχάνουσι δυνάμεις εἰς ἀπάτην ἔχουσαι. 41, 14 ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια. οἷον πρόδρομος αὐτοῦ τίς ἐστι καὶ δορυφορεῖ αὐτὸν ἡ ἀπώλεια· εἰ μὴ γάρ τις πρότερον εἰσδέξηται τὰς φθαρτικὰς ἡδονὰς καὶ κακίας, αἵτινες αὐτοῦ προτρέχουσιν. οὐδὲ εἰσοικίζεται τὸν διάβολον. 41, 15 σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται. 376 τὰ πάθη ἓν τοῦ ἑνὸς κεκόλληνται. σῶμα δὲ αὐτοῦ οἱ ἁμαρτωλοὶ καὶ οἱ τὴν ἁμαρτίαν ἐνεργοῦντες δαίμονες, ὥσπερ τοῦ κυρίου ἡ ἐκκλησία. οὐκ εἶπε δέ· ἥνωνται, ἀλλά· κεκόλληνται· τὸ γὰρ ἓν οὐκ ἔστι παρ' ἐκείνῳ. οὐδὲ γὰρ συμφωνοῦσιν οἱ τῶν αὐτοῦ δογμάτων προεστηκότες, εἰ καὶ δοκοῦσιν ὅμοια λέγειν. 41, 15 καταχέει ἐπ' αὐτόν, οὐ σαλευθήσεται. οἵαις γὰρ ἄν τις θεραπείαις καὶ καταντλήσεσιν αὐτῷ χρήσαιτο καὶ εἰ δ' ἂν αὐτῷ προσαγάγοι, ἀναλγής ἐστι καὶ ἀθεράπευτος. 41, 16 ἡ καρδία αὐτοῦ πέπηγεν ὥσπερ λίθος, ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος. ἀπελιθώθη, φησίν, ἡ καρδία αὐτοῦ καὶ οὐ δύναται ἐλασθῆναι, οὐ λόγῳ πείθεται, οὐκ ἐπικάμπτεται, ἀλλ' ὅλος ἐστὶν ἀπεσκληκὼς καὶ ἰταμὸς καὶ ἀμετάθετος. 41, 17 στραφέντος δὲ αὐτοῦ φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς ἁλλομένοις. ὅταν δὲ στραφῇ κατὰ τῶν πειθομένων αὐτῷ, τῶν θηριοτρόπων καὶ δίκην τετραπόδων ἀνοήτων, τῶν τὰ γήινα φρονούντων, τρέμουσιν ἐκδειματούμενοι παρ' αὐτοῦ. 41, 1821 ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐθὲν οὐ μὴ ποιήσωσιν αὐτῷ, δόρυ ἐπηρμένον
Unit 29 rem early§u29-rem-early
u29-rem-earlyRem early: Unit 29; lemma and argument toward the thesis.
Greek · §u29-rem-early
καὶ θώραξ. ἡγεῖται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν. οὐ μὴ τρώσει αὐτὸν τόξον χάλκειον, ἡγεῖται πετρο 377 βόλον μὲν χόρτον. ὥσπερ καλάμη ἐλογίσθησαν αὐτῷ σφῦραι. διὰ τούτων τὸ ἰταμὸν ἐδήλωσε τοῦ θηρίου καὶ ὅτι, ὅσα 118 ἂν οἱ ἅγιοι διὰ πάντων τῶν πνευματικῶν {καὶ} πολεμίων τρόπων καταβάλωσιν αὐτόν, οὐκ αἰσθάνεται, ἀλλὰ πάλιν ὁ αὐτός ἐστιν. πετροβόλον γάρ ἐστιν ἡ σφενδόνη. 41, 21 καταγελᾷ δὲ σεισμοῦ πυρφόρου. πυρφόρος ὁ θεοφιλὴς βίος ὡς ζέων τῷ πνεύματι. φησὶν οὖν, ὅτι κἂν κατὰ πάντα βίῳ θεοφιλεῖ συσσείσῃ τις αὐτόν, οὐδὲν ἧττον καταφρονεῖ καὶ καταπαίζει. 41, 22 ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς. ἐπὶ γὰρ τοῖς ὀδυνηροῖς καὶ ἀνωμάλοις πράγμασιν ἐπαναπαύεται. 41, 22 πᾶς δὲ χρυσὸς θαλάσσης ἐπ' αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος. τοῦ κυρίου λέγοντος· ἐμόν ἐστι τὸ χρυσίον καὶ ἐμόν ἐστι τὸ ἀργύριον οὗτος ψευδολογῶν ἐπαγγέλλεται ἴδια αὐτοῦ εἶναι ταῦτα· διὸ καὶ ἔλεγε τῷ σωτῆρι ψευδόμενος· ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. ἐπαγγέλλεται οὖν ἔχειν χρυσὸν ὡς πηλὸν ἀμύθητον· θαλάσσης δὲ ἔοικε λέγειν· τοῦ κόσμου. οὕτω δὲ ὁ κόσμος ἐκλαμβάνεται, ἵνα εἴπῃ, ὅτι συκοφαντεῖ ὡς πάντα τὸν χρυσὸν τοῦ κόσμου περιβεβλημένος. 41, 23 ἀναζεῖ τὴν θάλασσαν ὥσπερ χαλκεῖον. ἐπειδὴ ἡ ψυχὴ αὐτοῦ πῦρ ἐστιν, πάντα τὸν βίον τοῦτον ἐκβράσσει 378 ἀνακινῶν καὶ ἐκταράσσων. 41, 2324 ἡγεῖται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον, τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον· ἐλογίσατο ἄβυσσον εἰς περίπατον. ταῦτα κεναυχῶν νομίζει δύνασθαι. ἀμέλει καὶ διὰ Ἡσαίου φαίνεται λέγων· τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιάν, καὶ ὡς καταλελειμμένα ᾠὰ ἀρῶ. ἐπειδὴ γὰρ ἐδόθη τις αὐτῷ μεγίστη δύναμις κατὰ φύσιν ὑπὸ τοῦ κτίσαντος αὐτὸν κυρίου, ὑπερηφανεύσατο καὶ τοιαῦτα ἤρξατο διαλέγεσθαι, ὡς καὶ μεγαλορρημονεῖν καὶ λέγειν· ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. διὰ τοῦτο πέπτωκε μὲν ἐκ τοῦ οὐρανοῦ· ἐθεώρουν γὰρ τὸν Σατανᾶν, φησὶν ὁ κύριος, ὡς ἀστραπὴν πεπτωκότα ἐκ τοῦ οὐρανοῦ. ἐξεβλήθη δὲ καὶ ἐκ τῆς γῆς ἐνανθρωπήσαντος τοῦ κυρίου. ἀλλ' οὐδὲ τοῦ ἀέρος ἔτι τὴν ἐξουσίαν ἔσχεν τοῦ σωτῆρος ἡμῶν τὸν ἀέρα καθαίροντος, ὅτε ἐπὶ τὸν κοσμοφύλακα σταυρὸν ἀνέδραμεν. ἀλλ' οὐδὲ τοῦ ᾅδου τὴν ἐξουσίαν ἔχει λύσαντος τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν τοῦ ᾅδου τὸ δεσμωτήριον. πάντων οὖν ἐξωσθεὶς τῶν τόπων, ὧν κρατήσειν ὁ μάταιος ἤλπιζεν, οὐδένα ὑπολελειμμένον ἔχει τόπον, εἰ μὴ τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον αὐτῷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. 41, 25 οὐκ ἔστιν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ οὐδέν. καλῶς εἶπεν· ἐπὶ τῆς γῆς, ἐπειδὴ τῶν οὐρανίων ἀψίδων ἐκβέβληται. τὸ δὲ ὅμοιον ἢ κατὰ τὴν ἰσχὺν ἢ κατὰ τὴν ἰταμότητα ἢ τὴν κακίαν. 41, 25 πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου. 379 ἀλλ' ὅμως, φησίν, ὁ τοιοῦτος καὶ τηλικοῦτος ὑπὸ τῶν ἁγίων ἀγγέλων καὶ τῶν τὸν ἰσάγγελον βίον ἑλομένων καταπαίζεται. 41, 26 πᾶν ὑψηλὸν ὁρᾷ. ὅλος γάρ ἐστιν ὑπερηφανία οὐδὲν ταπεινὸν λογιζόμενος. 41, 26 αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν. τῶν τὸν ὑγρὸν καὶ διαρρέοντα καὶ ἡδονικὸν μετιόντων βίον. διόπερ ἡμεῖς εὐξώμεθα μὴ βασιλεύσειν ἡμῶν τὴν ἁμαρτίαν πρὸς τὸν ἡμῶν θεὸν καὶ πατέρα μετὰ δακρύων λέγοντες· ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ἵνα τοῦ θεοῦ βασιλεύοντος ἐν ἡμῖν μηδένα ἔχῃ τόπον ἡ τυραννικὴ δυναστεία. ταῦτα μὲν οὖν εἰς τοὺς τόπους ἐθεωρήσαμεν ἐκ τῶν παλαιοτέρων ὁδηγηθέντες. πρὸς δὲ τοὺς λέγοντας κῆτος αἰσθητὸν εἶναι τὸν ὑπὸ τοῦ λόγου διαγραφέντα δράκοντα τοσαῦτα μὲν ἐροῦμεν· εἰ μὲν ὄντως ἔστι κῆτος τοιοῦτον, μανθάνετε, ὡς ἐξ ὁμοιώσεως τῶν θηρίων θεωροῦμεν πολλάκις καὶ αὐτὸν τὸν διάβολον καὶ τῶν ἀνθρώπων τοὺς πονηρούς. καὶ περὶ μὲν τῶν δαιμόνων εἶπεν ὁ σωτήρ· ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. πρὸς δὲ τὸν Ἡρώδην ἐκπέμπων ἔλεγεν· εἴπατε τῇ ἀλώπεκι ταύτῃ τὸ δολερὸν τοῦ ἤθους αὐτοῦ καὶ ἐπίκλοπον αἰνιττόμενος, ὥστε τύπον τινὰ ἔχουσι τοῦ διαβόλου τὰ θηρία, καθάπερ καὶ τῶν πονηρῶν ἀνθρώπων. εἰ δὲ μὴ ἔστι τοιοῦτον θηρίον, οὐκέτι ἐξ
Unit 29 rem mid§u29-rem-mid
u29-rem-midRem mid: Unit 29; lemma continues; reading with the letter.
Greek · §u29-rem-mid
ὁμοιώσεως, ἀλλ' αὐτο 380 προσώπως περὶ τοῦ διαβόλου τὰ εἰρημένα νοοῦνται, καὶ ὁ ὑμέτερος εἰς τὸ μηδὲν οἰχήσεται λόγος δοξαζόντων ὑφεστάναι τὸ μὴ ὑφεστηκός, 119 ὥστε ὁ μὲν τῶν θεωρούντων τὰ εἰρημένα περὶ τοῦ δράκοντος κατὰ τοὺς τῆς ἀλληγορίας τρόπους καὶ εἰς τὸν διάβολον ἀναγόντων τὰ γεγραμμένα πάντως ἔρρωται καὶ ἀκίνητός ἐστιν, εἴτε ἔστι τι τοιοῦτον θηρίον αἰσθητόν, εἴτε καὶ μή, ὁ δὲ ὑμέτερος καὶ ἀμφίβολος καὶ ἐσφαλμένος, ἕως ὅτε ἀποδειχθῇ, πότερον ἔστι τοιοῦτον θηρίον ἢ μή. 381 ΚΕΦΑΛΑΙΟΝ ΕΙΚΟΣΤΟΝ ΕΝΑΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ κυρίῳ· οἶδα, ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. Προθεωρία τοῦ κεφαλαίου ἠκούσαμεν ἀνωτέρω τοῦ Ἰὼβ λέγοντος· ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω. ζητῆσαι τοιγαροῦν ἄξιον, πῶς πάλιν φθέγγεται ὁ μηκέτι λαλεῖν ἐπαγγειλάμενος. παρὰ πόδα δὲ ἡ λύσις ἐστίν· ἐπειδὴ γὰρ σιωπήσειν ὑποσχόμενος ἀκήκοεν τοῦ θεοῦ λέγοντος· μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, ἄμεινον τίθεται τὸ θεῖον πρόσταγμα τῆς οἰκείας ὑποσχέσεως καὶ πάλιν διαλέγεται, ὥστε κάλλιον τοῖς θείοις πείθεσθαι νόμοις ἢ τὰς οἰκείας πληροῦν ἐπαγγελίας, ὅταν δεσποτικὸν ἀντιπράττῃ βούλημα. διὸ καὶ ὁ Ἡρώδης καλῶς ἂν ἐποίει τοὺς οἰκείους ἀθετήσας ὅρκους καὶ μὴ τοῦ προδρόμου τὴν κεφαλὴν ἀφελόμενος· πλὴν τὸ πάντῃ κάλλιον μὴ ῥᾳδίως ἐπαγγέλλεσθαι. μὴ ὅτι γε ὁ θεῖος Ἰὼβ καλῶς μὲν ὑπέσχετο μὴ λαλήσειν τιμῶν τὴν θείαν ὑπεροχήν, καλῶς δὲ καὶ αὖθις φθέγγεται λύσαντος αὐτῷ τοῦ θεοῦ τῆς σιωπῆς τὴν ὑπόσχεσιν. 382 Αἱ λέξεισ 42, 2 οἶδα, ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. οὐ νῦν τοῦτο μεμαθηκέναι λέγει, ἀλλ' εἰδέναι τὴν ἄμαχον τοῦ θεοῦ δύναμιν καὶ ὡς οὐδὲν ἀδύνατον τῇ παντοδυνάμῳ δυνάμει τοῦ θεοῦ. 42, 3 τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν; φειδόμενος δὲ ῥημάτων καὶ σὲ οἴεται κρύπτειν; ἀλλὰ καὶ τοῦτο οἶδα, ὡς καὶ ταῖς βουλαῖς ἐμβατεύεις καὶ πάντων τὰς ἐννοίας ἐπίστασαι καὶ οὐδείς ἐστιν, ὃς διαλαθεῖν σου δύναται τὸν πανεπίσκοπον ὀφθαλμόν. 42, 3 τίς δὲ ἀναγγελεῖ μοι, ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστά, ἃ οὐκ ἠπιστάμην. ἀντὶ τοῦ· οὐδεὶς πλὴν σοῦ. ποῖα δὲ ἦν, ἃ οὐκ ἠπίστατο ὁ δίκαιος Ἰὼβ ὁ τὰς περὶ θεοῦ δόξας θεοπρεπεῖς ἔχων; ἠγνόει τοιγαροῦν τὴν καθ' ἑαυτὸν ὑπόθεσιν, καὶ ὅτι πεῖρά τις ἦν ἀρετῆς ὁ ἀγών. ταύτην ἔμαθεν ἀκηκοώς· οἴει δὲ μὴ ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος; ἠγνόει τοῦ διαβόλου τὴν ἰταμωτάτην ἰσχύν, τὸ ἀμετάθετον, τοὺς δόλους, τὰς πανουργίας, καὶ ὅσα τούτοις ὅλως διαγράφων ἐδίδαξεν· οὐ, γάρ φησιν, ἑώρακας αὐτόν; ἔμαθε καὶ ταῦτα. ἀμυδρῶς ἦν ἐλλαμφθεὶς τὰ περὶ τῆς τοῦ σωτῆρος οἰκονομίας· σαφέστατα ταύτην ἐδιδάχθη καὶ ἐπιστώθη διὰ τῆς θείας ῥήσεως. ἔμαθε τοίνυν, ἅπερ οὐκ ᾔδει, πλείονα γνῶσιν προσειληφώς. 42, 4 ἄκουσον δέ μου, κύριε, ἵνα κἀγὼ λαλήσω. ἐρωτήσω δέ σε, σὺ 383 δέ με δίδαξον. ἄξιον ζητῆσαι, πῶς ἐρωτήσειν ἐπαγγειλάμενος οὐδὲν ἐπηρώτησε τὸν θεόν, ἀλλὰ κατέπαυσε τὸν λόγον μήτε ἐρωτήσας, μήτε τινὰ ἀπόκρισιν δεξάμενος. φαίνεταί μοι τοιγαροῦν τοιοῦτόν τινα νοῦν ἔχειν τὰ προκείμενα· ἐπειδὴ τοίνυν, φησίν, ἐδίδαξάς με, ἃ οὐκ ἠπιστάμην, εἰσάκουσόν μου, κύριε, καὶ ἐάν τι τῶν ἀγνοουμένων μαθεῖν βουλόμενος ἐρωτήσω σε, διδάσκειν με ἀξίωσον, ἵνα δυνηθῶ κἀγὼ λαλῆσαι καὶ ἑτέροις γενέσθαι τῶν ἀγνοουμένων διδάσκαλος παρὰ σοῦ τὴν γνῶσιν λαβών. 42, 5 ἀκοῇ μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ ὁ ὀφθαλμός μου ἑώρακέ σε. πλείονα, φησίν, προσείληφα γνῶσιν περὶ σοῦ, ὅσον ὀφθαλμοὶ πλέον ἀκοῆς ἔχουσιν. ἴσως δὲ καὶ τοῦτο λέγει διὰ τὸ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς μυστήριον. ἀμυδρῶς γὰρ αὐτὸ πρότερον πληροφορούμενος τὴν τελειοτέραν περὶ αὐτοῦ προσείληφε γνῶσιν. 42, 6 διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην, ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. ἐφαύλισα ἐμαυτὸν ὡς οἰηθέντα εἰδέναι τι, νῦν δὲ μαθὼν τὰ ὑπὲρ ἐμαυτὸν τῆς εὐτελείας τῆς ἐμῆς φύσεως τὸ μικροπρεπὲς κατενόησα. θεώρει δέ μοι τοὺς ἁγίους ἄνδρας, πῶς, ὅτε μειζόνων ἀξιοῦνται, πλείονα κτῶνται ταπεινοφροσύνην. 384 ΚΕΦΑΛΑΙΟΝ ΤΡΙΑΚΟΣΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ἰώβ, εἶπεν ὁ θεὸς Ἐλιφὰζ τῷ Θαιμανίτῃ. Προθεωρία τοῦ
Unit 29 rem close§u29-rem-close
u29-rem-closeRem CLOSEOUT: Unit 29 CLOSEOUT.
Greek · §u29-rem-close
120 κεφαλαίου μεγάλως ὁ θεὸς τοὺς οἰκείους τιμᾷ θεράποντας· ὅπουγε καὶ νῦν τιμωρίας ἀξίων φανέντων τῶν ἀμφὶ τὸν Ἐλιφὰζ διὰ τὸ τοῦ δικαίου καταψηφίσασθαι, ἀνῆκε τὴν ἀπειλὴν ὁ θεὸς καὶ τὴν τιμωρίαν συνεχώρησεν, αὐτῷ τῷ δικαίῳ τὴν συγχώρησιν χαριζόμενος. εἰ δέ τις ἐρεῖ φιλομαθῶς κινούμενος· διὰ τί τὴν Μαριὰμ ἐλέπρωσε κατὰ Μωυσέως λαλήσασανεἰ καὶ ὕστερον ἀποκατέστησεν αὐτῆς τὸ σῶμα τιμῇ πάλιν τῇ πρὸς τὸν ἑαυτοῦ θεράποντα, τοῖς δὲ ἀμφὶ τὸν Ἐλιφὰζ εὐθὺς τὴν συγχώρησιν δέδωκε μηδὲν αὐτοὺς περιεργασάμενος, φαμέν, ὅτι ἡ μὲν Μαριὰμ διὰ τῆς εἰς Μωυσέα λοιδορίας καὶ κατὰ θεοῦ τὴν βλασφημίαν ἔφερεν τοῦ δοξάσαντος τοῦ ἱεροφάντου τὸ πρόσωπον, οἱ δὲ φίλοι τοῦ Ἰὼβ τὴν ὑπὲρ θεοῦ συνηγορίαν ἀναδεξάμενοι εἰς μόνον τὸν δίκαιον ἐξημάρτανον ἀδίκως αὐτοῦ τὴν ἀσέβειαν καταλέγοντες. εἰ δὲ καὶ ζητήσεις· Ἀαρὼν δέ, διὰ τί μηδὲν ὑπέστη δεινόν, φαμέν, ὅτι τοῦ θεοῦ τιμῶντος τὴν ἱερωσύνην. δύο οὖν ἐντεῦθεν μανθάνομεν, ὅτι καὶ ἁμαρτίας ἔνοχον τὸ τῶν δικαίων κατηγορεῖν καὶ ὁ θεὸς τιμῇ τῇ πρὸς αὐτοὺς συγχωρεῖ τὰ ἁμαρτήματα. 385 Αἱ λέξεισ 42, 7 ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ἰώβ, εἶπεν ὁ κύριος Ἐλιφὰζ τῷ θαιμανίτῃ. ἔοικεν ὁ Ἐλιφὰζ αἰδεσιμώτερος τῶν ἄλλων τυγχάνειν· διὸ καὶ πρότερος τῆς πρὸς τὸν Ἰὼβ ἄρχεται διαλέξεως, καὶ νῦν ὁ κύριος πρὸς αὐτὸν διαλέγεται, καὶ ταῦτα τῶν λόγων τοῖς τρισὶν ἁρμοζόντων φίλοις. θεώρει δέ, ὡς εἰς ἐπήκοον ἁπάντων ὁ θεὸς ἐλάλει, ὡς ἂν εἰς πάντας ἡ τοῦ Ἰὼβ ἀρετὴ διὰ τῆς θείας μαρτυρίας κατάδηλος γένηται. 42, 7 ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου· οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδέν, ὡς ὁ θεράπων μου Ἰώβ. κατανόει τῆς θείας ῥήσεως τὴν ἀκρίβειαν· ὅσον μὲν γὰρ παρὰ ἀνθρώποις καλῶς μὲν ἐποίουν οἱ φίλοι θεῷ συνηγοροῦντες, οὐ καλῶς δὲ ἐποίει ὁ Ἰὼβ πρὸς θεὸν θέλων δικάσασθαιὅπουγέ τινες καὶ μέχρι νῦν προσκόπτουσι τοῖς αὐτοῦ ῥήμασι τῇ τῶν λέξεων προφορᾷ μόνῃ προσέχοντες, παρὰ δὲ τῇ θείᾳ καὶ ἀδεκάστῳ καὶ ἀπροσωπολήπτῳ κρίσει τὸ ἐναντίον ἐφάνη. διὸ καὶ εἶπεν· ἐνώπιόν μου· παρ' ἐμοὶ γάρ, φησίν, κριτῇ ὑμεῖς μὲν οὐδὲν ἀληθὲς ἐλαλήσατε ἀδίκως κατὰ τοῦ δικαίου τὰς ψήφους ἐκφέροντες, ὁ δὲ ἐμὸς θεράπων Ἰὼβ μετὰ τῆς ψιλῆς ἀληθείας πάντα ἐφθέγξατο. οὐ γὰρ διὰ ἁμαρτίας ἔπασχεν, ἀλλ' ἵνα ἀναφανῇ δίκαιος. τίς οὖν δύναται λόγων κατηγορεῖν, ὧν ὁ κύριος ἐπαινέτης κατέστη διὰ τῆς οἰκείας ἐπικρίσεως; καὶ 386 ἐπιτήρει, πῶς οἰκεῖον θεράποντα τὸν Ἰὼβ καλεῖ κἀν τῇ προσηγορίᾳ τιμῶν τὸν δίκαιον· καὶ οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ πολλάκις τοῦτο ποιεῖ. 42, 8 νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς, καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ἰώβ, καὶ ποιήσει κάρπωσιν περὶ ὑμῶν. ὁ ἑπτὰ παρὰ τῇ γραφῇ τίμιος καὶ τέλειος ἀριθμός. τέλεια τοιγαροῦν θύματα κελεύονται προσφέρειν ὡς μεγάλα ἐξημαρτηκότες, αὐτὸν δὲ τὸν Ἰὼβ ἱερέα κελεύει γενέσθαι καὶ τὰς ὁλοκαρπώσεις ἀναφέρεσθαι δι' αὐτοῦ προστάττει· οὕτω γάρ, φησίν, δίκαιός ἐστιν, ὡς καὶ ὑπὲρ ἑτέρων πρεσβεύειν· πρὸ δὲ τοῦ νόμου οἱ ἅγιοι δι' ἑαυτῶν τὰς θυσίας προσέφερον ὥσπερ καὶ ὁ Ἀβὲλ καὶ ὁ Νῶε καὶ ὁ Ἀβραάμ. 42, 8 Ἰὼβ δὲ ὁ θεράπων μου εὔξεται ὑπὲρ ὑμῶν, ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήψομαι· εἰ μὴ γὰρ δι' αὐτόν, ἀπώλεσα ἂν ὑμᾶς. οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου Ἰώβ. βαβαὶ τιμῆς ὑπερβολῇ, ἣν τοῖς ἁγίοις ὁ κύριος ἀπονέμει. θανάτου μὲν γὰρ ἔνοχον ἀποφαίνει τὸ τῶν δικαίων καταλαλεῖν, καὶ τὴν θανατηφόρον δὲ τιμωρίαν συγχωρεῖ τιμῇ τῇ πρὸς αὐτούς. 387 ΚΕΦΑΛΑΙΟΝ ΤΡΙΑΚΟΣΤΟΝ ΠΡΩΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ἐπορεύθη δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης. Προθεωρία τοῦ κεφαλαίου ἤρξατο μέν, ἀφ' οὗ ὁ θεὸς ἐχρημάτισε πρὸς αὐτόν, τὰ ἔπαθλα τῷ δικαίῳ διδόσθαι. αὐτὸ γὰρ τὸ καταξιωθῆναι τῆς θείας ὁμιλίας καὶ διδασκαλίας καὶ μαρτυρίας πρῶτον ἐδέξατο στέφανον, νῦν βραβεῖα δέχεται δεύτερα τὸ ὑπὲρ τῶν φίλων εὔχεσθαι καὶ τῶν ἀγώνων δέχεσθαι γέρα τὴν αὐτῶν συγχώρησιν. Αἱ λέξεισ 42, 910 ἐπορεύθη δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης καὶ Βαλδὰδ ὁ Σαυχίτης καὶ Σωφὰρ ὁ Μιναῖος, καὶ ἐποίησαν, καθὰ συνέταξεν αὐτοῖς ὁ κύριος. καὶ 121
Commentarii in Job Unit 30 opening§u30-open
u30-openUnit 30.
Lemma-led open — ἔλυσε τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ἰώβ. ὁ δὲ κύριος ηὔξησε τὸν Ἰώβ, εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ
Greek · §u30-open
ἔλυσε τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ἰώβ. ὁ δὲ κύριος ηὔξησε τὸν Ἰώβ, εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν· ἔδωκε δὲ ὁ κύριος διπλᾶ, ὅσα ἦν ἔμπροσθεν τῷ Ἰώβ, εἰς διπλασιασμόν. ὄντως ἱκανὴ τιμὴ καὶ περιφάνεια τὸ εὐχῇ δυσωπῆσαι τὸν θεόν, ἐφ' ᾧ λῦσαι τὴν ἁμαρτίαν. διὸ πρὶν εἰπεῖν τὰ διπλᾶ τῆς περιουσίας εἶπεν· ὁ δὲ κύριος ηὔξησε τὸν Ἰώβ. καὶ ὁ εἱλκωμένος καὶ 388 πένης καὶ ἀπερριμμένος ὑπὲρ τῶν ὑγιαινόντων καὶ πλουσίων καὶ περιφανῶν ηὔχετο. ὥστε καὶ νῦν, ἐὰν ἴδωμεν ἄνθρωπον πένητα καὶ νοσοῦντα ὑπὲρ ἑτέρων εὐχόμενον καὶ προχωροῦσαν τὴν εὐχὴν εἰς ἔργον, τὴν πλουσίαν τοῦ θεοῦ θαυμάσαντες χάριν καὶ ἡμεῖς ἐν τοῖς ὁμοίοις γενόμενοι μὴ δυσχεράνωμεν· ἴσως καὶ εἰς ἡμᾶς ἡ πλουσιόδωρος τοῦ κυρίου ἐπιφοιτήσει δωρεά. θεώρει δὲ ἐνταῦθα τοῦ Ἰὼβ τὸ ἀμνησίκακον· πρῶτος γὰρ οὗτος τὴν θαυμαστὴν ταύτην ἀφῆκε φωνήν· κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, ἣ καὶ ὁ πρωτομάρτυς ὕστερον ἐφθέγξατο Στέφανος. περὶ γὰρ τοῦ κυρίου μου Ἰησοῦ τί δεῖ καὶ λέγειν, ὅπουγε καὶ περὶ τῶν σταυρούντων αὐτὸν ἀπολογούμενος συμπαθῶς ἔλεγεν· πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν. 389 ΚΕΦΑΛΑΙΟΝ ΤΡΙΑΚΟΣΤΟΝ ∆ΕΥΤΕΡΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ συμβεβηκότα αὐτῷ, καὶ ἦλθον πρὸς αὐτόν. Προθεωρία τοῦ κεφαλαίου ὥσπερ ἐν τῷ πειρασμῷ τοσαύτη τις γέγονεν αὐτῷ ἐγκατάλειψις ὡς καὶ τὴν βασιλίδα αὐτοῦ γυναῖκα θητεύειν ἐπὶ μισθῷ, οὕτω τῆς θείας ἐπιφοιτησάσης χάριτος πάντα λοιπὸν εὐοδοῦται τῷ μακαρίῳ Ἰώβ, καὶ συντρέχουσι πρὸς αὐτὸν συγγενεῖς, φίλοι, δωροφοροῦσιν, ἑστιῶνται. καὶ πάντα αὐτῷ λοιπὸν ὑπῆρχε θυμηδίας ἀνάμεστα. Αἱ λέξεισ 42, 11 ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ συμβεβηκότα αὐτῷ, καὶ ἦλθον πρὸς αὐτόν, καὶ πάντες, ὅσοι ᾔδεισαν αὐτὸν ἐκ πρώτου. ἀδελφοὺς καὶ ἀδελφὰς πάντας τοὺς συγγενεῖς εἴωθεν ἡ θεία προσαγορεύειν γραφή. φήμη δὲ ἀγαθὴ κατὰ θεοῦ χάριν περιτρέχουσα καὶ τὰ κατ' αὐτὸν περιαγγέλλουσα πάντας πρὸς αὐτὸν τοὺς γνωρίμους ἐκάλει. τὸ δὲ ἤκουσαν πάντα τὰ συμβεβηκότα αὐτῷ οὐχ ὅτι ἠγνόουν τὰ τῆς συμφορᾶς, ἀλλ' ὅτι ἕκαστος πρὸς τὸν πλησίον ἅπαντα ἔλεγε τά τε τοῦ πειρασμοῦ καὶ τῆς θείας ἐπισκέψεως· καὶ ἡδὺ πᾶσι 390 καὶ ἐπωφελὲς διήγημα τὰ κατὰ τὸν Ἰὼβ ἐτύγχανεν. 42, 11 φαγόντες δὲ καὶ πιόντες παρ' αὐτῷ παρεκάλεσαν αὐτὸν καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν οἷς ἐπήγαγεν αὐτῷ ὁ κύριος. ἔδωκε δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦν ἄσημον. πάλιν ὁ ἀμνησίκακος καὶ ἀγαπητικὸς Ἰὼβ ἡδέως δέχεται τοὺς προσιόντας, καὶ οὐκ ἀποσείεται τὰ παρ' αὐτῶν ἐπενεχθέντα οὐδὲ πέπονθεν, ὅπερ πάσχουσιν οἱ πολλοί, οὐδὲ εἶπε τοῖς προσερχομένοις· ἐπειδὴ παρὰ τὴν νόσον οὐκ ἐπεσκέψασθέ με οὐδὲ ἐπεκουρήσατέ μοι, οὐδὲ νῦν ὑμᾶς προσίεμαι οὐδὲ τῶν παρ' ὑμῶν ἐπιδέομαι. ἀλλὰ καὶ ἡδέως ἐδέξατο τοὺς συνελθόντας ὡς οὐδέν τι πεπονθὼς παρ' αὐτῶν, καὶ συνευωχήθη καὶ παράκλησιν τὸ πρᾶγμα νενόμικεν. ἐπειδὴ γὰρ κατὰ θεοῦ χάριν συνέτρεχον, οὐκ ἀπεσείσατο τὴν θείαν δωρεάν, ἀλλ' ἡδέως ἅπαντας περιεπτύξατο, ἐπεὶ καὶ ὁ μέγας Ἀβραὰμ ὁ τούτου πρόγονος τὰ τοῦ Φαραὼ προσεδέξατο δῶρα θείαν εἶναι δωρεὰν τὸ πρᾶγμα τιθέμενος. 391 ΚΕΦΑΛΑΙΟΝ ΤΡΙΑΚΟΣΤΟΝ ΤΡΙΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· ὁ δὲ κύριος ηὐλόγησε τὰ ἔσχατα {τοῦ} Ἰὼβ ἢ τὰ ἔμπροσθεν. Προθεωρία τοῦ κεφαλαίου ἐντεῦθεν καταριθμεῖται τῆς περιουσίας τὸν διπλασιασμὸν καὶ θείαν εὐλογίαν εἶναι λέγει τὰ σωματικὰ ἀγαθά. ἐπηγγέλλετο γὰρ τοῖς παλαιοτέροις εἰς εὐλογιῶν μοῖραν ἥ τε παιδογονία καὶ ἡ τῶν ὑπαρχόντων αὔξησις, ὥσπερ καὶ τοὐναντίον εἰς κατάραν αὐτοῖς κατελογίζετο. ἐπειδὴ τοίνυν πρὸ νόμου τυγχάνων νομικῶς ὁμοῦ καὶ εὐαγγελικῶς ἐπολιτεύσατο, εἴληφε μὲν τὰς κατὰ νόμον εὐλογίας, ἀπόκειται δὲ αὐτῷ
Unit 30 rem early§u30-rem-early
u30-rem-earlyRem early: Unit 30; lemma and argument toward the thesis.
Greek · §u30-rem-early
καὶ τὰ τοῖς ἁγίοις ἐπηγγελμένα ἐν τῷ μέλλοντι αἰῶνι, ὅσα ὑπὲρ λόγον καὶ ὑπὲρ τὴν ἡμετέραν ἔννοιαν. ἀπὸ δὲ τοῦ γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι ἕως τοῦ τέλους φασὶ μέν τινες μὴ εἶναι ταύτης τῆς ἱερᾶς γραφῆς, ἀλλὰ παρεγγεγράφθαι τῷ 122 βιβλίῳ τὰ ῥήματα. ἡμεῖς δὲ ἐν πᾶσι τοῖς Ἑλληνικοῖς ἀντιγράφοις οὕτως εὑρηκότες γεγραμμένην τὴν βίβλον πάντα τὰ ἐγγεγραμμένα οὕτω δεχόμεθα ὡς παρὰ τῶν πατέρων εἰλήφαμεν. 392 Αἱ λέξεισ 42, 12 ὁ δὲ κύριος ηὐλόγησε τὰ ἔσχατα Ἰὼβ ἢ τὰ ἔμπροσθεν. τὰ μὲν πρῶτα οὐκ ἆθλα ἀρετῆς ἐδέδοτο τῷ Ἰὼβ, ἀλλ' ἵνα ἐν αὐτοῖς ἐγγυμνασθῇ, καὶ ἦν ὁ πλοῦτος αὐτῷ τῶν ἀγωνισμάτων ὑπόθεσις. ἐπειδὴ δὲ ἠγωνίσατο καὶ διδάσκαλος ἅπασι γέγονεν, ὅπως προσήκει τῷ πλούτῳ χρήσασθαι, εἶτα καὶ ἀφαιρεθεὶς τῶν ὑπαρχόντων ἐν τοῖς τῆς πενίας νομίμως ἠγωνίσατο σκάμμασιν, γέρα τῆς ἀρετῆς τὸν διπλασιασμὸν τῶν ὑπαρχόντων ὁ μέγας ἀγωνοθέτης αὐτῷ δίδωσιν. 42, 1213 ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἑξακισχίλιαι, ζεύγη βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλιαι. γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. τὰ μὲν τῶν ἀλόγων ὡς ἀπολομένων διπλᾶ δέδοται. ἐπειδὴ δὲ οἱ παῖδες οἱ ἀποθανόντες οὐκ ἀπώλοντο, ἀλλὰ ζῶσι θεῷ, οὗτοι τοῖς προτέροις ἰσάριθμοι δέδονται, ὡς ἂν καὶ παῖδας ἀπολάβοι τῶν προτέρων διπλοῦς ζώντων μὲν τῶν προαπελθόντων, τῶν δὲ δευτέρων ἐπιγενομένων. 42, 14 καὶ ἐκάλεσε τὴν μὲν πρώτην Ἡμέραν. οἶμαι τὸν μακάριον Ἰὼβ εἰς ἔνδειξιν τῶν θεόθεν αὐτῷ δοθέντων ἀγαθῶν ταῖς θυγατράσι τεθηκέναι τὰς προσηγορίας. διὸ τὴν πρώτην Ἡμέραν ἐκάλεσεν ὡς ἀπό τινος βαθείας νυκτὸς τῶν περιστοιχισάντων αὐτὸν κακῶν ἡμέρας αὐτῷ φωτεινῆς ἐπιλαμψάσης θεόθεν αὐτῷ δοθείσης εὐημερίας. 42, 14 τὴν δὲ δευτέραν Κασίαν. 393 ὡς ἤδη λοιπὸν ἐν εὐωδίᾳ τινὶ καὶ ἀπολαύσει τῶν ἀγαθῶν γινόμενος, οὕτω τὴν δευτέραν ἐκάλεσεν. 42, 14 τὴν δὲ τρίτην Ἀμαλθείας κέρας. ὡς πάντων λοιπὸν πανταχόθεν περιρρεόντων αὐτῷ τῶν ἀγαθῶν οὕτω τὴν τρίτην ἐκάλεσεν. Ἀμαλθείας γὰρ κέρας οἱ παλαιοὶ τὴν τῶν ἀγαθῶν ἀφθονίαν ἐκάλουν. ἐκ μὲν ποίας αἰτίας οὐκ ἔχω λέγειν· Ἕλληνες δὲ μύθους πλάττοντες λέγουσιν αἶγά τινα γεγενῆσθαι τὴν Ἀμάλθειαν, ῥεῖν δὲ ἀπὸ τοῦ κέρατος τῆς αἰγὸς οἶνον, μέλι καὶ γάλα καὶ ὅτι ἂν ἐπιζητήσῃ. ἐγὼ δὲ πιθανώτερον ἀναπλάττω μῦθον ὡς ἐοικέναι τῇ ἀληθείᾳ· φημὶ γὰρ τὴν αἶγα τὴν λεγομένην Ἀμάλθειαν τὴν γῆν ἀνορύττουσαν τῷ κέρατι θησαυρὸν κεκρυμμένον ἀποκαλύψαι, τὸν δὲ αἰπόλον πλούσιον εὐθὺς ἐκ πένητος ἀναφανῆναι καὶ οὕτω τῆς Ἀμαλθείας τὸ κέρας εἰς παράστασιν εὐδαιμονίας πρὸς ἀνθρώπων ὀνομάζεσθαι. ἔστι δὲ καὶ ἄλλους μυρίους ἀναπλάσαι μύθους τῶν Ἑλληνικῶν πιθανωτέρους, ἀλλ' οὐ σχολή γε τοῖς τῆς ἀληθείας ἐπιμεληταῖς τούτοις προσέχειν τὸν νοῦν. ἴσμεν δὲ μόνον, ὅτι ἐκ παλαιοῦ τῆς Ἀμαλθείας τὸ κέρας εἰς δήλωσιν ἀφθόνων ἀγαθῶν ἐκλαμβάνεται, ὥστε 394 κἂν σειρήνων ἡ γραφὴ μέμνηται, κἂν κοιλάδος Τιτάνων, κἂν Γιγάντων τῶν ἀπ' αἰῶνος ὀνομαστῶν, οὐκ, ἐπειδή τινα περὶ τούτων Ἕλληνες μυθολογοῦσιν, τὰ τῆς ἱερᾶς ἀθετοῦμεν γραφῆς ῥήματα, ἀλλ' ἐκείνοις μὲν τοὺς μύθους καὶ τὰ πλάσματα καὶ τὰ γραώδη σοφίσματα καταλιμπάνομεν, ἡμεῖς δὲ πανταχοῦ τῆς ἀληθείας
Unit 30 rem mid§u30-rem-mid
u30-rem-midRem mid: Unit 30; lemma continues; reading with the letter.
Greek · §u30-rem-mid
μεταποιούμεθα πανταχόθεν ἑαυτοῖς ἐκ τῆς θεοπνεύστου γραφῆς τὰ ψυχωφελῆ ποριζόμενοι. εἰ δὲ δεῖ τι καὶ πνευματικὸν θεωρῆσαι ἐν τοῖς τόποις· ὅταν ὁ φωσφόρος τοῦ θεοῦ λόγος ἐν ταῖς καρδίαις ἡμῶν ἀνατείλῃ, ἡμέρα ἡμῖν ἐπιλάμπει, προκόπτοντες δὲ Χριστοῦ εὐωδία γινόμεθα, περὶ οὗ γέγραπται· σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου, αὐξανομένοις δὲ καὶ εἰς τελείωσιν ἐρχομένοις τότε καὶ Ἀμαλθείας κέρας ἡμῖν ἐγγίνεται ἡ τῶν πνευματικῶν χαρισμάτων ἀφθονία. εἰ δὲ καί τινα μυστικώτερον ἔχουσι λόγον τὰ γεγραμμένα, τοῖς διαβατικώτερον καὶ ὑψηλότερον θεωρεῖν δυναμένοις καταλιμπάνομεν. 42, 15 καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ἰὼβ βελτίους αὐτῶν ἐν τῇ ὑπ' οὐρανόν. καὶ τοῦτο πατέρων εὐδαιμονία, τὸ τέκνα ὡραῖα καὶ εὐπρόσωπα κεκτῆσθαι. καὶ γὰρ καὶ τῆς Σάρας ἐπαινεῖ τὴν ὄψιν ἡ γραφὴ καὶ τοῦ 395 Ἰωσὴφ καὶ τοῦ ∆αυίδ. νόει μοι δὲ τὸ κάλλος καὶ κατὰ ψυχήν, ὥστε τὸ βελτίους ἐπί τε ψυχῆς καὶ σώματος ἐκλαμβάνεσθαι. πρὸς δὲ διάνοιαν τρεῖς τινες ἀριστεῖαι τῷ Ἰὼβ γεγόνασιν, καθ' ἃς μέχρι τῶν καιρῶν ἐκείνων 123 οὐχ εὑρέθησαν ἐν τῇ ὑπ' οὐρανόν· ἡ πρὸ τῶν πειρασμῶν ἐν τῷ πλούτῳ, ἡ ἐν αὐτοῖς μέσοις τοῖς ἀγωνίσμασιν, ἡ μετὰ τοὺς πειρασμούς. ἐν γὰρ τοῖς τρισὶ τούτοις καιροῖς ἄριστα ἀγωνισάμενος τρεῖς ὡραίας ἐσχηκέναι λέγεται θυγατέρας μενούσης μὲν καὶ τῆς ἱστορίας, ἀναγομένου δὲ καὶ τοῦ λόγου ἐπὶ τοὺς τρεῖς καιρούς, καθ' οὓς ἄριστα ἀγωνισάμενος καρποὺς ὡραίους καὶ γεννήματα περιφανῆ καὶ πᾶσι γνώριμα προηνέγκατο. 42, 1517 ἔδωκε δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς. ἔζησε δὲ Ἰὼβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔτη ἔζησε διακόσια τεσσαράκοντα ὀκτώ. καὶ εἶδεν Ἰὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ τετάρτην γενεάν. καὶ ἐτελεύτησεν Ἰὼβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν. πάσας εἴληφε τὰς κατὰ νόμον ἐπαγγελίας ὁ τὸν νόμον γραπτὸν ἐν τῇ διανοίᾳ περιφέρων πρὶν ἀκοῦσαι νόμου. ἦν γὰρ νόμου πληρωτής, εἰ καὶ μὴ μαθητής. 42, 17α γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ' ὧν ὁ κύριος ἀνίστησιν. τῶν δικαίων δηλονότι. οἱ γὰρ ἀσεβεῖς οὐκ ἀναστήσονται ἐν κρίσει οὐδὲ οἱ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων. 42, 17β οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου. καὶ ταῦτα τὰ ῥήματα δεχόμεθα, εἰ καὶ μὴ ὡς τοῦ παντὸς ὕφους ὄντα, ἀλλά γε ὥς τινος τῶν ἁγίων αὐτὰ συνυφάναντος τῇ βίβλῳ. 396 πλὴν ὅμως πάντα δεχόμεθα οὕτως ἐκ τῶν πατέρων τὸ βιβλίον παρειληφότες. 42, 17β ἐν μὲν γῇ κατοικῶν τῇ Αὐσίτιδι ἐπὶ τοῖς ὁρίοις τῆς Ἰδουμαίας καὶ Ἀραβίας. προυπῆρχε δὲ ὄνομα τῷ Ἰὼβ Ἰωβάβ, λαβὼν δὲγυναῖκα Ἀράβισσαν γεννᾷ υἱὸν ὄνομα Ἐννών. τὰς μετονομασίας ἐπὶ τῶν ἁγίων εὑρίσκομεν, ὡς τὸν Ἀβρὰμ Ἀβραὰμ ὀνομαζόμενον καὶ τὸν Πέτρον Κηφᾶν, ὥστε καὶ τοῦτο σημεῖον τῆς τοῦ ἁγίου Ἀβραὰμ ῥίζης τὸ πρότερον καλεῖσθαι τὸν Ἰὼβ Ἰωβάβ. ἐπειδὴ δὲ τῆς παλαιᾶς τοῦ Ἰὼβ ὀνομασίας ἐμνήσθη, καλῶς καὶ τῆς αὐτοῦ γυναικὸς ἐμνημόνευσε τῆς Ἀραβίσσης. οὐ γὰρ ἑτέραν ἠγάγετο γυναῖκα, ὥς γε νομίζω, ἀλλ' αὕτη ἦν ἡ πρώτη, ἐξ ἧς γέγονεν αὐτῷ ὁ Ἐννών, εἴτε εἷς τῶν πρώτων παίδων, εἴτε καὶ τῶν δευτέρων. καὶ εἰ μέν τις λέγει τὴν πρώτην τεθνηκέναι καὶ μὴ ἀπολαῦσαι
Unit 30 rem close§u30-rem-close
u30-rem-closeRem CLOSEOUT: Unit 30 CLOSEOUT. SERIES CLOSEOUT.
Greek · §u30-rem-close
τῶν ἀγαθῶν, φαμέν, ὅτι τοῦτο ὑπέστη διὰ τὸ εἰρηκέναι τῷ Ἰώβ· εἰπόν τι ῥῆμα πρὸς κύριον καὶ τελεύτα. εἰ δὲ αὕτη ἐστιν ἡ περιοῦσα καὶ τῶν ἀγαθῶν ἀπολαύσασα, λέγομεν, ὅτι διὰ τὸ σωφρονεστέραν αὐτὴν γενέσθαι διὰ τῆς ἐπιτιμήσεως τοῦ δικαίου καὶ μὴ ἀντειπεῖν πρὸς τὴν συμβουλὴν δέδοται αὐτῇ καὶ τῶν ἀγαθῶν ἡ ἀπόλαυσις. πλὴν οὐκ ἀνάγκη τὰ τοιαῦτα λεπτολογεῖν. 42, 17ξ ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρὰ τῶν Ἠσαῦ υἱῶν υἱός, μητρὸς Βοσώρας, ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Ἀβραάμ. κεῖται δὲ ἡ γενεαλογία ἐν Παραλειπομέναις. ἀπὸ γὰρ Ἀβραὰμ Ἰσαάκ, ἐκ δὲ τούτου Ἠσαύ, ἐξ οὗ Ῥαγουήλ, ἀπὸ δὲ τούτου Ζάρα ὁ 397 τοῦ Ἰὼβ πατήρ. πέμπτος οὖν ἀπὸ Ἀβραὰμ ὁ Ἰὼβ μὴ συναριθμουμένου,δηλονότι, τοῦ Ἀβραάμ, ὅθεν καὶ λέγομεν αὐτὸν πρὸ νόμου τυγχάνειν. ὁ γὰρ Μωυσῆς ἕκτος ἀπὸ Ἀβραὰμ εὑρίσκεται οὕτως· Ἀβραὰμ ἸσαὰκἸακὼβ Λευὶ Καὰθ Ἀμβρὰμ Μωυσῆς. ἢ οὖν πρὸ Μωυσέως εὑρίσκεται προλαμβάνων γενεὰν μίαν, ἢ κἂν δῶμεν αὐτὸν συγχρονίσαι τῷ Μωυσεῖ, οὔπω δὲ νόμου γέγονε μαθητής. ἡμεῖς μὲν οὖν οὕτω φαμέν, ἐπεὶ καὶ πολλοῖς τῶν ἐν ἐκκλησίᾳ διαπρεψάντων καὶ παλαιοτέροις ἐξηγηταῖς οὕτως ἐδόκει. εἰ δέ τις φιλονεικῶν λέγει αὐτὸν ἀκηκοέναι τοῦ νόμου, καὶ οὕτως ὁ Ἰὼβ θαυμασιώτερος ἀναφανήσεται τῶν μὲν Ἰσραηλιτῶν μὴ φυλαξάντων τὸν νόμον, ἀλλὰ καὶ εἰδώλοις θυσάντων, τοῦ δὲ Ἰὼβ νομικῶς ὁμοῦ καὶ εὐαγγελικῶς ἐν Ἰδουμαίᾳ πολιτευσαμένου. 42, 17δ καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδώμ, ἧς καὶ αὐτὸς ἦρξε χώρας· πρῶτος Βαλὰκ ὁ τοῦ Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ ∆εναβά· μετὰ Βαλὰκ Ἰωβὰβ ὁ καλούμενος Ἰώβ· μετὰ τοῦτον Ἀσὼμ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Αὐσίτιδος χώρας· μετὰ δὲ τοῦτον Ἀδὰδ υἱὸς Βαράδης ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαίμ. οὕτω καὶ ἐν Παραλειπομέναις εὑρήσεις, ὥστε, ὅταν λέγῃ περὶ ἑαυτοῦ ὅτι· ἤμην ἐν μέσῳ αὐτῶν ὡς βασιλεὺς ἐν μονοζώνοις, ἢ ὅτι καὶ πρὸ τῆς βασιλείας διὰ τὴν ἀρετὴν ὡς βασιλεὺς ἐτιμᾶτο, ἢ τὸ ὡς οὐχ ὁμοιωματικῶς εἴρηται, 124 ἀλλ' ἐπ' αὐτῆς τῆς ἀληθείας, ὅτι βασιλεὺς ἐτύγχανεν. 42, 17ε οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι· Ἐλιφὰζ τῶν Ἠσαῦ υἱῶν Θαιμανῶν βασιλεύς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μιναίων 398 βασιλεύς. καλῶς πάλιν τῶν φίλων ἐμνημόνευσεν ὁ λόγος μονονουχὶ λέγων· ἐπὶ τῶν περιφανῶν τούτων καὶ ἀπαραγράπτων προσώπων γέγονε τὰ κατὰ τὸν Ἰώβ. ἐπὶ γὰρ δύο καὶ τριῶν μαρτύρων πᾶν ῥῆμα σταθήσεται, φησὶν ἡ γραφή. τὸ μὲν οὖν πονημάτιον σύντομον, ὡς ἐπετάξατε, τετέλεσται, ὦ Ἰωάννης καὶ Ἰουλιανὲ οἱ θεοσεβέστατοι, ὥσπερ καὶ εἰς τὸν Ἐκκλησιαστήν. ὑμεῖς δὲ τὸ ἀτελεύτητον μὴ παύσησθε ἡμῖν εἰσφέροντες χρέος, τὰς εὐχάς φημι καὶ τὴν ἀγάπην, μαθηταὶ γνήσιοι τοῦ τῆς ἀγάπης υἱοῦ τυγχάνοντες καὶ τῆς λεγούσης ἐντολῆς πληρωταί· μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν, ὃ δὴ καὶ ἄλλοις καὶ πᾶσιν ἡμῶν τοῖς ἀδελφοῖς εἰσφέροντες μὴ παυσώμεθα εὐπροσδέκτοις εὐχαῖς τοῦ μακαρίου προφήτου καὶ ἀγωνιστοῦ καὶ καλλιστεφάνου καὶ ἀμέμπτου Ἰὼβ μόνῃ χάριτι τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ δόξα τιμὴ κράτος σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. 125