Historia Chronike
Historia Chronike Unit 1 opening§u01-open
u01-openUnit 1.
Lemma-led open — ΙΣΤΟΡΙΑ ΧΡΟΝΙΚΗ. . . . : Ἀρχαιολογία Ἰωάννου Ἀντιοχέως, ἔχουσα καὶ διασάφησιν τῶν μυθευομέ
Greek · §u01-open
HISTORIA CHRONIKE ΙΣΤΟΡΙΑ ΧΡΟΝΙΚΗ. 1 Exc. Salmasii in Crameri Anecd. Par. II: Ἀρχαιολογία Ἰωάννου Ἀντιοχέως, ἔχουσα καὶ διασάφησιν τῶν μυθευομένων. 1. Ὁ παρ' Ἕλλησιν ἀρχαῖος Ὤγυγος καὶ Φορωνεὺςὁ υἱὸς Ἰνάχου κατὰ τὴν διὰ Μωσέως ἀπ' Αἰγύπτου ἔξοδον τοῦ λαοῦ ἦσαν. Ἀπὸ γὰρ Ὠγύγου μέχρι τῆς νεʹ Ὀλυμπιάδος, ἤγουν μέχρι τοῦ Κύρου τοῦ Περσῶν βασιλέως ἔτη ασλεʹ. Ὅτε τὸ Πάσχα καὶ ἡ τῶν Ἑβραίων ἔξοδος ἀπ' Αἰγύπτου ἐγένετο, ὁ ἐπὶ Ὠγύγου γέγονε κατακλυσμός. Καὶ εἰκότως· τῶν γὰρ Αἰγυπτίων ὀργῇ Θεοῦ χαλάζαις καὶ χειμῶνι μαστιζομένων, εἰκὸς ἦν μέρη τινὰ συμπάσχειν τῆς γῆς· ἔτι τε Ἀθηναίους τῶν αὐτῶν Αἰγυπτίοις ἀπολαύειν εἰκὸς ἦν, ἀποίκους ἐκείνων ὑπονοουμένους, ὥς φασιν. Ὅτι δὲ Ὠγύγῳ συνήκμαζε Μωσῆς, Πολέμων fr. 13 ἐν πρώτῳ Ἱστοριῶν Ἑλληνικῶν ἱστορεῖ λέγων· «Ἐπὶ Ἄπιδος του Φορωνέως μοῖρα τοῦ Αἰγυπτίων στρατοῦ ἐξέπεσεν Αἰγύπτου, οἳ ἐν τῇ Παλαιστίνῃ καλουμένῃ Συρίᾳ οὐ πόρρω Ἀραβίας ᾤκησαν.» ∆ῆλον δὲ ὅτι τούτους φησὶ τοὺς μετὰ Μωσέως ἐξελθόντας ἐκεῖθεν Ἑβραίους. 2. Οἱ Ἀναξαγόρειοι τὴν Ἀθηνᾶν εἰς τὴν τέχνην ἀλληγοροῦσιν, ὅθεν καὶ τὸ, Ὀλλυμένων χειρῶν ἔρρει πολύμητις Ἀθήνη. (3) Ὁ Ἀϊδωνεὺς βασιλεὺς ἦν Μολοττῶν, παμμεγέθη κύνα ἔχων Κέρβερον, ὃς διεχρήσατο Πειρίθουν· τὸν δὲ Θησέα Ἡρακλῆς ἐρρύσατο. ∆ιὰ δὲ τοῦ κινδύνου τὸ προῦπτον ἐξ ᾅδου ἀναγαγεῖν αὐτὸν Ἡρακλῆς ἐμυθεύθη. (4) Ἀπὸ Ἀτθίδος τῆς Κραναοῦ τοῦ αὐτόχθονος θυγατρὸς ἡ Ἀττικὴ ἐκλήθη. (5) Τριπτόλεμος μακρῷ πλοίῳ προσβάλλων ταῖς πόλεσι, καὶ τὸν σῖτον διαδιδοὺς, πτερωτὸς ὄφις ἐμυθεύθη· εἰκὸς δὲ καὶ τὴν ναῦν τοιούτου σχήμα τος εἶναι. (6) Τὴν Ὠρείθυιαν ὁ Ἀστρέου (l. Ἀστραίου) Βορέας ὁ Θρᾲξ ἥρπασεν, οὐχ ὁ ἄνεμος. (7) Ὁ Φρίξου μυθώδης κριὸς πλοῖον ἦν οὕτω καλούμενον, ἢ ὁ διασώσας αὐτὸν τροφεύς. (8) Ἡ Γοργὼν ἑταίρα ἦν εὔμορφος διὰ κάλλος ἐξιστῶσα τοὺς θεατὰς, ὡς ἀπολιθοῦσθαι δοκεῖν· καὶ ὁ Πήγασος αὐτῆς ἦν κτῆμα, ἵππος ὀξὺς ὤν· Παλαίφατος δὲ Βελλεροφόντου τοῦτό φησι πλοῖον. 9. Ὅτε Κάδμος ἔκτιζε Θήβας, οἱ πλησιόχωροι ἐνέπεσον ἐξαίφνης αὐτῷ, καὶ διὰ τὸ πανταχόθεν συρρεῖν, Σπαρτοὶ ὠνομάσθησαν. (10) Οἱ παρ' Ἀμφίονος θελγόμενοι λίθοι ἠλίθιοί τινες ἦσαν ἀκροαταί. (11) ∆αίδαλος ἔδοξεν ἀγάλματα κινούμενα ποιεῖν διὰ τὸ πρῶτον διαστῆσαι τοὺς πόδας αὐτῶν, τῶν ἄλλων συμπεφυκότας ποιούντων· ὃς φεύγων Μίνωα, διὰ τὸ ἀνεύρετον ἔδοξεν ἀποπτῆναι, πλοίου τυχὼν ἅμα τῷ υἱῷ Ἰκάρῳ. (12) Ἡ Σφὶγξ γυνὴ οὖσα Κάδμου διὰ ζῆλον Ἁρμονίας ἀπέστη, καὶ Θηβαίοις ἐπολέμει· Οἰδίπους δὲ ἐπιστρατεύσας, εἷλεν αὐτήν. (13) Ὅτε Σαμψὼν ἡγεῖτο τοῦ λαοῦ, Ἡρακλῆς ἐτέλει τοὺς ἄθλους· ἰσχυρὸς δὲ ὢν, ἄτεχνος ἦν παλαιστής· ὁ δὲ Ἀνταῖος ἔμπειρος τῶν παρὰ τοῖς παλαισταῖς χαμαὶ καλουμένων, ὡς ὑπὸ γῆς τῆς μητρὸς βοηθεῖσθαι δοκεῖν. Ταῦτα φεύγων ὁ Ἡρακλῆς, ζώσας αὐτὸν τοῖς ἅμμασι, καὶ μετέωρον ἄρας ἀπέκτεινε. (14) Λέγει Πλάτων καὶ τὴν ὕδραν σοφίστριαν εἶναι δεινήν. (15) Οἱ Κένταυροι Θεσσαλῶν ἦσαν ἱππεῖς ἄριστοι. 16. Τὸν Μινόταυρον θηρίον μυθεύονται καταθοινώμενον παῖδας Ἀττικούς· στρατηγὸς δὲ ἦν ὁ Μίνως (λ. ἦν Μίνωος), Ταῦρος καλούμενος διὰ τὸ θυμοειδὲς καὶ τοῦ τρόπου τὸ ἄγριον. Ἐπεὶ δὲ Μίνως ἀγῶνα ἐτίθει ἐπ' Ἀνδρόγεῳ, ὃν ἀπέκτειναν Ἀθηναῖοι, ἐδίδουν αὐτῷ ἔπαθλα παῖδας Ἀττικοὺς, ὡς νικῶντι πάντας· ἰσχυρὸς γὰρ ἦν. Ὡς δὲ 1 τοῦ ἀγῶνος μετείληφε καὶ Θησεὺς καὶ ἐνίκησε Μίνωα, ἐπαύθη τὸ κατὰ τοὺς παῖδας. (17) Ἡρακλῆς εἰς λοιμὸν ἐμπεσὼν εἰς πυρὰν ἥλατο. Ἡ μυθευομένη Σκύλλη τριήρης ἦν Τυρρηνῶν ληιζομένων τοὺς παραπλέοντας· αἱ δὲ Σειρῆνες ἑταῖραι ἐπιβουλεύουσαι τοῖς παραπλέουσι. (18) Φασί τινες Ὅμηρον καὶ Ἡσίοδον ∆αυὶδ συνακμάσαι, οἱ δὲ ὀλίγῳ πρότερον, οἱ δὲ μετὰ ταῦτα γενέσθαι. 19. Ξάνθου τοῦ Βοιωτοῦ Θυμοίτην εἰς μονομαχίαν προκαλουμένου, μὴ ὑπακούσαντος αὐτοῦ, ὁ Ἀνδροπόμπου υἱὸς Μέλανθος Πύλιος τὸ ἐκείνου σχῆμα ἀναλαβὼν, ἐμονομάχησε καὶ
Unit 1 rem early§u01-rem-early
u01-rem-earlyRem early: Unit 1; lemma and argument toward the thesis.
Greek · §u01-rem-early
νενίκηκεν· ὅθεν ἡ τῶν Ἀπατουρίων ἑορτή. 20. Ἐπ' Ἀρχεμόρῳ τὰ Νέμεα πρὸς τῶν Ἀργείωνἄγεται· ἐπὶ Μελικέρτῃ ὑπὸ Κορινθίων τὰ Ἴσθμια· ὑπὸ ∆ελφῶν τὰ Πύθια ἐπὶ ∆ελφύνῃ τῷ δράκοντι· οἱ δέ φασιν ἐπὶ ∆ελφύνῃ ἀρχαίᾳ ἡρωΐδι. Ἀπὸ τῆς ἁμίλλης τῶν Ἀεθλίου παίδων ἀθληταὶ ἐκλήθησαν οἱ ἀγωνισταί. 21. Αἰγύπτιοί φασιν ὡς Ἥφαιστος αὐτῶν ἐβασίλευσεν ἀπείρους τινὰς χρόνους· μετὰ τοῦτον Ἥλιος ὁ Ἡφαίστου ἔτη ξψοζʹ· μετ' αὐτὸν Σῶς, ἤτοι Ἄρης, μεθ' ὃν Κὴβ τοῦ Ἡλίου, ἤτοι Κρόνος. Ὁ ἀπὸ Χὰμ τοῦ υἱοῦ Νῶε Μεστρὲμ εἰς Αἴγυπτον ἀπῳκίσθη, καὶ ἀπ' αὐτοῦ ἐκλήθη ἡ χώρα· τὸ γὰρ Μεστρὲμ Ἑβραϊστὶ Αἴγυπτον δηλοῖ. Ἐπὶ Βινώριος βασιλέως Αἰγύπτου φασὶ τὸν Νεῖλον μέλιτι αʹ ῥυῆναι. Ψίωψ ἑξαέτης ἀρξάμενος βασιλεύων διεγένετο μέχρις ἐτῶν ρʹ. 22. Σεμίραμις ἡ περιβόητος πολλαχοῦ τῆς γῆς ἤγειρε χώματα, προφάσει μὲν διὰ τοὺς κατακλυσμούς· τάδ' ἦσαν ἄρα τῶν ἐρωμένων ζώντων κατορυσσομένων οἱ τάφοι, ὡς Κτησίας ἱστορεῖ. 23. Σέσωστρις βασιλεὺς Αἰγύπτου θʹ ἔτεσι τὴν ἅπασαν Ἀσίαν ἐχειρώσατο, καὶ τῆς Εὐρώπης τὰ μέχρι Θρᾴκης· καὶ μνημόσυνα πεποίηκε τῆς τῶν ἐθνῶν ἁλώσεως, ἐπὶ μὲν τοῖς γενναίοις ἀνδρῶν, ἐπὶ δὲ τοῖς ἀγεννέσι γυναικῶν ταῖς στήλαις ἐγχαράσσων μόρια. 24. Ἐπὶ Βοκχόρεως βασιλέως Αἰγύπτου ἀρνίον ἐλά λησεν φωνῇ ἀνθρωπίνῃ, ὃν Σαβάκων ὁ Αἰθιόπων βασιλεὺς αἰχμάλωτον λαβὼν, ζῶντα κατέκαυσεν· οἱ δέ φασιν ὡς ἐξέδειρεν. 25. Σέλευκός τις ψευδόμενος ἐκ γένους εἶναι τοῦ μεγάλου Σελεύκου τῇ βασιλίσσῃ Βερενίκῃ συνεβασίλευεν· ὕστερον δὲ γνωσθεὶς ἰδιώτης εἶναι, ὑπ' αὐτῆς ἀνῃρέθη. 26. Ἀπὸ Αἰγιαλέως βασιλέως Σικυῶνος Αἰγιάλεια ἡ νῦν Πελοπόννησος. 27. Λεωνίδης μόνος καὶ πρῶτος ἐπὶ τέσσαρας Ὀλυμπιάδας στεφάνους ἔσχε δώδεκα. Χιόνου τοῦ Λάκωνος τὸ ἅλμα ποδῶν ἦν νβʹ. Πολυμνήστωρ ὁ Μιλήσιος ἐκ ποδῶν κατέλαβε λαγών. Καὶ Ἰουδαῖός τις ἱστορεῖται ταχίων δορκάδος γενέσθαι. Μίλων ὁ Κροτωνιάτης ἐνίκησεν Ὀλύμπια ἑξάκις, Ἴσθμια δεκάκις, Νέμεα ἐννάκις. 28. Ὁ Ὁλοφέρνης τοῦ δευτέρου Ναβουχοδονόσορ, ὃν Ἕλληνες Καμβύσην καλοῦσιν, ἦν στρατηγός. 2 Codex Paris. No. 1630, fol. 234: 1. Ἀπὸ τῆς ἐκθέσεως Ἰωάννου Ἀντιοχέωςτῆς περὶ χρόνων καὶ κτίσεως κόσμου πονηθείσης, ὥς φησιν, ἀπὸ βίβλων Μωσέως, Ἀφρικανοῦ, Εὐσεβίου, Παππίου καὶ ∆ιδύμου καὶ ἑτέρων. 2. Πρῶτος ἐκ γῆς ἄνθρωπος πλασθεὶς ὁ Ἀδὰμ ἀπὸ θεοῦ εἶχε μέτρον ἡλικίας ποδῶν ςʹ μετὰ τῆς αὐτοῦ κεφαλῆς, ὡς εἶναι τὴν αὐτοῦ ἡλικίαν δακτύλων ςʹ· ἡ δὲ σπιθαμὴ αὐτοῦ εἶχε δακτύλους ιςʹ, ὁ δὲ πῆχυς αὐτοῦ δακτύλους κδʹ, ὁ δὲ ποῦς ιςʹ. Ἔζησε δὲ ἔτη λʹ. Ἡ δὲ τούτου γυνὴ ἐλέγετο Εὔα, καὶ ἐγέννησεν υἱοὺς τὸν Κάϊν, τὸν Ἄβελ καὶ τὸν Σὴθ, καὶ θυγατέρας τὴν Ἀζουρὰν καὶ τὴν Ἀσουάμ. 3. Ὁ δὲ Ἀδὰμ κατὰ κέλευσιν Θεοῦ ἔθηκεν ὀνόματα πᾶσι τοῖς τετραπόδοις καὶ πετεινοῖς καὶ ἀμφιβίοις καὶ ἑρπετοῖς καὶ ἰχθῦσι καὶ τοῖς ἑαυτοῦ τέκνοις· τὸ γὰρ ἑαυτοῦ ὄνομα καὶ τῆς αὐτοῦ γυναικὸς ἄγγελος Κυρίου εἶπεν αὐτοῖς. (4) Ὁ δὲ υἱὸς αὐτοῦ Σὴθ εἶχε σοφίαν ἀπὸ θεοῦ, καὶ κατὰ κέλευσιν θεοῦ ἔθηκεν ὀνόματα τοῖς ἄστροις πᾶσι καὶ τοῖς πέντε πλανήταις εἰς τὸ γνωρίζεσθαι ὑπὸ τῶν ἀνθρώπων· καὶ τὸν πρῶτον πλανήτην ἐκάλεσε Κρόνον, τὸν βʹ Ζῆνα, τὸν γʹ Ἄρεα, τὸν δʹ Ἀφροδίτην, τὸν εʹ Ἑρμῆν· τοὺς δὲ βʹ φωστῆρας τοὺς μεγάλους αὐτὸς ὁ Θεὸς ἐκάλεσεν. Ὁ αὐτὸς δὲ Σὴθ εὗρε καὶ τὰ ζʹ φωνήεντα ἐκ τῶν εʹ ἀστέρων καὶ τῶν βʹ φωστήρων, καὶ τὰ Ἑβραϊκὰ γράμματα. (5) Ἔλαβε δὲ Σὴθ γυναῖκα 2 Ἀζουρὰν, καὶ ἐγένετο αὐτῶν γενεὰ πολλὴ ἐν τῇ γῇ ἀνδρῶν τε καὶ γυναικῶν. (6) Ἐν τοῖς μέσοις οὖν αὐτῶν χρόνοις μετετέθη Ἐνὼχ, ἕβδομος ὢν ἀπὸ Ἀδάμ. (7) «Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο,» ὥς φησι Μώσης. Καὶ ἐγέννησαν ἑαυτοῖς υἱοὺς τοὺς γίγαντας. (8) Ἔτη δὲ ἀπὸ Ἀδὰμ ἕως τοῦ ἐπιθυμῆσαι τοὺς υἱοὺς τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, βρκβʹ. 9. Ἐν τοῖς χρόνοις τούτοις σφαῖραν πυρὸς ἔπεμψεν ὁ θεὸς ἐκ τοῦ οὐρανοῦ κατὰ τῶν ὄντων ἐν τῇ Κελτικῇ χώρᾳ γιγάντων, καὶ ἔκαυσεν αὐτὴν καὶ αὐτούς. Καὶ εἰς τὸν Ἠριδανὸν ποταμὸν ἐνεχθεῖσα ἡ σφαῖρα ἐσβέσθη. (10) Τοῦτο ἱστοροῦσι τὸ πῦρ οἱ Ἕλληνες, καὶ λέγουσι τὸν υἱὸν τοῦ Ἡλίου εἶναι, ὃν Φαέθοντα εἶπον, πεπτωκότα ἐκ τοῦ ἅρματος εἰς τὴν γῆν. Καὶ ποιητικῶς μὲν οὕτω τὴν ἱστορίαν συνεγράψατο Ὀβίδιος, ἀληθέστερον δὲ εἶπεν ὁ Χαιρωνεὺς Πλούταρχος. (11) Τούτους ἰδόντες οἱ λοιποὶ γίγαντες κεραυνοβοληθέντας, ἔμειναν ἀπειθεῖς· καὶ ὀργισθεὶς ὁ Θεὸς εἶπεν· «Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν αὐτοῖς διὰ τὸ εἶναι
Unit 1 rem mid§u01-rem-mid
u01-rem-midRem mid: Unit 1; lemma continues; reading with the letter.
Greek · §u01-rem-mid
αὐτοὺς σάρκας.» (12) Τούτους Πείσανδρος, ποιητὴς Ἑλλήνων, ὠνόμασε δρακοντόποδας, ἐκ τῆς γῆς γεννηθέντας, καὶ τολμήσαντάς τινα κατὰ τῶν ὑψίστων θεϊκῶν δυνάμεων, ἕως τὸ θεῖον διαφόροις πληγαῖς ἠνάλωσεν. (13) Ὁ δὲ Σέρβιος εἶπεν ἐν βαθείᾳ πεδιάδι διάγοντας ἐσχηκέναι πόλεμον μετά τινων οἰκούντων ἐν ὑψηλοῖς ὄρεσι, καὶ ταῖς κοιλίαις συρομένους φονευθῆναι ὑπὸ τῶν ἐν τοῖς ὑψηλοῖς οἰκούντων. 14. Τότε ἐγένετο Νῶε, ἄνθρωπος ἀγαπώμενος ὑπὸ τοῦ Θεοῦ, καὶ ἐγένετο ὁ κατακλυσμὸς, καθὼς ἐν τοῖς Βιβλίοις φέρεται. Ἔτη ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦβφνβʹ. Ἐν δὲ τῷ χβʹ ἔτει τῆς ζωῆς αὐτοῦ ἐξῆλθε Νῶε ἀπὸ τῆς κιβωτοῦ, καὶ πᾶσα ψυχὴ τοῦ γένους αὐτοῦ. Καὶ μετὰ τὸ παύσασθαι τὸν κατακλυσμὸν ἐκάθισεν ἡ κιβωτὸς, ὡς μὲν Πέργαμος συνεγράψατο, ἐν τοῖς ὄρεσι Ἀραρὰτ τῆς Πισιδίας ἐπαρχίας, ἧς μητρόπολις ἡ Ἀπάμεια· ὡς δὲ Ἰώσηπος καὶ ἄλλοι, ἐν τοῖς ὄρεσι Ἀραρὰτ τῆς Ἀρμενίας μεταξὺ Πάρθων καὶ Ἀρμενίων Ἀδιαβηνῶν. 15. Ἡ δὲ γενεὰ τοῦ Νῶε ἐτεκνοποίησε, καὶ ἐγένετο πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν, καὶ ἐποίουν πυργοποιΐαν· οἵτινες καὶ τὴν κατασκευὴν τῆς κιβωτοῦ ἐπιστάμενοι, πρῶτοι ἐποίησαν πλοῖα, καὶ ἐν τοῖς ὕδασι ἔθεντο αὐτὰ νήχεσθαι. Ἐγένετο οὖν ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιΐας ἔτη τοʹ. 16. Ἐγέννησε Σὴμ, υἱὸς Νῶε, τὸν Ἀρφαξὰδ, ἄνδρα σοφὸν, καὶ ὁ Ἀρφαξὰδ τὸν Καϊνὰν, ὅστις μετὰ τὸν κατακλυσμὸν συνεγράψατο τὴν ἀστρονομίαν, εὑρηκὼς τὰς τῶν ἄστρων ὀνομασίας ἐν πλακὶ λιθίνῃ ἐγγεγλυμμένας, ὡς Ἰώσηπος συνεγράψατο. Οἱ γὰρ τοῦ Σὴθ ἔγγονοι, ἄνδρες ὄντες θεοσεβεῖς καὶ προεγνωκότες τὴν τῶν ἀνθρώπων μέλλουσαν ἔσεσθαι φθορὰν ἤτοι ἐναλλαγὴν, ποιήσαντες στήλας βʹ, τὴν μὲν λιθίνην, ἑτέραν δὲ πλινθίνην, ἔγραψαν ἐν αὐτοῖς τὰ ἐκ τοῦ Σὴθ τοῦ πάππου αὐτῶν ἐκτεθέντα πάντα οὐράνια· λογισάμενοι ὅτι, εἰ μὲν δι' ὕδατος ἐναλλαγείη ὁ τῶν ἀνθρώπων κόσμος, ἡ λιθίνη στήλη μενεῖ καὶ τὰ ἐν αὐτῇ γεγραμμένα, εἰ δὲ διὰ πυρὸς, ἡ πλινθίνη στήλη μενεῖ. Ἥτις λιθίνη στήλη ἔμεινεν μετὰ τὸν κατακλυσμὸν εἰς τὸ Σίριδος ὄρος, ὡς Ἰώσηπος ἐξέθετο. 17. ∆ιεμερίσθησαν αἱ φυλαὶ τῶν υἱῶν Νῶε. Καὶ ἔλαχεν ἡ φυλὴ τοῦ Σὴμ ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Εὐφράτου· ἡ δὲ τοῦ Χὰμ ἀπὸ Ῥινοκορούρων τῆς Αἰγύπτου ἕως μέρους τῆς δύσεως, καὶ πᾶσαν τὴν Λιβύην, τὸν Νεῖλον τὸν λεγόμενον Χρυσορρόαν ἕως Μαυριτανίας καὶ τῶν Ἡρακλεωτικῶν στηλῶν καὶ τῆς μεγάλης θαλάσσης τῆς Ἀδριανῆς. Ἡ δὲ τοῦ Ἰαφὲθ ἀπὸ Μηδίας τὴν ἐπὶ τὸν ἄρκτον ἕως Βριτταννικῶν νήσων καὶ πάντα τὰ τοῦ πόντου ἑ* (ἐπὶ?) τὸν ∆άνουβιν καὶ τὸν Τάναϊν τοὺς ποταμοὺς, τὴν ἐπὶ Καυκάσια ὄρη καὶ Ἀβασγούς. * Ἀπὸ Τίγριδος καὶ ἕως τῆς Ποντικῆς θαλάσσης, τὰ ἀπὸ * τὸν Ῥόδον καὶ Κύπρον καὶ τὴν ἀ...... ∆ιεμερίσθησαν δὲ αἱ φυλαὶ καὶ ἔμειναν ἔθνη οβʹ. 3 Exc. Salmas.: Ἐκ τῆς φυλῆς Σὴμ τοῦ υἱοῦ Νῶε ἐγένετό τις Νεβρὼ κυνηγὸς πρῶτος, ὃν οἱ Ἀσσύριοι ἀποθεώσαντες ἔταξαν ἐν τοῖς 3 ἄστροις, καὶ καλοῦσιν Ὠρίωνα, διὸ καὶ τὸν κύναστρον αὐτῷ συνῆψαν. – Ἐκλήθη δὲ ὑπὸ τῶν ἐπιχωρίων καὶ Κρόνος, καὶ ἔλαβε γυναῖκα τὴν Σεμιράμιδα, ἣ Ῥέα ἐκλήθη, καὶ ἔσχεν ἐξ αὐτῆς Πῖκον τὸν καὶ ∆ία, καὶ Ἥραν καὶ ἄλλους παῖδας. Οὗτος ἐάσας τὸν ∆ία τῶν Ἀσσυρίων κρατεῖν, ἀπῆρεν ἐπὶ δύσιν, καὶ ἔσχεν υἱὸν Ἄφρον, ᾧπερ ἔδωκε τὴν Λιβύην· ἐξ οὗ καὶ ἡ Ἀφρική· ἔσχε δὲ οὗτος ὁ ἌφροςἈφροδίτην θυγατέρα. Ὁ δὲ Ζεὺς ἐάσας τὴν Ἀσσυρίωνἀρχὴν τῷ ἀδελφῷ Νίνῳ, πρὸς τὸν πατέρα Κρόνον ἀπήρθη· καὶ ἐκράτησεν ἐκεῖ, παραχωρήσαντος αὐτῷ τοῦ πατρὸς, καὶ ἀφανοῦς γενομένου. Νῖνος δὲ ἔγημεν Ῥέαν τὴν καὶ Σεμίραμιν, τὴν οἰκείαν μητέρα· ἐξ οὗ ὁ νόμος παρὰ Πέρσαις γαμεῖν τὰς μητέρας. Τότε ἐφάνη καὶ Ζωροάστρης ὁ ἀστρονόμος, ὅστις ηὔξατο ὑπὸ πυρὸς οὐρανίου τελευτῆσαι, εἰπὼν Ἀσσυρίοις τὴν ἑαυτοῦ τέφραν τηρεῖν· οὕτω γὰρ αὐτῶν τὴν βασιλείαν μὴ ἐκλείπειν. 4 Codex. Paris. 1630: Ἐκ τῆς φυλῆς τοῦ Σὴμ ἐγεννήθη ὁ Χοὺς ὀνόματι Αἰθίοψ, ὅστις ἐγέννησε τὸν Νεβρὼδ γίγαντα τὸν τὴν Βαβυλωνίαν κτίσαντα, ὃν λέγουσιν οἱ Πέρσαι ἀποθεωθέντα καὶ γενόμενον ἐν τοῖς ἄστροις τοῦ οὐρανοῦ, ὃν καλοῦσι Ὠρίωνα. Οὗτος πρῶτος (καὶ) κατέδειξε τὸ κυνηγεῖν. –Ἐκ δὲ τῆς αὐτῆς φυλῆς τοῦ Σὴμ, τοῦ πρώτου υἱοῦ τοῦ Νῶε, ἐγεννήθη ὁ Κρόνος. 2. Περὶ τῶν λεγομένων παρ' Ἕλλησι θεῶν. Γεννηθεὶς δὲ ὁ τοιοῦτος Κρόνος ἐγεννήθη ἄνθρωπος γιγαντογενής· ἐπεκλήθη δὲ Κρόνος ὑπὸ τοῦ ἰδίου πατρὸς εἰς τὴν ἐπωνυμίαν τοῦ πλανήτου ἀστέρος. Ἐγένετο δὲ δυνατὸς καὶ πικρός· ὅστις πρῶτος κατέδειξε τὸ ἄρχειν ἐπὶ τῆς γῆς. Ἐβασίλευσε δὲ Ἀσσυρίας ἔτη πολλά. Εἶχε γυναῖκα
Unit 1 rem close§u01-rem-close
u01-rem-closeRem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek · §u01-rem-close
Σεμίραμιν τὴν καὶ Ῥέαν καλουμένην παρὰ τοῖς Ἀσσυρίοις διὰ τὸ καὶ αὐτὴν εἶναι ὑπερήφανον καὶ ἀλαζόνα ἐκ τῆς αὐτῆς φυλῆς. 3. Ἔσχε δὲ Κρόνος υἱὸν ὀνόματι Πῖκον, ὅστις ὑπὸ τῶν γονέων ἐκλήθη Ζεὺς, εἰς ὄνομα καὶ αὐτὸς τῆς ἐπωνυμίας τοῦ πλανήτου ἀστέρος. 4. Ἔσχε δὲ καὶ ἕτερον υἱὸν ὀνόματι Νῖνον καὶ θυγατέρα Ἥραν. Ἔλαβε δὲ εἰς γυναῖκα Πῖκος ὁ καὶ Ζεὺς τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν, Ἥραν, ἣν καὶ ζυγίαν Νέμεσιν ἐκάλουν τινὲς εὐχαριστοῦντες αὐτῇ ὡς ἀγαθῇ καὶ δικαίᾳ. Ἔσχε δὲ ἐξ αὐτῆς ὁ Πῖκος Ζεὺς υἱὸν, ὃν ὠνόμασε Βῆλον διὰ τὸ ὀξύτατον εἶναι. Ὁ δὲ προπάτωρ Κρόνος ἐάσας τὸν αὑτοῦ υἱὸν Πῖκον ἐν τῇ Ἀσσυρίᾳ, καὶ τὴν ἑαυτοῦ γυναῖκα Ῥέαν, καὶ λαβὼν πολλὴν βοήθειαν ἀνθρώπων, ἀπῆλθεν εἰς τὴν δύσιν ἀβασίλευτον οὖσαν, καὶ ἐκράτησεν αὐτῆς ἔτη πολλά· καὶ ἔσχε ἐκεῖ γυναῖκα ὀνόματι Φιλύραν, ἐξ ἧς ἔσχε υἱὸν Ἄφρον· ὃς Ἄφρος γαμήσας Ἀστυνόμην ἐγέννησε θυγατέρα, ἣν ἐκάλεσεν Ἀφροδίτην, εἰς ὄνομα καὶ αὐτὴν τοῦ πλανήτου ἀστέρος, φιλόσοφον γενομένην, ἥτις γαμηθεῖσα Ἀδώνιδι Ἀθηναίῳ, καὶ αὐτῷ φιλοσόφῳ, ἐκεῖνοι ὁμοῦ φιλοσοφοῦντες ἄχρι θανάτου. Ἔσχε δὲ ἐκ τῆς αὐτῆς Φιλύρας ὁ Κρόνος καὶ ἄλλον υἱὸν Χείρωνα, φιλόσοφον καὶ αὐτόν. 5. Βασιλεύσας δὲ Πῖκος ὁ καὶ Ζεὺς ἐν Ἀσσυρίᾳ ἔτη λʹ, καὶ ποιήσας Βῆλον βασιλέα Ἀσσυρίων ἀπῆλθεν ἐπὶ τὴν δύσιν, ἐπὶ τὸν ἑαυτοῦ πατέρα Κρόνον. Ὁ δὲ Κρόνος ταλαιπωρήσας χρόνῳ κατέστησε βασιλέα τὸν ἑαυτοῦ υἱὸν ∆ία. Καὶ ἐβασίλευσε Ζεὺς ἔτη ξ*. 6. Μετὰ δὲ Βῆλον βασιλεύσαντα ἔτη ξ βʹ ἐκράτησε Νῖνος, ὁ ἄλλος υἱὸς Κρόνου, ὅστις καὶ τὴν ἑαυτοῦ μητέρα Σεμίραμιν ἔλαβε γυναῖκα. Ἐξ οὗ νόμος Πέρσαις γαμεῖν τὰς ἑαυτῶν μητέρας καὶ τὰς ἀδελφάς. Καὶ τελευτᾷ ὁ Κρόνος. Ὁ δὲ Νῖνος ἐπικρατὴς γενόμενος τῆς Συρίας κτίζει τὴν Νινευὶ πόλιν Ἀσσυρίων. 5 Exc. Salmas.: Μετὰ Νῖνον ἐβασίλευσε Θούρας, ὃν Ἄρεα ὠνόμασαν· ἦν δὲ σφόδρα δεινὸς καὶ πολεμικὸς, καὶ προσεκύνησαν αὐτῷ Ἀσσύριοι ὡς θεῷ, ὀνομάσαντες αὐτὸν Βῆλον, ἤτοι Ἄρεα πολέμων θεόν. Ὁ δὲ Ζεὺς ἐν τῇ δύσει Φαῦνον τὸν καὶ Ἑρμῆν γεννᾷ, καὶ θανὼν θάπτεται ἐν Κνωσσῷ τῆς Κρήτης. Οὗτος ὁ Ἑρμῆς εὗρε μέταλλα χρυσοῦ καὶ ἀργύρου, διὸ καὶ πλουτοδότης ἐκλήθη, καὶ ἐβασίλευσεν Αἰγύπτου μετὰ Μεστρέμ. Μετὰ δὲ Ἑρμῆν ἐβασίλευσεν Αἰγύπτου Ἥφαιστος, ὃς πολεμῶν ἐπλήγη τὸν πόδα, καὶ γέγονε χωλός. Ἐνομοθέτησε δὲ οὗτος πρῶτος μονανδρίαν ταῖς γυναιξὶ, καὶ δι' εὐχῆς ὀξυλάβην ἀπὸ τοῦ ἀέρος ἐδέξατο, καὶ κατεσκεύασεν ἀπὸ σιδήρου πολεμικὰ 4 ὅπλα. Μετὰ Ἥφαιστον Ἥλιος ὁ υἱὸς αὐτοῦ καὶ οὗτος * Αἰγύπτου, ὃς τὴν τοῦ πατρὸς φυλάττων νομοθεσίαν, εὑρὼν μοιχευομένην γυναῖκα, ἐθριάμβευσεν αὐτήν· ὃ Ὅμηρος εἰς μῦθον μετέβαλε. Σέσωστρις βασιλεὺς Αἰγύπτου ἐκ φυλῆς Χὰμ ἐκράτησε πάσης Ἀσίας, καὶ κατῴκισεν (κατῴκησεν?) ἐν τῇ Ἀσσυρίων χώρᾳ. 6 Cod. Paris. 1630: Μετὰ δὲ Νῖνον ἐβασίλευσε Ἀσσυρίων Θούρας, ὅντινα μετεκαλέσατο ὁ τούτου πατὴρ Ζάμης, ὁ τῆς Ἥρας ἀδελφὸς, εἰς τὸ ὄνομα τοῦ πλανήτου ἀστέρος Ἄρεα. Οὗτος ἐγένετο πικρὸς πολεμιστής. Ὥτινι Ἄρεϊ ἀνέστησαν πρῶτοι στήλας Ἀσσύριοι καὶ ὡςθεὸν προσεκύνουν αὐτόν· ὃν καὶ ἕως τοῦ νῦν καλοῦσι Περσιστὶ Βάαλ θεόν, ὅ ἐστι ἑρμηνευόμενον Ἄρης ὁ πολέμων θεός. 2. Μετὰ τελευτὴν Ἄρεος ἐβασίλευσε Λάμης, μετὰ Λάμην Σαρδανάπαλλος ὁ μέγας· ὅντινα Περσεὺς ὁ ∆ανάης ἐφόνευσε καὶ ἀφείλετο τὴν βασιλείαν Ἀσσυρίων, καὶ βασιλεύσας εἰς τὸ ἴδιον ὄνομα ἐκάλεσεν αὐτοὺς Πέρσας. 3. Ἔζησε δὲ Πῖκος ὁ καὶ Ζεὺς ἔτη ρκʹ, κρατῶν τὴν δύσιν καὶ βασιλεύων αὐτῆς. Καὶ ἔσχε υἱοὺς πολλοὺς καὶ θυγατέρας ἀπὸ τῶν εὐπρεπῶν γυναικῶν· ὑπενόθευε γὰρ αὐτάς· ἦν γὰρ καὶ μυστικὸς καὶ φαντασίας τινὰς ποιῶν καὶ ἐκπλήττων αὐτάς. Αἵτινες γυναῖκες καὶ ὡς θεὸν εἶχον αὐτὸν φθειράμεναι ὑπ' αὐτοῦ. 4. Ἔσχε δὲ ὁ αὐτὸς Πῖκος ὁ καὶ Ζεὺς μετὰ Μαιάδος τῆς Ἰταλικῆς υἱὸν ὄνομα Φαῦνον, ὃν καὶ Ἑρμῆν ἐκάλεσεν εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος. Μέλλων δὲ τελευτᾶν, ἐκέλευσε τὸ λείψανον αὐτοῦ ἐν τῇ Κρήτῃ νήσῳ τεθῆναι. Καὶ κτίσαντες αὐτῷ ναὸν οἱ αὐτοῦ παῖδες ἔθηκαν αὐτὸν ἐκεῖ ἐν τῇ Κρήτῃ ἐν μνήματι. Ὅπερ μνῆμα ἔστιν ἕως τοῦ παρόντος ἐν Κρήτῃ. Ἐν τῷ μνήματι ἐπιγέγραπται· «Ἔνθα κεῖται θανὼν Πῖκος ὁ καὶ Ζεὺς, ὃν καὶ ∆ία καλοῦσι.» 5. Μετὰ δὲ τὴν τοῦ ∆ιὸς τελευτὴν ἐβασίλευσεν ὁ τούτου υἱὸς Φαῦνος ὁ καὶ Ἑρμῆς τῆς Ἰταλίας ἔτη λεʹ· ὃς ἦν ἀνὴρ πανοῦργος καὶ μαθηματικός. Ὅστις ἐφεῦρε μέταλλον χρυσοῦν ἐν τῇ δύσει πρῶτος, καὶ τὸ χωνεύειν. Γνοὺς δὲ ὅτι διαφθονοῦνται αὐτῷ οἱ ἀδελφοὶ ὄντες περί που οʹ (μετὰ πολλῶν γὰρ
Historia Chronike Unit 2 opening§u02-open
u02-openUnit 2.
Lemma-led open — Τίς πρὸ τῆς ἐμοῦ βασιλείας ἠδυνήθη ὑποτάξαι τὰ πάντα, ἢ τίς μετ' ἐμέ;
Greek · §u02-open
μιγνύμενος ὁ Ζεὺς ἐτεκνοποίει), ἀνεχώρησε μετὰ πολλοῦ χρυσοῦ σφόδρα, καὶ ἀπῆλθεν εἰς Αἴγυπτον πρὸς τὴν φυλὴν τοῦ Χάμ. Καὶ δεχθεὶς ἐν τιμῇ διέτριβεν ἐκεῖ μεγαλαυχῶν καὶ φορῶν χρυσῆν στολὴν, λέγων καὶ μαντείας. Ἦν γὰρ σφόδρα λόγιος. Καὶ προσεκύνουν αὐτῷ, λέγοντες εἶναι θεὸν, ὅτι προὔλεγε τὰ μέλλοντα· καὶ παρεῖχεν αὐτοῖς χρήματα διὰ τοῦτο γὰρ καὶ πλουτοδότην ἐκάλουν. Τελευτήσαντος οὖν Μεστρὲμ βασιλέως Αἰγύπτου ἐκ φυλῆς Χὰμ, ἐποίησαν Αἰγύπτιοι Ἑρμῆν βασιλέα· καὶ ἐβασίλευσεν ἔτη λθʹ. 6. Ἐγέννησε δὲ Ζεὺς καὶ ἕτερον υἱὸν ὀνόματι Ἡρακλέα μετὰ Ἀλκμήνης τῆς Θηβαίας, ὃς ἐκλήθη Τριέσπερος. Οὗτος Ἡρακλῆς κατέδειξε πρῶτος τὸ φιλοσοφεῖν ἐν τοῖς ἑσπερίοις μέρεσιν, ἤτοι τοῖς δυτικοῖς. Τοῦτον ἀποθεώσαντες οἱ τοῦ γένους αὐτοῦ μετὰ τὴν αὐτοῦ τελευτὴν, ἐκάλεσαν ἀστέρα οὐράνιον ὀνόματι αὐτοῦ τὸν ἀστροχίτωνα Ἡρακλέα· ὃν γράφουσι δορὰν λέοντος φοροῦντα καὶ τρία μῆλα κρατοῦντα· ἅπερ τρία μῆλα ἀφελέσθαι αὐτὸν ἐμυθολόγησαν τῷ ῥοπάλῳ φονεύσαντα τὸν δράκοντα, τουτέστι νικήσαντα τὸν πολυποίκιλον τῆς πονηρᾶς ἐπιθυμίας λογισμὸν διὰ τοῦ ῥοπάλου τῆς φιλοσοφίας, ἔχοντα περιβόλαιον φρόνημα ὡς δορὰν λέοντος· καὶ οὕτως ἀφείλετο τὰ τρία μῆλα, ὅπερ ἐστὶ τὰς τρεῖς ἀρετὰς, τὸ μὴ ὀργίζεσθαι, τὸ μὴ φιλαργυρεῖν, τὸ μὴ φιληδονεῖν. ∆ιὰ γὰρ τοῦ ῥοπάλου τῆς κρατερικῆς ψυχῆς καὶ τῆς δορᾶς τοῦ θρασυτάτου καὶ σώφρονος λογισμοῦ ἐνίκησε τὸν υἱὸν τῆς φαυλῆς ἐπιθυμίας φιλοσοφήσας μέχρι θανάτου, καθὼς Ἡρόδοτος (λ. Ἡρόδωρος) ὁ σοφώτατος συνεγράψατο, ὃς καὶ ἄλλους Ἡρακλεῖς ἱστορεῖ γεγενῆσθαι ἑπτά. 7. Μετὰ Ἑρμῆν ἐβασίλευσεν Αἰγυπτίων Ἥφαιστος, ὃν καὶ θεὸν ἐκάλουν· ἦν γὰρ πολεμιστὴς καὶ μυστικὸς, ὃς συμπεσόντος αὐτῷ ἵππου ἐν τῷ πολέμῳ πληγεὶς ἔμεινε χωλεύων. Ἀπὸ δὲ μυστικῶν εὐχῶν τὴν ὀξυλάβην ἐδέξατο ἐκ τοῦ ἀέρος εἰς τὸ κατασκευάζειν ἐκ σιδήρου ὅπλα· ὅθεν καὶ ἐπικρατὴς εὑρέθη εἰς τοὺς πολέμους· πρὸ γὰρ αὐτοῦ ῥοπάλοις καὶ λίθοις ἐπολέμουν. Ἐνομοθέτησε δὲ καὶ ταῖς Αἰγυπτίων 5 γυναιξὶ μονανδρεῖν καὶ σωφρόνως διάγειν. 8. Μετὰ δὲ τὴν τελευτὴν Ἡφαίστου ἐβασίλευσεν Αἰγυπτίων ὁ υἱὸς αὐτοῦ Ἥλιος ἡμέραις δυοζʹ, ὡς εἶναι ἔτη ιβʹ καὶ ἡμέρας ζʹ. Οὔτε γὰρ ᾔδεισαν τότε Αἰγύπτιοι ἢ ἄλλοι τινὲς ἐνιαυτὸν ψηφίσαι, ἀλλ' ἄλλοι μὲν τὰς περιόδους τῆς σελήνης εἰς ἐνιαυτοὺς ἐψήφιζον, οἱ δὲ τὰς περιόδους τῶν ἡμερῶν· οἱ γὰρ τῶν ιβʹ μηνῶν ἀριθμοὶ μετὰ ταῦτα ἐπενοήθησαν, ἐξ ὅτου ἐπωνομάσθη τὸ ὑποτελεῖς εἶναι τοὺς ἀνθρώπους τοῖς βασιλεῦσιν. Ὁ τοιοῦτος βασιλεὺς Αἰγύπτου Ἥλιος κατασχὼν γυναῖκα μοιχευομένην ἐτιμώρησεν αὐτὴν, στηρίζων τὴν τοῦ πατρὸς αὐτοῦ νομοθεσίαν· καὶ τοῦτό ἐστιν ὃ ποιητικῶς φησὶν Ὅμηρος, ὡς Ἥλιος ἤλεγξε τὴν Ἀφροδίτην συμμιγνυμένην νυκτὸς Ἄρεϊ. Ἀφροδίτην γὰρ ἐκάλεσε τὴν ἐπιθύμησιν τῆς πορνείας ὑπὸ Ἡλίου βασιλέως ἐλεγχθείσης. Τὸ δὲ ἀληθὲς Παλαίφατος ὁ σοφώτατος χρονογράφος συνεγράψατο. 9. Μετὰ τὴν Ἡλίου τελευτὴν ἐβασίλευσε Σῶσις. Μετὰ ταῦτα ἕτεροι δύο, καὶ μετ' αὐτοὺς Θοῦλις, ὃς παραλαβὼν πᾶσαν τὴν γῆν μετὰ (λ. ἕως) τοῦ ὠκεανοῦ ἦλθεν ἐν τῇ Ἀφρικῇ εἰς τὸ μαντεῖον· καὶ θυσιάσας ἐπυνθάνετο λέγων· «Τίς πρὸ τῆς ἐμοῦ βασιλείας ἠδυνήθη ὑποτάξαι τὰ πάντα, ἢ τίς μετ' ἐμέ;» Καὶ ἐδόθη αὐτῷ χρησμὸς οὗτος· Πρῶτα θεὸς, μετέπειτα λόγος καὶ πνεῦμα σὺν αὐτοῖς. Ταῦτα δὲ σύμφυτα πάντα καὶ ἔντυμον εἰς ἓν ἰόντα, οὖ κράτος αἰώνιον. 10. Μετ' αὐτὸν ἐβασίλευσεν Αἰγυπτίων ἐκ τῆς φυλῆς Χὰμ Σῶστρις, ἐφ' οὗ μετῳκίσθησαν ἐν Περσίᾳ Σκύθαι. Ἐν τοῖς χρόνοις τοῦ Σώστριδος ἦν Ἑρμῆς ὁ τρισμέγιστος ὁ Αἰγύπτιος, ἀνὴρ φοβερὸς ἐν σοφίᾳ, ὃς ἔφρασε τρεῖς μεγίστας δυνάμεις εἶναι, τὸ τοῦ ἀρρήτου καὶ δημιουργοῦ ὄνομα, μίαν δὲ θειότητα εἶπεν εἶναι· διὸ καὶ ἐκλήθη ὑπὸ τῶν Αἰγυπτίων Τρισμέγιστος. Ἐμφέρονται δὲ ἐν τοῖς πρὸς Ἀσκληπιὸν λόγοις αὐτοῦ ῥήματα ταῦτα· 11. «Ἦν φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ καὶ
Unit 2 rem early§u02-rem-early
u02-rem-earlyRem early: Unit 2; lemma and argument toward the thesis.
Greek · §u02-rem-early
ἦν ἀεὶ νοῦς νοὸς φωτεινός· καὶ οὐδὲν ἕτερον ἦν ἢ ἡ τούτου ἑνότης· ἀεὶ ἐν αὑτῷ ὢν, ἀεὶ τῷ αὑτοῦ νοῒ καὶ φωτὶ καὶ πνεύματι πάντα περιέχει. Ἐκτὸς τούτου οὐ θεὸς, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη· πάντων γὰρ κτίστης καὶ πατὴρ καὶ θεὸς, καὶ πάντα ὑπ' αὐτὸν καὶ ἐν αὐτῷ ἐστιν. Ὁ γὰρ λόγος αὐτοῦ παντέλειος ὢν καὶ γόνιμος καὶ δημιουργὸς, ἐν γονίμῳ φύσει πεσὼν ἐν γονίμῳ ὕδατι ἔγκυον τὸ ὕδωρ ἐποίησε.» (12) Καὶ ταῦτα εἰρηκὼς ηὔξατο λέγων· «ὁρκίζω σε, οὐρανὸν, θεοῦ μεγάλου σοφὸν ἔργον, ὁρκίζω σε φωνὴν πατρὸς, ἣν ἐφθέγξατο πρώτην, ἡνίκα τὸν πάντα κόσμον ἐστηρίξατο· ὁρκίζω σε κατὰ τοῦ μονογενοῦς αὐτοῦ λόγου καὶ τοῦ πνεύματος τοῦ περιέχοντος πάντα· ἵλεως, ἵλεως, ἵλεως ἔσο·» ὥστε οὖν καὶ Ἑρμῆς ὁ τρισμέγιστος καίτοι γε ἀγνοῶν τὸ μέλλον τριάδα ὁμοούσιον ὡμολόγησε. 13. Μετὰ Σῶστριν ἐβασίλευσε τῶν Αἰγυπτίων Φαραὼ ὁ καὶ Καραχὼ, ἀφ' οὗ οἱ τῶν Αἰγυπτίων δυνάσται τὴν ἐπωνυμίαν ἔλαβον Φαραώ. 14. Καθ' ὃν δὲ χρόνον ἐβασίλευσε τῶν Ἀργείων ἐν τοῖς δυτικοῖς μέρεσιν Ἴναχος ἐκ τῆς φυλῆς Ἰάφεθ καταγόμενος, καὶ κτίζει πόλιν εἰς ὄνομα τῆς σελήνης, Ἰώ· οὕτω γὰρ τὴν σελήνην ἐκάλουν Ἀργεῖοι· καὶ ἠγάγετο γυναῖκα Μηλίαν, ἀφ' ἧς ἔσχεν υἱοὺς δύο καὶ θυγατέρα Ἰὼ, ἣν Πῖκος ὁ καὶ Ζεὺς ἥρπασε, καὶ ἐξ αὐτῆς ἔσχεν θυγατέρα Λιβύην. Ἡ τοίνυν Ἰὼ λυπηθεῖσα ἐπὶ τῇ διαφθορᾷ, ἀφεῖσα τοὺς γονεῖς, τοὺς ἀδελφοὺς καὶ τὴν θυγατέρα Λιβύην, ἔφυγεν εἰς Αἴγυπτον, κἀκεῖθεν ἐπὶ τὴν Συρίαν ἀπῆλθεν εἰς τὸ Σίλπιον καλούμενον ὄρος, εἰς ὅπερ Σέλευκος ὁ Νικάτωρ ἔκτισε πόλιν καὶ εἰς ὄνομα τοῦ υἱοῦ Ἀντιόχειαν ἐκάλεσε, κἀκεῖ ἐτελεύτα. Καὶ ἀπελθόντες εἰς ἀναζήτησιν αὐτῆς οἱ ἀδελφοὶ καὶ εὑρόντες θανοῦσαν ἔκτισαν αὐτῇ ἱερὸν ὅπερ ἐκάλεσαν Ἰώπολιν. 15. Ἡ δὲ Λιβύη γαμηθεῖσα Ποσειδῶνί τινι ἔτεκεν ἐξ αὐτοῦ παῖδας γʹ, Ἀγήνορα, Βῆλον καὶ Ἐνυάλιον. Ὁ Βῆλος γαμήσας Σίδην ἔσχε δύο υἱοὺς, Αἴγυπτον καὶ ∆αναόν· ἐξ οὗ Αἴγυπτος καὶ Σιδὼν ὠνομάσθησαν. Ὁ δὲ Ἀγήνωρ ἤγαγε τὴν Τυρώ· ἐξ οὗ Τύρος πόλις· καὶ ἔσχεν υἱοὺς δʹ καὶ θυγατέρα μίαν, Κάδμον, Φοίνικα, Σύρον καὶ Κίλικα καὶ Εὐρώπην· καὶ ἔλαχον τὰς ἐπωνύμους χώρας Καδμείαν τὴν Θήβης, τὴν Φοινίκην, τὴν Συρίαν, τὴν Κιλικίαν καὶ 6 τὴν Εὐρώπην. Τὴν Εὐρώπην δὲ ἁρπάσας ταῦρος, βασιλεὺς Κρήτης, ἔτεκε Μίνωα. 16. Κατὰ τούτους τοὺς χρόνους ἀνεφάνη τις ἐν Τύρῳ ἀνὴρ σοφὸς ὄνομα Ἡρακλῆς, ὃς εὗρε τὴν βαφὴν, τὴν καλουμένην κογχύλην, ἰδὼν κύνα ποιμενικὸν ἐσθίοντα κογχύλην καὶ τὸν ποιμένα ἐκμάσσοντα μετὰ πόκον προβάτου τὸ τοῦ κυνὸς στόμα, καὶ προσαγαγὼν τὸν πόκον ὡς μέγα δῶρον τῷ βασιλεῖ. (17) Ὁ δὲ Σύρος εὗρε τὴν ἀριθμητικὴν, ἐδόξασε δὲ καὶ ἀσωμάτους ἀρχὰς καὶ μεταβολὴν τῶν ψυχῶν εἰς ἕτερα ζῶα. 18. Κατὰ τοὺς χρόνους τούτους ἐγνωρίζετο Φαλὲκ, ὁ υἱὸς Ἕβερ, περὶ οὗ Μωσῆς ἔγραψε, καὶ ἕτερος υἱὸς τοῦ Πίκου ∆ιὸς ἀπὸ ∆ανάης γενόμενος ὀνόματι Περσεὺς, ὃν ἐδίδαξεν ὁ πατὴρ πάσας τὰς μυστικὰς φαντασίας· ὅστις βουλόμενος ἑαυτῷ καταστῆσαι βασιλείαν καὶ διὰ πολλῆς ἐρχόμενος γῆς, εἶδε παρθένον κόρην αὐχμηράν τε καὶ δυσειδῆ ὀνόματι Μέδουσαν· καὶ λαβὼν ἀπέτεμεν αὐτῆς τὴν κεφαλὴν, καὶ τελέσας αὐτὴν, ὡς ἐδιδάχθη, ἐβάσταζε καταπλήττων πάντας καὶ ἀναιρῶν τοὺς ὁρῶντας· ἥντινα κεφαλὴν ἐκάλεσε Γοργόνα διὰ τὴν ὀξύτητα τῆς ἐνεργείας. ** γυναικὸς Ἀνδρομέδας, καὶ καταλαβὼν κώμην λεγομένην Ἀμάνδραν, ἐποίησεν αὐτὴν πόλιν, στήσας ἑαυτῷ στήλην βαστάζουσαν τὴν Γοργόνα· αὕτη μετεκλήθη ἕως νῦν Ἰκόνιον διὰ τὸ ἀντεικόνισμα τῆς Γοργόνος. Ἐπολέμησε δὲ καὶ Ἰσαύροις καὶ Κίλιξιν, ἔνθα πόλιν κτίζει ἣν ἐκάλεσε Ταρσόν ἐν τῇ κώμῃ τῇ λεγομένῃ Ἀνδρασῷ. Χρηματισθεὶς (ἐχρηματίσθη?) γὰρ κατ' ὄναρ ὅτι ἐν τῷ (λ. ᾧ) τόπῳ μετὰ τὴν πρὸς πολεμίους νίκην ἀποβὰς ἐκ τοῦ ἵππου τὸν ταρσὸν ἀπόθηται τοῦ ποδὸς, ἐκεῖ ὑπὲρ τῶν νικητηρίων κτίσαι πόλιν, καὶ κτίσας ταύτην ἐκάλεσε Ταρσόν. Μετὰ δὲ ταῦτα καὶ Μήδους νικήσας ἐκάλεσε τὴν χώραν Περσίδα, ἐδίδαξε δὲ καὶ πολλοὺς τῶν Περσῶν τὰς ἐπὶ τῆς Γοργόνος τελετάς. (18*) Καθ' ὃν δὴ χρόνον κατηνέχθη σφαῖρα πυρὸς ἐκ τοῦ οὐρανοῦ, ἐξ ἧς ἔλαβεν ὁ Περσεὺς πῦρ, καὶ παρέδωκε τιμᾶν αὐτό· ὃ καὶ μέχρι νῦν φυλάττουσι. (19) Συνέβαλε δὲ τῷ Κηφεῖ τῷ πατρὶ Ἀνδρο μέδας, τυφλῷ ὄντι ὑπὸ τοῦ γήρως, καὶ προεβάλετο, καθ' ὅπερ εἶχεν ἔθος, εἰς βοήθειαν τὴν κεφαλὴν Γοργόνος· ὁ δὲ μὴ βλέπων οὐκ ἔθανεν· ὁ δὲ Περσεὺς ἀγνοῶν δι' ἣν αἰτίαν ἐξέφυγεν ἐκεῖνος τὸν ἀπὸ τῆς Γοργόνος θάνατον, καὶ νομίσας μηκέτι ἐνεργεῖν τὴν ὑπ' αὐτοῦ φερομένην κεφαλὴν, στρέψας εἰς ἑαυτὸν καὶ ταύτην ἑωρακὼς ἐτελεύτα.
Unit 2 rem mid§u02-rem-mid
u02-rem-midRem mid: Unit 2; lemma continues; reading with the letter.
Greek · §u02-rem-mid
(20) Βασιλεύει μετ' αὐτὸν Περσῶν ὁ υἱὸς αὐτοῦ Μέρρος, ὅστις ἔκαυσε τὴν μυσαρὰν ἐκείνην κεφαλὴν τῆς Γοργόνος. 7a Exc. Salmas.: ∆ιόνυσος πολεμήσας Πενθεῖ τῷ ἐξαδέλφῳ δέσμιος ἤχθη· Ἀγαυὴ δὲ ἡ μήτηρ Πενθέως ἔπεισεν αὐτοὺς σπείσασθαι ἐνώπιον τοῦ πάππου Κάδμου· ὁ δὲ ∆ιόνυσος ἐνετείλατο τοῖς οἰκείοις ἀνελεῖν Πενθέα· καὶ ἐμυθεύθη ὅτι ἡ Ἀγαυὴ τὸν οἰκεῖον διεσπάραξεν, οἷα τοῦ θανάτου αὐτοῦ αἰτία γενομένη. Στασιασάντων δὲ τῶν πολιτῶν ἐπὶ τῷ θανάτῳ Πενθέως, ∆ιόνυσος μὲν ἀπελαύνετο, προχειρίζεται δὲ Λυκοῦργος. Tzetzes Hist. VI, 61, 581: Ὁ δ' Ἰωάννης χρονικὸς ἀλληγορῶν που λέγει· Πενθεύς τε καὶ ὁ Λάβδακος, μᾶλλον δὲ Πενθεὺς πλέον, ἀνῃρημένων τῶν λοιπῶν ἐγγόνων τῶν τοῦ Κάδμου, τοῦ μὲν Ἀκταίωνος αὐτοῦ ὑπὸ κυνῶν ἰδίων, Λεάρχου Μελικέρτου δὲ παρὰ πατρὸς μητρός τε, εἶχεν ἐλπίδα κατασχεῖν τὰ σκῆπτρα καὶ τοὺς θρόνους. Ὡς δ' ἤκουσε ∆ιόνυσον ἔγγονον νόθον Κάδμου ἀντιποιεῖσθαι τῆς ἀρχῆς, δεσμεῖ κρατήσας τοῦτον. Λύσας λιταῖς δὲ τῆς μητρὸς κτείνεται δόλοις τούτου. ∆ιόπερ μῦθον ἔπλασαν, ἐκ τῆς μητρὸς κτανθῆναι. 8 Cod. Paris. 1630: Μετὰ δὲ Κάδμον ἐβασίλευσε τῆς Βοιωτίας Νυκτεὺς, οὗ θυγάτηρ Καλλιόπη ἐκ μίξεως Θεοβοίου Ζῆθον καὶ Ἀμφίονα ἔτεκεν, οἳ ῥιφέντες καὶ παρ' ἀγροίκου ἀνατραφέντες κρατοῦσι τῆς Βοιωτίας, ἐπαναστάντες τῷ Νυκτεῖ, καὶ κτίζουσι πόλιν τὴν πρώην οὖσαν κώμην καὶ καλουμένην Ἐγχέλειαν, καὶ ὠνόμασαν αὐτὴν Θήβας εἰς ὄνομα τοῦ πατρὸς αὐτῶν. (2) Τούτων ἀπόγονος Λάϊος, ἀφ' οὗ Οἰδίπους γεννηθεὶς ἐξετέθη ξύλῳ τοὺς πόδας περικλεισθεὶς, καὶ Οἰδίπους ὠνομάσθη διότι ὠγκωμένους εἶχε τοὺς πόδας. Γέγονε δὲ ἀνδρεῖος καὶ τὴν χώραν ἐλῄστευε. 7 Καθ' ὃν δὴ χρόνον καὶ ἡ λεγομένη Σφὶγξ ἐφάνη, γυνὴ δυσειδὴς καὶ θηριώδης τὴν φύσιν, ἥτις ἀποβαλοῦσα τὸν ἄνδρα, καὶ λῃστρικὴν συναγαγοῦσα χεῖρα καὶ τόπον καταλαβοῦσα δύσβατον τοὺς παριόντας ἐφόνευε καὶ τὰς Θήβας τῶν ἀναγκαίων ἐστένου. (3) Ὁ οὖν Οἰδίπους δεινότατον τι βουλευσάμενος ἐς τὸ ἀναιρεῖν τὴν Σφίγγα, ἔλαβεν ἐκ τοῦ κτήματος ὅπου ἀνετράφη ἀγροίκους γενναίους, προσποιούμενος θέλειν ἑαυτὸν μετ' αὐτῆς λῃστεύειν καὶ ἐπιτηρήσας καιρὸν λόγχῃ ἀναιρεῖται ταύτην, καὶ προάγει εἰς τὴν πόλιν. Οἱ δὲ Θηβαῖοι θαυμάσαντες ἀναβοῶσιν αὐτὸν βασιλέα. (4) Μάχης δὲ γενομένης Λάϊος λίθῳ τὴν κεφαλὴν βληθεὶς ἀναιρεῖται· Ἰοκάστη δὲ φοβουμένη τῆς βασιλείας ἐκπεσεῖν ἄγει τὸν Οἰδίποδα, καὶ χειροτονεῖ βασιλέα. Καὶ θεραπεύει τὸ πλῆθος, καὶ βασιλεύει χρόνους ιθʹ, καὶ τίκτει μετ' Ἰοκάστης υἱοὺς βʹ καὶ θυγατέρας βʹ. (5) Μετὰ δέ τινα χρόνον ἐρωτησάσης Ἰοκάστης περὶ τῶν γονέων αὐτοῦ, εἶπε Μελίβοιον τὸν θρεψάμενον· ἡ δὲ μετεστείλατο αὐτόν· καὶ εἶπε μὴ εἶναι τούτου υἱὸν, ἀλλ' ἐν τῇ ὕλῃ εὑρεῖν· καὶ μαθοῦσα χρόνον εὗρεν ὅτι υἱὸς αὐτῆς ὑπῆρχε, καὶ εἶπε τῷ Οἰδίποδι. Ὁ δὲ ἀκούσας ἔλαβεν ἥλους καὶ πήξας τοὺς ὀφθαλμοὺς ἀπέθανεν ἅμα μητρὶ Ἰοκάστῃ. ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ. 1. Ἐπειδὴ δὲ ἀναγκαῖον εἰπεῖν ὅπως οἱ τότε ἄνθρωποι πολυθεΐαν ἐτίμησαν, λεκτέον ἡμῖν ἐντεῦθεν ἀρχομένοις. Σερούχ τις ἐκ τῆς τοῦ Ἰάφεθ φυλῆς καταγόμενος δόγμα παρέδωκε τιμᾶσθαι τοὺς πάλαι τελευτήσαντας καὶ ἀριστεύσαντας ἄνδρας ἢ διὰ εἰκόνων ἢ διὰ ἀνδριάντων, καὶ τούτους προσκυνεῖσθαι κατ' ἔτος ὡς ἔτι ζῶντας, καὶ μνήμας αὐτῶν ἐκτελεῖν καὶ ἐν ταῖς ἱερατικαῖς ἀναγράφεσθαι βίβλοις, καὶ θεοὺς αὐτοὺς ὀνομάζειν ὡς εὐεργέτας. Ἐντεῦθεν εἰσήχθη ἡ πολυθεΐα καὶ ἡ εἰδωλολατρία. Τοῦτο δὲ διέμεινε παρ' αὐτοῖς μέχρι τῶν χρόνων Θάρρα τοῦ πατρὸς Ἀβραάμ. Ἦν γὰρ ἀγαλματοποιὸςκαὶ ἀπὸ διαφόρων ὑλῶν τῇ πόλει εἰκόνας ἐργαζόμενος καὶ λέγων τούτους εἶναι θεοὺς καὶ ὀφείλειν προσκυνεῖσθαι ὡς αἰτίους τῶν ἀγαθῶν. Ἐντεῦθεν δὲ διέδραμεν ἡ τοιαύτη δόξα εἰς τὰ πλεῖστα τῶν ἀνθρώπων γένη, μάλιστα δὲ ἐν Ἑλλάδι. Ἤδη γὰρ ἦσαν οὗτοι τὴν τοιαύτην ἀναδεξάμενοι πλάνην, καὶ τιμήσαντες Ἕλληνα τὸν γίγαντα τὸν ἀπὸ φυλῆς τοῦ Ἰάφεθ καταγόμενον καὶ τῆς πυργοποΐας κοινωνὸν γενόμενον, δι' ἣν ἐμερίσθησαν αἱ γλῶτται τῶν ἀνθρώπων, καὶ ἐκλήθησαν μέροπες. 9 Exc. De virt.: Ὅτι ἡ εἰδωλολατρεία ἤρξατο ἀπὸ Σερούχ τινος καταγομένου ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ, δογματίσαντος εἰκόσι καὶ ἀνδριᾶσι τιμᾶσθαι τοὺς πάλαι ἀριστεύσαντας, καὶ τιμᾶσθαι ὡς εὐεργέτας. Καὶ τοῦτο ἐπεκράτησε μέχρι τῶν χρόνων Θάρρα τοῦ πατρὸς Ἀβραάμ. Ἀβραὰμ δὲ δίκαιος γενόμενος καὶ εἰς θεογνωσίαν ἐλθὼν καὶ λογισάμενος ὅτι ὁ πατὴρ αὐτοῦ τοὺς ἀνθρώπους πλανᾷ, παρασκευάζων αὐτοὺς εἰδώλοις καὶ ἀγάλμασι προσκυνεῖν, καὶ ποιητὴν ἁπάντων μὴ
Unit 2 rem close§u02-rem-close
u02-rem-closeRem CLOSEOUT: Unit 2 CLOSEOUT.
Greek · §u02-rem-close
γνωρίζειν θεὸν, συντρίψας τὰ τοῦ πατρὸς ἔργα, ἀνεχώρησεν ἀπὸ Καρρῶν ὅρων Χαλδαίων τῆς μέσης τῶν ποταμῶν χώρας, καὶ ᾤκησεν εἰς τὰ μέρη τῆς νυνὶ καλουμένης Παλαιστίνης πέραν τοῦ Ἰορδάνου ποταμοῦ αὐτὸς καὶ οἱ αὐτοῦ συγγενεῖς καὶ Λὼτ ὁ υἱὸς τοῦ ἀδελφοῦ αὐτοῦ, πέμπτῳ καὶ ἑβδομηκοστῷ ἔτει τῆς ἑαυτοῦ ζωῆς. Εἰσὶν οὖν ἀπὸ τοῦ κατακλυσμοῦ ἕως Ἀβραὰμ ἔτη αυγʹ. Ἀπὸ δὲ τοῦ Ἀδὰμ ἕως τοῦ Ἀβραὰμ γψμεʹ. Ἐγένετδὲ Ἀβραὰμ πλούσιος σφόδρα ἐν κτήνεσι πολλοῖς, καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ συνοικία αὐτῶν. Καὶ ἔδωκε Λὼτ οἰκεῖν τὰ πέραν τοῦ Ἰορδάνου. Καθ' ὃν δὴ χρόνον ἀπώλοντο δύω πόλεις Σόδομά τε καὶ Γόμορρα, θείου πυρὸς καταρραγέντος ἐπ' αὐτὰς, διότι τοὺς παριόντας ἐνύβριζον ξένους. 10 Exc. Salmas.: Ἰορδάνης λέγεται ὁ ποταμὸς, διότι δύο ἅμα μίγνυνται ποταμοὶ, Ἰόρ τε καὶ ∆άνης, καὶ ἀποτελοῦσιν αὐτὸν, ὥς φησι Πλούταρχος. Περὶ τοῦ Ἰορδάνου ἀπὸ τῆς ἱστορίας Φιλοστοργίου. «Ἐπ' ἐσχάτοις τῆς Παλαιστίνης τέρμασι, μεθ' ἣν ἡ τῶν 8 Φοινίκων ἐκδέχεται, κεῖται πόλις ∆ὰν ὀνομασθεῖσα πρότερον ἐκ τῆς τοῦ ∆ὰν φυλῆς, ὁπηνίκα χρόνον ἐπ' οὐκ ὀλίγον οὗτοι δὴ μόνοι τοῦ παντὸς ἔθνους πλανώμενοι, τελευταῖον τὰ ταύτῃ κατασχόντες χωρία, μόγις ἱδρύνθησαν, καὶ πόλιν ἐπὶ τοῖς ἄκροις αὐτῶν ὄρεσι δειμάμενοι, τὴν τοῦ φυλάρχου σφῶν ἐπέθηκαν κλῆσιν, καὶ τοῦτο ἦν τῆς Ἰουδαίας ὁ ἔσχατος πρὸς Φοινίκην ὅρος. Ταύτην χρόνῳ ὕστερον Ἡρώδης ὁ μέγας οἰκοδομήσας, Καισάρειαν Φιλίππου μετωνόμασε, νῦν δὲ Πανεάς ἐστι καλουμένη· τὸ γὰρ Πανὸς ἐν ταύτῃ βρέτας στησάμενοι, εἰς τοῦτο τὴν τῆς πόλεως ἔτρεψαν προσηγορίαν. Ἐν ταύτῃ τῇ Πανεάδι τῶν τοῦ Ἰορδάνου πηγῶν ἡ ἑτέρα τίκτεται, δυοῖν οὐσῶν, ∆ὰν ἐκ τοῦ παλαιοῦ ὀνόματος ἔτι καὶ νῦν ὀνομαζομένη· τὴν γὰρ ἑτέραν, ἥτις Ἰὸρ ἐπικαλεῖται, πόρρωθεν αὐτῆς ὡς ἀπὸ σταδίων ρξʹ, κόλωνός τις τοῦ αὐτοῦ προΐησιν ὄρους· ὧν ἐξ ἑκατέρας προχεῖται ποταμὸς, ὁ μὲν Ἰοράτης, ὁ δὲ ∆ανίτης ἐπικαλούμενος· οἳ διὰ τοῦ ὄρους ἐνεχθέντες, ἐπειδὴ καταβαῖεν εἰς τὸ πεδίον, ἐνταῦθα ἤδη ξυνίασιν καὶ ἕνα μέγιστον ἀποτελοῦσι ποταμὸν τὸν Ἰορδάνην, ἐν ταὐτῷ ἤδη τό τε ῥεῦμα καὶ τὴν προσηγορίαν κιρνάμενοι· ὃς τὴν τῆς Τιβεριάδος διέξεισι λίμνην μέσην τέμνων αὐτὴν, καὶ δι' ὅλης αὐτῆς ἐν τῷ οἰκείῳ ὁλκῷ ῥεόμενος μέχρις ἂν ἐπὶ τὴν κατέναντι ἐκπέσειε γῆν, ἶσος αὐτὸς αὑτῷ καὶ παραπλήσιος ὤν· κἀντεῦθεν ἤδη διὰ τῆς Παλαιστίνης ἐνεχθεὶς, ἅπας εἰς τὴν νεκρὰν καλουμένην εἰσπεσὼν ἀφανίζεται θάλασσαν.» 11 Cod. Par. 1630: Ἰορδάνης δὲ ποταμὸς οὕτω λέγεται διὰ τὸ συμμίγνυσθαι δύο ἅμα, Ἰόρ τε καὶ ∆άνην. Καθ' ὃν δὴ χρόνον καὶ Μελχισεδὲκ ἐγνωρίζετο, ἀνὴρ εὐσεβὴς, καταγόμενος ἐκ γένους Σίδου, υἱοῦ Αἰγύπτου βασιλέως τῆς Λιβύης· ὅστις γενόμενος ἱερεὺς καὶ βασιλεὺς τῶν Χαναναίων ἔκτισε πόλιν ἐν τῷ ὄρει τῷ λεγομένῳ Σιὼν, καὶ καλέσας αὐτὴν Ἱερουσαλὴμ, ὅπερ ἐστὶν εἰρήνης πόλις, ἐβασίλευσεν ἐν αὐτῇ ἔτη ριγʹ, καθὼς Ἰώσηπος ἱστορεῖ. (2) Κατὰ τοῦτον τὸν χρόνον ἀπώλοντο δύο πόλεις, Σόδομα καὶ Γόμορρα θείου πυρὸς καταρραγέντος ἐπ' αὐτὰς, διότι τοὺς παριόντας ἐνύβριζον ξένους. 3. Ἀβραὰμ δὲ ἐγέννησε τὸν Ἰσαὰκ ἐκ τῆς Σάρρας καὶ τὸν Ἰσμαὴλ ἐκ τῆς παιδίσκης τῆς Ἄγαρ· ἐξ ὧν Σαρακηνοί τε καὶ Ἰσμαηλῖται προσαγορεύονται. Ἰσαὰκδὲ ἐγέννησε τὸν Ἰακὼβ, τὸν κληθέντα Ἰσραὴλ, καὶ τὸν Ἠσαὺ, ἀφ' οὗ Ἴσαυροι καὶ Ἰσραηλῖται μετωνομάσθησαν. Ἰακὼβ δὲ ἐγέννησεν υἱοὺς ιβʹ· ἐκ τούτων αἱ νῦν φυλαὶ τοῦ Ἰσραὴλ καὶ τὸ τῶν ἱερέων γένος ἀπεδείχθη, οἵ τε Ἑβραῖοι πάλαι λεγόμενοι Ἰουδαῖοι τότε προσηγορεύθησαν. 4. Καθ' ὃν χρόνον ἐγνωρίσθη παρ' Ἕλλησιν Ἡσίο δος ἀνὴρ σοφὸς, ὃς τὰ Ἀσσυρίων γράμματα εἰς Ἑλλάδα γλῶσσαν μετέβαλεν. Τότε δὲ καὶ ἐν τῇ χώρᾳ τῶν Καρῶν ἐγένετό τις Ἐνδυμίων ὀνόματι, ὅστις διὰ μυστικῶν εὐχῶν ἀπὸ τῆς σελήνης ἐβούλετο μαθεῖν τὸ τοῦ Θεοῦ ὄνομα, καὶ δι' ὀνείρου μαθὼν ἀπέψυξε. Καὶ μῦθός ἐστι μέχρι τοῦ νῦν, τὸ τούτου λείψανον δονεῖσθαι κατὰ τὴν Καρῶν χώραν. Ὁ δὲ μῦθός φησιν αὐτὸν ὑπὸ τῆς Σελήνης φιλεῖσθαι. 5. Ἰακὼβ δὲ ἐπορεύθη εἰς Αἴγυπτον πρὸς τὸν υἱὸν αὐτοῦ τὸν Ἰωσὴφ μέγαν γενόμενον. Ἰωσὴφ πρὸς τοὺς ρʹ γεγονὼς ἐνιαυτοὺς μετήλλαξε τὸν βίον. Λευὶ δὲ ἐγέννησε τὸν Ἀβρακαὰδ, ὁ δὲ τὸν Ἄμρα, καὶ οὗτος τὸν Μωσέα καὶ τὸν Ἀαρών. Γίνεται δὲ ἀπὸ Ἀβραὰμ ἐπὶ Μωσέως ἔτη φεʹ, τὰ δὲ ἀπὸ Ἀδὰμ ἕως Μωσέως ἔτη δσδʹ. Μωσῆς δὲ ἀναληφθεὶς ὑπὸ τῆς θυγατρὸς Φαραὼ, ἐπαιδεύθη πᾶσαν σοφίαν Αἰγυπτίων· πʹ δὲ ἐνιαυτῶν γενόμενος ἀπῆρεν ἀπ' Αἰγύπτου, συλλαβὼν Ἰσραηλίτας,
Historia Chronike Unit 3 opening§u03-open
u03-openUnit 3.
Lemma-led open — Ἡμεῖς ἐσμὲν 9 Χαναναῖοι, οὓς ἐδίωξεν Ἰησοῦς ὁ λῃστής.
Greek · §u03-open
οὐ μείονας χʹ χιλιάδων ὄντας, μετὰ ἐνιαυτοὺς λςʹ, καὶ ἐπορεύθη διὰ τῆς Ἐρυθρᾶς φέρων καὶ τὰ ὀστᾶ τοῦ Ἰωσήφ· μʹ δὲ ἔτη συμφιλοσοφήσας τῷ λαῷ τελευτᾷ ἐτῶν ρκʹ, διάδοχον Ἰησοῦν τὸν τοῦ Ναυῆ καταλιπών· ὃς διδάξας τὸν λαὸν ἔτη κζʹ ἀπέθανε χρόνων ὢν ιʹ καὶ ρʹ. Ἑξῆς δὲ κριταὶ διηγοῦνται τοῦ Ἰσραήλ. 12 Exc. Salmas.: Οἱ δυνάσται τῶν ἐθνῶν ὑπὸ Ἰησοῦ τοῦ Ναυῆ διωκόμενοι, καὶ μὴ προσδεχθέντες παρ' Αἰγυπτίων, εἰς τὴν τῶν Ἄφρων χώραν μετοικήσαντες ἐπέγραψαν· «Ἡμεῖς ἐσμὲν 9 Χαναναῖοι, οὓς ἐδίωξεν Ἰησοῦς ὁ λῃστής.» 13 Cod. 1630: Ἐν τοῖς χρόνοις δὲ τοῦ Ἰησοῦ ἐβασίλευσε τῆς Ἀττικῆς Ὠγύγης, ὃς κατακλυσμοῦ γενομένου ἀπώλετο μετὰ τῆς χώρας, καὶ ἔμεινεν ἐξ ἐκείνου ἔρημος καὶ ἀοίκητος ἡ Ἀττικὴ χρόνους σςʹ, καθὼς Ἀφρικανὸς συνεγράψατο. (3) Τῆς δὲ Μολοσσῶν χώρας ἐβασίλευσε τότε Ἀΐδης, ὃς εἶχε θυγατέρα κόρην, ἤτοι ὡραίαν, Περσεφόνην. Ἐρῶντος δὲ Πειρίθου, γνοὺς αὐτὸ ὁ πατὴρ ἔστησε πρὸ τῆς θύρας τοῦ κοιτῶνος ὃν εἶχε κύνα καὶ ἐκάλει τρικέρβερον διὰ τὸ μέγεθος· καὶ (ὃς?) κατὰ σύνταξιν ἐλθόντα τὸν Πειρίθουν διεχρήσατο, πρὸς δὲ καὶ τὴν κόρην ἐξελθοῦσαν εἰς βοήθειαν αὐτοῦ. Καὶ τοῦτο ἔστιν ὃ ποιητικῶς εἴρηται ὅτι ὁ Πλούτων ἥρπασεν αὐτὴν, ὡς Παλαίφατος. (3) Ἡ δὲ Σικυῶνος βασιλεία ἤτοι τῆς Ἑλλάδος διήρκεσεν ἔτη πεʹ. (4) Ἐν τούτοις τοῖς χρόνοις ἐγνωρίσθη Προμηθεὺς γραμματικῆς*, Ἐπιμηθεὺς μουσικῆς καὶ Ἄτλας ἀστρονομίας· δι' ὃ λέγουσιν ὅτι τὸν οὐρανὸν βαστάζει· καὶ ὁ πανόπτης Ἄργος, τὴν τεχνικὴν ἐπιστήμην περίβλεπτος. (5) Ἐπετέθη δὲ καὶ ἡ τῆς Ἀττικῆς βασιλεία. εἰς Ἀθήνας, καὶ ἤρκεσεν ἔτη υ βʹ. Ἐβασίλευσε δὲ πρῶτος Κέκροψ, ὅστις διφυὴς ἐκλήθη διὰ τὸ τοῦ σώματος μέγεθος. Ὃς ἐνομοθέτησε γυναῖκας ἐκδίδοσθαι ἀνδρὶ ἑνὶ, πρότερον θηριωδῶς μιγνυμένας. Τοῦτο δὲ ἐποίησεν ὡς ἐξ Αἰγύπτου καταγόμενος, τὴν νομοθεσίαν Ἡφαίστου οὐκ ἀγνοῶν· ἔλεγε δὲ ὅτι καὶ διὰ τὴν τοιαύτην τῆς ἀσελγείας κακοήθειαν ἡ Ἀττικὴ κατεκλύσθη. (6) Μετὰ αὐτὸν ἐβασίλευσε Κράναος, Φορωνεὺς καὶ οἱ ἐφεξῆς μέχρι Κόδρου. Ἐκ τότε μετέπεσεν ἡ τῶν Ἀθηναίων βασιλεία εἰς ἀριστοκρατίαν, καὶ ἐγένετο πρῶτος ∆ράκων ὁ νομοθέτης, εἶτα Σόλων, μετὰ τοῦτον Θαλῆς, ἑξῆς Αἰσχύλος καὶ ἕτεροι. Καὶ ἐκράτησε τὰ πάντα ἔτη πβʹ. (7) Τότε καὶ Ὀρφεὺς ἐγνωρίζετο, σοφὸς ἄριστος γενόμενος καὶ πολλὰ μυστήρια διδαχθείς. Φέρονται αὐτοῦ καὶ περὶ θεογνωσίας λόγοι, ἐν οἷς εἶπεν, ὅτι τὸ ὑπέρτατον φῶς πάντα ἐδημιούργησεν, ὅπερ ὠνόμασε Βουλὴν, Φῶς, Ζωήν· ταῦτα τὰ τρία ὀνόματα μίαν δύναμιν ἀπεφήνατο καὶ ἓν κράτος τοῦ δημιουργοῦ πάντων θεοῦ. 14 Suidas: Ὀρφεύς. Ὅτι ἐπὶ τῶν παρὰ Ἰουδαίοις Κριτῶν, καταλυθείσης τῆς βασιλείας Ἀθηναίων, Ὀρφεὺς ἐγνωρίζετο, σοφὸς ἄριστος γενόμενος καὶ πολλὰ μυστήρια διδαχθείς. Φέρονται γὰρ αὐτοῦ καὶ περὶ θεογνωσίας λόγοι, ἐξ ὧν εἰσὶ ταῦτα. Εἶπε γὰρ ὅτι ἐξαρχῆς ἀνεδείχθη ὁ αἰθὴρ ὑπὸ τοῦ θεοῦ δημιουργηθείς· καὶ ἐντεῦθεν κἀκεῖθεν τοῦ αἰθέρος ἦν χάος, καὶ νὺξ φοβερὰ πάντα κατεῖχε καὶ ἐκάλυπτε τὰ ὑπὸ τὸν αἰθέρα· σημαίνων τὴν νύκτα προτερεύειν· εἰρηκὼς ἀκατάληπτόν τινα καὶ πάντων ὑπέρτατον εἶναι καὶ προγενέστερον καὶ δημιουργὸν ἁπάντων, τόνγε ὑπέρτατον αἰθέρα. Καὶ τὴν γῆν εἶπεν ἀόρατον. Ἔφησε δὲ ὅτι τὸ φῶς ῥῆξαν τὸν αἰθέρα ἐφώτισε τὴν γῆν καὶ πᾶσαν τὴν κτίσιν· ἐκεῖνο εἰπὼν τὸ φῶς, τὸ ὑπέρτατον πάντων, τὸ ἀπρόσιτον, τὸ πάντα περιέχον· ὅπερ ὠνόμασε Βουλὴν, Φῶς, Ζωήν. Ταῦτα τὰ τρία ὀνόματα μίαν δύναμιν ἀπεφήνατο, καὶ ἓν κράτος τοῦ δημιουργοῦ πάντων θεοῦ, τοῦ πάντα ἐκ τοῦ μὴ ὄντος παραγαγόντος εἰς τὸ εἶναι, ὁρατά τε καὶ ἀόρατα. Περὶ δὲ τοῦ γένους τῶν ἀνθρώπων εἶπεν, ὅτι καὶ αὐτὸ ὑπὸ τοῦ δημιουργοῦ πάντων καὶ θεοῦ ἐπλάσθη, καὶ ψυχὴν ἔλαβε λογικὴν, ἀκολουθήσας τοῖς Μωσέως· καὶ ταλαίπωρον εἰρηκὼς τὸ γένος τῶν ἀνθρώπων καὶ πολλοῖς ὑποκείμενον πάθεσι ψυχικοῖς τε καὶ
Unit 3 rem early§u03-rem-early
u03-rem-earlyRem early: Unit 3; lemma and argument toward the thesis.
Greek · §u03-rem-early
σωματικοῖς, δεκτικόν τε ἀγαθῶν καὶ πονηρῶν ἔργων, καὶ τὰ πρὸς τὸ ζῆν ἀθλίως διακείμενον. 15 Codex 1630: Ἐν τοῖς αὐτοῖς χρόνοις ὁ Μαρσύας ἐγένετο αὐλητὴς, καὶ τὰ κατὰ τὸν Ἰάσονα καὶ τοὺς Ἀργοναύτας ἐπράχθη, οἳ προσορμίσαντες ἐν Κυζικῷ καὶ μετὰ τὸ ξενωθῆναι κατὰ ἄγνοιαν συμβαλόντες καὶ ἀνελόντες Κυζικὸν τὸν βασιλέα, καὶ πενθήσαντες, ἔκτισαν ἱερὸν εἰς μνήμην αὐτοῦ, ἐκεῖθέν τε ἀπελθόντες εἰς τὰ καλούμενα Πύθια θερμὰ καὶ θυσιάσαντες ἐπηρώτων τὸν Ἀπόλλωνα τίνος ἐστὶ τὸ ἱερὸν ὅπερ αὐτοὶ ᾠκοδόμησαν. Καὶ ἐδόθη αὐτοῖς χρησμὸς περιέχων οὕτως· «Ἀδαὴς κόρη ἔγκυος ἔσται· ὁ γὰρ ἐξ αὐτῆς προϊὼν ἅπαντα κόσμον ζωγρήσας πατρὶ προσάξει 10 δῶρον· αὐτῆς ἔσται δόμος οὗτος. Μαρία δὲ τοὔνομα αὐτῆς.» Οἱ δὲ νομίσαντες περὶ Ῥέας ταῦτα λελέχθαι, ἐπωνόμασαν αὐτὸν τῆς Ῥέας. Ὅστις οἶκος ἐπὶ Ζήνωνος τοῦ βασιλέως, ἐκκλησία γέγονε τῆς δεσποίνης ἡμῶν καὶ θεοτόκου Μαρίας. (2) Ἐκεῖθέν τε ἀναπλέοντες διὰ τῆς Βιθυνίας ὡρμημένοι τὴν Ποντικὴν διαπεράσαι θάλασσαν, καὶ φθάσαντες περὶ τὸν καλούμενον Ἀνάπλουν, ἔμαθον ὅτι τὸ στενὸν ἐκεῖνο τῆς θαλάσσης βάρβαρός τις Ἄμυκος κατέχει καὶ τοὺς πλέοντας λῃστεύει καὶ φονεύει, καὶ καταφυγόντες ἐν κόλπῳ δασυτάτῳ ἐθεάσαντο ἐν ὀπτασίᾳ τινὰ φοβερὰν ἀνδρὸς εἰκόνα ἀετοῦ ἔχοντος πτέρυγας κατὰ τῶν ὤμων, προθεσπίζοντος αὐτοῖς τὴν κατὰ Ἀμύκου νίκην. Συμβαλόντες γοῦν ἀναιροῦσι τὸν Ἄμυκον, καὶ ὑποστρέψαντες ᾠκοδόμησαν ἐν ἐκείνῳ τῷ τόπῳ ἱερὸν, γράψαντες ἐν εἰκόνι ὅπερ εἶδον ἐκτύπωμα, καὶ ὀνομάσαντες τὸν τόπον Σωσθένιον· ὅπερ ἱερὸν χρόνοις ὕστερον ὁ τοῦ Βυζαντίου βασιλεὺς Κωνσταντῖνος ὁ μέγας εἰς ὄνομα τοῦ ἀρχαγγέλου Μιχαὴλ ὠνόμασεν. (3) Ἐκεῖθεν οἱ περὶ Ἰάσονα διὰ τῆς Ποντικῆς θαλάσσης εἰς Κολχίδα παραγενόμενοι ἔλαβον τὴν Μήδειαν καὶ τὸ χρυσοῦν λεγόμενον δέρας, ὅπερ ἦν οὐχ ὥσπερ ποιητικῶς φέρεται, ἀλλὰ βιβλίον ἐν δέρμασι γεγραμμένον, περιέχον ὅπως δεῖ γίνεσθαι διὰ χημείας χρυσόν. (4) Ἐν δὲ τῆ Φρυγῶν χώρᾳ ἦν τότε Τρὼς ὁ πατὴρ Ἴλου καὶ Γανυμήδους. 5. Ἐγένοντο δὲ κατὰ τοὺς αὐτοὺς χρόνους Κριταὶ τῶν Ἰουδαίων Χουσαρθὼμ χρόνους ζʹ, Γοθονοὴλ χρόνους νʹ (λ. μʹ), Γεδεὼν, Ἰεφθάε, ὃς ταξάμενος τὸ πρῶτον ὑπαντῆσαν αὐτῷ ἐν τῷ οἴκῳ αὐτοῦ καταθύειν, ἀνεῖλε τὴν θυγατέρα αὐτοῦ, Σαμψὼν, παῖς Μανωὲ, ὃς ὑπὸ ∆αλίλας ὑπεκλάπη τὸν νοῦν, καὶ τῆς σωφροσύνης ἅμα καὶ τῆς ἰσχύος ἐξέπεσεν· καὶ ἐδόθη ἀλήθειν ἐν μύλῳ, δέσμιος εἰς Γάζαν ἀχθείς. 16 Exc. De virt.: Ὅτι Σαμψὼν, παῖς Μανωὲ, κριτὴς καὶ ἀνὴρ ἰσχυρός. Ἄχρι μὲν οὖν οὗτος ἐκράτει τῶν τοῦ σώματος ἡδονῶν, τῶν πολεμίων κατεδυνάστευσεν· ἐπειδὰν δὲ ὑπὸ ∆αλιλᾶ τῆς πόρνης ὑπεκλάπη τὸν νοῦν, ἅμα καὶ σωφροσύνης καὶ τῆς ἰσχύος ἐξέπεσεν· ὑπό τε τῶν ἐναντίων ἁλοὺς δέσμιος εἰς Γάζαν ἀπήχθη, καὶ τῶν ὄψεων στερηθεὶς ἐδόθη ἀλήθειν ἐν μυλῶνι. ∆ιὸ δὴ συμπεσὼν τοῖς τοῦ ἱεροῦ κίοσι συναπώλετο τοῖς ἐναντίοις εἰπών· «Ἀπελθέτω δὴ Σαμψὼν μετὰ τῶν ἀλλοφύλων.» Καὶ ὁ μὲν οὕτω διεφθάρη κρίνας τὸν λαὸν ἔτη εἴκοσι. 17 Codex 1630: Ἠλεὶ (ὃς), μυριάδων λαοῦ τεσσάρων 17 καὶ τῶν παίδων αὐτοῦ ἀναιρεθέντων, ὑπὸ τῆς ἀθυμίας ἐξέπνευσε. Καὶ ἡ κιβωτὸς διαρπαγεῖσα παρὰ τῶν βαρβάρων πάλιν ἀπεδόθη μετὰ εἰκοσαετῆ χρόνον, λιμῷ περιπεσόντων τῶν βαρβάρων. Καὶ διήρκεσαν οἱ κριταὶ χρόνους τλζʹ. Ἔπειτα περιστάντος τοῦ πλήθους καὶ βιαζομένου χειροτονῆσαι Σαμουὴλ βασιλέα, καθάπερ εἶχον τὰ ἔθνη, πρῶτος ἀνεδείχθη βασιλεὺς Σαούλ. Βοὰζ δὲ δίκαιος ἀνὴρ ἐκ τῆς εὐσεβοῦς γυναικὸς Ῥοὺθ ἐγέννησε τὸν Ὠβὴδ, Ὠβὴδ δὲ τὸν Ἰεσσαῒ, Ἰεσσαῒ δετὸν ∆αυὶδ, ὃς τὸν βάρβαρον Γολιὰθ καταγωνισάμενος ἐκρίθη ὑπὸ πάντων μέγας, Σαοὺλ δὲ ὑπεκορίζετο. Ἡνίκα δὲ Σαοὺλ ὑπὸ τῶν πολεμίων ἥλω καὶ τὸν βίον μετήλλαξεν, εὐθέως βασιλεὺς ἀπεδείχθη τοῦ Ἰσραήλ. ∆αυὶδ δὲ διάδοχον τῆς βασιλείας τὸν ἑαυτοῦ παῖδα Σολομῶνα ἀπέδειξεν· ἐν οἷς καὶ ὁ Τρωϊκὸς ἐκινήθη πόλεμος· ὅστις Σολομῶν οἰκοδομεῖ τὸν ἐν Ἱερουσαλὴμ ναόν· ἐδίκαζέ τε τῷ λαῷ ἐν σοφίᾳ. Γυναῖκας δὲ χιλίας ἀγαγόμενος πείθεται ὑπ' αὐτῶν εἰδωλολάτρης γίνεσθαι· διὸ καὶ προσέταξεν ὁ Θεὸς διαμερισθῆναι τὴν αὐτοῦ βασιλείαν. 18 Exc. De virt.: Ὅτι ὁ Σαοῦλ ὁ βασιλεὺς τῶν Ἰουδαίων ὑπὸ δαίμονος κατείχετο, καὶ οὔτε ἐκάθευδεν οὔτε ἐκοιμᾶτο. Ὅντινα ὁ ∆αβὶδ ταῖς μελῳδίαις κατέθαλπεν. 2. Ὅτι ὁ ∆αβὶδ ὁ βασιλεὺς ἐν πολέμοις ἄριστος ἦν καὶ τῶν νόμων ἀκριβὴς φύλαξ, καὶ πάντας τοὺς πολεμίους ἐχειρώσατο. Ὀλίγοις τέ τισι πταίσμασι τὸ σῶμα πιεσθεὶς θείαις ἐπαιδεύετο μάστιξι. Πρὸς γὰρ τῶν ἑαυτοῦ παίδων μικροῦ δεῖν τῆς βασιλείας ἐξέπεσεν, γέλως τε τοῖς πολεμίοις ἀπεδείχθη. Καὶ ταῦτα μὲν
Unit 3 rem mid§u03-rem-mid
u03-rem-midRem mid: Unit 3; lemma continues; reading with the letter.
Greek · §u03-rem-mid
μετανοίαις καὶ δάκρυσιν ἐθεράπευσεν. 3. Ὅτι Σολομῶν ὁ υἱὸς ∆αβὶδ ὁ βασιλεὺς 11 Ἰουδαίων φρονήσει τε καὶ δυνάμει καὶ πλούτῳ περιφανὴς ἦν. ∆ικάζων τε τῷ λαῷ ἐν σοφίᾳ τοῦ κρείττονος οὐ διέλειπεν. Ἤσκει τε πᾶσαν σοφίαν θείας χάριτος γέμουσαν, καὶ τῆς διδασκαλίας ἀκροατὰς πλείστους τῆς ἰδίας ἐποιεῖτο. Ταῦτά τε καὶ τὰ τοιαῦτα διαπραττόμενος τῷ τῆς φύσεως εὐαλώτῳ περὶ τὰς τοῦ σώματος ἡδονὰς ὑπαγόμενος, ἄγεται μὲν γυναῖκας χιλίας τὸν ἀριθμόν· πείθεται δ' ὑπ' αὐτῶν εἰδωλολάτρης γίνεσθαι. ∆ιὸ προσέταξεν ὁ Θεὸς μερισθῆναι τὴν αὐτοῦ βασιλείαν, οὐκ ἐπὶ τῶν χρόνων αὐτοῦ, διὰ μνήμην ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ μετὰ τὴν αὐτοῦ τελευτήν. 19 Exc. De ins.: Ὅτι Σεναχειρὶμ ὁ τῶν Ἀσσυρίων βασιλεὺς ὑπὸ τοῦ ἰδίου παιδὸς ἀνῃρέθη, πρὸς Αἰθίοπας ἀγωνιζόμενος. 20 Exc. cod. 1630: Ἐν δὲ τῇ τῶν Ἑλλήνων χώρᾳ Λάπαθος ὁ βασιλεὺς ἔσχεν υἱοὺς δύο, τὸν Ἀχαιὸν καὶ τὸν Λάκωνα· καὶ τελευτῶν ἐμέρισεν αὐτοῖς τὴν βασιλείαν, καὶ ὁ μὲν Ἀχαιὸς τὴν ἰδίαν αὐτοῦ μοῖραν ἐκάλεσεν Ἀχαίαν, ὁ δὲ Λάκων, Λακωνικήν. Καὶ μετ' αὐτὸν ἐβασίλευσαν Λακώνων ἄλλοι τινὲς ἄχρι τῆς βασιλείας Θεστίου. Ὁ δὲ Θέστιος ἔσχε θυγατέρας γʹ, τὴν Λήδαν, τὴν Κλυτίαν καὶ τὴν Μελανίππην. Ἔσχεν οὖν ἡ Λήδα ἄνδρα Τυνδαρέα, ἐξ οὗ ἔσχε θυγατέρα Κλυταιμνήστραν τὴν γαμηθεῖσαν Ἀγαμέμνονι. Ἡ τοίνυν Λήδα μοιχευθεῖσα ὑπό τινος ἀνδρὸς ἐπιφανοῦς Κύκνου, ἐκύησεν ἅμα παῖδας τρεῖς, Κάστορα καὶ Πολυδεύκην καὶ Ἑλένην τὴν Μενελάου γυναῖκα. 21 Exc. De virt.: Ὅτι Σθενέβοια ἡ Προίτου γυνὴ φιλήσασα τὸν Βελλεροφόντην, καὶ μὴ ἐπιτυχοῦσα διὰ τὴν ἐκείνου σωφροσύνην, τοὐναντίον διέβαλεν αὐτὸν τῷ Προίτῳ, ὡς βουλόμενον αὐτὴν μοιχεῦσαι. Καὶ ἀγανακτήσας ὁ Προῖτος ἔπεμψεν αὐτὸν τῷ Ἰοβάτῃ, τῷ πατρὶ τῆς Σθενεβοίας, ἵνα ἐκεῖνος αὐτὸν φονεύσῃ. Ὁ γὰρ Προῖτος ἀνελεῖν αὐτὸν οὐκ ἠβουλήθη, ἐπειδὴ ἐν τάξει τέκνου ἀνεθρέψατο αὐτόν. Αἰσθόμενος δὲ ὁ Ἰοβάτης ὅτι ψευδής ἐστιν ἡ κατ' αὐτοῦ κατηγορία, ἐφείσατο τοῦ Βελλεροφόντου. Μετὰ δὲ τὴν βασιλείαν τοῦ Προίτου Ἀκρίσιος ἐβασίλευσεν. 22 Exc. De insid.: Αἰγεὺς, ἀγγελθέντος αὐτῷ ψεύδους, ὅτι ὁ υἱὸς αὐτοῦ Θησεὺς ὑπὸ Μινωταύρου ὤλετο, ἔρριψεν ἑαυτὸν εἰς τὴν θάλασσαν καὶ ἐκλήθη ὁ τόπος Αἰγαῖος. 23 Exc. De virt.: Ὅτι Πρίαμος ὁ Φρυγῶν βασιλεὺς συνελθὼν Ἑκάβῃ εἶχεν ἐξ αὐτῆς Πάριν τὸν καὶ Ἀλέξανδρον. Ἥτις ἔγκυος οὖσα ἔδοξε λαμπάδα πυρὸς τίκτειν. Καὶ ἐπερωτήσας εἰς τὸ μαντεῖον ὁ Πρίαμος ἔλαβε χρησμὸν, ὅτι τριακονταέτης γενόμενος ἀπολέσῃ τὴν Τροίαν. Καὶ τοῦτον ἀπέπεμψεν εἰς τὸ Πάριον λεγόμενον. Παρελθόντος δὲ τοῦ τριακοστοῦ ἐνιαυτοῦ μεταστειλάμενος τοῦτον ὁ πατὴρ ἐν τῇ Τροίᾳ ἑορτὴν ἐπετέλεσε. Καὶ δεδωκὼς αὐτῷ δῶρα, καὶ πρὸς τοὺς τοπάρχας ἀποστείλας ἀπέστειλεν αὐτὸν θυσιάσαι τοῖς κατὰ τὴν Ἑλλάδα ἱεροῖς. Καὶ παραγενόμενος εἰς Σπάρτην τὴν ὑπὸ Μενελάου τότε βασιλευομένην εὗρε τὸν μὲν Μενέλαον πλεῖν μέλλοντα ἐπὶ τὴν Κρήτην, τάγματος ἕνεκα καὶ θυσίας ἐξ ἔθους προσαγομένης παρ' αὐτοῦ τῇ Εὐρώπῃ, ἐξ ἧς ἔλεγεν ἔχειν τὸ γένος. Ὁ τοίνυν Μενέλαος ὡς ἐδέξατο τὸν Ἀλέξανδρον καὶ τὰ γράμματα τοῦ Πριάμου καὶ τὰ δῶρα, ἐν τιμῇ τε ἐποιήσατο τὸν ἄνδρα καὶ κατέστησεν αὐτὸν ἐν τῷ παλλατίῳ διαιτᾶσθαι· καὶ ᾔτησεν αὐτὸν ἀναμεῖναι τὰς ὀλίγας ἡμέρας, ἄχρις ἂν αὐτὸς τὴν εὐχὴν ἐκτελέσας ἀπὸ τῆς Κρήτης ἐπανέλθῃ. Οὕτω τοίνυν Ἀλεξάνδρου διατρίβοντος ἐν τῇ Σπάρτῃ, συνέβη τὴν Ἑλένην τὴν Μενελάου γυναῖκα οὖσαν ἐν παραδείσῳ θεαθῆναι ὑπ' αὐτοῦ. Συνῆσαν δὲ αὐτῇ Αἴθρα τε καὶ Κλυμένη, ἐκ τοῦ γένους καταγόμεναι Πέλοπος καὶ Εὐρώπης. Ὡς οὖν εἶδεν ὁ Πάρις τὸ κάλλος τῆς Ἑλένης, ἔρωτι βληθεὶς εἰς αὐτὴν διὰ τῆς Αἴθρας τε καὶ Κλυμένης ὑπονοθεύει ταύτην, καὶ φεύγει διὰ τῶν πλοίων ὧν εἶχεν. Λαβὼν οὖν αὐτὴν μετὰ χρημάτων λιτρῶν τριακοσίων καὶ ἀργύρου πολλοῦ καὶ κόσμου ἀπέπλευσεν εἰς Σιδῶνα, ἐκεῖθέν τε εἰς Αἴγυπτον πρὸς τὸν βασιλέα Πρωτέα. Καὶ ἔμεινεν ἄχρι τινὸς παρ' αὐτῷ καταφρονήσας ὧν ἐκελεύσθη θυσιῶν. Ὡς οὖν ἐγνωρίσθη τοῦτο τοῖς τὴν βασιλικὴν φυλάττουσιν αὐλὴν τοῦ Μενελάου, παραχρῆμα ἀπέστειλάν τινα ἐν Γορτύνῃ τῇ 12 πόλει τῆς Κρήτης ἀπαγγελοῦντα Μενελάῳ τὸ γεγονός. Ὁ δὲ ἀκούσας ἐπανῆλθεν εὐθέως ἐν τῇ Σπάρτῃ, πέμπων εἰς ἀναζήτησιν αὐτῶν ἐν παντὶ τόπῳ. Καὶ ὅτε ἔμαθε τούτους εἶναι ἐν τῇ Τροίᾳ, ἔπεμψε κατασκόπους ὀφείλοντας αὐτῷ τὴν ἀλήθειαν ἀπαγγεῖλαι· καὶ ἀποστέλλει πρέσβεις ὁ Μενέλαος μετὰ χρημάτων ἀποδοθῆναι αὐτοῖς τὴν Ἑλένην. Ἀπράκτων δὲ τούτων ἐπανελθόντων, πάλιν ἀπέστειλεν. Ὡς δὲ οὐδὲν
Unit 3 rem close§u03-rem-close
u03-rem-closeRem CLOSEOUT: Unit 3 CLOSEOUT.
Greek · §u03-rem-close
ἔδρα, ταραττομένου τοῦ δήμου πρὸς τὸ ἀποδοθῆναι αὐτὴν, οἱ τοῦ Πριάμου παῖδες ἀνθίσταντο. Ὁ δὲ Μενέλαος ὑποστραφεὶς σὺν Ἀγαμέμνονι τῷ βασιλεῖ περιῄει τοὺς τοπάρχας τῆς χώρας, παρακαλῶν μὴ παριδεῖν τὴν ὕβριν τῆς Ἑλλάδος, ἀλλὰ συμμαχεῖν αὐτῷ καὶ συναγωνίσασθαι κατὰ τῶν ταῦτα τολμησάντων βαρβάρων. Καὶ συνήγαγον βασιλεῖς καὶ τοπάρχας, καθώς φησιν Ὅμηρος καὶ ∆ίκτυς. 24 Exc. Salm.: Ὁ Πάρις ἐγκώμιον ἐξέθετο τῆς Ἀφροδίτης, ἤγουν τῆς ἐπιθυμίας, καὶ συγκρίνας αὐτὴν μετὰ Ἥρας καὶ Ἀθηνᾶς, δέδωκεν αὐτῇ τὸ μῆλον, ἤτοι τὴν νίκην, εἶπε δὲ εἰς αὐτὴν καὶ ὕμνον τὸν λεγόμενον κεστόν. 2. Ὁ Παλαμήδης διὰ τῆς τάβλας τὸν γήϊνον κόσμον ᾐνίξατο, τὸν ζωδιακὸν κύκλον διὰ τῶν δώδεκα κάσων, διὰ τοῦ ψηφοβόλου καὶ τῶν ἐν αὐτῷ ἑπτὰ κοκκίων τὰ ἑπτὰ ἄστρα τῶν πλανήτων· διὰ δὲ τοῦ πύργου τὸ ὕψος τοῦ οὐρανοῦ, ἐξ οὗ δίδοται πᾶσι καλά τε καὶ φαῦλα. 3. ∆ίκτυς ὁ μετὰ Ἰδομενέως συστρατεύσας ἐπὶ Τροίαν φησὶν ὅτι Πρίαμος ἔπεμψε καὶ πρὸς τὸν ∆αυὶδ πρεσβείαν, καὶ πρὸς Ταυτάνην βασιλέα Ἀσσυρίων· καὶ ὁ μὲν ∆αυὶδ οὐ προσήκατο ταύτην, ὁ δὲ Ταυτάνης ἔπεμψε τὸν Τιθωνὸν καὶ τὸν Μέμνονα μετὰ πλήθους Ἰνδῶν. (4) Φησὶ δὲ καὶ ὅτι Ἕκτορι εἰς ὑπάντησιν Πενθεσιλείας τῆς Ἀμαζόνος ἐξερχομένῳ νυκτὸς ἐπιθέμενος Ἀχιλλεὺς αὐτόν τε καὶ τοὺς σὺν αὐτῷ ἀπέκτεινεν. (5) Ὁ αὐτὸς λέγει ὅτι καὶ τὸν παρὰ Πολυμνήστορος φυλαττόμενον Πολύδωρον Πριάμου παῖδα ἔλαβεν Αἴας ὁ μέγας πολεμῶν Πολυμνήστορι· ἀναγαγόντος οὖν αὐτὸν, οἱ Ἕλληνες πρὸς τοῦ τείχους τῆς πόλεως διεκηρύκευον λαβεῖν τὴν Ἑλένην καὶ δοῦναι τὸν παῖδα· ὡς δ' οὐκ ἐπείθοντο, πάντων ὁρώντων κατετοξεύθη. 6. Ῥῆσος τὰς οἰκήσεις ἔχων ἐν Βυζαντίῳ ἐν τῷ λεγομένῳ Ῥηάτῳ, ὅπου νῦν ἐστιν ὁ τοῦ μεγαλομάρτυρος ἁγίου Θεοδώρου ναός. (7) Τὸ ἐν Τροίᾳ Παλλάδιον ζώδιον ἦν μικρὸν, ὑπὸ Ἀσίου τινὸς φιλοσόφου κατασκευασθὲν εἰς φυλακὴν τῆς πόλεως. (8) Ἐν τῷ μέλλειν τὴν Τροίαν ἁλίσκεσθαι, κατὰ τὴν ἑορτὴν τῶν ἀναθημάτων, τὸ τοῖς θύμασιν ἐπιβαλλόμενον πῦρ οὐχ ἧπτεν, ἀλλ' ἐσβέννυτο· τοῦτο εἰπὼν Ὀδυσσεὺς τοῖς Ἕλλησιν ἤδη ἀπαγορεύσασιν καὶ μέλλουσιν ὑποχωρεῖν, ἐθάρρυνεν αὐτούς. 9. Ἡ Σικελία τρίγωνος οὖσα ὑπὸ τριῶν ἀδελφῶν ἐβασιλεύετο, ὧν ὁ μὲν ἐλέγετο Κύκλωψ, ὁ δὲ Πολύφημος. Καταπονηθεὶς δὲ ὑπ' αὐτοῦ, καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλὼν, δώροις δελεάσας αὐτὸν καὶ οἴνῳ, τὴν αὐτοῦ μονογενῆ θυγατέρα ἁρπάσας ἔφυγεν, ὡς Σίσυφος ὁ Κῶος ἱστορεῖ. Ὅτι γοῦν ἀλλήλοις συνήρχοντο οἱ τρεῖς ὠνομάζοντο Κύκλωπες, καὶ ἐμυθεύσαντο ὅτι τρεῖς ὀφθαλμοὺς εἶχον, σημαίνοντες τοὺς τρεῖς ἀδελφοὺς ἀλλήλοις συγκειμένους· ὁ δὲ Πολύφημος ἕνα, ὃν διὰ πυρὸς διετύφλωσεν Ὀδυσσεὺς, ὅτι τὴν αὐτοῦ θυγατέρα ἐκκαυθεῖσαν ἔρωτι ἀφείλετο. (10) Καλυψὼ καὶ Κίρκη Ἡλίου καὶ Σελήνης ἦσαν ἱέρειαι. 25 Exc. De ins.: Ὅτι ὁ βασιλεὺς Ἀγαμένων ἀποπλεύσας ἀπὸ τῆς Ἰλίου εἰς τὴν ἰδίαν πατρίδα, εὗρε τὴν ἑαυτοῦ γυναῖκα Κλυταιμνήστραν ὑπὸ Αἰγίσθου μοιχευομένην. Ἀκούσασα γὰρ αὕτη ὅτι τὴν Κασσάνδραν ἔλαβεν ἐν τῇ Τροίᾳ γυναῖκα, καὶ ἀφορμὴν εὑρηκυῖα, θάνατον κατασκευάζει σὺν τῷ Αἰγίσθῳ τῷ ἑαυτῆς μοιχῷ, καὶ αὐτῷ γένους ὄντι βασιλικοῦ. Ἐνδύσασα γὰρ τὸν ἄνδρα χιτῶνα πανταχόθεν ὑφασμένον, παρεσκεύασεν αὐτὸν ὑπὸ Αἰγίσθου σφαγῆναι· καὶ λαμβάνει τοῦτον ἄνδρα, καὶ ἔσχεν ἐξ αὐτοῦ θυγατέρα Ἠριγόνην. Ταῦτα τοίνυν ἀκούσας ὁ Ὀρέστης, ὁ τοῦ Ἀγαμέμνονος υἱὸς, ἦλθεν ἀπὸ τοῦ Σχοινέως, τοῦ θρέψαντος αὐτὸν, τοῦ πατρὸς τὸν θάνατον ἐκδικήσων. Οἱ δὲ περὶ τὸν Αἴγισθον καὶ τὴν Κλυταιμνήστραν ἐβουλεύοντο καὶ αὐτὸν ἀνελεῖν, ἀλλ' ἡ τούτου ἀδελφὴ Ἠλέκτρα, ἐξεῖπεν αὐτῷ τὴν 13 βουλήν· καὶ σὺν τῷ Στροφίῳ γενόμενος, καὶ τῷ υἱῷ αὐτοῦ Πυλάδῃ, συγγενῶν ὄντων τοῦ Ἀγαμέμνονος, παραγίνεται εἰς τὸ μαντεῖον, καὶ λαμβάνει χρησμὸν, ὅτι δεῖ αὐτὸν ἐκδικῆσαι τὸν θάνατον τοῦ πατρὸς, καὶ ἀνελεῖν τὸν Αἴγισθον καὶ τὴν αὐτοῦ μητέρα, καὶ τὴν βασιλείαν ἀναλαβεῖν τοῦ πατρός. Ὅπερ πέπραχεν ἐπιλαβόμενος καιροῦ, καὶ ἐπελθὼν αὐτοῖς ἐν τῷ παλλατίῳ, ἀμφοτέρους κατασφάζει. Κινήσεως οὖν κατ' αὐτοῦ γενομένης ὑπό τε τοῦ πατρὸς Κλυταιμνήστρας καὶ τῶν συγγενῶν Αἰγίσθου, καὶ δίκης ἀγωνισθείσης παρὰ τῷ Ἀρείῳ πάγῳ, ψῆφον ἔλαβεν ὁ Ὀρέστης, δικαίως ἀνελεῖν τὴν μητέρα. Τούτῳ τοίνυν τῷ τρόπῳ, διαφυγὼν τὰς κατηγορίας, βασιλεύει τοῦ Ἄργους. Καὶ εἰς μανίαν ἐλθὼν μετὰ ταῦτα ἀπεδήμησε τῆς χώρας, ἐν ὅλοις τοῖς ἱεροῖς θυσιάζων, καὶ δεόμενος ἀπαλλαγῆναι τῆς μανίας, ἄχρις οὗ παραγέγονεν εἰς τὸ Σίλπιον ὄρος, ἐν ᾧ νῦν Ἀντιόχεια ἡ μεγάλη κεῖται· καὶ ἐκεῖ θεραπευθεὶς ἐπανῆλθε.
Historia Chronike Unit 4 opening§u04-open
u04-openUnit 4.
Lemma-led open — Καὶ παραγενόμενος ἐν Σκυθίᾳ πρὸς τὴν ἑαυτοῦ ἀδελφὴν Ἰφιγένειαν, ἱέρειαν οὖσαν τῆς Ἀρτέμιδο
Greek · §u04-open
Καὶ παραγενόμενος ἐν Σκυθίᾳ πρὸς τὴν ἑαυτοῦ ἀδελφὴν Ἰφιγένειαν, ἱέρειαν οὖσαν τῆς Ἀρτέμιδος, καὶ προσάγουσαν τοὺς ξένους εἰς θυσίαν, λέγει τῷ Πυλάδῃ· «Ἰδοὺ τοσούτων ἐκφυγόντες κινδύνων, μέλλομεν εἰς θυσίαν προσάγεσθαι· πολλῶν γὰρ ἀνθρώπων ὁρῶμεν ἐνταῦθα ἐρριμένα ὀστέα.» Ὁ δὲ πρὸς αὐτὸν ἔφη· «Ἄγωμεν εἰς τὸ ἱερὸν, καὶ ἐρωτήσωμεν εἰ ζῇ Ἰφιγένεια ἡ σὴ ἀδελφὴ, καὶ προσπίπτοντες αὐτῇ σωζώμεθα.» Καὶ ποιήσαντες τοῦτο, καὶ γνωρισθέντες ὑπ' αὐτῆς, ἔλαβον αὐτὴν σὺν τῷ ἀγάλματι τῷ χρυσῷ τῆς Ἀρτέμιδος. Καὶ περιελθόντες γῆν πολλὴν ἐπανέρχονται εἰς Μυκήνας τὴν ἰδίαν πατρίδα· καὶ δίδωσι τὴν Ἠλέκτραν τὴν ἀδελφὴν πρὸς γάμον τῷ Πυλάδῃ. Μαθὼν δὲ ὁ τῆς Σκυθίας βασιλεὺς ἔπεμψε στρατιώτας πολλοὺς ἐπιδιώκοντας αὐτούς. Οἱ δὲ κατὰ τὴν Παλαιστίνην ἐλθόντες, καὶ ἀρεσθέντες τοῖς τόποις, ᾤκησαν ἐν αὐτῇ, τὴν πρώην λεγομένην Νύσαν Σκυθῶν μετονομάσαντες πόλιν. 26 Exc. De virt.: Ὅτι Μανασσῆς ὁ τῆς Ἱερουσαλὴμ βασιλεὺς ἐξέκλινεν ἀπὸ τῆς ὁδοῦ τοῦ θεοῦ καὶ πρὸς τὰ ἀγάλματα τὸν νοῦν ἐπλανήθη, τὰ τῶν καλουμένων Ἑλλήνων ἀποδεχόμενος δόγματα· διεπολέμει δὲ καὶ τοῖς ἐκλεκτοῖς τοῦ θεοῦ, τόν τε Ἡσαΐαν ξυλίνῳ πρίονι διελὼν, καὶ τοὺς ἄλλους προφήτας φυγάδας καταστήσας τῆς Ἱερουσαλήμ. ∆ιὸ παρεδόθη εἰς χεῖρας τῶν ἐναντίων αὐτοῦ. Καὶ βασανισθεὶς ἐν πέδαις σιδηραῖς, ἐπέγνωσε τὸν θεὸν οὐρανοῦ καὶ τῆς γῆς, καὶ προσελθὼν οὐ παρώφθη. Βασιλεύσας δὲ ἔτη πέντε καὶ πεντήκοντα μετήλλαξε τὸν βίον. 27 Exc. De ins.: Ὅτι Καμβύσης ὁ Περσῶν βασιλεὺς καθεῖλε τὰς Αἰγυπτίας Θήβας, καὶ ταύτας εἰς ἔδαφος κατέσκαψεν· Ἄμασίς τε ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἅμα τῷ βίῳ καὶ τὴν βασιλείαν κατέστρεψεν, τοῦ ἔθνους τῶν Αἰγυπτίων τελεῖν ὑπὸ Πέρσας ὁμολογήσαντος. Ἐπὶ δὲ τὴν ἐνδοτέραν ἐλαύνειν προθυμούμενος, ὑπὸ τῆς εἱμαρμένης ἐκωλύθη, δολοφονηθεὶς ὑπὸ τῶν περὶ αὐτὸν μάγων, βασιλεύσας ἔτη ηʹ. Οὗτοι γὰρ μετὰ τὸν Καμβύσου θάνατον τῇ ἀρχῇ προσπηδήσαντες, μῆνας ζʹ κατετρύφησαν, ἄχρις οἱ τῶν Περσῶν ἄρχοντες αὐτοὺς μὲν ἐπὶ τῆς αὐλῆς κατεχρήσαντο, τῆς δὲ βασιλείας προστάτην ἀπέδειξαν ∆αρεῖον. 28 ιβιδ.: Ὅτι ἐπὶ τῆς ἀναγορεύσεως Ἀλεξάνδρου τοῦ Μακεδόνος, τῶν Αἰγυπτίων ἐβασίλευε Νεκταναβώ. –Καὶ ὁ τῶν Ἀργείων βασιλεὺς ∆αναὸς διὰ τῶν αὐτοῦ νʹ θυγατέρων τοῖς τοῦ ἀδελφοῦ Αἰγύπτου παισὶ νʹ οὖσιν ἐμηχανήσατο θάνατον, πλὴν Λυγκέως. 29 Exc. Salmas.: Οἰνόμαος πρῶτος ἐφεῦρε τὰ τοῦ ἱπποδρόμου χρώματα, καὶ ἐποίει τὸν ἀγῶνα Μαρτίου κδʹ, γῆς καὶ θαλάσσης. Ἐβάλλοντο κλῆροι, καὶ ὃς ἔλαχεν ὑπὲρ τῆς γῆς ἀγωνίσασθαι, ἐφόρει χλοανὸν, ὃς δὲ ὑπὲρ τῆς θαλάσσης, κυανόν. Ἐτίθει δὲ Οἰνόμαος ἔπαθλον τὴν ἑαυτοῦ θυγατέρα, καὶ ὁ νικηθεὶς ὑπὸ τοῦ πλήθους τῶν θεωμένων ἀνῃρεῖτο. Εἶχον οὖν σημεῖον οἱ τότε, καὶ εἰ μὲν τὸ χλοανὸν ἐνίκα, τῆς γῆς εὐφορίαν ἤλπιζον, καὶ οὕτως ἐγίνετο· εἰ δὲ τὸ κυανὸν, τῆς θαλάττης εὔπλοιαν· καὶ ηὔχοντο οἱ μὲν γεωργοὶ τὸ χλοανὸν νικᾶν, οἱ δὲ ναυτίλοι τὸ κυανόν. Πρῶτον δὲ Ἐνυαλίου τινὸς διπώλῳ χρησαμένου ἅρματι, ἐν τούτῳ πρῶτος Οἰνόμαος τετραπώλῳ ἐχρήσατο. 30 14 Ibid.: Οἱ Ῥόδιοι θαλασσοκρατήσαντες στήλην ἔστησαν, ἣν διὰ τὸ μέγεθος Κολοσσὸν ἔλεγον. καὶ διὰ τοῦτο ὠνομάσθησαν Κολοσσαεῖς. Ἡ Καρχηδὼν χώρα ὑπὸ Καρχηδόνος τοῦ Τυρίου ἐκτίσθη. 31 Ibid.: Ῥωμύλος πρῶτος ἐν Ῥώμῃ ἔκτισεν ἱππικὸν, καὶ διεῖλε τὸν δῆμον εἰς μέρη δʹ, εἰς τιμὴν τῶν δʹ στοιχείων, καὶ τὰς ιβʹ θύρας κατὰ τύπον τοῦ ζωδιακοῦ κύκλου ἱστόρηκεν, τὸ δὲ πέλμα τῆς γῆς πάσης, καὶ τὸν Εὔριπον τῆς θαλάσσης ὑπὸ τῆς γῆς μεσαζομένης· τὸν ἐπὶ τὰς θύρας καμπτὸν, τὴν ἀνατολὴν, καὶ τὸν ἐπὶ τὴν σφενδόνην, τὴν δύσιν, ὥς φησι Χάραξ· τὰ ἑπτὰ σπάτια τὸν δρόμον τῶν ἑπτὰ πλανητῶν. Τὸ βένετον ἀπὸ Βενετίας ὠνόμασεν, ἐν ᾗ γίνονται κυανὰ χρώματα· καὶ προσεκόλλησε τῷ πρασίνῳ, ἤτοι τῇ γῇ (ὅπερ ἀπὸ τοῦ πραίσεται
Unit 4 rem early§u04-rem-early
u04-rem-earlyRem early: Unit 4; lemma and argument toward the thesis.
Greek · §u04-rem-early
ὠνόμασε διὰ τὸ παραμένον), τὸ λευκὸν, ἤτοι τὸν ἀέρα, διότι ἑκάτερα τῆς ἀλλήλων συγκράσεως δέονται. Τὸ δὲ ῥούσιον, ἤτοι τὸ πῦρ, τῷ κυανῷ, ἤτοι τῷ ὕδατι, ὑπέταξε, διότι τὸ πῦρ ὑπείκει τῷ ὕδατι. 32 Exc. De insid.: Ὅτι Ῥωμύλος βασιλεύσας Ῥωμαίων διετέλει εἰς μὲν τοὺς πολέμους διαπρέπων, εἰς δὲ τοὺς πολίτας ὑπερφρονῶν, καὶ μάλιστα εἰς τοὺς τῆς βουλῆς ἐξέχοντας. Τοῖς μὲν γὰρ στρατευομέ νοις προσφιλὴς ἦν, καὶ χώρας αὐτοῖς νέμων, καὶ τῶν λαφύρων διδούς· πρὸς δὲ τὴν γερουσίαν οὐχ ὁμοίως διέκειτο· ὅθεν μισήσαντες αὐτὸν καὶ περιέχοντες ἐν τῷ βουλευτηρίῳ δημηγοροῦντα διεσπάραξάν τε καὶ διέφθειραν. Συνήρατο δὲ αὐτοῖς πρὸς τὸ λαθεῖν ζάλη μεγίστη τοῦ ἀέρος καὶ ἔκλειψις ἡλίου· ὅπερ ποῦ καὶ ὡς ἐγεννᾶτο γέγονε. Καὶ ὁ μὲν Ῥωμύλος αὐταρχήσας ζʹ καὶ λʹ ἔτη τοιοῦτον ἔσχε τὸ τέλος. Ἀφανισθέντος τε οὕτως αὐτοῦ, τὸ πλῆθος καὶ οἱ στρατιῶται μάλιστα ἐκεῖνον ἐζήτουν. Αὐτοὶ δ' ἐν ἀπόρῳ ἦσαν, μήτε ἐξειπεῖν τὸ πραχθὲν ἔχοντες, μήτε βασιλέα καταστῆσαι δυνάμενοι. Ταρασσομένων οὖν αὐτῶν, καί τι παρασκευαζομένων δράσαι, Ἰούλιός τις Πρόκλος, ἀνὴρ ἱππεὺς, στειλάμενος, ὡς καὶ ἑτέρωθέν ποθεν ἥκων, εἰσεπήδησεν ἐν τῷ μέσῳ, καὶ ἔφη· «Μὴ λυπεῖσθε Κυιρῖται· ἐγὼ γὰρ αὐτὸς τὸν Ῥωμύλον εἰς τὸν οὐρανὸν ἀνιόντα εἶδον· καί μοι ἔφη, εἰπεῖν τε ὑμῖν ὅτι θεὸς ἐγένετο, καὶ ὅτι Κυιρῖνος ὀνομάζεται, καὶ προσπαραινεῖσθαι ὑμῖν βασιλέα τε πάντως εὐθὺς ἑλέσθαι τινὰ, καὶ τούτῳ πολιτεύματι κεχρῆσθαι.» Λεχθέντων τούτων, ἅπαντες ἐπίστευσαν, καὶ τῆς ταραχῆς ἀπεπαύσαντο· εὐθέως τε ναὸν Κυιρίνῳ ᾠκοδόμησαν, καὶ πᾶσι μὲν ἐδόκει βασιλεύεσθαι, οὐ μέντοι καὶ ὡμοφρόνουν· οἵ τε γὰρ καταρχὰς Ῥωμαῖοι καὶ οἱ ἐκ τῶν Σαβίνων προσοικισθέντες, ἑκάτεροι ἐξ ἑαυτῶν βασιλέα γενέσθαι ἠξίουν· ἐκ τούτου τε ἀναρχία συνέβαινεν. Ἐνιαυτὸν γοῦν ὅλον ἡ σύγκλητος τὸ κῦρος τῶν κοινῶν εἶχε πραγμάτων, πενθήμερον ἀρχὴν τοῖς ἐπιφανεστάτοις τῶν βουλευτῶν ἐκ διαδοχῆς κατανέμουσα, οὓς μεσοβασιλεῖς ὠνόμασεν. 33 Exc. Salmas.: Νουμᾶς ὁ βασιλεὺς ἐκέλευσεν ἐν τοῖς ὑποδήμασι Ῥωμαίων τῶν πατρικίων τυποῦσθαι τὸ Ῥωμαϊκὸν κάππα, ὃ παρὰ τοῖς Ἕλλησιν ἐστὶ ῥὼ, οἳ διὰ τὸ τῶν κοινῶν ἐπιμελεῖσθαι πατέρων ἔσχον ἐπωνυμίαν. Ἐφόρουν οὖν οἱ πατρίκιοι τὰ καππάγια, ὡς οὐκ ἐξὸν ἄλλως ὁρᾶσθαι τῷ βασιλεῖ. (2) Ὁ αὐτὸς πρῶτος ἀπὸ χαλκοῦ καὶ σιδήρου ἐποίησεν ἀσσάρια, τῶν πρὸ αὐτοῦ δι' ὀστρακίνων καὶ σκυτίνων τὴν χρείαν πληρούντων, ἅπερ ἀπὸ τοῦ οἰκείου ὀνόματος νουμία ἐκάλεσε. Τὸ δεσμωτήριον (?) τὸ νούμερον καὶ τὰ ὀρύγματα οἱ ὑπόνομοι ἀπὸ τοῦ Νουμᾶ τοῦ βασιλέως ὀνομάζονται, ὡς πρώτου ἐπινοησαμένου αὐτά. 34 Exc. De ins.: Ὅτι Πρίσκος Ταρκύνιος ὁ τῆς Ῥώμης βασιλεὺς τριακοστῷ καὶ ὀγδόῳ τῆς βασιλείας ἔτει ὑπὸ τῶν Μαρκίου παίδων, τοῦ πρότερον δυναστεύσαντος τῆς Ῥώμης, ἀναιρεθεὶς, ὁμοῦ τε τῆς βασιλείας καὶ τοῦ βίου παύεται. 35 Ibid.: Ὅτι Σέρβιος Τούλλιος ἐπὶ βιωφελεστάταις πράξεσι κοσμούμενος, τετάρτῳ καὶ τεσσαρακοστῷ τῆς ἀρχῆς ἔτει διαφθείρεται, δολοφονηθεὶς ὑπὸ Ταρκυνίου Σουπέρβου, συνοικοῦντος μὲν τῇ αὐτοῦ Σερβίου θυγατρὶ Τουλλίᾳ, ἕλκοντος δὲ τὸ γένος ἀπὸ Ταρκυνίου Πρίσκου τοῦ πρὸ Σερβίου βασιλεύσαντος· συνεφαψαμένης, ὥς φασι, τῆς γυναικὸς τοῦ μιάσματος, καὶ χεῖρας ἐναγεῖς τῷ τοῦ πατρὸς 15 προσενεγκούσης φόνῳ. 36 Exc. De virt.: Ὅτι Ταρκύνιος Σούπερβος τῆς ἀρχῆς ἐπιλαβόμενος μετεκαίνισεν ἐπὶ τὸ αὐθαδέστερον, καὶ βαρυτέραν τὴν πολιτείαν ἀπέφηνεν, οἷα δὴ ἐκ τοιούτων παρελθὼν εἰς τὴν ἡγεμονίαν δραμάτων· τούς τε νόμους μεταθεὶς, καὶ ἄρχοντας παρὰ τὸ σύνηθες προβαλλόμενος, καὶ δι' αὐτῶν τὸν δῆμον αἰκιζόμενος, δεσμά τε καὶ μάστιγας, κλοιοὺς ξυλίνους καὶ σιδηροῦς, πέδας, ἀλύσεις, μέταλλα καὶ ἐξορίας ἐφευρών· φιλοπόλεμός τε εἰ καί τις ἄλλος πώποτε γέγονεν, ὑπερόπτης τε καὶ ἀλαζών· ὅθεν καὶ τὴν ἐπωνυμίαν ταύτην ἀπηνέγκατο· Σουπέρβους γὰρ τοὺς ὑπερηφάνους ὠνόμαζον Ῥωμαῖοι. 37 Exc. De insid.: Ὅτι Ταρκύνιος Σούπερβος ἤδη γέρων ὢν ἐκπίπτει τῆς δυναστείας, πάλαι μὲν ἀδήλως διὰ τὸν τρόπον μισούμενος, τότε δὴ καὶ νεύσαντος τοῦ πλήθους ἐς φανερὰν ἀπόστασιν τῇ τοῦ ὁμωνύμου παιδὸς ἀκολασίᾳ. Ὁ μὲν γὰρ ἔτυχεν τὴν Ἀρδεατῶν περικαθήμενος πόλιν καὶ (λ. δέκα) πρὸς τοῖς ρʹ σταδίοις τῆς Ῥώμης ἀπῳκισμένην. Ταρκύνιος δὲ, ὁ τοῦ βασιλέως ὁμώνυμος, Λουκρητίαν γυναῖκα, γένους παρὰ Ῥωμαίοις γνωριμωτάτου, Κολλατίνῳ συνοικοῦσαν, ἐμίανεν. Ἐπανελθούσης, καὶ τῷ πατρὶ τῇ τε λοιπῇ κατεμήνυσε συγγενείᾳ τῷ τε ἀνδρί, ἐπαρασαμένη τε πολλὰ τοῖς ἀφ' αἵματος, εἰ τὴν συμφορὰν αὐτῆς καταλείποιεν ἀτιμώρητον, σπασαμένη τὸ ξίφος,
Unit 4 rem mid§u04-rem-mid
u04-rem-midRem mid: Unit 4; lemma continues; reading with the letter.
Greek · §u04-rem-mid
ὅπερ ὑπὸ τοῖς κόλποις ἀφανῶς ἔφερεν, ἑαυτὴν ἐν ὄψει τῶν παρόντων κατειργάσατο. Τοῦτο δὲ τούς τε ἄλλους εἰς ὀργὴν ἀνῆψεν ἐλέῳ τῆς ἀνθρώπου (παρῆσαν γὰρ οὐκ ὀλίγοι Ῥωμαίων ἐπὶ θέαν τοῦ πάθους), καὶ οὐχ ἥκιστα Βροῦτον, προσήκοντα μὲν κατὰ γένος ἐκείνῃ, ἄνδρα δὲ δημοτικόν τε καὶ μισοτύραννον, ὃς μάλιστα τὸ πλῆθος εἰς τὴν τῶν βασιλέων ἤγειρεν ἀπόστασιν, ἀφείλετό τε τῆς ἐξουσίας παντελῶς τὸν Ταρκύνιον. Ἅμα γὰρ τῇ κατὰ τὴν πόλιν ἐπαναστάσει καὶ ἡ πρὸς τὴν Ἄρδεαν οὖσα στρατιὰ τῶν Ῥωμαίων, ἀπολιποῦσα τὸν τύραννον ᾤχετο, οὐδὲν οὔτε ἀνακαλοῦντος οὐδὲ μένειν δεομένου πεφροντικυῖα. Ταρκύνιος δὲ τοῖς παροῦσιν ἀμηχανῶν ἤλαυνεν ἐπὶ τὴν Ῥώμην, ὡς παύσων τῇ παρόδῳ τὴν ταραχὴν, καὶ τὴν δυναστείαν μετὰ πειθοῦς ἀναληψόμενος. Ἀπεωσθεὶς δὲ ὑπὸ τῶν πολιτῶν, ἀπεχώρει σὺν τοῖς οἰκείοις, βασιλεύσας ἔτη δʹ πρὸς τοῖς κʹ. Καθ' ὃν δὴ χρόνον ἡ πόλις ἀπελύθη τῆς τυραννίδος, ἑπτὰ μὲν δυναστῶν ἐφεξῆς ἀνασχομένη, τρία δὲ καὶ μʹ καὶ σʹ κατὰ μοναρχίαν ἔτη πολιτευσαμένη, συνεσταλμένων αὐτῇ τῶν τῆς ἀρχῆς ὅρων ἔτι, οὐ πέρα τε σταδίων ρʹ, ἔνθα δὴ μήκιστον, ἐκτισμένων. Ἐντεῦθεν ἐγένοντο βʹ κονσοῦλοι, οὓς Ἕλληνες ὑπάτους διὰ τὴν ὑπεροχὴν ἐκάλεσαν. 38 ιβιδ.: Ὅτι ∆αρεῖος ὁ Περσῶν βασιλεὺς Ἀρσάμου παῖς, μέχρι τῆς κατὰ Βιθυνίαν Χαλκηδόνος τὰς στρατιὰς προβιβάσας, ὑπὸ πολλῶν τε βασιλέων δορυφορούμενος, καὶ μεγίσταις ἐντρυφῶν παρατάξεσι, τὸν μὲν ὑπὸ Βαγώου τοῦ προκοίτου θάνατον διαφυγὼν, αὐτόν τε τὸ προσφερόμενον πιεῖν ἀναγκάσας φάρμακον, παραχρῆμα διέφθειρεν. Καὶ ὁ μὲν Βαγώας δίκας ὑποστὰς ὧν περὶ τοὺς προτέρους ἥμαρτε βασιλέας, Ἄρσαμόν τε καὶ Ὦχον, ὑπὸ τοῦ ἰδίου φαρμάκου ἀναιρεῖται· ὁ δὲ ∆αρεῖος ἓξ ἔτη πρὸς δυσὶ μησὶ δυναστεύσας, ἅμα τῷ βίῳ καὶ τὴν βασιλείαν κατέλυσεν. 39 Exc. Salm.: ∆αρεῖος ὁ υἱὸς Ἀρσάμου, ὃν ὁ Μακεδὼν καθεῖλεν Ἀλέξανδρος, προσαχθείσης αὐτῷ κύλικος ὑπὸ Βαγώου τοῦ εὐνούχου, ἠνάγκασεν αὐτὸν πιεῖν, καὶ πιὼν ὁ Βαγώας ἀπέθανεν. 2. Ὅτι κατὰ τοὺς Ἀβραὰμ χρόνους Νῖνος καὶ Σεμίραμις ἐβασίλευον. Φαραὼ τινὸς βασιλέως Αἰγύπτου πολλοὺς τῶν προσοίκων καταγωνισαμένου, καὶ τοὺς λῃστρικοὺς ἄνδρας μεταρρυθμίσαντος πρὸς τὸ φιλάν θρωπον, καὶ οἱ λοιποὶ βασιλεῖς Αἰγύπτου εἰς τιμὴν ἐκείνου Φαραὼ ἐκαλοῦντο. Ἐβασίλευσαν ἐν Αἰγύπτῳ καὶ οἱ καλούμενοι ποιμένες· κατάγεσθαι δὲ δοκοῦσιν ἀπὸ τῶν υἱῶν Ἰακὼβ ὄντων ποιμένων. 40 Exc. De insid.: Ὅτι ἐπὶ ∆αρείου τοῦ βασιλέως Περσῶν, Φιλίππου τῆς Μακεδονίας βασιλεύοντος χρόνους αʹ καὶ κʹ, πολλήν τε τῆς Ἑλλάδος καταστρεψαμένου μοῖραν, καὶ τοῦ τε πρὸς Ἀθηναίους καὶ τὸν στρατηγὸν ∆ημοσθένην ἐχομένου πολέμου ἐκκοπεὶς πρότερον 16 τὸν δεξιὸν ὀφθαλμὸν, ὑπὸ Παυσανίου τοῦ ὑπασπιστοῦ διαφθείρεται ἐν θεάτρῳ· κινήσεώς τε μεγίστης τῶν στρατιωτῶν ἐπὶ τῷ θανάτῳ τούτου γενομένης, ἔμεινεν ἡ ἀρχὴ τετραετίαν γυμνή. 41a Suidas v. Ἀλέξανδρος: Ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν θαυμαστὸν βίον ἐβίωσε. Πίστιν δὲ τοῖς εἰρημένοις ἐχέγγυον ἡ τῶν ἀγώνων παρέσχε πρᾶξις. Οὐδὲ γὰρ ἔστιν εὑρεῖν ἐν παντὶ τῷ τοῦ κόσμου κύκλῳ ἕνα ἄνδρα τοσούτοις κατορθώμασι πλεονεκτοῦντα. Τοῖς τε γὰρ ἀρίστοις ἀνδράσιν εἴς (τε) λόγους οὐ μείων τῶν εἰς ἄκρον ἐπαινουμένων εὑρέθη, πρός τε τὰ πολέμια διελθὼν θαυμαστὰ μᾶλλον ἢ πειθοῦς ἄξια διεπράξατο. Καὶ πρὸς ∆αρεῖον τὸν Περσῶν βασιλέα συνάψας πόλεμον, τοῦτον κατακράτος νικᾷ. Κἀκεῖνος αἰτεῖται εἰς διαλλαγὰς ἐλθεῖν καὶ δοῦναι αὐτῷ καὶ τὴν θυγατέρα Ῥωξάνην πρὸς γάμου κοινωνίαν. Ὁ αὐτὸς πάντα τὰ ἔθνη καταστρεψάμενος διεφθάρη τὸν νοῦν, etc. Exc. De virt.: Ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν τὴν τῶν Περσῶν βασιλείαν καθελὼν καὶ τὸν ∆αρεῖον ἀνελὼν διεφθάρη τὸν νοῦν, καὶ πρὸς τὰς τοῦ σώματος ἡδονὰς διωλίσθησε, Περσικήν τε στολὴν ἐνδυσάμενος, μυρίοις δὲ νέοις δορυφορούμενος, τριακοσίαις τε παλλακαῖς χρώμενος, ὡς τὴν Μακεδονικὴν πᾶσαν τῶν βασιλέων συνήθειαν εἰς Πέρσας μεταρρυθμίσαι, ἐντεῦθέν τέ τινας τῶν ἰδίων διαβληθέντας ἀνελεῖν, Λαγχέα μὲν καὶ Παρμενίωνα τοῦ στρατοπέδου ἐξάρχοντας τῆς τε Μακεδονικῆς νεολαίας οὐκ ὀλίγους. Suidas l. l: Ὕστερον δὲ εἰς Ἰνδίαν ἀφικόμενος ὑπὸ Κανδάκης τῆς βασιλίσσης συνελήφθη ἐν ἰδιώτου σχήματι. Καὶ εἶπεν αὐτῷ· «Ἀλέξανδρε βασιλεῦ, τὸν κόσμον παρέλαβες καὶ ὑπὸ γυναικὸς συνεσχέθης;» Καὶ εἰρήνην πρὸς αὐτὴν ἐποιήσατο, καὶ τὴν χώραν αὐτῆς ἀβλαβῆ διεφύλαξεν. 42a Exc. De ins.: Ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν, ὥς φησι Ἰωάννης ὁ Ἀντιοχεὺς, ἐπὶ τοσούτοις
Unit 4 rem close§u04-rem-close
u04-rem-closeRem CLOSEOUT: Unit 4 CLOSEOUT.
Greek · §u04-rem-close
κατορθώμασιν ὑπὸ Κασάνδρου τοῦ ἰδίου στρατηγοῦ φάρμακον δεξάμενος τὸν βίον μετήλλαξεν. Suidas v. Ἀλέξανδρος: «Ὅτι ὁ αὐτὸς ὀκτακοσίοις ἀνδράσιν ἐνέτυχεν ὑπὸ Περσῶν πάλαι ἐν Ἑλλάδι ληφθεῖσιν, ἀκρωτηριασμένοις τὰς χεῖρας, οὓς μεγάλαις δωρεαῖς ἐφιλοφρονήσατο καὶ παρεμυθήσατο. Εἰς δὲ τὴν λίμνην τὴν ἐν Ἀλεξανδρείᾳ ἀφικόμενος τὸ διάδημα ἀπέβαλεν, ὄμβρου πολλοῦ καταρραγέντος, καὶ μόλις ἐπὶ τὴν γῆν διενήξατο. Καὶ ὑπὸ Κασάνδρου τοῦ ἰδίου στρατηγοῦ φάρμακον δεξάμενος ἐσπαράχθη. Καὶ οὕτως ἐπὶ τοσούτοις κατορθώμασι τὸν βίον μετήλλαξεν. 43 Exc. De virt.: Ὅτι Λούκιος Βαλέριος Ποπλικόλας ὕπατος καταλείπει τὸν βίον, οὕτω δὴ μέταιτός τε καὶ χρημάτων ἄπορος ὡς κοινοῖς ὑπὸ τοῦ δήμου ταφῆναι χρήμασι, τάς τε κατὰ τὴν πόλιν γυναῖκας παραπλησίως αὐτὸν ἀποθρηνῆσαι τῷ Βρούτῳ, ἐπειδὰν καὶ συνῆρξεν αὐτῷ τῆς τῶν τυράννων ἐξόδου. 44 Exc. De ins.: Ὅτι ἕκτῳ τῆς ὑπατείας χρόνῳ μετὰ τὴν τῶν τυράννων ἐξέλασιν, Κασσίου τε καὶ Σουλπικίου τὴν ἀρχὴν παραλαβόντων, ἐς πᾶν μὲν κινδύνου προῆλθεν ἡ πόλις, τοῦ δουλικοῦ πλήθους ὑπὸ τῶν τυράννων ἀναπεισθέντος ἐπιθέσθαι νύκτωρ τοῖς κεκτημένοις, καὶ διαφθεῖραι τοὺς ἄνδρας ἐν ταῖς εὐναῖς, ἐπειδὰν αὐτοί τε προσάγωσι, καὶ οἱ συλλαβόμενοι σφίσι τῶν πολιτῶν τὰ ἐρυμνὰ καταλάβοιεν τοῦ ἄστεως. Οὐ μὴν ἀπέβη τι τούτων, Σουλπικίου τοῦ ὑπάτου σωφρόνως τούς θ' ἡγεμόνας τῆς ἐπιχειρήσεως συλλαβόντος, καὶ τὸ κεκινημένον τοῦ δημοτικοῦ κατασπάσαντος. 45 Ibid.: Ὅτι ἐνάτῳ τῆς ἐλευθερίας ἐνιαυτῷ, Πόπλου Καμινίου καὶ Τίτου Λευκίου ὑπατευόντων, ἐπειδὴ Μαμήλιος ἀνὴρ Λατῖνος μὲν τὸ γένος, καὶ μέγα παρὰ τοῖς ὁμοφύλοις δυνάμενος, συνοικῶν δὲ τῶν Ταρκυνίου θυγατρῶν τῇ νεωτάτῃ, ἀναστήσας πανδημεὶ τὸ Λατίνων γένος, χεῖρά τε μισθοφόρον πολλὴν ἀγείρας, τιμωρεῖν τοῖς κηδεσταῖς, ἀτίμως παρεωσμένοις τῆς δυναστείας, ἠξίου, ἡ βουλὴ (δὲ) καταδείσασα τὸ πλῆθος τοῦ πολεμίου νέφους, καινὸν ἡγεμονίας ἀνευρίσκει γένος, προχειρισαμένη τότε πρῶτον δικτάτορα, ὃς καθ' Ἑλλάδα γλῶτταν κληθείη ἂν εἰσηγητὴς τῶν λυσιτελῶν· ὑπερέχων μὲν τῆς τῶν ὑπάτων ἀρχῆς, τοῖς δὲ 17 βασιλεῦσι προσφερέστατος· ἀνυπεύθυνόν τε γὰρ τῶν ὅλων εἶχε τὸ κράτος, καὶ ἰσοτύραννον ἐν τῷ καθεστηκότι χρόνῳ τὴν ἐξουσίαν. Τοιγαροῦν Γάϊος Καῖσαρ πρότερον, καὶ μετὰ τοῦτον Αὔγουστος Ὀκταούιος, ὧν ὕστερον κατὰ τοὺς οἰκείους χρόνους μνημονεύσομεν, ὑπὸ τῷδε ὀνόματι τῆς μοναρχίας ἀντιλαμβάνεσθαι διέγνωσαν. 46 Ibid.: Ὅτι καὶ κατὰ τὴν πόλιν ἐμφύλιος ἀνεφλέγετο ταραχὴ, τοῦ δήμου πρὸς τὸ συνέδριον ἀπεχθῶς ἔχειν ἠρεθισμένου, ἀποστάντος δὲ σὺν ὅπλοις τῆς πόλεως, καὶ οὔτε συνοικεῖν ἔτι οὔτε κοινωνεῖν τῶν ἀγώνων βουλομένου τοῖς εὐπατρίδαις, εἰ μὴ τῶν τ' ὀφλημάτων ἀπολυθείη, καὶ δικασταῖς χρῆσθαι τὸ ἐντεῦθεν οἰκείοις ἐπιτραπείη, ὡς ἐπικουρίαν τοῦ δημοτικοῦ τε καὶ εὐτελοῦς ὄχλου, οἳ τοῖς παρὰ τὸ προσῆκον ὑπὸ τῶν δυνατῶν κατειργομένοις ἀρήξοιεν, καὶ τῶν πολλῶν ἐλεύθερα διαφυλάξαιεν τὰ σώματα. ∆είσαντες δὲ οὖν οἱ ἐν τέλει, μὴ ἐν τούτῳ τι πρὸς τῶν περιοίκων νεωτερισθείη, τοῦ δήμου πολεμίου τε ὄντος καὶ πρὸς τὰς ἔξω στρατιὰς οὐχ ὑπακούοντος, τὰ ἐξαιτησόμενα ** καὶ διαλλαγὰς ἐπὶ τούτοις εὑρίσκονται. 47 Ibid.: Ὅτι Ποπλίου αὖθις καὶ Βαλερίου τὴν ἀρχὴν διαδεξαμένων, ἥ(τε) κατὰ πόλιν ἐμφύλιος ἀνάπτεται ζάλη, τοῦ δήμου πρὸς τοὺς πατρικίους στασιάζοντος. Καὶ πρῶτον μὲν Καίσαρα τὸν ἀπὸ ** περιπλεξάμενος εἰς οἶκτον τοὺς ὁρῶντας συνήλασεν· ἔπειτα καὶ Σαβῖνοι Σερδώνιον πρὸς τυραννίδα ἐκίνησαν, ὃς ταχείας ἔτυχε καθαιρέσεως, θεραπευθέντος τοῦ δήμου καὶ τοῖς ὑπάτοις συμπράξαντος. 48 Exc. De virt.: Ὅτι Κύντιος Κικιννάτος ὁ δικτάτωρ πολλαῖς μὲν καὶ πρότερον ἐνήθλησε στρατιαῖς, ἀρχαῖς τε καὶ τιμαῖς Ῥωμαϊκαῖς πολλάκις κεκοσμημένος. Οὕτω δὲ ἦν μέτριος καὶ σώφρων, ὡς ἐπὶ καλύβῃ λυπρᾷ καὶ ὀλίγῳ γῆς μέτρῳ ζῆν, τὸν αὐτοῦργόν τε ἀγαπᾶν βίον. Ὃς δικτάτωρ προβαλλόμενος ἔτυχε πρὸς ἀρότρῳ πονούμενος, ὅτε ἀφίκοντο πρὸς αὐτὸν οἱ τὰ παράσημα τῆς ἀρχῆς κομίζοντες· ἀπονιψάμενός τε καὶ δεξάμενος τὰ σύμβολα * πρὸ ἑστιάσεως ἅμα τῇ οἰκείᾳ δυνάμει τοῖς πολεμίοις ἐπιγίνεται φόνον τε πολὺν τῶν ἐναντίων ἐργασάμενος ἐπάνεισιν ἑκκαιδεκάτῃ μετὰ τὴν ἔξοδον ἡμέρᾳ, τοὺς μὲν οἰκείους τοῦ περιστάντος κινδύνου λυσάμενος, τὸν δὲ τῶν πολεμίων διαρπάσας χάρακα· καὶ τὸν στρατηγὸν τῶν Ἐκανῶν δέσμιον ἐπὶ τὴν πομπὴν κατάγει τὴν ἐπινίκιον. 49 Suidas v. Κελτοί: «Ὅτι Κελτοὶ κατὰ Ῥωμαίων ἐστράτευσαν. Ἀνὴρ δέ τις τῶν Κελτῶν
Historia Chronike Unit 5 opening§u05-open
u05-openUnit 5.
Lemma-led open — Ἄνθρωπε, τί μου καταβάλλεις τὸ κατόρθωμα;
Greek · §u05-open
ἡγεμονικὸς, τό τε σῶμα εὐπρεπὴς καὶ τὸν θυμὸν ἀλκιμώτατος, προελθὼν τοῦ οἰκείου πλήθους ἐς μονομαχίαν προὐκαλεῖτο τῶν ἐναντίων τὸν ἄριστον. Βαλέριος δέ τις ἡγεμὼν φάλαγγος ὑπέστη τὸ ἀγώνισμα, καὶ θείᾳ δέ τινι μοίρᾳ κατὰ γνώμην ἀποβάντος ἔτυχε τοῦ βουλεύματος. Ἐπεὶ γὰρ προῆλθε τοῦ οἰκείου τάγματος ὁπλισάμενος, κόραξ προσιζάνει τῷ δεξιῷ τοῦ ἀνδρὸς βραχίονι· ἀντιπρόσωπος δὲ τῷ Κελτῷ κατὰ τὸν ἀγῶνα φερόμενος, καὶ τοῖς τε ὄνυξιν ἀμύττων τὸ πρόσωπον καὶ τοῖς πτέρυξιν ἐπικαλύπτων τοὺς ὀφθαλμοὺς ἀφύλακτον τῷ Βαλερίῳ τὸν πολέμιον παραδέδωκεν· ὁμοῦ τήν τε νίκην τῷ ἀνδρὶ καὶ τὴν ἀπὸ τοῦ συμβεβηκότος ἐπωνυμίαν χαρισάμενος. Κορβῖνος γὰρ δὴ τοὐντεῦθεν ἐπεκλήθη, τῆς τε μαρτυρηθείσης ἀρετῆς ἕνεκα παρὰ τὰ καθεστηκότα Ῥωμαίοις νόμιμα τῆς ὑπατικῆς ἀρχῆς ἔτι μειράκιον ὢν τυγχάνει.» 50 Exc. De virt.: Ὅτι Μάρκελλος καὶ Σκιπίων οἱ ὕπατοι μετὰ τὴν νίκην τὴν κατὰ Γαλατῶν **–Κατὰ τὸν αὐτὸν καιρὸν καὶ Οὐολσινίους δόλῳ κρατηθέντας τε καὶ αἰκιζομένους πικρῶς ἠλευθέρωσαν. Οἱ γὰρ ταύτην οἰκοῦντες τὴν χώραν, ἐν πολλῇ τρυφῇ τοῦ σώματος διαιτώμενοι, αὐτοί τε τῶν ὅπλων καταφρονήσαντες τοῖς οἰκέταις ταῦτα χειρίζειν ἐπέτρεψαν. Ἐπειδὰν δὲ δυνάμεως ἐπελάβοντο, πρῶτα μὲν τὰς ἑαυτῶν δεσποίνας πρὸς βίαν κατῄσχυναν· ἔπειτα τοῖς δεσπόταις χεῖρας ἐπιβαλόντες τοὺς μὲν ὡς ἔτυχε διαφθείροντες, τοὺς δὲ τιμωρίαις αἰσχίσταις ὑποβαλόντες κατηνάλωσαν. 51 Ibid.: Ὅτι καὶ Μάρκος Μινούκιος Ῥοῦφος καὶ Πόπλιος Κορνήλιος οἱ ὕπατοι Ἰστριανοῖς κακουργοῦσι τὰς 18 σιταγωγὰ Ῥωμαίων ὁλκάδας δίκην ἐπέθεσαν, ἅπαντας ὀλίγου τοῖς οἰκείοις ὑποθέντες ὅπλοις. 52a Suidas: ∆ιῆγε, παρεξέτεινεν. Ἰωάννης Ἀντιοχείας· «Ὃς ἔρυμνα χωρία παρειληφὼς ἐπὶ πολὺ διῆγε τὸν πόλεμον, ἀμβλύνων τὴν τοῦ Ἀννίβου ὀξύτητα χρονίαις διατριβαῖς.» Idem: Ἀμβλύνω, τὸ ἐκλύω. «Ὁ δὲ ἐπὶ πολὺ διῆγε τὸν πόλεμον ἀμβλύνων τὴν τοῦ πολεμίου ὀξύτητα χρονίαις τε καὶ μακραῖς τοῦ ἔργου διατριβαῖς.» 53 Exc. De ins.: Ὅτι κατὰ τὸν χρόνον ὅτε Ἀννίβας ἐπολέμει τοῖς Ῥωμαίοις, Ἀντίοχος ὁ τῆς Συρίας βασιλεὺς ὑπὸ Πτολεμαίου τοῦ Αἰγυπτίων ἄρχοντος πολεμούμενος, Ξέρξῃ τῷ Ἀρμενίων τυράννῳ τὴν ἑαυτοῦ ἀδελφὴν συνοικήσας, ἐκεῖνον μὲν διὰ τῆς ἀδελφῆς διεχρήσατο, τὴν δὲ Περσῶν βασιλείαν αὖθις ἀνεκτήσατο. 54 Exc. de ins.: Ὅτι Πτολεμαίου (Ἀγαθόκλειαν) τὴν ἑαυτοῦ γυναῖκα ἐκβαλόντος, καὶ μιᾷ τινὶ τῶν ἑταιρίδων συναφθέντος, εἶτα τελευτήσαντος Πτολεμαίου, ἡ Ἀγαθόκλεια Ἀρσινόην διαφθείρει δόλῳ· καὶ ταύτης σὺν τοῖς βασιλείοις διαφθαρείσης, πολλῆς τε ταραχῆς ἐντεῦθεν Αἰγυπτίοις ἀναφθείσης, ὅ τε τῆς Συρίας βασιλεὺς Σέλευκος, καὶ τῆς Μακεδονίας Φίλιππος, ἐλπίδι τοῦ κρατήσειν τῆς χώρας σὺν προθυμίᾳ στρατεύουσιν· οὓς δὴ Ῥωμαῖοι φθάσαντες τῆς ἐγχειρήσεως, τὴν τῶν Αἰγυπτίων ἐμφύλιον ἀπέσβεσαν ἐπανάστασιν, Πτολεμαῖον τὸν Ἐπιφανῆ αὐτοκράτορα τοῦ ἔθνους ἀποδείξαντες, Προυσίου τότε τῶν Βιθυνῶν βασιλεύσαντος. 55 Ibid.: Ὅτι Ἀντιόχου, οὗ ἐπώνυμός ἐστι πόλις παρὰ Ἀσσυρίοις, υἱὸς Σέλευκος καὶ Ἀντίοχος ὁ ἐπικληθεὶς Θεός· ἀλλ' ὁ μὲν Σέλευκος, ἐπιβουλεύειν ὑποπτευθεὶς τῷ πατρὶ, κατακτείνεται. 56 Ibid.: Ὅτι ∆ημήτριος υἱὸς ἦν Φιλίππου τοῦ Μακεδόνων βασιλέως, ὃν οἱ Ῥωμαῖοι ὅμηρον ἔσχον· συμμαχήσαντος δὲ Φιλίππου τοῖς Ῥωμαίοις, τοῦτον ἀμειβόμενοι τῆς ἐννοίας (εὐν.?), ἀφιᾶσι τὸν παῖδα τῆς ὁμηρείας. Ἐπανελθόντα δὲ τὸν ∆ημήτριον ἐκποδὼν ὁ Φίλιππος ἐποιήσατο, πρῶτος τῶν ἀπὸ τοῦδε τοῦ γένους μιαιφονήσας ἐς τοὺς οἰκείους. 57 Exc. De virt.: Ὅτι Αἰμίλιος ὁ ὕπατος, ὁ τὸν Περσέα τὸν τῶν Μακεδόνων βασιλέα χειρωσάμενος, ἀνὴρ ἦν σώφρων καὶ φέρειν εὐπραγίας εἰδὼς, καὶ ἱκανὸς ὤν. Ἅμα γὰρ βασιλικῇ θεραπείᾳ τὸν ἄνδρα ὑπεδέξατο, πεσεῖν τε βουληθέντα πρὸς τοῖς γόνασιν αὐτοῦ ἀναστήσας καὶ ἐπειπὼν, «Ἄνθρωπε, τί μου καταβάλλεις τὸ κατόρθωμα;» ἐπί τινος βασιλικοῦ θρόνου
Unit 5 rem early§u05-rem-early
u05-rem-earlyRem early: Unit 5; lemma and argument toward the thesis.
Greek · §u05-rem-early
πάρεδρον ἑαυτῷ κατεστήσατο. Μακεδόνας δὲ καὶ Ἰλλυριοὺς, τῆς πρόσθεν δουλείας ἀπηλλαγμένους, ἐλευθέρους εἶναι καὶ αὐτονόμους προστάττει τὸ συνέδριον, δασμόν τε φέρειν βραχὺν, καὶ πολλῷ τινι τοῦ πάλαι κομιζομένου τοῖς ἑκατέρων βασιλεῦσι καταδεέστερον· ὡς ἂν ὁμολογοῖτο πρὸς ἁπάντων Ῥωμαίους τῶν ὑπαρξάντων εἰς αὐτοὺς ἀδικημάτων ἤπερ ἐφέσει τῆς Μακεδονικῆς ἡγεμονίας ἐξενηνοχέναι τὸν πόλεμον. Ὁ γὰρ Αἰμίλιος ἐς τὴν ἁπάντων τῶν παρόντων ἀκοὴν (ἦσαν δὲ πολλοὶ ἐκ πολλῶν ἐθνῶν συνειλεγμένοι) τὸ τῆς βουλῆς ἐξενεγκὼν δόγμα ἐλευθέρους εἶναι τοὺς ἄνδρας ἀπεφήνατο· τούς τε παρ' αὐτὸν ἀφικομένους τῶν Εὐρωπαίων πρέσβεις εἱστία πολυτελῶς, τῇ λαμπρότητι τοῦ συμποσίου φιλοτιμούμενος. Ἔλεγε γὰρ δὴ τῶν αὐτῶν ἀνδρῶν εἶναι, τῷ τε πολέμῳ κρατεῖν, καὶ ταῖς παρασκευαῖς τῶν συμποσίων ἐπιμελεῖς τε καὶ φιλοτίμους φαίνεσθαι. 58 Exc. De ins.: Ὅτι Ἀντίοχος (sc. ὁ Ἐπιφανὴς), ὁ τῆς Συρίας βασιλεὺς, τοῦ Σελεύκου (sc. τοῦ Φιλοπάτορος) τοῦ ἀδελφοῦ παῖδα ὑποτοπήσας διέφθειρεν· ἑτέροις τὸν τούτου φόνον ἐπενεγκὼν, οὓς δὴ καὶ διὰ φόβον διεχρήσατο· αὖθίς τε πρὸς Πτολεμαῖον (sc. τὸν Φιλομήτορα) στρατεύει, ἀναπαλαίειν ταῖς συνθήκαις ἐπιχειροῦντα. Καὶ πολεμήσας αὐτῷ κατὰ τὸ Πηλούσιον, κρατήσας τε παντελῶς τοῖς ὅπλοις, φυγεῖν ἐπὶ τὴν Ἀλεξάνδρειαν ἠνάγκασεν. Καὶ ὁ μὲν Πτολεμαῖος οὐ προσδεχθεὶς ὑπὸ τῶν Αἰγυπτίων, προσφεύγει τῷ γαμβρῷ Ἀντιόχῳ· ὁ δὲ τοῦτον πάλιν εἰς τὴν βασιλείαν ἀποκαθίστησιν· ἐκεῖθέν τε κατὰ Ἰουδαίων ὁρμήσας, αἱρεῖ μὲν αὐτῶν τὸ ἄστυ, καὶ τοὺς θησαυροὺς ἅπαντας καὶ τὰ ἱερὰ σκεύη, καὶ τοὺς ναοὺς συλήσας συνέχεε τὰ τοῦ ἔθνους νόμιμα, δειναῖς τε 19 τιμωρίαις τοὺς ἄνδρας ὑποβαλὼν, ἑλληνίζειν ἠνάγκαζε· τόν τε πάτριον αὐτῶν ἀφελόμενος κόσμον, ∆ιὸς Ὀλυμπίου ἀνέστησεν ἄγαλμα· ἐντεῦθέν τε ὡς ἐπὶ τὴν Σαμάρειαν ἀνῆλθε, καὶ ∆ιὸς ξενίου τέμενος ᾠκοδόμησεν. Καὶ Ματθίας Ἀσμωνίου παῖς τὴν ἱερατείαν παρείληφεν ἐν Ἱερουσαλὴμ, καὶ τοὺς Ἀντιόχου στρατηγοὺς διεχρήσατο. Ἀλλ' ὁ μὲν ἀπὸ Σαμαρείας οἴκων *, αὐτόν τε τὸν Ματθίαν ἀναιρεῖ, καὶ τοὺς λεγομένους Μακκαβαίους κολάζει, τό τε ἱερὸν χοιρείοις αἵμασι βεβηλοῖ, καὶ στρατηγοὺς ἰδίους ἄρχειν τοῦ ἔθνους καθίστησιν. Αὐτός τε ἐπὶ τὴν Συρίαν ἀνελθὼν μεταλλάττει τὸν βίον, Ἀντιόχου τοῦ Εὐπάτορος τὴν ἀρχὴν διαδεξαμένου. 59 Ibid.: Ἐπειδὴ δὲ ∆ημήτριος Ἀντιόχου τοῦ Ἐπιφανοῦς υἱὸς παρὰ Ῥωμαίοις ὁμηρεύων, τὸν τοῦ πατρὸς ἐπύθετο θάνατον, καὶ τὴν βασιλείαν πρὸς τοῦ Εὐπάτορος ἁρπαγεῖσαν, ἱκετεύσας τὴν βουλὴν, καὶ πολλῆς ἐπικουρίας τυχὼν, ἐπὶ τὴν Συρίαν ἐπανέρχεται. Καὶ κατακτείνει μὲν τὸν Εὐπάτορα δύω ἔτεσιν ἐπιτρυφήσαντα, ἀναλαμβάνει δὲ τὴν βασιλείαν· καὶ σύμμαχος τοῦ Ῥωμαίων γένους κληθεὶς, βεβαίας ἀπήλαυσε τῆς ἡγεμονίας. Ἐνιαυτοὺς δὲ βʹ πρὸς τοῖς δέκα βιώσας, ὑπ' Ἀλεξάνδρου δολοφονεῖται, τοῦ καὶ τὴν ἀρχὴν διαδεξαμένου. 60 Ibid.: Ὅτι κατὰ τὴν Ἰβηρίαν Βορίανθος (deb. Βυρίατθος) ἦν ἀνὴρ ἀφανὴς τὸ γένος, εὐτελής τε τὴν ἐπιτήδευσιν, οὐδὲν ὅτι μὴ ποιμὴν τὸ κατ' ἀρχάς· οὗτος μετὰ ταῦτα λῃστρικοῦ τινος ἡγήσατο τάγματος· τελευταῖον τοσαύτην περιεβάλετο δύναμιν, καὶ τοσαῦτα κοινωνῆσαί οἱ τῆς ἐπιχειρήσεως ἀνέπεισε γένη, ὡς ἀξιόμαχος νομισθῆναι Ῥωμαίοις, ἱκανός τε πρὸς τὴν ἀρχαίαν καὶ πάτριον τοὺς Ἴβηρας ἐπαναγαγεῖν πολιτείαν. Πρῶτος γοῦν Κόϊντος Κεκίλιος Μέτελλος ἐπὶ τόνδε τὸν πόλεμον στρατηγὸς ἐκπέμπεται, ὃς ἄριστα καὶ τῆς Ῥωμαίων δυνάμεως ἀξίως τοῖς ἀποστᾶσι Κελτιβήρων προσεπολέμησε. Μηκυνομένου δὲ παρ' ἐλπίδα τοῦ πολέμου, Κόϊντος Πομπήϊος αὖθις στρατηγὸς ἐξέπλει, μεθ' ὃν Κόϊντος Καιπίων ἐπὶ τὸν αὐτὸν ἐξεπέμφθη πόλεμον. Ὧν μάλιστα πάντων ἕνεκα δείσαντες οἱ βάρβαροι, κτείνουσι τὸν Βορίανθον, τέσσαρα καὶ δέκα Ῥωμαίοις ἔτη ἐναντίως πολεμήσαντα· ταύτῃ προσάγεσθαι τὸν ἡγούμενον τῆς Ῥωμαϊκῆς στρατιᾶς εἰς εὔνοιαν αὐτῶν καὶ φειδὼ λογισάμενος. Καὶ δὴ ἀφικόμενοι τῶν αὐθεντῶν τοῦ Βοριάνθου τινὲς ἆθλα τῶν περὶ τὸν ἄνδρα πεπραγμένων ἠξίουν παρὰ τοῦ ὑπάτου κομίζεσθαι. Οἷς ὁ Καιπίων ἀποκρίνεται, μηδαμῶς εἶναι Ῥωμαίοις ἔννομον ἐπαινεῖσθαι τὰς κατὰ τῶν στρατηγῶν τοῖς ἀρχομένοις ἐπιχειρουμένας ἐπιβουλάς. 61 Ibid.: Ὅτι ἐπὶ ὑπάτων Γαΐου Κεκιλίου Μετέλλου καὶ Γναίου Κάρβωνος, ἐπὶ τῆς ρξζʹ Ὀλυμπιάδος ὁ δουλικὸς πόλεμος ἐγένετο ἐν Σικελίᾳ. Οἱ γὰρ ταύτην νεμόμενοι τὴν χώραν, πολλῇ τῶν ἐπιτηδείων ἐντρυφῶντες δαψιλείᾳ, οὐ σταθμητὸν ἐκτήσαντο δούλων πλῆθος, πρός τε τὰς τῶν ἀγρῶν ἐξασκοῦντες αὐτὸ τριβὰς, καὶ τῇ
Unit 5 rem mid§u05-rem-mid
u05-rem-midRem mid: Unit 5; lemma continues; reading with the letter.
Greek · §u05-rem-mid
πανοπλίᾳ γυμνάζοντες, οὐ μόνον τοὺς περιοίκους ἐληΐζοντο, ἀλλὰ καὶ τοῖς διοδευομένοις ξένοις ἐπαφιέντες τούτους, τῶν ἐπιφερομένων αὐτοὺς ἀφῃροῦντο φορτίων. Καὶ τοῖς μὲν δραπέταις οὐδὲν τῆς λείας παρεῖχον, αὐτοὶ δὲ πολλῶν γεγενημένοι κύριοι χρημάτων, ἐκράτουν μα νικῶς ἁπάσης τῆς Σικελίας. Οἱ γοῦν δραπέται τῇ σπάνει τῶν ἀναγκαίων βεβιασμένοι, τῇ τε τῶν ὅπλων θαρροῦντες ἀσκήσει, καὶ τῇ καθαρᾷ συνελαυνόμενοι δίκῃ, ἐπὶ τοὺς αὐθέντας τῶν δεινῶν μεταβάλλουσι τὰς χεῖρας, σύνθημα νυκτερινὸν ἐπαγγείλαντες παντὶ τῷ δουλικῷ πλήθει, Εὔνουν τέ τινα λεγόμενον δραπέτην, φύσει τε μιαρὸν καὶ πανοῦργον καὶ τῆς μυσαρᾶς μιαιφονίας αὐθέντην, βασιλέα ἀποδεικνύντες. Ἐπειδὴ δὲ οὗτος τῆς νυκτερικῆς ἐκείνης μανίας βασιλεὺς ὠνομάσθη, συνεσκεύαζε τὰς ἀρχὰς δορυφόρους τε πλείστους, καὶ τῶν δραμάτων ἄρχοντας ἀπεδείκνυ. Καὶ πάλαι μὲν τοῖς ἑαυτοῦ δεσπόταις ταῦτα τερατευόμενος ἐπήγγελτο· ἐπειδὴ δὲ τῆς ὀλεθρίας ἐπελάβετο δυναστείας, μυριάδας (τε) πλείους ἢ τεσσαράκοντα συναθροίσας, ἐν αὐτοῖς τοῖς οἴκοις ἀναιρεῖ τοὺς δεσπότας· τοὺς μὲν αἰκίαις ὑποβάλλων, τοὺς δὲ καὶ κατὰ τῶν 20 πλευρωμάτων ἀκοντίζων, ἑτέρους δὲ τῶν κεφαλῶν ζημιῶν διετίθει· γυναικῶν δὲ ὅσαι μὲν ἐν παρθενίᾳ ὑπῆρχον, συνηρπάζοντο δουλεύειν τοῖς δραπέταις ἠναγκασμέναι, ὅσαι δὲ τὸ πρὶν ἤδη τοῖς ἀνδράσι συνῴκουν, πρὸς βίαν ᾐσχύνοντο. Τοῦ δὲ πάθους καὶ ταῖς ἄλλαις πόλεσιν ἐπιδημοῦντος, μέλλοντός τε καὶ ἐπ' αὐτῇ ἐπιφοιτᾶν τῇ Ῥώμῃ, Πόπλιος Σκιπίων κατ' αὐτῶν στρατεύσας, τούτων τοὺς μὲν ἀναιρεῖ, τοὺς δὲ ὑπὸ ζυγὸν τίθησιν. 62 Ibid.: Ὅτι μετὰ τὴν τῶν ἀποστατῶν δούλων καθαίρεσιν, Σκιπίων Ἀφρικανὸς κατὰ τὸ βουλευτήριον Τιβέριον Γράκχον, ἄνδρα τῶν ἐν τέλει στρατηγῶν, νεωτέρων ἁπτόμενον καὶ τὸ δῆμον ἀνασείοντα, ξύλῳ παίσας κατέκτανεν. 63 Ibid.: Ὅτι ἐν τούτῳ τῷ χρόνῳ, ἐπαναστάντος τοῦ δήμου, Σκιπίων Ἀφρικανὸς φυγὰς τῆς πόλεως γίνεται, ζημιοῦται δὲ καὶ τὴν ἑαυτοῦ γυναῖκα σὺν παρθένῳ παιδὶ, καὶ τῆς οἰκίας ἅμα τοῖς ὑπάρχουσιν ἀποστερεῖται. Τὰ μὲν γὰρ πυρὶ κατεφλέχθη, τὰ δὲ ὑπὸ τοῦ δήμου διηρπάγη τε καὶ ἀνῃρέθη· ὡς δόγματι τῆς βουλῆς μετὰ ταῦτα ἐκ τοῦ δημοσίου μοῖραν οὐ μικρὰν τῷ ἀνδρὶ ἐπιδοθῆναι. 64 Ibid.: Ὅτι Ποπλίου Σκιπίωνος, ἐπίκλησιν Νασικᾶ, καὶ Καλπουρνίου Βεστίου ὑπατευόντων, αὖθις ἐς τὴν Λιβύην ἐπεραιοῦντο Ῥωμαῖοι, ἐναντία Ἰουγούρθα τῷ Νουμιδῶν δυνάστῃ πολεμήσοντες. Αἰτία δὲ τῆς πρὸς τὸν ἄνδρα διαφορᾶς τοιάδε τις ἦν. Μασσανάσης ἐγεγόνει κατὰ τοὺς ἄνω χρόνους βασιλεὺς τῆς Νουμιδίας, Ῥωμαίοις γεγονὼς πιστὸς σύμμαχος. Τούτῳ παῖδες γίνονται Μασθανάβαλλός τε καὶ Γολούσσας καὶ τρίτος Μιψίχας. Τελευτησάντων δὲ τῶν ἑτέρων νέων ἔτι, Μιψίχας χρόνοις ὕστερον τὴν βασιλείαν ἐκδέχεται· γενομένοις δὲ ἀφ' ἑαυτοῦ δύο παισὶ Ἀδερβάλλῳ τε καὶ Ἱεμψάλῳ, τὸ τῆς Νουμιδίας παραπέμπει τούτοις κράτος, συνάρχοντα τοῖς ἑαυτοῦ παισὶν ἀποφήνας τουτονὶ τὸν Ἰουγούρθαν, Μασθαναβάλλου μὲν τοῦ ἀδελφοῦ παῖδα τυγχάνοντα, τεχθέντα δὲ ἐκ παλλακίδος. Ὁ δὲ Ἰουγούρθας, τοῦ θείου μεταστάντος, οὐκ ἀγαπήσας τὴν οἰκείαν τῆς βασιλείας μοῖραν, ἐπιβουλεύει τοῖς περὶ τὸν Ἀδέρβαλλον, ἅμα τῷ παππῴῳ καὶ πατρῴῳ κλήρῳ καὶ τὴν πρὸς Ῥωμαίους εὔνοιάν τε καὶ φιλίαν διαδεξαμένοις, καὶ διαφθείρας τοὺς ἄνδρας, αὐτὸς ἁπάσης παρανόμως ἐκράτει τῆς Νουμιδίας. Ἐδόκει δὴ οὖν τῷ δήμῳ μὴ περιορᾶν ἀνδρῶν ἀνέκαθεν φίλων τε καὶ συμμάχων συμφορὰν, ἀλλ' ἀμύνειν πάσῃ δυνάμει· καὶ δὴ στρατεύειν ἐπ' αὐτὸν ἅτερος τῶν ὑπάτων Βεστίας προστάττεται· ὃς τοῖς δώροις τοῦ Ἰουγούρθου διαφθαρεὶς, εἰς διαλλαγὰς αἰσχράς τε καὶ τῆς Ῥωμαίων δυνάμεως ἀναξίας ἀφίκετο. Ταύτας οὖν διαλῦσαν καὶ ἀκύρους εἶναι ψηφισάμενον τὸ συνέδριον, ἀπαλλάττει τῆς ἀρχῆς τὸν Βεστίαν, ἡγεμόνα δὲ τῷ κατόπιν ἐνιαυτῷ τοῦδε τοῦ πολέμου Σπόριον Ποστούμιον Ἀλβῖνον ἀποδείκνυσιν. Ἐπειδὴ δὲ καὶ οὗτος ἀμαθῶς τε καὶ λίαν ἀσθενῶς διὰ τοῦ ἀδελφοῦ τοῖς ἐναντίοις προσεπολέμησεν, ἥττων τῶν βασιλικῶν χρημάτων γενόμενος, τρίτον Κόϊντον Κεκίλιον Μέτελλον τὸν ὕπατον ἐπὶ τὸν αὐτὸν τοῦτον ἐκπέμπει πόλεμον. Ὃς ἀφικόμενος τὴν μὲν στρατιὰν διεφθαρμένην ὑπὸ τῆς κακίας τῶν ἔμπροσθεν ἡγησαμένων, φρονήματι γενναίῳ καὶ μετρίᾳ τῶν ἁμαρτανομένων ἐπανορθώσει πρὸς τὸν Ῥωμαϊκὸν ἐπανήγαγε κόσμον, οὐδὲν ἀπηνὲς οὐδὲ πικρὸν ἐς οὐδένα τῶν ὑπηκόων εἰρ γασμένος· τὸν δὲ Ἰουγούρθαν συχναῖς ἐταπείνωσε μάχαις, πόλεις τῶν Νουμιδῶν πολλὰς κατὰ κράτος ἐξελὼν, καὶ τῶν ἐλεφάντων τοὺς μὲν διαφθείρας,
Unit 5 rem close§u05-rem-close
u05-rem-closeRem CLOSEOUT: Unit 5 CLOSEOUT.
Greek · §u05-rem-close
τοὺς δὲ ζῶντας χειρωσάμενος. Οὐ πόρρω γοῦν ἀπέχων τοῦ τέλους τῶν πραττομένων, παρελύθη τῆς ἀρχῆς, Γαΐου Μαρίου τὴν ἀρχὴν διαδεξαμένου. Παραλαβὼν δὲ τὰς δυνάμεις ὁ Μάριος κρατεῖ μὲν ἀντιταξαμένων τῶν περὶ τὸν Ἰουγούρθαν τὸν βασιλέα τῶν Μαυρουσίων, πόλεις δὲ καὶ οὗτός τινας τῶν Νουμιδῶν καθελὼν, ὡς πέρας εὐτυχὲς δι' ὀλίγου τοῦ παντὸς ἀγῶνος ἀφίκετο, ἔχων ὑπὸ χεῖρα τὸν βασιλέα τῶν ἐναντίων, προδοθέντα μὲν ὑπὸ Βόκχου τοῦ Μαυρουσίου συμμάχου τοῖς ἐναντίοις, ἀχθέντα δὲ αἰχμάλωτον ὑπὸ Κορνηλίου Σύλλου, ἀνδρὸς μεγάλου τε 21 καὶ γενναίου τὰ πολεμικά. Ὁ γάρ τοι Βόκχος τιθασσευθεὶς ὑπὸ τοῦ Σύλλου, καὶ φιλοφροσύνῃ λόγου πρὸς εὔνοιαν ὑπαχθεὶς, τὸν μὲν Ἰουγούρθαν καταφυγόντα μετὰ τὴν ἧτταν ὡς αὐτὸν, καίτοι γαμβρὸν ὄντα, σὺν ὀλίγοις στρατιώταις ἀφικόμενος τῷ Σύλλᾳ δίδωσιν ἄγειν, αὐτὸς δὲ τὰ Ῥωμαίων εἵλετο. Οὕτως ἄρα λόγος μέτριος καὶ φιλοφροσύνη μείζονα πολλάκις τῶν ὅπλων καὶ τῶν πολυανθρώπων καθώρθωσε στρατοπέδων. Ὁ γοῦν Σύλλας ἐπὶ τούτων μεγαλαυχούμενος, καὶ πᾶν τὸ πραχθὲν περὶ τὸν Ἰουγούρθαν οἰκειούμενος, ἐς τοῦτο προῆλθε φιλοτιμίας, ὡς ἐντυπῶσαι δακτυλίῳ τὴν εἰκόνα τῆς πράξεως· ἐνεγέγλυπτο γὰρ ὁ μὲν Βόκχος παραδιδοὺς, ὁ δὲ Σύλλας τὸν Ἰουγούρθαν παραλαμβάνων· ἐφ' ᾧ δὴ χαλεπαίνειν αὐτῷ καὶ φθονεῖν ἀδήλως ὁ Μάριος ἤρξατο. 65 ιβιδ.: Ὅτι Τρύφων τὸν βασιλέα Συρίας Ἀντίοχον, οὗ μικρὸν πρόσθεν σύμμαχος ἐγεγόνει, διεχρήσατο δόλῳ· αὐτός τε τὴν ἀρχὴν διαδεξάμενος, αὐτίκα ὑπὸ τῶν Σύρων διαφθείρεται. Κρατεῖ δὲ τῆς ἡγεμονίας Ἀντίοχος ὁ Σιδήτης, ∆ημητρίου μὲν παῖς τοῦ προτέρου (sc. τοῦ Σωτῆρος) γεγονὼς, ἀδελφὸς δὲ τοῦ δευτέρου ∆ημητρίου (sc. τοῦ Νικάτορος). 66 Ibid.: Ὅτι Ἀντίοχος ὁ Σιδήτης ἐπίκλην, ὁ τὴν Ἱερουσαλὴμ πορθήσας, Συρίας βασιλεὺς, Ἀρσάκῃ τῷ Παρθυαίων δυνάστῃ προσπολεμήσας, ἀναιρεῖται, ἐνάτῳ τῆς βασιλείας ἐνιαυτῷ. Σέλευκος δὲ ἐπὶ τούτῳ τὴν ἀρχὴν διαδέχεται. Ἀλλ' ὁ μὲν ὑπὸ ∆ημητρίου αὖθις ἐπανελθόντος καθαιρεῖται τῆς ἐξουσίας, καταφεύγει τε πρὸς τὸν Παρθυαῖον, καὶ τὴν αὐτοῦ θυγατέρα λαβὼν, μένει κατὰ τὴν χώραν. 2. Σκυθῶν δὲ τότε τὴν μέσην τῶν ποταμῶν ἐπιτρεχόντων, καὶ τὴν Ἀρσάκου βασιλείαν ληιζομένων, αὐτός τε ὁ Παρθυαῖος κατὰ τὸν πόλεμον ἀναιρεῖται, καὶ ὁ μετὰ τοῦτον τὴν ἡγεμονίαν παρειληφὼς, ὑπόφορος γίνεται Σκύθαις. 3. Ἀλέξανδρος δὲ ὁ πρεσβύτερος, ἐκ τῆς Ἀραβίας ἥκων, πολύ τε πλῆθος ἀκοντιστῶν ἐπαγόμενος, ∆ημητρίῳ κατὰ τὴν Συρίαν ἐπολέμει. Ἐπὶ πολύ τε αὐτοῖς τῆς μάχης ἐκτεινομένης φεύγει ∆ημήτριος εἰς Τύρον, καὶ συλληφθεὶς ἀναιρεῖται, ἔτη δʹ τῆς ἀρχῆς ἀπολαύσας. Συνδιαφθείρεται δὲ τούτῳ κατὰ τὴν ∆αμασκὸν καὶ ὁ παῖς Σέλευκος, ὑπὸ τῆς ἑαυτοῦ μητρὸς δολοφονηθεὶς Ἀπάμης. 67 Exc. De virt.: Ὅτι αἰτίαν τῇ πολιτικῇ κινήσει παρεῖχε Γάϊος Μάριος, ἕκτον γεγονὼς ὕπατος. Ἡ μὲν γὰρ βουλὴ τῶν ὑπὸ τοῦ Μιθριδάτου νεωτερισθέντων αἰσθομένη τήν τε Ἀσίαν ἤδη καὶ τὴν Ἑλλάδα κατειληφότος, Κορνήλιον Σύλλαν τὸν ὕπατον ἡγεμόνα τοῦδε τοῦ πολέμου προεχειρίσατο. Ἐπεὶ δὲ οὗτος κατὰ τὴν Καμπανίαν σὺν στρατιᾷ διέτριβε, τὸν κινηθέντα τῶν συμμάχων πόλεμον καθιστάμενος, ἀναιρῶν τε ὅπερ ἦν τῆσδε τῆς ταραχῆς λείψανον, ὁ Μάριος ἐπιθυμήσας τῆς ἐπὶ τὴν Ἀσίαν στρατηλασίας καὶ προσλαβὼν Σουλπίκιον τὸν δήμαρχον, ἄνδρα μοχθηρὸν καὶ μετὰ πάσης τόλμης καὶ ὠμότητος τὴν Ῥώμην ταράσσοντα, βιάζεται πλήθει καὶ ὅπλοις τὴν βουλὴν αὐτὸν ἀντιτάξαι τῷ Μιθριδάτῃ. Καὶ τὸν Σύλλαν ἀπὸ στρατοπέδου πάροντα μικροῦ μὲν ἐδέησεν ἀνελεῖν· ἐπεὶ δὲ συγχωρεῖν αὐτὸς ἔφη τοῖς γινομένοις, παρῆκεν ἀπαθῆ. Καὶ ὃς ἀφικόμενος αὖθις πρὸς τοὺς στρατιώτας, καὶ τὰ πεπραγμένα διεξελθὼν ἐπάγει τῇ πόλει συντεταγμένην τὴν στρατιὰν, καὶ κρατεῖ τῶν περὶ τὸν Μάριον ἀντιταξαμένων, πρῶτός τε Ῥωμαίων σὺν ὅπλοις ἐντὸς παρελθὼν τῆς πόλεως, Σουλπίκιον μὲν τὸν δήμαρχον καταμηνυθέντα πρὸς τοῦ θεράποντος ἀποσφάττει, Μάριον δὲ φυγάδα τῆς πόλεως **. 68 Ibid.: Ὅτι ληξάντων τῶν ἐμφυλίων πολέμων φόνοι καὶ προγραφαὶ τῶν ἐπιφανῶν οἴκων διεδέξαντο τὴν Ῥώμην, ἐς πᾶν ἐπεξιόντος τοῦ Σύλλου τοῖς ἀντιστασιώταις, ὡς τὴν Μαρίου τελευτὴν οὐκ ἀπαλλαγὴν, ἀλλὰ μεταβολὴν τυραννίδος νομισθῆναι Ῥωμαίοις. Τὰ μὲν γὰρ πρῶτα τοὺς ἐχθίστους οἱ τῶν πολιτῶν ἐκποδὼν ποιήσασθαι διεγνωκὼς, διὰ πάσης ὠμότητος ἐπεξῄει τήν τε πόλιν καὶ τὴν ἄλλην Ἰταλίαν. Τελευτῶν δὲ ἔστιν οὓς ἢ χρημάτων ἢ κτημάτων ἕνεκα ἐπ' ὠφελείᾳ τῶν ἑαυτοῦ φίλων διέφθειρε. Λέγεται γοῦν Κόϊντον ἄνδρα ἐπιφανῆ, ἐπιεικῆ τε καὶ 22
Historia Chronike Unit 6 opening§u06-open
u06-openUnit 6.
Lemma-led open — Οἴμοι τάλας, εἰπεῖν, διώκει με τὸ ἐν Ἀλβανοῖς χωρίον.
Greek · §u06-open
σώφρονα, οὐδετέρας μὲν γεγονότα μερίδος, ἀδοκήτως δὲ ἐν τοῖς προγεγραμμένοις θεασάμενον ἑαυτὸν, «Οἴμοι τάλας, εἰπεῖν, διώκει με τὸ ἐν Ἀλβανοῖς χωρίον.» Καὶ ὀρθῶς γε Σαλούστιος ὁ Ῥωμαῖος συγγραφεὺς ἔφη καλοῖς αὐτὸν ἐγχειρήμασι κάκιστον ἐπενηνοχέναι τὸ τέλος. Εἰ μὲν γὰρ τὴν Μαρίου καταβαλὼν δυναστείαν, ἀνδρὸς ἀρχῆθέν τε χαλεποῦ καὶ ἐπιτείναντος ἐν τῇ ἐξουσίᾳ τὴν φύσιν, παρέδωκε τῇ βουλῇ καὶ τῷ δήμῳ τὴν πολιτείαν, θαυμαστὸς ἂν ἦν· νῦν δὲ μέτριος τὰ πρῶτα καὶ πολιτικὸς φανεὶς, καὶ δόξαν δημωφελοῦς ἡγεμόνος παρασχὼν, ἐπειδὰν τῶν ἐναντίων ἐκράτησεν, αὐτὸς ἀντ' ἐκείνου ἦν. Καὶ τυραννίδα φάσκων ἐλαύνειν ἐκ τῆς πόλεως ἑτέραν εἰσῆγε χαλεπωτέραν. ∆ικτάτωρα μὲν γὰρ ἀνεῖπεν ἑαυτόν· ἔμπληκτα δὲ καὶ ἀπάνθρωπα ἔς τε τοὺς πολίτας καὶ τοὺς ἄλλους ὑπηκόους ἐπιπολὺ διεπράττετο, οὐ μὴν ἀλλὰ οὕτω γε τῇ τύχῃ κατεπίστευσε πρὸς ἅπασαν αὐτῷ μεταβολὴν δεξιῶς ἑπομένῃ, ὥστε πολλοὺς μὲν ἀνῃρηκότα, καινότητα δὲ τοσαύτην εἰς τὴν πολιτείαν εἰσενεγκάμενον, ἀποθέσθαι τὴν ἀνυπεύθυνον ἀρχὴν, καὶ τὸν δῆμον αὖθις τῶν ὑπατικῶν ἀρχαιρεσιῶν ἀποφῆναι κύριον· καίτοι Λεπίδου παρελθεῖν εἰς τὴν ὑπατείαν διὰ τοῦ Πομπηίου περὶ τὸν ἄνδρα σπουδὴν προσδοκωμένου, ἀνδρὸς θρασυτάτου τε καί οἱ τὰ μάλιστα πολεμίου· ἀλλ' ὅμως ἐν ἰδιώτου τάξει καὶ ἰσηγορίᾳ τοῖς πολλοῖς ἐντεῦθεν ἦν. Ἀποδειχθέντος δὲ ὑπάτου Λεπίδου, χαίροντα τῷ γεγονότι Πομπήιον ἰδὼν, «Εὖγε, ἔφη, τῆς σπουδῆς, ὦ νεανία, ὅτι καὶ Κατούλου πρότερον ἀνηγόρευσας Λέπιδον, τοῦ πάντων ἀρίστου τῶν πολιτῶν τὸν ἐμπληκτότατον· ὥρα μέντοι σοι σκοπεῖν ὅπως ἰσχυρὸν γεγονότα καταγωνίσῃ τὸν ἀντίπαλον.» Τοῦτο μὲν οὖν ὁ Σύλλας ὥσπερ ἀπεθέσπισε. Μετ' ὀλίγον γὰρ ἐξυβρίσας ἐς τὴν ἀρχὴν ὁ Λέπιδος, πολέμιος κατέστη τοῖς περὶ τὸν Πομπήιον. Κινήσεώς τε αὖθις ἐμφυλίου γενομένης Σύλλαν ἐπὶ τὴν ἀνυπεύθυνον ἀρχὴν ἡ Ῥωμαίων βουλὴ προεβάλετο. Τῶν γὰρ ἱππέων ἅμα πάντων συμφραξαμένων οὐκ ἀνεκτὸν ἦν τοῖς ἐν τέλει. Ὁ μὲν οὖν Σύλλας ἐπὶ τὴν εἰρημένην ἐλθὼν ἀρχὴν, σύνθημα τοῖς κατὰ τὴν Ἰταλίαν ἀνδράσι λαθὼν ἅπαντας τοὺς τῆς Ῥώμης ἔδωκεν, ἐγχειρίδιά τε αὐτοὺς ξίφη κομιζομένους εἰσελθεῖν εἰς τὴν πόλιν προσέταξεν, ὁπηνίκα τῆς Ῥέας ἡμέραν πανηγυρίζουσι Ῥωμαῖοι, ὡς ἂν δι' αὐτῶν τοὺς τῆς πόλεως ἱππεῖς διαχρήσηται. Ὁ μὲν οὖν περὶ τὴν Ἰταλίαν ὄχλος ἐναντία τοῖς στρατιώταις φρονῶν κατὰ τὴν ὡρισμένην ἀπήντησεν. Ἀρξάμενός τε τῆς ἐμφυλίου κινήσεως, ἅμα τε καὶ τὸν δῆμον προσλαβόμενος πολλοὺς τῶν ἱππέων διέφθειρε. Τούτων δὲ κατὰ τὴν πόλιν πραττομένων, ὁ Σύλλας βουληθεὶς τὸν ὄχλον τῆς ἐμφυλίου ταραχῆς ἀποστῆσαι, διεσοφίσατο μηνύσεις τινὰς ἐκ τῶν πανταχόθεν ὑπηκόων, βαρβάρων ἐπιδρομὰς ἐπιφαινούσας. Καὶ εὐθέως ἀναλαβὼν ἅπαντα τὰ στρατεύματα, ἐπιστήσας τε αὐτοῖς στρατηγοὺς, τοῦ παντὸς πλήθους τὴν πόλιν ἀπήλλαξεν. 69 Exc. De ins.: Ὅτι Μιθριδάτης ὁ τοῦ Πόντου βασιλεὺς χαλεπὸς ὢν καὶ τραχὺς, καταστασιασθεὶς ὑπὸ τοῦ παιδὸς Φαρνάκου παρὰ τοῖς οἰκείοις στρατιώταις, πρός τε θάνατον ἀναγκαῖον συνελασθεὶς, φάρμακον δηλητήριον ἐκπιὼν, τελευτᾷ περὶ τὸν Βόσπορον. 70 Suidas: Πομπήιος. «Ὅτι Πομπήιος ὁ μέγας ἐπικληθεὶς, ὕπατος καὶ στρατηγὸς Ῥωμαίων, τὸν πρὸς Μιθριδάτην καὶ Τιγράνην πόλεμον ἀνεδέξατο. Καὶ τὸν μὲν Μιθριδάτην κατὰ τὴν μικρὰν Ἀρμενίαν νυκτομαχίᾳ κατηγωνίσατο, ὡς τὸ στρατόπεδον αὐτοῦ διαρπάσαι, καὶ τρεῖς μυριάδας ὁπλιτῶν καταβαλεῖν. Ὁ οὖν Μιθριδάτης γυμνωθεὶς παντάπασι τῆς δυνάμεως διαφεύγειν ἀγαπητῶς ἅμα τῇ γαμετῇ καὶ δύο τισὶν ἀκολούθοις ἱκανὸς γέγονεν· εἶτα καταστασιασθεὶς ὑπὸ τοῦ παιδὸς Φαρνάκου παρὰ τοῖς οἰκείοις στρατιώταις, καὶ πρὸς θάνατον ἀναγκαῖον ἐλαθεὶς, φάρμακον δηλητήριον ἐκπιὼν τελευτᾷ περὶ τὸν Βόσπορον. Ὁ δὲ δὴ παῖς αὐτῷ Φαρνάκης γίνεται διάδοχος τῆς ἀρχῆς. Ὁ δὲ Πομπήιος ἐπὶ Τιγράνην ἄγει τὴν
Unit 6 rem early§u06-rem-early
u06-rem-earlyRem early: Unit 6; lemma and argument toward the thesis.
Greek · §u06-rem-early
στρατιάν. Ὁ δὲ Ἀρμένιος διὰ μάχης ἐλθεῖν τοῖς Ῥωμαίοις οὐλυσιτελὲς ἡγησάμενος 23 ἐνδιδοὺς ἑαυτὸν ἀφίκετο πρὸς Πομπήιον, καὶ πρὸς τοῖς γόνασιν αὐτοῦ πεσὼν καὶ τὸ διάδημα τῆς κεφαλῆς ἀφελὼν ἐν ταῖς ἐκείνου χερσὶ κατέθετο. Οἷς δὴ καμφθεὶς τὸν θυμὸν ὁ Πομπήιος ἀνίστησί τε αὐτὸν καὶ τὸ διάδημα πάλιν ἀποδίδωσιν, αὐτὸς τῇ τοῦ Ἀρμενίου τοῦτο περιθεὶς κεφαλῇ, τά τε ἄλλα διὰ τιμῆς τὸν ἄνδρα ἦγεν· ἀφαιρέσει δὲ ὅμως μέρους τινὸς τῆς ἀρχῆς καὶ χρήμασι πολλοῖς ἐζημίωσε τὸν Ἀρμένιον. Συρίαν τε γὰρ καὶ Φοινίκην ἀπετέμετο, καὶ πεντακισχίλια τάλαντα ἀργυρίου τῷ Ῥωμαίων δικαίῳ, ἅτε χειρῶν ἀδίκων ἀρξάμενον, προσηνάγκασε. Μετὰ ταῦτα Ἀλβανοὺς ὑπέταξε, καὶ τὸν βασιλέα τῶν Ἰβήρων Ἀρσάκην (λ. Ἀρτάκην) φεύγειν ἠνάγκασε, καὶ τὴν μικρὰν Ἀρμενίαν ∆ηιοτάρῳ τῷ δυνάστῃ τῆς Γαλατίας ἐδωρήσατο, Ἄτταλόν τε καὶ Πυλαιμένεα ἐπὶ τὴν οἰκείαν ἀρχὴν τῆς Παφλαγονίας κατήγαγεν, ἐξεληλαμένους πρὸς τοῦ Μιθριδάτου. Κόλχοις τε ἐφίστησιν ἡγεμόνα. Ἐφ' οἷς Σύρους τε καὶ Ἄραβας κατεστρέψατο, καὶ Ἰουδαίουςτρίτῳ μηνὶ παρεστήσατο. Ἐκ δὲ τῶν τοῦ ἱεροῦ ἀναθημάτων οὐδὲν διήρπασεν, ἀλλὰ πάντα ὑπὸ ἀναγραφὴν ποιησάμενος Ἀριστοβούλῳ παρέδωκεν. Ὑρκανὸν γὰρ εἰς τὴν Ῥωμαίων ἐξέπεμψεν δέσμιον.» 71 Exc. De virt.: Ὅτι Λούκιος Σέργιος Κατιλῖνος, ἀνὴρ γένους μὲν ὢν ἐπιφανεστάτου, ἄλλως δὲ πονηρὸς τὴν φύσιν, τολμητής τε καὶ μεγαλοπράγμων, καὶ τὸ ἦθος ποικίλος, ἐπ' ὀλέθρῳ τῆς πατρίδος συνώμοσε, τοὺς θρασυτάτους καὶ τολμηροτάτους τῶν εὐπατριδῶν εἰς τὴν ἑαυτοῦ πίστιν ἐνδησάμενος. Λέγεται γὰρ ἄνθρωπον καταθύσας γεῦσαι τοῦ αἵματος τοὺς συνωμότας, περιάγων εἰς πάντας τὴν κύλικα πλήρη οἴνου τε καὶ ἀνθρωπείου αἵματος, εἴτε καταγοητεύων τοὺς ἄνδρας τῷ τοιῷδε ὅρκῳ, εἴτε καὶ πρὸς πᾶν τόλμημα καὶ πᾶσαν ἐθίζων ἀνοσιουργίαν, ἅτε οἰκείῳ καὶ πολιτικῷ ἐπιχειρῶν αἵματι, καὶ μεταγαγεῖν τὴν πολιτείαν εἰς τυραννίδα φόνῳ τε πολλῷ τῶν ἀρίστων καὶ καταπρήσει τῆς πόλεως μηχανώμενος. Ἐπῆρε δὲ ἄρα τὸν Κατιλῖνον εἰς ταύτας τὰς ἀτόπους ἐννοίας βάρη τε ὀφλημάτων νικῶντα τὸ τίμημα τῆς οὐσίας, καὶ τὸ συνειδὸς ἐκθέ σμων καὶ μυσαρῶν πράξεων. Τόν τε γὰρ υἱὸν ἔτι παῖδα ὄντα τοῦ τῆς Ὀρεστίλλης ἕνεκα γάμου διέφθειρε, καὶ θυγατρὶ παρθένῳ συνελθών. ∆ι' ἃ δὴ καὶ ὑπατείαν μετιὼν ἀπηλάθη, Κικέρωνος ἐς τὴν τοῦδε χώραν αἱρεθέντος. Ἐξ οὗ δὴ καὶ μάλιστα τὰ ἀτοπώτατα τῶν δραμάτων ὁ Κατιλῖνος ἐπὶ νοῦν ἐβάλετο, οὐδαμοῦ τῶν κακῶν ἱστάμενος, οὐδὲ ἀναπαύων τὴν γνώμην. Οὐ μὴν ἀλλὰ ὁ Κικέρων, εἰπεῖν τε δεινὸς ὢν καὶ τὸ ἀληθὲς ἀνευρεῖν ἱκανὸς, γνῶναί τε τὸ μέλλον ὀξύτατος, πολέμιον αὐτὸν ἀποφήνας ἐξήλασε τῆς πόλεως. Ὁ μὲν γὰρ οὐχ ὑπομείνας τοὺς ἐλέγχους, φεύγων ὡς Μάνλιον τὸν συνωμότην ᾤχετο, συχνὰς ἤδη δυνάμεις περί τε Ἀπουλίαν καὶ Τυρρηνίαν ἠθροικότα. Οἱ δὲ κοινωνήσαντες αὐτῷ τῶν κατὰ τῆς Ῥώμης βουλευμάτων, δίκης τῆς προσηκούσης ἐς τὸ δεσμωτήριον ἔτυχον. 72 Exc. De ins.: Ὅτι Κάσσιος ὁ ταμίας πρῶτος τὸν τοῦ Καίσαρος φόνον ἐπὶ νοῦν ἐβάλλετο, τοὺς περὶ Βροῦτον εἰς τὴν τοῦ ἔργου κοινωνίαν προελόμενος. Μετὰ δὲ τὴν τοῦ Κράσσου συμφορὰν, ὁ πολιτικὸς διεδέξατο πόλεμος, ἐπάρατός τε καὶ πολλῶν δακρύων γεγονὼς αἴτιος. Ὅτι δὴ πρὸς ταῖς ἄλλαις ταῖς κατ' αὐτὸν συμβεβηκυίαις συμφοραῖς καὶ ἡ τύχη τοῦ δήμου ἐκ τοῦ ἡγεμονικοῦ μετέστη πρὸς τὸ ὑπήκοον. Γάϊος δὴ Καῖσαρ ἀναστρέφων ἐκ τῆς Γαλατίας, πολλῶν τε καὶ ἀλκίμων ἐθνῶν νικητὴς, ὑπατείαν ἐπήγγειλεν, ἀναμφιλόγως οἱ διὰ τῶν πεπραγμένων προστεθήσεσθαι ταύτην ὑπολαμβάνων. Ἀντειπόντων δὲ τῇ ἐξαιτήσει Μαρκέλλου τε τοῦ ὑπάτου καὶ Βιβούλου, ἔτι τε Πομπηίου καὶ τοῦ φιλοσόφου Κάτωνος, ἐπανιέναι πρὸς τὴν πόλιν, τὰς δυνάμεις διαφεὶς, παρατάττεται. (2) Οἱ δὲ οὐχ ὑπατείαν, ἀλλὰ θριάμβου καταγωγὴν αἰτοῦντι τῷ Καίσαρι ἐναντιωθῆναι τοὺς περὶ τὸν Πομπήιον· οἱ δὲ προσθήκην τινὰ τοῦ ὡρισμένου χρόνου λαβεῖν βουλόμενον, ἐπὶ τῷ πάντας ὁμοῦ τοὺς βαρβάρους καταγωνίσασθαι, οὐ προσδεχθῆναι μὲν ἀπὸ τῆς συγκλήτου βουλῆς· Κουρίωνος δὲ τοῦ κατ' ἐκεῖνο δημαρχοῦντος μόνου ψηφισαμένου, διαλύει μὲν τὸν 24 πρὸς τοὺς βαρβάρους πόλεμον ὁ Καῖσαρ, θυμωθεὶς δὲ πολέμια κατὰ τῆς βουλῆς φρονεῖν ἤρξατο. (3) Ἄρα δὲ ἐξ Ἀριμινοῦ πόλεως, οὗ τὰς δυνάμεις εἶχεν ἠθροισμένας, συντεταγμένην ἐπῆγε τῇ πόλει τὴν στρατιάν. Οἱ δὲ ὕπατοι καὶ ὁ Πομπήιος ἅμα τῇ βουλῇ καὶ παντὶ τῶν ἀστῶν γνωριμωτέρῳ, καταδείσαντες τὴν τοῦ Καίσαρος ὁρμὴν, τὴν μὲν πόλιν ἐκλείπουσιν, ἐς δὲ τὴν Μακεδονίαν καὶ τὴν Ἤπειρον φεύγοντες
Unit 6 rem mid§u06-rem-mid
u06-rem-midRem mid: Unit 6; lemma continues; reading with the letter.
Greek · §u06-rem-mid
ᾤχοντο. (4) Καὶ ὁ μὲν Πομπήιος σὺν τοῖς ἀπὸ τῆς βουλῆς ἐνταῦθα δυνάμεις ἤθροιζε, καὶ τὰ πρὸς τὸν πόλεμον ἐξηρτύετο. Καῖσαρ δὲ παρελθὼν εἰς τὴν Ῥώμην, οὐδενὸς ἐναντιουμένου, καὶ ἀποδείξας ἑαυτὸν δικτάτωρα, τούς τε δημοσίους θησαυροὺς ἀναρρήξας εἰς τοὺς στρατιώτας ἐκένωσεν, καὶ εὐθέως πρὸς τὰς ἐν Ἰβηρίᾳ δυνάμεις τοῦ Πομπηίου τρέπεται, ὡς μηδεὶς ὑπολείποιτο κατὰ νώτου πολέμιος. 5. Ἐπειδὴ γὰρ ὁ Πομπήιος ἔγνω προκατειλῆφθαι τὰ ἐν Ἰβηρίᾳ, ἐπὶ τὸ Βρεντήσιον στρατοπεδεύσας, ἐς χεῖρας τῷ Καίσαρι γίνεται. ∆ιαμαρτήσας δὲ τῆς ἐλπίδος, αὖθις ἐπὶ τὸ ∆υρράχιον καταφεύγει, πολύν τε διατρίψας χρόνον, ἅπαντα τὰ τοῦ πολέμου παρεσκευάζετο, καίτοι πρὸς μικρὸν ἀναβαλλόμενος ἐπεξελθεῖν τῷ πολέμῳ (πολεμίῳ?) ἕνεκεν σημείων τινῶν. 6. Αἱ μὲν οὖν Ῥωμαίων δυνάμεις μετέωροι πρὸς τὴν κατ' ἀλλήλων διέκειντο μάχην· ἥ τε σύγκλητος τὰ δίκαια τῆς Ῥώμης κατὰ τὴν Θετταλονίκην μεταγαγοῦσα, προεκάθητο τῶν πραττομένων· αὐτός τε Καῖσαρ καὶ Πομπήιος διὰ τῶν ὅπλων ἐκρίνοντο. 7. Τρεῖς δ' οὖν στρατιὰς ἐνταῦθα καὶ μεγάλας Καῖσαρ καταγωνισάμενος, ὑφ' ἡγεμόσι ταττομένας Λουκίῳ τε Ἀφρανίῳ καὶ Μάρκῳ Πετρονίῳ (λ. Πετρηίῳ) καὶ Μάρκῳ Βάρωνι, ἐν οὐ πολλῷ χρόνῳ, διὰ μάχης ἐλθὼν τῷ Πομπηίῳ φεύγει τὸ πρῶτον ἐλαττωθεὶς, καὶ μικρὸν ἀποσχὼν ἐλαττωθῆναι παντάπασιν· οὐ γὰρ ἂν ὑπεξέδυ τὸ κακὸν, εἰ μὴ νὺξ ἐπιγενομένη τῷ ἔργῳ, τὸν μὲν ἅμα τοῖς ὑπολειπομένοις τῶν οἰκείων διέσωσε, Πομπήιον δὲ τὴν στρατιὰν ἀπάγειν θᾶττον ἢ δεῖ παρεσκεύασε, κατὰ σκότος ποιεῖσθαι τὴν δίωξιν οὐ προελόμενον. Φασὶ γοῦν τὸν Καίσαρα παρ' ὅσον ἦλθε κινδύνου λογιζόμενον, πολλάκις εἰπεῖν, ὡς μάχεσθαι μὲν ἀγαθὸς εἴη Πομπήιος, νικᾶν δὲ ἀμαθῶς ἔχοι· οὐ γὰρ ἐν ἑτέρῳ χρόνῳ ἢ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γεγενῆσθαι τοῖς ἐναντίοις ἁλώσιμος. Μετὰ δὲ τοῦτο, πόλεως Θεσσαλικῆς Φαρσάλου πλησίον, μεγάλας αὖθις ἑκάτεροι δυνάμεις ἀγείραντες, συνῄεσαν. Πομπηίῳ μὲν οὖν τέσσαρες μυριάδες ὁπλιτῶν ἦσαν, καὶ ἱππεῖς πλείους ἢ τετρακισχίλιοι, καθ' ἑκάτερον τῶν κεράτων νενεμημένοι· πρὸς δὲ τούτοις τὸ ἐξ ἁπάντων τῶν ἑῴων ἐθνῶν συμμαχικὸν, καὶ πᾶν ὃ ἦν ἐπίσημον Ῥωμαίων εἵπετο, οἵ τε ἀπὸ τῆς βουλῆς, πλῆθος οὐκ εὐαρίθμητον ὂν, συνετάττοντο· ἐν οἷς στρατηγικοί τε καὶ ὑπατικοὶ ἄνδρες ἦσαν, πολλῶν ἤδη στρατοπέδων ἐξηγησάμενοι, καὶ πολλοὺς διαπεπραγμένοι πολέμους. Καίσαρί γε μὴν οὐδὲ ὅλαι τρεῖς μυριάδες ἀπεπλήρουν τὴν φάλαγγα, καὶ οἱ ἱππεῖς χίλιοι. Οὐδεπώποτε δὲ τοσαίδε Ῥωμαϊκαὶ συνῆλθον ἐς τὸ αὐτὸ δυνάμεις, οὐδὲ ὑπὸ βελτίοσιν ἡγεμόσι ταττόμενα· αἳ ῥαδίως ἂν ἅπασαν ἐσχατιὰν τῆς γῆς ὑποκύψαι Ῥωμαίοις ἠνάγκασαν, εἰ πρὸς ὀθνείους ἀλλὰ μὴ πρὸς ἐμφυλίους ἀγῶνας ἤχθησαν. 8. Τότε δ' οὖν συνελθόντες ἐμάχοντο καρτερῶς, οὐδέτεροι διά τε ἀρετὴν καὶ τὴν εἰς τοὺς ἐναντίους ἀπέχθειαν εἴκοντες. Πολλῆς τε διαφθορᾶς ἀφ' ἑκατέρων γενομένης, τέλος οἱ περὶ τὸν Πομπήιον ἐκλείπουσι, καὶ πολλοὶ μὲν αὐτοῦ πίπτουσι, πολλοὶ δὲ σποράδες ἀπεχώρουν, τὸ στρατόπεδον ἔρημον διαρπάσαι τοῖς ἐναντίοις παραδόντες. Αὐτὸς δὲ Πομπήιος ὀλίγοις ἅμα τῶν ἑταίρων καὶ τοῖς φιλτάτοις ἀπεχώρει, Αἴγυπτον καταλαβεῖν ἐν σπουδῇ ποιούμενος, ὡς ἂν δοθείη οἱ πρὸς τοῦ τότε δυναστεύοντος ὠφέλεια, οὗπερ δὴ πάλαι τὸν πατέρα ὑπὸ τῶν πολιτῶν φυγαδευθέντα εἰς τὴν βασιλείαν ἀποκατέστησεν. 9. Ὁ δὲ Πτολεμαῖος ἀναπεισθεὶς ὑπὸ Θεοδότου τοῦ Χίου, πονηροῦ τὸν τρόπον ῥήτορος, τῆς τῶν κρατούντων γενέσθαι μοίρας, ἐν οὐδενὶ δὲ θέσθαι τὰ τῶν φίλων ἀτυχούντων· πρὶν καταπλεῦσαι μηδὲν μήτ' εἰπόντα μήτε ὀδυρόμενον ἀναιρεῖ τὸν Πομπήιον. Ὡς γὰρ 25 ᾔσθετο ὅτι οὔτε λαθεῖν οὔτε διαφυγεῖν δύναται, συνεκαλύψατο ἅμα καὶ ἀπώλετο. Ἀνοσίᾳ τε πράξει μεῖζον ἔτι προστιθεὶς ὁ Πτολεμαῖος ἀσέβημα, τῆς κεφαλῆς ἀφαιρεῖται τὸν ἄνδρα. 10. Μετὰ δὲ τὸ πάθος τοῦ Πομπηίου παρῆν εὐθὺς καὶ ὁ Καῖσαρ ἐς Αἴγυπτον, πάλαι μὲν διώκων τὸν πολέμιον, τότε δὲ ὡς παρὰ φίλον τὸν Πτολεμαῖον ἀφιγμένος. Ὁ δὲ ἄρα παραπλήσια καὶ κατὰ τοῦ Καίσαρος ἐβουλεύετο, ἀνελεῖν τὸν ἄνδρα λόχῳ διεγνωκώς. Ἀνοιχθείσης δὲ τῆς ἐπιβουλῆς, πολέμιος ὁ Πτολεμαῖος ἀναφαίνεται, καὶ διὰ μάχης ἐλθὼν τοῖς Ῥωμαίοις, κατ' αὐτὸν τὸν ἀγῶνα διαφθείρεται. Μικρὸν γοῦν ὕστερον ἐν τοῖς νεκροῖς ἀνευρέθη κρικωτὸν θώρακα χρυσοῦν περικείμενος. Αἴγυπτον δὲ Καῖσαρ ἑλὼν, Κλεοπάτρᾳ τὴν ἀρχὴν παραδίδωσιν, ἀδελφῇ μὲν τοῦ πρότερον βασιλεύοντος οὔσῃ, ἀπὸ δὲ τῆς ὥρας αὐτῷ τοῦ σώματος ἐγνωσμένῃ. Φασὶ γὰρ αὐτὴν τῷδε πρώτῳ Ῥωμαίων ἐς κοινωνίαν λέχους ἐλθεῖν. Ἐνδημοῦντος δὲ διὰ ταύτην τοῦ Καίσαρος ἐν Αἰγύπτῳ, λόγος κατέσχε
Unit 6 rem close§u06-rem-close
u06-rem-closeRem CLOSEOUT: Unit 6 CLOSEOUT.
Greek · §u06-rem-close
τὸ πλῆθος, ὡς καὶ ἐπανάστασιν αὐτῷ παρὰ τῶν ἐγχωρίων γενέσθαι, καὶ πολλὰς μυριάδας ὑπὸ τῶν Ῥωμαϊκῶν ὅπλων ἐντεῦθεν διαφθαρῆναι. 11. Ὁ δὲ Καῖσαρ ἀκούσας τὸν Μιθριδάτου παῖδα Φαρνάκην αὖθις νεωτερίζειν ἀρξάμενον, ἀπῆρε μὲν ἀπὸ τῆς Αἰγύπτου· καὶ καταστρατευσάμενος ἐπ' αὐτὸν, καὶ περικλείσας ἐν τόπῳ τινὶ τῆς Θετταλίας, πρὸς αὐτόχειρα θάνατον τοῦτον ἐλθεῖν ἠνάγκασεν, ἐς ταύτην αὐτὸν ἀγαγὼν τὴν τελευτὴν τοῦ βίου, ἐς ἣν αὐτὸς πρότερον τὸν πατέρα συνήλασεν. 12. Ἐπειδὴ ταῦτα διαπραξάμενος ἐπανῆλθεν ἐς τὴν Ῥώμην, τρίτον ἑαυτὸν ὕπατον ἀνειπὼν, καὶ κοινωνὸν τῆς ἀρχῆς προσελόμενος Μάρκον Αἰμίλιον Λέπιδον, ὃς κατὰ τὸν ἔμπροσθεν ἐνιαυτὸν ἵππαρχος ἦν αὐτῷ κατὰ μοναρχίαν ἐξηγουμένῳ, πολλούς τε τῶν Πομπηιανῶν ἀνακαλεσάμενος, τῷ τε δήμῳ Ῥωμαίων μεγάλας δωρεὰς καὶ ἀφέσεις χρεῶν χαρισάμενος, στρατηγούς τε τῶν ἀναγκαίων ἐπιμελητὰς, καὶ ἱερεῖς ὑπὲρ τὸ νενομισμένον καταστήσας τῇ πόλει, τούς τε ἱππέας καὶ ἑκατοντάρχας ἄλλους τέ τινας καταλέξας, Σαλουστίῳ τὴν πολιτικὴν διοίκησιν καταλιμπάνει καὶ τοὺς γεγηρακότας στρατιώτας, αὐτός τε ἐπὶ τὴν Λιβύην ἐπεραιοῦτο, ἔνθα τὸ πολὺ καὶ γνωριμώτατον τῆς Ῥωμαϊκῆς εὐγενείας συνελθὸν, συμμάχῳ τε χρώμενον Ἰώβᾳ τῷ βασιλεῖ τῶν Μαυρουσίων, ἀνενεοῦτο τὸν πόλεμον. 13. Ἡγοῦντο δὲ τῶν συνεληλυθότων ἐνταῦθα Ῥωμαίων Πόπλιος Κορνήλιος, Σκιπίωνος Ἀφρικανοῦ γεγονὼς, κηδεστὴς δὲ Πομπηίου τυγχάνων, καὶ Μάρκος Πετρήιος καὶ Κόϊντος βάρος, καὶ Μάρκος Πόρκιος Κάτων ὁ φιλόσοφος, καὶ Κορνήλιος Φαῦστος Σύλλου τοῦ μοναρχήσαντος παῖς ὤν· οἷς ἀντιταξάμενος ὁ Καῖσαρ μετὰ πολλὰς προσβολὰς καὶ διαφόρους τῶν πραττομένων τύχας, κρατεῖ παντάπασιν· ὡς Κάτωνα μὲν καὶ Σκιπίωνα, Πετρήιόν τε καὶ Ἰώβαν αὐτόχειρας σφᾶς αὐτοὺς ἀνελεῖν, Φαῦστόν τε τὸν παῖδα Σύλλου συνοικοῦντα θυγατρὶ Πομπηίου, πρὸς αὐτοῦ διαφθαρῆναι τοῦ Καίσαρος. 14. Ἐνιαυτὸν δὴ οὖν ὕστερον ἀναστρέψας ἐπὶ τὴν Ῥώμην ὁ Γάϊος, τέταρτον ἑαυτὸν ἀπέδειξεν ὕπατον, καὶ τὰς δυνάμεις ἀναλαβὼν, εὐθὺ ἐπὶ τὰς Ἰβηρίας ἐχώρει. Οἱ γὰρ δὴ τοῦ Πομπηίου παῖδες, ἑαυτοῖς τε καὶ τῷ πατρὶ καθεστῶτες ὁμώνυμοι, Γναῖος Πομπήιος καὶ Σέξτος Πομπήιος, μεγάλας ἐγείραντες αὖθις δυνάμεις, ἀνενεοῦντο τὸν πόλεμον. Ἐπεὶ γοῦν Καῖσαρ ἀφίκετο, πολλαὶ μὲν καὶ καρτεραὶ συνίσταντο μάχαι· ἐσχάτη δὲ πόλεως Μούνδης πλησίον γίνεται· καθ' ἥν φασι παρὰ τόσον ἐλθεῖν κινδύνου τὸν Καίσαρα, ὡς παρερρηγμένης ἤδη τῆς οἰκείας φάλαγγος, σπάσαι καθ' ἑαυτοῦ τὸ ξίφος, τεθνάναι βουλόμενον πρὶν μετὰ τοσήνδε τῶν πολεμικῶν ἔργων δόξαν, ὑπὸ χεῖρα δύω μειρακίων πέσοι ἀνὴρ ἤδη πρὸς γῆρας σχεδὸν ἀφιγμένος. Ἀνακαλεσάμενος δὲ ὅμως τοὺς φεύγοντας, καὶ τὰς τάξεις ἀνανεωσάμενος, ἐπιπίπτει τοῖς ἐναντίοις, καὶ κρατεῖ περιφανῶς. Τῶν δὲ Πομπηίου παίδων ὁ μὲν πρεσβύτερος ἐν τῇ παρατάξει διαφθείρεται, ὁ δὲ νεώτερος ἀγαπητῶς διασώζεται. 15. Ὁ τοίνυν Καῖσαρ, ἁπάντων ἤδη τῶν ἐμφυλίων πολεμίων (λ. 26 πολέμων) κατειργασμένων, ἐπὶ τὴν Ῥώμην ἀνεστρέφετο, τό τε φρόνημα ταῖς συνεχέσιν ἀνδραγαθίαις ἐξωγκωμένος, καὶ παρὰ τὸ σύνηθες τῇ Ῥωμαίων ἐλευθερίᾳ πρὸς τοὺς ἐντυγχάνοντας ἀλαζονευόμενος. Ἐπεὶ γοῦν τάς τε τιμὰς καὶ τὸ κῦρος τοῦ δήμου παρελόμενος αὐτὸς ἐπέτρεπεν οἷς ἐβούλετο, καὶ, τῆς βουλῆς πρὸς αὐτὸν ἰούσης, οὐχ ὑπανίστατο, ἀλλὰ βασιλικοῖς εἴτε, ἀληθέστερον εἰπεῖν, τυραννικοῖς χαίρων δῆλος ἦν ἐπιτηδεύμασιν (εἰκόνας τε γὰρ καὶ ἀνδριάντας καὶ ἀνιδρύματά τινες αὐτῷ τῶν κολάκων προσέφερον, ἄλλοι τε καὶ βασιλέα προσηγόρευον), οὕτω τοίνυν πάντων τῶν ἐν μνήμῃ Ῥωμαίων κρείττων φανεὶς, διὰ τὴν ὑπὲρ ἄνθρωπον δύναμιν θεὸς ὠνομάσθη. Εἰσὶ δὲ ἀπὸ τῶν Τρωϊκῶν ἐπὶ Ἰούλιον Καίσαρα ἐνιαυτοὶ χίλιοι ρκδʹ. 16. Ἐπεὶ δὲ Καῖσαρ ὑπερόγκῳ φρονήματι ἐς τὴν σύγκλητον διεγένετο, βουλεύουσι κατ' αὐτοῦ θάνατον, φθόνῳ τε τοῦ προσήκοντος καὶ μίσει τοῦ προτετιμημένου, ἄνδρες ὑπὲρ ξʹ τῶν τε ἀπὸ τῆς συγκλήτου καὶ τῶν ἐς τοὺς ἱππέας τελούντων, ὅρκῳ τὴν κατ' αὐτοῦ σύστασιν βεβαιωσάμενοι. Ἐνῆγον δὲ ἄρα μάλιστα πάντων τοὺς συνωμότας ἐς τὴν ἐπιχείρησιν Βροῦτοι δύω, γένους ὄντες ἀνέκαθεν αὐστηροτάτου· ἐς γὰρ δὴ τὸν παλαιὸν Βροῦτον τοῦ αἵματος ἀνέφερον τὴν ἀρχὴν, ὃς τοὺς τυράννους ἐν τοῖς ἀνωτάτω χρόνοις ἐκβαλὼν, πρῶτος ἀπεδείχθη παρὰ Ῥωμαίοις ὕπατος. 17. Καίτοι φασί τινες δημοτικοῦ γεγενῆσθαι πατρὸς αὐτοὺς, ἄρτι καὶ πρώην ἐς ἄρχοντας παρεληλυθότος· οὐ γὰρ τῷ παλαιῷ γε Βρούτῳ λειφθῆναι
Historia Chronike Unit 7 opening§u07-open
u07-openUnit 7.
Lemma-led open — γένος, ἀνελόντι τοὺς υἱέας· οἷς ὁ φιλόσοφος ἀντιλέγων Ποσειδώνιος, τοὺς μὲν ἐν ἡλικίᾳ φησὶ
Greek · §u07-open
γένος, ἀνελόντι τοὺς υἱέας· οἷς ὁ φιλόσοφος ἀντιλέγων Ποσειδώνιος, τοὺς μὲν ἐν ἡλικίᾳ φησὶν ἀπολωλέναι τοῦ Βρούτου παῖδας, τρίτον δὲ λειφθῆναι νήπιον, ἀφ' οὗ τὸ γένος εἰς τούσδε καθήκειν. Μήτηρ δὲ αὐτοῖς ἀδελφὴ τοῦ φιλοσόφου Κάτωνος, ὃν μάλιστα Ῥωμαίων ὁ πρεσβύτερος ἐζήλωσε Βροῦτος, θεῖον ὄντα καὶ κηδεστὴν ὕστερον γενόμενον. Πορκίᾳ γὰρ δὴ τῇ **. 18. Ἐπὶ δὲ τοῖς Βρούτοις Γάϊος Κάσσιος ἦν ἐν τῇ συνωμοσίᾳ, ὁ Κράσσῳ ἐπὶ Παρθυαίους συστρατευσάμενος, καὶ Σερβίλιος Κάσκας, ὃς δὴ καὶ πρῶτος σπάσαι τὸ ξίφος κατὰ τοῦ Καίσαρος λέγεται. Ἐπιστάντος δὲ τοῦ καιροῦ, καθ' ὃν ἔδει τὴν βουλὴν συνελθοῦσαν χρηματίσαι τι περὶ τῶν κοινῶν, παρῆν καὶ ὁ Καῖσαρ ἐς τὸ βουλευτήριον, μεθέξων τῶν γινομένων. Ὡς δὲ τὰ ξίφη διεκόμισαν ἐν κιβωτίῳ τινὶ κατακρύψαντες, τρόπῳ δὲ συμβολαίων παρὰ τὸ συνέδριον ἤγαγον, αὐτίκα ἀναστάντες καὶ περιστάντες τὸν Καίσαρα κατετίτρωσκον. Ἐπιθεμένων δὲ αὐτῶν, τὰ μὲν πρῶτα διώθει τοὺς ἐπιόντας, καὶ κατὰ δύναμιν ἠμύνετο· ἐπεὶ δὲ τὸν Βροῦτον γυμνῷ τῷ ξίφει ἐπ' αὐτὸν χωροῦντα καὶ σὺν τοῖς πολεμίοις τεταγμένον ἐθεάσατο, ἐγκαλυψάμενος παρέδωκε παίειν τὸ σῶμα. Τρεῖς γοῦν καὶ κʹ πληγὰς ἀναδεξάμενος ἀναλίσκεται, ἐτῶν (δὲ) τῇ πόλει μετὰ τὸν ἀνοικισμὸν ἐννέα που πρὸς τοῖς ψʹ γεγονότων. Tzetzes Chil. III, 23, v. 16: Ἡ Πτολεμαίου σύναιμις, δέσποινα Κλεοπάτρα ... αὕτη σὺν ἀρχιτέκτονι Κυπρίῳ ∆εξιφάνει τὴν θάλασσαν χερσώσασα τὴν τῆς Ἀλεξανδρείας ὅσον πρὸς τετραστάδιον, εἴτε μικρόν τι πλέον, τὸν πύργον ἐξειργάσατο τὸν μέγιστον τῆς Φάρου, ὁλκάσι φῶς σωτήριον μᾶλλον ἐν ζάλῃ φαίνειν. Μέμνηται μὲν Βιργίλιος ταύτης τῆς Κλεοπάτρας, Λουκιανὸς καὶ Γαληνὸς καὶ Πλούταρχος σὺν τούτοις, ∆ιόδωρος, Γεώργιος ὁ χρονικὸς σὺν ἄλλοις, καὶ Ἰωάννης μετ' αὐτοὺς Ἀντιοχεὺς ὑστέρως. 73 Exc. Salm.: Γάϊος Ἰούλιος Καῖσαρ νέος ὢν ἔδοξε καθ' ὕπνους συνουσιάζειν τῇ ἰδίᾳ μητρὶ, καὶ ἐν ταῖς ἀγέλαις αὐτοῦ ἵππος ἐτέχθη χηλοὺς ἔχων ἀντὶ ὁπλῆς, καὶ οὐδένα ἕτερον ἀναβάτην ἐδέχετο, εἰ μὴ αὐτὸν μόνον, ὡς ὁ Βουκέφαλος τὸν Ἀλέξανδρον. Πρὸ δὲ μιᾶς ἡμέρας τοῦ θανάτου αὐτοῦ, ἔδοξεν ὁρᾶν ἡ γυνὴ αὐτοῦ πεπτωκυῖαν τὴν οἰκίαν αὐτοῦ, καὶ αὐτὸν τραυματίαν καὶ αἵματι κατάρρυτον ἐμπεσεῖν τοῖς κόλποις αὐτῆς. Προϊόντι δὲ αὐτῷ ἔδωκέ τις ἐν χάρτῃ τὴν κατ' αὐτοῦ ἐπιβουλήν· ὁ δὲ ἄλλο τι νομίσας εἶναι, καὶ διὰ τοῦτο μὴ ἀναγνοὺς, ἀλλὰ δοὺς τοῖς ὑπογραφεῦσιν, ἐσφάγη. 74 Exc. De ins.: Ἐπειδὴ Καῖσαρ ἀνῃρέθη κατὰ τὸ βουλευτήριον, αὖθις ἐμφύλιος ἀνήφθη πόλεμος. 27 Τοὺς μὲν γὰρ αὐθέντας τοῦ Καίσαρος, οἷα τῆς κοινῆς ἐλευθερίας προστάτας, περιεῖπε τὸ συνέδριον· ὅ γε μὴν ὕπατος Ἀντώνιος, τοῖς ἀχθομένοις τῇ τοῦ Καίσαρος τελευτῇ προσθέμενος, πιέζειν τοὺς ἄνδρας καὶ καταναλίσκειν ἐκ παντὸς ἐπενόει τρόπου· καὶ οὐ καθῆκεν ἄχρις οὗ φυγάδας τῆς πόλεως τοὺς περὶ τὸν Βροῦτον κατέστησεν· οἱ μὲν γὰρ ὑπεξῆλθον, δείσαντες τὴν τοῦ Ἀντωνίου δύναμιν δημαγωγοῦντος κατ' αὐτῶν τὸ πλῆθος. Ἡ δὲ βουλὴ ἀρχάς τε καὶ τιμὰς τοῖς ἀνδράσι προσένειμεν, ἄρχειν Συρίας τε καὶ Μακεδονίας ψηφισαμένη. Ταραχθείσης δὲ τῆς πόλεως ἐν ἑαυτῇ, πολλά τε καὶ ἔκνομα τὸν Ἀντώνιον διαπραττόμενον, πολέμιον ἀνεῖπεν ἡ βουλὴ, ἐπί τε τῇ συλλήψει τοῦ ἀνδρὸς ἤδη τῆς πόλεως σὺν ταῖς οἰκείας δυνάμεσιν ἀπεληλυθότος, Πάνσαν τε καὶ Ἴρτιον τοὺς ὑπάτους ἐκπέμπει, τρίτον ἡγεμόνα τούτοις ἐπιτάξασα τὸν Ὀκταούιον, ἔτι νέον ὄντα. Ζήτει ἐν **. 75 Exc. De virt.: Ὅτι Φολουία ἡ Ἀντωνίου γυνὴ Κικέρωνος τοῦ ῥήτορος ἀποτεμοῦσα τὴν κεφαλὴν, καὶ ἐπὶ τοῖς γόνασι λαβοῦσα, πολλὰ μὲν ἐς αὐτὴν ἐξυβρίσαι καὶ ἐμπτῦσαι. Τέλος δὲ τὸ αὐτῆς διανοίξασα στόμα, ἐκείνου τε τὴν γλῶτταν ἐξελκύσαι καὶ τῇ βελόνῃ τῇ κατὰ τὴν κεφαλὴν κατακεντῆσαι, πολλά τε καὶ μιαρὰ προσφθεγξαμένη, ἐπὶ τὸ βῆμα τεθῆναι προσέταξεν, ἵν' ὅθεν κατ' αὐτῆς δημηγορῶν ἠκούετο, ἐκεῖθεν καὶ ὁρῷτο. Οὗτοί γε
Unit 7 rem early§u07-rem-early
u07-rem-earlyRem early: Unit 7; lemma and argument toward the thesis.
Greek · §u07-rem-early
μόνοι ἐσώθησαν τότε, παρ' ὧν γε πλείονα ἔλαβον ἤπερ τελευτησάντων εὑρεῖν ἤλπισαν. Καὶ ἵνα μὴ κεναὶ ἐν τοῖς λευκώμασι τῶν ἀνδρῶν αἱ χῶραι ὦσιν, ἑτέρους ἀντέγραψαν ὅ τε Καῖσαρ καὶ Λέπιδος καὶ Ἀντώνιος. Τοιαῦτα μὲν περὶ τὰς σφαγὰς, πολλὰ δὲ καὶ περὶ τὰς τῶν ἄλλων οὐσίας συνέβαινε· καίτοι ταῖς τε γυναιξὶν τῶν ἀναιρουμένων τὰς προῖκας, καὶ τοῖς τέκνοις τὸ δέκατον τῆς οὐσίας μέρος παρεῖχεν ὁ Καῖσαρ. Ἐπορθεῖτο γοῦν πάντα ἀδεῶς. Τῶν μὲν γὰρ ἐνοικίων οἱ κτήτορες τὸ ὅλον ἀφῃροῦντο, τῶν δὲ προσόδων τὸ ἥμισυ. Καὶ πρός γε τοὺς στρατιώτας ἀπέτρεφον προῖκα. ∆εκάτας τε αὖθις εἰσφέρειν τῶν προσόδων ἐπιτραπέντες μόλις αὐτοὶ δέκατον ἐκαρποῦντο μέρος. Αὐξήσεως γὰρ τῶν τελῶν πολλῆς γενομένης, καὶ πρὸς ἀνάγκης ἐς τὸ ναυτικὸν ἀπαιτούμενοι παῖδας, ἔστιν ὅτε καὶ ὠνούμενοι ἐδίδοσαν. Τάς τε ὁδοὺς οἰκείοις δαπανήμασιν ἐπεσκεύαζον. Μόνοι δὲ οἱ τὰ ὅπλα ἔχοντες ἐπλούτουν. Οἱ μὲν γὰρ τὰς οὐσίας τῶν τελευτησάντων ὅλας καὶ ᾔτουν καὶ ἐλάμβανον, οἱ δὲ καὶ ἐς τὰ τῶν ζώντων ἔτι γερόντων τε καὶ ἀτέκνων γένη ἐσεβιάζοντο. Ἐς τοσοῦτον γὰρ ἀπληστίας καὶ ἀναισχυντίας ἐχώρησαν, ὥστε τινὰ καὶ τὴν τῆς Ἀττίας τῆς τοῦ Καίσαρος μητρὸς ἀποθανούσης τότε καὶ δημοσίᾳ ταφῇ τιμηθείσης οὐσίαν παρ' αὐτοῦ τοῦ Καίσαρος αἰτῆσαι. Τοιαῦτα οἱ τρεῖς ἄνδρες ἐποίουν Καῖσαρ καὶ Λέπιδος καὶ Ἀντώνιος. 76 Exc. De ins.: Ὅτι μετὰ τὸ ἀνελεῖν Βροῦτον καὶ Κάσσιον τοὺς αὐθέντας Καίσαρα τὸν Αὔγουστον καὶ διαλαχεῖν κλήρῳ τὴν ἀρχὴν, Ἀντώνιος ὁ ὕπατος πόλεμον ἔγνω κινεῖν κατὰ τὴν Ἰταλίαν ἐμφύλιον. Ἦν δὲ οὗτος ἀδελφὸς Μάρκου Ἀντωνίου, τοῦ σὺν Καίσαρι Βρούτῳ καὶ Κασσίῳ συμπολεμήσαντος. Οὐ πολλῷ γε μὴν χρόνῳ ἐν Περουσίᾳ πόλει Τυρρηνικῇ σφόδρα τῶν ἀναγκαίων ἐνδείᾳ πιεσθεὶς, ἥλω μὲν, οὐ μὴν ἀνῃρέθη, ἀλλ' ἐξηλάθη τῆς Ῥώμης πρὸς τοῦ Καίσαρος, σὺν τῇ γαμετῇ τοῦ Ἀντωνίου Φολουίᾳ· οὓς ὁ Καῖσαρ ἤλασεν ὡς νεωτεροποιοὺς καὶ πολυπράγμονας. 77 Exc. De virt.: Ὅτι μετὰ τὰς σπονδάς φασι δειπνεῖν παρὰ τῷ Πομπηίῳ τῷ παιδὶ Πομπηίου τόν τε Καίσαρα (Ἰούλιον) καὶ Ἀντώνιον, ἐν τῇ στρατηγίδι νηὶ παρασκευασαμένῳ τὸ δεῖπνον. Τοῦτο γὰρ ἔφη αὐτῷ μόνον καταλελεῖφθαι πατρῷον οἶκον. Ἤδη δὲ ἔνδον ὄντων καὶ τῆς συνουσίας ἀκμαζούσης Μηνᾶν τὸν πειρατὴν τὰ πλείστου ἄξια τῷ Πομπηίῳ ὑπηρετοῦντα, καὶ τότε προσελθεῖν τε αὐτῷ ἡσυχῆ, καὶ, «Βούλει, φάναι, τὰς ἀγκύρας τῆς νεὼς ὑποτεμὼν ποιήσω σε μὴ Σικελίας καὶ Σαρδῶνος, ἀλλὰ τῆς Ῥωμαίων ἡγεμονίας κύριον;» Τὸν δὲ Πομπήιον ἀποκρίνασθαι· «Ἔδει σε, ὦ Μηνᾶ, τοῦτο πεποιηκέναι μὴ 28 προειπόντα ἐμοὶ τὴν ἐπιχείρησιν. Νῦν δὲ οὐ πρὸς ἡμῶν ἐπιορκεῖν· τὰ παρόντα στέργωμεν.» t78 AUGUSTUS. 78 Exc. Salmas.: Ὀκταύϊος ἐβασίλευσε ἔτη ζʹ, ἡμέρας βʹ. Ἡμέρας μιᾶς πρὸ τεχθῆναι τοῦτον, εἶδεν ἡ μήτηρ αὐτοῦ, ὡς τὰ σπλάγχνα αὐτῆς ἐξαρπαγέντα εἰς οὐρανὸν ἐφέρετο· καὶ ἐν τῇ νυκτὶ ᾗ ἐγεννήθη εἶδεν ὁ πατὴρ αὐτοῦ ὅτι ἐκ τῶν κόλπων τῆς αὐτοῦ γυναικὸς ἀνέτειλεν ὁ ἥλιος. Νιγίδιος δέ τις βουλευτὴς ἀστρολόγος, βραδύτερον προελθόντος τοῦ πατρὸς αὐτοῦ, ἠρώτησε τὴν αἰτίαν, ὁ δὲ ἔφη υἱὸν αὐτῷ τεχθῆναι· κἀκεῖνος, «Ὢ τί ἐποίησας; δεσπότην ἡμῖν ἐγέννησας,» ἀνεβόησε. Τρεφομένου δὲ τοῦ παιδὸς ἐν ἀγρῷ, ἀετὸς καταπτὰς ἄρτον ἐκ χειρῶν αὐτοῦ ἀφείλετο, καὶ ἐπανελθὼν πάλιν αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ ἀπέθετο. Ἐν παισὶ δὲ τελοῦντα εἶδε καθ' ὕπνους αὐτὸν Κικέρων χρυσῇ ἁλύσει δεδεμένον, καὶ μάστιγα κρατοῦντα ἐν τῷ Καπιτωλίῳ χαλασθῆναι οὐρανόθεν. Ἐν δὴ τῷ μέλλειν αὐτὸν τελευτᾶν, κεραυνὸς ἐμπεσὼν εἰς τὴν εἰκόνα αὐτοῦ τὸ πρῶτον γράμμα τοῦ ὀνόματος αὐτοῦ ἠφάνισε, καὶ προεῖπον οἱ μάντεις ὅτι ἀποθανεῖται. 2. Οὗτος τοὺς λογίους τιμῶν μετεωρολέσχας ἀπήλαυνε, τόδε τὸ λόγιον προφερόμενος· Μήτι πελώρια μέτρα γύης ὑπὸ σὴν φρένα βάλλου, μηδὲ μέτρει μέτρῳ ἠελίου κανόνας συναθροίσας· ἀϊδίου βουλῇ φέρεται πατρὸς, οὐχ ἕνεκεν σοῦ· ἀστέριον προπόλευμα σέθεν χάριν οὐκ ἐλοχεύθη. 3. ∆ρούσου θυγάτηρ Λιουία γαμετὴ ἦν Νέρωνός τι νος, ἐξ οὗ καὶ παῖδα Τιβέριον εἶχεν· εἶτα ςʹ μηνῶν ἐγγύου οὔσης, ἠναγκάσθη Νέρων ὁ ταύτης ἀνὴρ, εἴτε ὑπὸ τοῦ πρώτου Καίσαρος, εἴτε ὑπὸ τοῦ Ὀκταυίου, ἐκδοῦναι αὐτὴν αὐτῷ, ὡς πατήρ. Τεκούσης οὖν μετὰ τρεῖς μῆνας τοῦ γάμου, τὸ μὲν τεχθὲν Νέρωνι τῷ πατρὶ
Unit 7 rem mid§u07-rem-mid
u07-rem-midRem mid: Unit 7; lemma continues; reading with the letter.
Greek · §u07-rem-mid
ἀπέπεμψεν. Ἐντεῦθεν δὲ αἴτιος γέγονε τοῦ λέγεσθαι παροιμίαν, «τοῖς εὐτυχοῦσι καὶ τρίμηνα παιδία.» 4. Οὗτος τοσοῦτον ὑπὸ πάντων ἠγαπᾶτο, ὥστε καί τις ἐκέλευσε τοῖς ἑαυτοῦ κληρονόμοις θῦσαι, ὅτι ζῶντα τὸν Σεβαστὸν καταλείπει. ∆υστυχήσας δὲ περὶ γάμον καὶ τὰ εἰς παῖδας ἐκβεβηκότα, ἐβόα· Αἴθ' ὤφελον ἄγαμός τ' ἔμεναι ἄγονός τ' ἀπολέσθαι. Περὶ δὲ ὀρθογραφίαν ἐσπουδάκει, ὥστε καὶ διάδοχόν τινι τῶν ἀρχόντων ἔπεμψεν, ὅτι αὐτῷ ἐπιστέλλων τῆς ὀρθῶς ἐχούσης ἐσφάλη γραφῆς. 5. Τούτου ποτὲ δικάζοντος, καὶ πολλῶν θάνατον καταψηφισαμένου, Μηκήνας τις ἀνὴρ σοφὸς ἀγαπώμενος ὑπ' αὐτοῦ, μὴ δυνάμενος ἐντυχεῖν αὐτῷ διὰ τὸ πλῆθος, ἔγραψεν ἐν χάρτῃ «ἀνάστηθι, δήμιε,» καὶ σημηνάμενος ἔρριψεν ἐν τῷ κόλπῳ αὐτοῦ. Ὅπερ ἀναγνοὺς ἐκεῖνος ἀνέστη, καὶ ἐκέλευσεν ἀργῆσαι τὰ κριθέντα. Τινός ποτε τῶν συστρατευσαμένων αὐτῷ δεηθέντος τῆς εἰς τὸ βουλευτήριον αὐτοῦ παρουσίας, εἶπεν αὐτὸς μὲν ἀσχολεῖσθαι, ἐπιτρέψαι δέ τινι τῶν φίλων παραγενέσθαι καὶ τὴν χρείαν πληρῶσαι· καὶ ὃς ὀργισθεὶς ἔφη, «Ἐγὼ μέν τοι ὁσάκις τῆς ἐμῆς ἐπικουρίας ἐδεήθης, οὐκ ἄλλον ἀντ' ἐμοῦ ἔπεμψα.» Ἐρυθριάσας οὖν ὁ Καῖσαρ καὶ συναπῆλθε καὶ συνέπραξε. 6. Μανιώδης δὲ ἦν περὶ τὰς ἀλλοτρίας γυναῖκας, ὡς καὶ τοὺς ἄνδρας αὐτῶν ἐξυπηρετεῖν τῷ μιάσματι Ἡνίκα γὰρ ἤρχετό τις τῶν βουλευτῶν πρὸς αὐτὸν, ὡραίαν ἔχων γυναῖκα, ἔπεμπε πρὸς αὐτὸν τὸν οἰκεῖον δακτύλιον, καὶ ἠξίου ἐμβαλεῖν τὴν γαμετὴν ἐν τῷ καταστέγῳ φορείῳ, καὶ κατασημηνάμενον αὖθις τὸν δακτύλιον ἀντιπέμψαι· καὶ οὕτως δεχόμενος τὴν γυναῖκα ἐν τῷ φορείῳ ἀσελγαίνων ἐσφράγιζε καὶ ἀνταπέστελλε. Ποτὲ γοῦν ἐκέλευσέ τινι τὴν ὁμευνέτιν αὐτῷ πέμψαι. Ὁ δὲ μὴ δυνάμενος ἀντειπεῖν, ἀπωδύρετο. Ἐπιστὰς δὲ ὁ Ἀθηνόδωρος ὁ Ἀλεξανδρεὺς, ὃν ὡς σοφὸν ἀεὶ σύνοικον καὶ διδάσκαλον ἔσχεν ὁ Καῖσαρ, καὶ τὴν αἰτίαν μαθὼν, ἑαυτὸν ᾔτησεν ἐμβαλεῖν τῷ φορείῳ, καὶ κατασημηνάμενον 29 ἀποστεῖλαι γυμνὸν ξίφος ἐπιφερόμενον. Ἀπαχθέντος δὲ, δοκῶν ὁ Καῖσαρ τὴν τοῦ συγκλητικοῦ εἶναι γυναῖκα, κλείσας τὰς θύρας ἀνέῳξε τὸ φορεῖον, καὶ ἐξέθορε ξιφήρης ὁ Ἀθηνόδωρος, καὶ πάνυ τὸν Καίσαρα κατέπληξε· δεδιότα δὲ αὐτὸν ἀνακτησάμενος ἐκεῖνος τοῖς μεγίστοις ὅρκοις κατέδησε, μηδέποτ' ἄλλοτε τοῦτο πρᾶξαι. Ὃν τοσοῦτον ὑπερηγάπησεν, ὥστε τὴν σύγκλητον συναγαγὼν καὶ πολλὰ τὸν Ἀθηνόδωρον ἐγκωμιάσας, καὶ τοῦτο προσέθηκεν, ὡς κακὸν βίον ἐσχηκὼς ὑπὸ Ἀθηνοδώρου ἐπηνωρθώθη. 7. Οὗτος ὁ φιλόσοφος ἠξίου τὸν Καίσαρα συγχωρῆσαι αὐτῷ εἰς τὴν πατρίδα ἐπανελθεῖν. Καὶ μόλις πείσας, ἀσπαζόμενος αὐτὸν, ἐπικύψας πρὸς τὸ οὖς παρεκάλει ἵνα ὁσάκις ὀργισθῇ, μὴ πρότερον κελεύσῃ τὸ πρακτέον, πρὶν ἂν καθ' ἑαυτὸν ἀριθμήσῃ τὰ κδʹ γράμματα· ᾔδει γὰρ αὐτοῦ τὸ ὀξύθυμον καὶ εὐμετάβλητον. Ὁ δὲ Καῖσαρ ἀσπαζόμενος ἔφη, «Εὖγε ὑπέμνησάς με, ὡς ἀτελὴς εἰμὶ, καὶ οὐ συγχωρήσω σοι τέως τῆς ἐνεγκαμένης ἐπιβῆναι.» Παρεγγύησεν ὁ Καῖσαρ ἵνα ἐν τῇ τελευτῇ αὐτοῦ κροτήσωσι καὶ γελάσωσιν, ὡς ἐπὶ μίμου τελευτῇ, δηλονότι ἀποσκώπτων εἰς τὸν ἀνθρώπινον βίον. 79 TIBERIUS. Exc. De virt.: Ὅτι Τιβέριος ὁ βασιλεὺς Ῥωμαίων ἰδιωτάτῃ φύσει ἐκέχρητο· οὔτε γὰρ ὧν ἐπεθύμει προσεποιεῖτό τι, καὶ ὧν ἔλεγεν οὐδὲν ὡς εἰπεῖν ἐβούλετο· ἀλλ' ἐναντιωτάτους τῇ προαιρέσει τοὺς λόγους ποιούμενος πᾶν τε ὃ ἐπόθει ἠρνεῖτο, καὶ πᾶν ὃ ἐμίσει προετίθετο. (2) Τοιοῦτος δή τις ὢν τοὺς ἄρχοντας οὓς ὑπὲρ τὸ διατεταγμένον λαμβάνοντας εὕρισκεν ἢ καὶ τὰ δημόσια σφετερίζοντας, ἐκόλαζε, λέγων· «Κείρε σθαί μου τὰ πρόβατα, ἀλλ' οὐκ ἀποξυρᾶσθαι βούλομαι.» (3) Οὕτω τε ἐς πάντα ἴσος καὶ ὅμοιος ἦν, ὥστε, ὀρχηστήν τινα τοῦ δήμου ἐλευθερωθῆναί ποτε βουληθέντος, μὴ πρότερον συνεπαινέσαι, πρὶν τὸν δεσπότην αὐτοῦ πεισθῆναι καὶ τὴν τιμὴν λαβεῖν. Τοῖς γε ἑταίροις ὡς ἐν ἰδιωτείᾳ συνῆν, δικαζομένοις συναγωνιζόμενος, καὶ θύουσι συνεορτάζων, νοσοῦντάς τε ἐπισκεπτόμενος, μηδεμίαν φρουρὰν ἐπαγόμενος. (4) Ἀλλὰ καὶ δόγμα προέθηκεν, ὥστε μήτε αὐτὸν μήθ' ἕτερόν τινα σηρικῇ ἐσθῆτι χρῆσθαι, τόν τε χρύσεον ὅλον κόσμον γυναιξὶ μόναις ἐπιτρέψας· πολλὰ δὲ καὶ εἰς ἐπανορθώσεις τῶν πόλεων δαπανήσας. (4) Τῶν τε Ἰουδαίων πολλῶν ἐς τὴν Ῥώμην συνελθόντων καὶ συχνοὺς τῶν ἐπιχωρίων ἐς τὰ
Unit 7 rem close§u07-rem-close
u07-rem-closeRem CLOSEOUT: Unit 7 CLOSEOUT.
Greek · §u07-rem-close
σφέτερα ἔθη μεθιστάντων, τοὺς πλείονας ἐξήλασε. (5) Τοιοῦτος οὖν τις ὢν, αἰφνιδίως εἰς τὴν χείρονα γνώμην μετεβλήθη, ὥστε αὐτὸν καὶ παραφρονεῖν νομισθῆναι καὶ ὑπό τινος ἐλαύνεσθαι δαιμονίου. Πολλοῦ τε πάθους αἴτιος τοῖς Ῥωμαίοις ἐγένετο, κοινῇ τε καὶ ἰδίᾳ προσαναλίσκων τοὺς ἄνδρας. (6) Ἔδοξε γὰρ αὐτῷ τὰς τῶν κυνηγίων θέας τῆς πόλεως ἀπελάσαι. Καὶ διὰ τοῦτό τινες ἔξω ταύτας τελεῖν πειραθέντες, αὐτοῖς συνδιεφθάρησαν τοῖς θεάτροις ἔκ τινων σανίδων εἰργασμένοις. (7) Ὁ αὐτὸς τὰς τῶν ἐπισήμων ἀνδρῶν ἐνυβρίζων γυναῖκας, ἅπαντα δι' αὐτῶν τὰ κοινὰ κατεμάνθανε, καὶ πρός γε συνεργοὺς αὐτὰς τῶν μιαρῶν πράξεων, ὡς καὶ γαμηθησομένας, ἐποιεῖτο. Ἐπὶ τούτοις τε Μουκίαν καὶ τὸν ταύτης ἄνδρα ἅμα δυσὶ θυγατράσιν ἀνεῖλε διὰ τὴν πρὸς τὴν αὐτοῦ μητέρα φιλίαν. (8) Σεϊανόν τε, ἄνδρα ὑπ' αὐτοῦ τε καὶ τῆς βουλῆς ἐπὶ τοῖς μεγάλοις ἀξιώμασι προαχθέντα, αὐτοκράτορά τε ψηφισθέντα, παρὰ τὰς ἁπάντων ἐλπίδας διέφθειρεν. Ὃν γὰρ αὐτὸς καὶ παῖδα καὶ διάδοχον ἐκάλει, τοῦτον ἕλκεσθαι διὰ τῆς ἀγορᾶς παρεσκευάκει· καὶ ὃν ἅπαντες οἱ τῆς βουλῆς ἐδορυφόρουν, τοῦτον ἐκ τοῦ συνεδρίου ἐπὶ τὸ δεσμωτήριον ἀπήγαγον, ἀντὶ στεφάνου δεσμὰ καὶ ἀντὶ ἁλουργίδος τριβώνιον περιθέντες· ὡς καὶ διὰ τούτου ἄν τις τὴν ἀνθρωπείαν ἀσθένειαν κατεῖδε. Σεϊανὸς μὲν δὴ, μέγιστον τῶν πρὸ αὐτοῦ 30 δυνηθεὶς, τοιοῦτον ἔσχε τέλος. (9) Φίλοι δὲ αὐτοῦ καὶ συγγενεῖς ἀδίκως διεφθείροντο. Ὡς τοσοῦτον ἐκλεῖψαι τὴν σύγκλητον, ὥστε μηδὲ ἐς τὰς κατ' ἔτος ἀρχαιρεσίας διαρκεῖν. Παρακαλούμενός τέ ποτε ὑπὸ τῶν φίλων τοῦτο δὴ τὸ ἀρχαῖον ἐφθέγξατο· Ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί. Πολλάκις δὲ καὶ τὸν Πρίαμον ἐμακάρισεν, ὅτι μετὰ τῆς πατρίδος ἀπώλετο καὶ τῆς βασιλείας. (10) Οὕτω τοίνυν τὴν ἀρχὴν διῳκήσατο, φοβερᾷ μὲν ὠμότητι, μυσαρᾷ δὲ πλεονεξίᾳ, αἰσχρᾷ τε ἡδυπαθείᾳ χρησάμενος. Καὶ στρατεύσας κατὰ Περσῶν ἐπὶ συνθήκαις ὑπέστρεψεν. Suidas v. Τιβέριος. «Ἄριστος δὲ ὑπάρχων ἐν νεότητι καὶ πρὸς γῆρας ἐλθὼν αἰφνίδιον εἰς τὴν χείρονα μετεβλήθη γνώμην, ὥστε καὶ παραφρονεῖν αὐτὸν νομισθῆναι καὶ ὑπὸ δαίμονος ἐλαύνεσθαι πρὸς πᾶσαν ἀνοσιουργίαν τε καὶ μανίαν καὶ οἰστρηλασίαν, οὐ μόνον ἐν τοῖς κατὰ φύσιν, ἀλλὰ καὶ ἐν τοῖς παρὰ φύσιν, καὶ ἐν πάσῃ ἀδικίᾳ καὶ τυραννίδι. Οὕτω δὲ μεταπεσὼν εἰς κακίαν καταστρέφει τὸν βίον.» Suid: Τιβέριος, Ὀκταβίου υἱὸς, βασιλεὺς Ῥωμαίων, ἐμπλήκτως καὶ ἀνοήτως τὴν ἀρχὴν διῳκήσατο, φοβερᾷ μὲν ὠμότητι, μυσαρᾷ δὲ καὶ ἀθέσμῳ πλεονεξίᾳ, αἰσχρᾷ τε ἡδυπαθείᾳ χρησάμενος· στρατείαν μὲν γὰρ ἅπασαν αὐτὸς ἠρνήσατο, διὰ δὲ τῶν ὑποστρατήγων γλίσχρως καὶ ῥᾳθύμως τοῖς ἐναντίοις προσπολεμῶν *. Κακοήθης δὲ ὢν ἔστιν οὓς τῶν συμμάχων βασιλεῖς τῶν οἰκείων ἀρχῶν ἀπάτῃ μετελθὼν ἀφείλετο· ὧν Ἀρχέλαος ἦν ὁ Καππαδόκων βασιλεὺς, ὃν ἠπίοις καὶ θεραπευτικοῖς καλέσας ὡς ἑαυτὸν λόγοις, οὐκέτι πρὸς τὴν οἰκείαν ἀπονοστῆσαι συνεχώρησεν, ἀλλ' ἐπαρχίαν τὴν Καππαδοκίαν ἀπέφηνε, καὶ τὴν μεγίστην τῶν τῇδε πόλεων, Μάζακα ἔμπροσθεν ὑπὸ τῶν ἐποίκων ὀνομαζομένην, ἀφ' ἑαυτοῦ φέρειν τὴν προσηγορίαν ἐπέταξεν· ἥπερ δὴ καθ' ἡμᾶς Καίσαρός ἐστι ἐπώνυμος. Ἐς γῆρας δὲ ὅμως μακρὸν προελθὼν θνήσκει. 80 Exc. De ins.: Ὅτι Ἡρώδης ὁ τὸν Πρόδρομον ἀποκεφαλίσας, γενόμενος ἐμπληθὴς, ἐκρίνετο μῆνας ηʹ, καὶ κατὰ τὸν αὐτοῦ κοιτῶνα ἀνῃρέθη ξίφει, συνειδυίας, ὥς φασι, καὶ τῆς γυναικὸς αὐτοῦ. 81 Ibid.: Ὅτι ἐπὶ Τιβερίου τοῦ βασιλέως γενόμενος ὁ Κύριος Ἰησοῦς ἐτῶν λγʹ, ὑπὸ τῶν Ἰουδαίων κατηγορεῖτο, ὡς καταλύων αὐτῶν τὴν δόξαν, καὶ ἑτέραν ἀντεισάγων καινήν. Καὶ συναχθέντες ἅπαντες ἐν Ἱεροσολύμοις, στάσιν ἐκίνουν κατ' αὐτοῦ, βλασφημίας καταχέοντες εἴς τε τὸν Θεὸν καὶ τὸν Καίσαρα. Ἐντεῦθεν παρρησίαν λαβόντες, καὶ κρατήσαντες αὐτὸν ἐν νυκτὶ, παρέδωκαν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι· ὅστις εἴτε διὰ δειλίαν τοῦ πλήθους, εἴτε δι' ἐπαγγελίαν χρημάτων, μηδεμίαν αἰτίαν εὑρηκὼς, ἐκέλευσεν αὐτὸν σταυρωθῆναι. Καὶ σταυρωθέντος αὐτοῦ, σεισμὸς ἐγένετο μέγας καὶ σκότος ἐπὶ πᾶσαν τὴν γῆν. Γευσάμενος δὲ θανάτου, ἀνέστη ἀπὸ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελήφθη εἰς τοὺς οὐρανούς. Μάρτυρες γεγόνασι πολλοὶ θεασάμενοι καὶ συγγράψαντες.
Historia Chronike Unit 8 opening§u08-open
u08-openUnit 8.
Lemma-led open — Ἐν ᾧ ὑμεῖς περὶ ὀλίγου φιλονεικεῖτε, ἐγὼ πλῆθος χρημάτων συνήγαγον.
Greek · §u08-open
82 CAIUS CALIGULA. Exc. De virt.: Ὅτι ὁ Γάϊος μιαρώτατός τις καὶ ἀνοσιώτατος ἐγένετο. Καὶ τοσοῦτον ὁρμαθὸν κακῶν συνειληφὼς ἐπεκάλυψε τὰ τοῦ Τιβερίου μειονεκτήματα. Ὅσα γὰρ τῷ Αὐγούστῳ ἐν πολλῷ χρόνῳ περιεποιήθη, οὗτος ἐν μιᾷ ἡμέρᾳ ἀπεκτήσατο. Μοιχικώτατός τε ἀνθρώπων γενόμενος καὶ γυναῖκας ἡρμοσμένας καὶ γεγαμημένας ἐλάμβανε. Τήν τε ἑαυτοῦ τιθήνην ἐπιτιμήσας ἀνοίας ἐς ἀνάγκην ἑκουσίου θανάτου κατέστησεν. Ἐχρῆτο δὲ καὶ ταῖς ἀδελφαῖς καὶ παρανόμων ἐκοινώνει μίξεων, ὡς καὶ πατὴρ ἀνοσίας καταστῆναι γονῆς ἐκ μιᾶς αὐτῷ τῶν ἀδελφῶν ἀποκυηθείσης. Ναούς τε καὶ θυσίας ὡς ἡμιθέῳ γίνεσθαι παρεσκεύαζε. 31 Τοιούτῳ τότε αὐτοκράτορι οἱ Ῥωμαῖοι παρεδόθησαν· ὥστε τὰ τοῦ Τιβερίου ἔργα, καίπερ χαλεπώτατα δόξαντα γεγονέναι, τοσοῦτον τὰ τοῦ Γαΐου, ὅσον τὰ τοῦ Αὐγούστου παρ' ἐκεῖνα παρενεγκεῖν. Τιβέριος μὲν γὰρ αὐτός τε ἦρχε, καὶ ὑπηρέταις τοῖς ἄλλοις πρὸς τὸ ἑαυτοῦ βούλημα ἐχρῆτο· Γάϊος δὲ ἤρχετο μὲν καὶ ὑπὸ τῶν ἁρματηλατούντων καὶ ὁπλομαχούντων καὶ σκηνικῶν καὶ τραγῳδῶν πολλάκις καὶ αὐτὸς ἐνδεικνύμενος, καὶ τὴν βουλὴν πρὸς ἀνάγκας μετακαλούμενος. Εἰκοστὸν γὰρ δὴ καὶ πέμπτον ἄγων ἔτος τὴν προτέραν γαμετὴν ἐκβαλὼν τὴν Κορνηλίου Ὀρέστου ἥρπασε θυγατέρα ἐν αὐτοῖς τοῖς γάμοις, ἐγγεγυημένην Καλπουρνίῳ. Πολλούς τε διὰ ταῦτα συκοφαντῶν ἀνῄρει· τὸ δὲ ἀληθὲς διὰ τὰς οὐσίας. Οἵ τε γὰρ θησαυροὶ ἐξανάλωντο, καὶ οὐδὲν αὐτῷ ἐξήρκει. Αὖθις δὲ ταύτην ἐκποδὼν ποιησάμενος, Λολίαν ἠγάγετο, αὐτὸν τὸν ἄνδρα αὐτῆς Μέμμιον Ῥηγοῦλον ἐγγυῆσαί οἱ τὴν γυναῖκα ἀναγκάσας, ἵνα μὴ καὶ ἀνέγγυον αὐτὴν παρὰ τοὺς νόμους λάβῃ. Ἐκ δὲ τῶν μοιχειῶν, ὡς καὶ τὴν πᾶσαν Κελτικὴν καὶ Βρεττανικὴν κεχειρωμένος, αὐτοκράτωρ τε πολλάκις Γερμανικὸς καὶ Βρεττανικὸς ἐπεκλήθη. Ἐπαρθείς τε ἐπὶ τούτοις Ζεύς τε ἐλέγετο, καὶ τὰς ἐκείνου στήλας εἰς αὐτὸν μετερρύθμιζε. Ταῖς τε γὰρ βρονταῖς ἐκ μηχανῆς τινος ἀντεβρόντα, καὶ ταῖς ἀστραπαῖς ἀντήστραπτεν· ὅπου δὲ κεραυνὸς κατέπεσε λίθον ἀντηκόντιζεν. 83 Exc. Salm.: Γάϊος τὰς δύο ἀδελφὰς αὐτοῦ διεπαρθένευσεν. Ἰδὼν δὲ πηλὸν ἐν στενωπῷ, ἐκέλευσεν ἀχθῆναι Οὐεσπασιανὸν, τότε ἀγορανόμον ὄντα, καὶ ἐμβληθῆναι τὸν πηλὸν εἰς τὸν κόλπον αὐτοῦ. Οὗτος κυβεύων ποτὲ ἐν Γαλλίαις, καὶ μαθὼν ὡς οὐκ ἔστιν αὐτῷ ἀργύριον, ἀναστὰς ἐκέλευσε πολλοὺς πλουσίους ἀναιρεθῆναι· καὶ ἐλθὼν πρὸς τοὺς συγκυβευτὰς εἶπεν, «Ἐν ᾧ ὑμεῖς περὶ ὀλίγου φιλονεικεῖτε, ἐγὼ πλῆθος χρημάτων συνήγαγον.» Ἐλέγετο δὲ Καλλιγόλας, ὅτι ἐκ μικρᾶς ἡλικίας ἐν τῷ στρατοπέδῳ τὰ πολλὰ ἐτρέφετο, καὶ τοῖς
Unit 8 rem early§u08-rem-early
u08-rem-earlyRem early: Unit 8; lemma and argument toward the thesis.
Greek · §u08-rem-early
στρατιωτικοῖς ἐχρῆτο ὑποδήμασιν· ἐκ τῶν καλλίγων οὖν Καλλιγόλας ἐλέγετο. 84 Exc. De ins.: Ὅτι ποτὲ τὸν δῆμον συνελθόντα ἐν ἱπποδρομίῳ, καὶ τοῦτον ἐλέγχοντα ὑπὸ τῶν στρατιωτῶν διέφθειρεν· ἐξ οὗπερ πάντες ἐσιώπησαν, ἄχρις οὗ Κάσσιός τε Χαιρέας καὶ Κορνήλιος Σαβῖνος, καίτοι χιλιαρχίας παρ' αὐτοῦ πεπιστευμένοι, συνωμόσαντο, πάντες τε ὡς εἰπεῖν οἱ περὶ αὐτὸν ὑπέρ τε σφῶν καὶ τῶν κοινῶν ἐκινήθησαν· καὶ τηρήσαντες αὐτὸν ἐκ τοῦ θεάτρου ἐρχόμενον, ὅτε δὴ τοὺς ἐκ τῆς Ἑλλάδος παῖδας ἐπὶ τὸν ἴδιον ὕμνον μετεπέμπετο, ἐν στενωπῷ τινι τόπῳ προσπεσόντες τιτρώσκουσιν, ἄλλοι τε ἐκ τῶν σαρκῶν αὐτοῦ ἐγεύσαντο. Καὶ τὰ μὲν Γαΐου τοιαῦτα, τρισὶν ἔτεσι καὶ μησὶ θʹ, ἡμέρας τε ηʹ καὶ κʹ βασιλεύσαντος. Καὶ αὐτὸς τοῖς ἔργοις, ὡς οὐκ ἦν θεὸς, ἐξέμαθεν. Ὑφ' ὧν τε καὶ μὴ παρὼν προσεκυνεῖτο, τότε κατεπτύετο· καὶ ὑφ' ὧν τε Ζεὺς καὶ θεὸς ὠνομάζετό τε καὶ ἐγράφετο, σφάγιον ἐγίνετο· ἀνδριάντες τε αὐτοῦ καὶ εἰκόνες ἐσύροντο, μεμνημένου μάλιστα τοῦ δήμου ὧν ἐπεπόνθει δεινῶν. Οἱ δὲ στρατιῶται ὅσοι μὲν ἐκ τοῦ Γερμανικοῦ μέρους ἦσαν, ἐθορύβουν τε καὶ ἐστασίαζον, ὥστε καὶ σφαγὰς ποιεῖν· ὅσοι δὲ ἄλλως πως ἐπὶ τῇ βουλῇ ἐποιήσαντο, πεισθέντες τοῖς ὅρκοις ἡσύχασαν. Τούτων δὲ περὶ τὸν Γάϊον πραττομένων, Σέντιός τε καὶ Σεκοῦνδος οἱ ὕπατοι εὐθὺς ἐκ τῶν θησαυρῶν τὰ χρήματα εἰς τὸ Καπιτώλιον μετεκόμισαν, φυλακάς τε τοὺς πλείους τῆς γερουσίας ἐπέστησαν, καὶ στρατιώτας ἱκανοὺς, ἵνα μὴ διαρπαγὴ ὑπὸ τοῦ πλήθους γένηται. Οὗτοί τε ἅμα τοῖς ἐπάρχοις καὶ τοῖς περὶ Σαβῖνον καὶ Χαιρέαν τὸ πρακτέον ἐσκοποῦντο. 85 CLAUDIUS. 32 Exc. De virt.: Ὅτι Κλαύδιος ὁ βασιλεὺς Ῥωμαίων τὴν μὲν ψυχὴν οὐ φαῦλος ἐγεγόνει, ἀλλὰ καὶ ἐν παιδείᾳ ἤσκητο ὡς καὶ συγγράψαι τινά· τὸ δὲ δὴ σῶμα νοσώδης, ὥστε καὶ τῇ κεφαλῇ καὶ ταῖς χερσὶν ὑποτρέμειν. Καὶ διὰ τοῦτο καὶ τῷ φωνήματι ἐσφάλλετο, καὶ οὐ πάντα ὅσα εἰς τὸ συνέδριον εἰσέφερεν, αὐτὸς ἀνεγίνωσκεν, ἀλλὰ τῷ ταμίᾳ ὥς γε πλήθει ἀναλέγεσθαι ἐδίδου· ὅσα δ' αὐτὸς ἀνεγίνωσκε, καθήμενος ὡς τὸ πολὺ ἐπελέγετο. Καὶ μέντοι καὶ δίφρῳ καταστέγῳ πρῶτος Ῥωμαίων ἐχρήσατο. Οὐ μέντοι καὶ διὰ ταῦτα οὕτως ὅσον ὑπὸ τῶν
Unit 8 rem mid§u08-rem-mid
u08-rem-midRem mid: Unit 8; lemma continues; reading with the letter.
Greek · §u08-rem-mid
ἐξελευθέρων καὶ ὑπὸ τῶν γυναικῶν αἷς συνῆν ἐκακύνετο. Περιφανέστατα γὰρ ἐγυναικοκρατήθη καὶ ἐδουλοκρατήθη, ἅτε ἐκ παίδων ἐν νοσηλείᾳ καὶ ἐν φόβῳ τραφείς· καὶ διὰ τοῦτο ἐπὶ πλέον τῆς ἀληθείας εὐήθειαν προσεποιεῖτο, ὅπερ που καὶ αὐτὸς ὡμολόγησε. Καὶ πολὺν μὲν χρόνον τῇ τηθῇ Λιουίᾳ, πολὺν δὲ καὶ τῇ μητρὶ Ἀντωνίᾳ τοῖς τε ἀπελευθέροις συνδιαιτηθεὶς, καὶ προσέτι καὶ ἐν συνουσίαις γυναικῶν πλείοσι γενόμενος, οὐδὲν ἐλευθεροπρεπὲς ἐκέκτητο. Ἐπετίθεντο δὲ αὐτῷ ἔν τε τοῖς συμποσίοις μάλιστα καὶ ἐν ταῖς συμμίξεσι. Πάνυ γὰρ ἀπλήστως ἐν ἀμφοτέροις διέκειτο· καὶ ἦν ἐν τῷ καιρῷ τούτῳ εὐάλωτος. Πρὸς δὲ καὶ δειλίαν εἶχεν, ὑφ' ἧς πολλάκις ἐκπληττόμενος οὐδὲν τῶν προσηκόντων ἐξελογίζετο. Ἐκεῖνόν τε γὰρ ἐκφοβοῦντες ἐξεκαρποῦντο, καὶ τοῖς ἄλλοις δέος ἐνέβαλλον. Τοιοῦτος οὖν δή τις ὢν οὐκ ὀλίγα καὶ δεόντως ἔπραττεν, ὁσάκις ἔξω τῶν εἰρημένων παθῶν ἐγίνετο. 86 Exc. De ins.: Ὅτι ὁ Κλαύδιος ὁ βασιλεὺς τῶν Ῥωμαίων τόν τε Χαιρέαν καί τινας ἄλλους, καίπερ ἐπὶ τὸν τοῦ Γαΐου θάνατον ἡσθεὶς, πρῶτα μὲν τῆς πόλεως ἐξέβαλεν, ἔπειτα καὶ ἐδολοφόνησεν. Οὐ γὰρ ὅτι τὴν ἀρχὴν διὰ τὴν ἐκείνων πρᾶξιν εἰλήφει χάριν αὐτοῖς εἶχεν, ἀλλ' ὅτι ἐτόλμησαν αὐτοκράτορα ἀποσφάξαι ἐδυσχέραινεν. 87 Exc. Salmas.: Κλαύδιος δειλὸς ὢν πάντας 87 τοὺς προσιόντας αὐτῷ ἐποίησεν ἀνερευνᾶσθαι, μή τι ξιφίδιον ἔχωσι, καὶ ἐν τοῖς συμποσίοις ὡπλισμένοι παρεστήκεσαν αὐτῷ. 88 Exc. De virt.: Ὅτι ὁ αὐτὸς ταῖς ὁπλομαχίαις ἀκορέστως προσκείμενος οὐ μόνον τὰ τῶν δορυαλώτων καὶ κατακρίτων κατανήλισκε σώματα, ἀλλὰ καὶ τῶν ἀπελευθέρων. Ταῖς τε τῆς γαμετῆς Βαλερίας Μεσσαλίνης γυναίου ἀκολάστου καὶ τυραννικοῦ διαβολαῖς ὑπαγόμενος, συχνοὺς τῶν ἐπισήμων τῆς βουλῆς διέφθειρεν. Ἀπείχετο δὲ οὐδὲ τῶν ἀφ' αἵματος. Καὶ γὰρ τούτων ἔστιν οἳ ἀπώλοντο, τοῦ μὲν ἀβασανίστως τὰς διαβολὰς δεχομένου, τῆς δὲ ἀφ' ἑτέρου εἰς ἕτερον ἀγούσης τὸν Κλαύδιον, τῇ τε κουφότητι τοῦ ἀνδρὸς κατακεχρημένης. Τὰς γοῦν δύω ἀδελφὰς διαβληθείσας ἀνεῖλεν, αὖθίς τε τοὺς γαμβροὺς μηδὲν ἡμαρτηκότας. Ἐκείνους γὰρ μάρτυρας τῶν κατηγοριῶν ἡ Μεσσαλίνα ἐποιεῖτο τοὺς τὸ κράτος ἔχοντας· καὶ τούς τι δυναμένους μηνῦσαι τῶν ὑπ' αὐτῆς πραττομένων,
Unit 8 rem close§u08-rem-close
u08-rem-closeRem CLOSEOUT: Unit 8 CLOSEOUT.
Greek · §u08-rem-close
οὓς μὲν εὐεργεσίαις, οὓς δὲ τιμωρίαις προκατελάμβανεν, ὡς οὐ τὴν πολιτείαν μόνην ὑπ' αὐτῆς διοικεῖσθαι, ἀλλὰ καὶ τὰς στρατείας καὶ ἐπιτροπείας πάντα τε τἄλλα ἀφειδῶς πωλεῖν καὶ καπηλεύειν. Ἐξ οὗπερ ἀναγκασθῆναι τὸν Κλαύδιον, εἰς τὸ Ἄρειον πεδίον τοῦ πλήθους συνελθόντος, τὰς τιμὰς διατάξαι. Οὐ μὴν ἀλλὰ καὶ αὐτή γε, εἰς πᾶν ἀκολασίας τε καὶ ὠμότητος προελθοῦσα, καὶ μιγνυμένη μὲν ἀναίδην οἷς ἐπιθυμήσειεν, ἀναιροῦσα δὲ καὶ τῶν ὁμιλούντων αὐτῇ συχνοὺς, μόλις πρὸς τοῦ Κλαυδίου τῆς ἀτοπίας αἰσθομένου διαφθείρεται. Ἐπεὶ γὰρ οὐκ ἀπέχρησεν αὐτῇ μοιχεύεσθαι πολλάκις καὶ ἐπὶ οἰκήματος σὺν ταῖς ἄλλαις τῶν ἐπιφανῶν γυναιξὶ καθεζομένῃ, ἀλλ' ἐπεθύμησε κατὰ νόμον δὴ καὶ συμβόλαια πλείοσι συνοικεῖν ἀνδράσιν, ἐνταῦθα καταμηνυθεῖσα τῷ Κλαυδίῳ πρὸς Ναρκίσσου τινὸς ἀπελευθέρου τοῦ βασιλέως ἀναιρεῖται, τῶν μὲν βασιλείων ἐξωσθεῖσα, περὶ δὲ τοὺς Ἀσιατικοῦ κήπους πλανωμένη, ὧν ἕνεκα τὸν δείλαιον Ἀσιατικὸν μικρῷ πρόσθεν ἀπολωλέκει. Μεθ' ἣν καὶ τὸν ἑαυτοῦ δοῦλον ὁ Κλαύδιος ὑβρίσαντά τινα τῶν ἐν ἀξιώσει διέφθειρεν. 89 Exc. De ins.: Ὅτι Κλαύδιος ὑπὸ Ἀγριππίνης ἀναιρεῖται τρόπῳ τοιῷδε. 33 Αὕτη γὰρ φάρμακον δηλητήριον ὑπὸ Λουκούστης ἀνελομένη, ἐν τοῖς καλουμένοις μύκησιν ἐνέβαλεν. Ὁ δὲ ὑπό τε τοῦ οἴνου καὶ τῆς ἄλλης διαίτης μηδέν τι τοιοῦτον ὑποπτεύων ἐπε βουλεύθη. Καὶ ἐκ μὲν τοῦ συμποσίου ὡς καὶ ὑπερκορὴς μέθης ἐξεκομίσθη, διὰ δὲ τῆς νυκτὸς ἐτελεύτησε, βιώσας ἔτη ξʹ καὶ γʹ καὶ μῆνας βʹ, ἡμέρας ιγʹ, αὐταρχήσας δὲ ἔτη ιʹ καὶ γʹ. Ταῦτα ἡ Ἀγριππίνα ποιῆσαι ἠδυνήθη, ὅτι τὸν Νάρκισσον συνέβη μὴ παρεῖναι, ἐπεὶ παρόντος αὐτοῦ οὐκ ἂν ἐδεδράκει τοῦτο· τοιοῦτός τις φύλαξ τοῦ δεσπότου ἦν. Ἀποθανόντος δὲ τοῦ Κλαυδίου, καὶ αὐτὸς εὐθὺς διεφθάρη, παρὰ τῷ Μεσσαλίνης μνημείῳ ἔκ τινος συντυχίας, ὅπερ εἰς τιμωρίαν ἐκείνης ἐνομίσθη. Καὶ Κλαύδιος μὲν ὑπὸ τῆς Ἀγριππίνης τῆς γυναικὸς τῆς τε ἀδελφῆς, δι' ἣν τά τε ἄλλα καὶ ἐπιόρκησεν, ἐπεβουλεύθη ἐν τῷ σιτίῳ, καὶ διεφθάρη κακῶς, ἵνα τε ὁ υἱὸς αὐτῆς μοναρχήσῃ, καὶ ὁ Βρεττανικὸς αἵ τε ἀδελφαὶ αὐτοῦ ἀπόλωνται.
Historia Chronike Unit 9 opening§u09-open
u09-openUnit 9.
Lemma-led open — Σὺ εἶ ὁ Χριστός;
Greek · §u09-open
90 ΝΕΡΩΝ. Exc. De virt.: Ὅτι βασιλεύοντος νέου τοῦ Νέρωνος Βοῦρρος καὶ Σενέκας διῴκουν τὰ πράγματα. Ὁ δὲ λόγοις ἐσχόλαζε φιλοσόφοις, καὶ τὰ περὶ τοῦ Χριστοῦ κατεμάνθανεν. Ἔτι γὰρ ἐνόμιζεν αὐτὸν τοῖς ἀνθρώποις συναναστρέφεσθαι. Καὶ μαθὼν ὅτι ὑπὸ τῶν Ἰουδαίων ἐσταυρώθη, ἠγανάκτησε. Καὶ προσέταξεν ἐλθεῖν τοὺς ἱερεῖς Ἄνναν καὶ Καϊάφαν καὶ αὐτὸν Πιλάτον, τὸν ἄρχοντα τότε γενόμενον, σιδηροδεσμίους. Καὶ καθίσας ἐπὶ τῆς συγκλήτου τὰ περὶ αὐτοῦ πεπραγμένα κατεμάνθανεν. Οἱ οὖν περὶ τὸν Ἄνναν καὶ Καϊάφαν ἔλεγον, ὅτι «Ἡμεῖς τοῖς νόμοις αὐτὸν παρεδώκαμεν, καὶ εἰς καθοσίωσιν οὐχ ἡμάρτομεν. Ὁ γὰρ Πιλάτος ὢν ἄρχων ὅσα ἠβουλήθη ἔπραξε.» Καὶ τοῦτον ἐν τῷ δεσμωτηρίῳ κατέκλεισε, τοὺς δὲ περὶ τὸν Ἄνναν καὶ Καϊάφαν ἀπέλυσεν. Ἤκμαζε δὲ τότε καὶ Σίμων ὁ Μάγος. Καὶ διαλεγομένων Πέτρου καὶ Σίμωνος παρουσίᾳ Νέρωνος, ἤχθη Πιλάτος ἀπὸ τοῦ δεσμωτηρίου· καὶ παρισταμένων τῶν τριῶν τῷ Νέρωνι, ἐρωτᾷ τὸν Σίμωνα· «Σὺ εἶ ὁ Χριστός;» Ὁ δὲ λέγει· «Ναί.» Εἶτα ἐρωτᾷ τὸν Πέτρον· «Σὺ εἶ ὁ Χριστός;» Ὁ δὲ λέγει· «Οὔ· ἐμοῦ γὰρ παρισταμένου εἰς τὸν οὐρανὸν ἀνελήφθη.» Ἠρώτησε δὲ καὶ τὸν Πιλάτον, ποῖός ἐστιν ἐκ τούτων ὁ λεγόμενος Χριστός. Καὶ εἶπεν· «Οὐδὲ εἷς· ὁ μὲν γὰρ Πέτρος μαθητὴς αὐτοῦ γέγονε, καὶ εἰσηνέχθη παρ' ἐμοὶ ὡς μαθητὴς αὐτοῦ, καὶ ἠρνήσατο αὐτὸν λέγων· «Οὐκ οἶδα τὸν ἄνθρωπον·» καὶ ἀπέλυσα αὐτόν. Οὗτος δὲ ὁ Σίμων οὐδαμῶς ἔγνωσταί μοι, οὐδεμίαν δὲ ἔχει ὁμοιότητα πρὸς ἐκεῖνον· ἔστι γὰρ οὗτος καὶ Αἰγύπτιος καὶ ἐμπληθὴς καὶ κατάκομος καὶ μέλας, παντελῶς τῆς ἐκείνου μορφῆς ἀλλότριος.» Ἀγανακτήσας οὖν ὁ βασιλεὺς κατὰ μὲν τοῦ Σίμωνος, ὡς ψευσαμένου καὶ εἰπόντος ἑαυτὸν Χριστόν· κατὰ δὲ τοῦ Πέτρου, ὡς ἀρνησαμένου τὸν διδάσκαλον, ἐξέβαλεν αὐτοὺς ἐκ τοῦ συνεδρίου· τὸν δὲ Πιλάτον τῆς κεφαλῆς ἀπέτεμεν, ὡς τηλικοῦτον ἄνθρωπον ἀνελεῖν τολμήσαντα δίχα βασιλικῆς κελεύσεως. Καὶ μετὰ ταῦτα Πέτρον μὲν ἐσταύρωσε, Παῦλον δὲ τῆς κεφαλῆς ἀπέτεμε. Καὶ τὸ μὲν πρότερον τοιαῦτα ἔπραττεν ὁ Νέρων. Ἐπεὶ δὲ τρυφαῖς καὶ κώμοις καθημερινοῖς ὁ Νέρων ἐντραφεὶς πράττειν (τε) τὰ τῆς ἀρχῆς (ἐφ' ἧς) ἑαυτὸν ἠξίου, ταχὺ τὸ σεμνὸν καὶ μεγαλοπρεπὲς τῆς τῶν Ῥωμαίων ἡγεμονίας εἰς τὸ ἄκοσμόν τε καὶ ταπεινὸν μετεβέβληκεν, ἀήθη τινὰ μετιὼν καὶ δαπανηρὸν ἀκολασίας τρόπον, ἐκθέσμοις τε καὶ παρανόμοις ἐγχειρῶν δράμασι· λουτρὸν μὲν γὰρ ἦν αὐτῷ ζηλοῦντι τῆς πολυτελείας καὶ ἐκδιαιτήσεως τοῦ Καλιγόλα, οὐχ ὕδωρ, ἀλλὰ μύρον, τὸ μὲν θερμαινόμενον, τὸ δὲ ψυχόμενον, καὶ εἰς ἑκατέραν τὴν χρείαν τοῦ λουτροῦ παρασκευαζόμενον. Ἐχρῆτο δὲ δικτύοις παρὰ τὰς ἄγρας τῶν ἰχθύων χρυσοῖς, ἐξέλκων τοὺς κόλπους τῶν δικτύων 34 καλωδίοις ἐξ ἐρίου πεποιημένοις, ἀστράπτουσι τῇ βαφῇ τῆς κόχλου. Ἐς τοῦτό γε μὴν προϊὼν ἀτοπίας ἐλήλυθεν, ὡς παριέναι μὲν εἰς τὴν σκηνὴν, ὑπὸ δὲ τῇ πάντων ὄψει ὀρχεῖσθαί τε καὶ ᾠδάς τινας διεξιέναι, ἀναλαμβάνοντα σκευὴν νῦν μὲν κιθαριστῶν, νῦν δὲ τραγῳδίας ὑποκριτῶν. Ἀλλὰ ταῦτα μὲν εἰ καὶ σφόδρα τὴν ἀρχὴν ἐλυμαίνετο, γέλωτά γε ὅμως καὶ ἡδονὴν παρεῖχε τοῖς θεωμένοις. Τὸ δὲ πάντων αἴσχιστον καὶ δεινότατον ὅτι καὶ ἄνδρας καὶ γυναῖκας οὐ μόνον τῶν εἰς τὸν δῆμον καὶ τοὺς ἱππεῖς τελούντων, ἀλλὰ καὶ τοῦ βουλευτικοῦ ἀξιώματος, καὶ οὐχ ὅπως νέους, ἀλλ' ἤδη καὶ παρηβηκότας ὁπλομαχεῖν ἐν τοῖς θεάτροις ἠνάγκαζε καὶ θηρία φονεύειν καὶ ὀρχεῖσθαι καὶ ᾄδειν καὶ πρὸς πᾶν ἀσχημοσύνης ἰέναι· ἵνα δὲ δὴ εὐπρεπὲς εἴη, καὶ αὐτὸς ἐς τὸ θέατρον παρῄει. Καὶ εἶδον οἱ τότε ἄνθρωποι τὰ γένη τὰ μεγάλα, τοὺς Φουρίους, τοὺς Ὁρατίους, τοὺς Φαβίους, τοὺς Πορκίους, τοὺς Βαλερίους κάτω ἑστηκότας καὶ τοιαῦτα δρᾶν ἀναγκαζομένους, ὧν ἔνια οὐδὲ ὑπὸ ἄλλων γινόμενα πρόσθεν ὁρᾶν ἠνείχοντο. Αἰλία γοῦν Κατέλλα γυνὴ τοῦτο μὲν γένει, τοῦτο δὲ καὶ πλούτῳ προήκουσα, πρὸς γῆράς τε μακρὸν ἀφιγμένη (ὀγδοηκοντοῦτις γὰρ ἦν) ἐπὶ
Unit 9 rem early§u09-rem-early
u09-rem-earlyRem early: Unit 9; lemma and argument toward the thesis.
Greek · §u09-rem-early
τῆς σκηνῆς ὠρχήσατο, οἵ τε ἄλλοι τῶν ἐπιφανῶν, ἢ διὰ γῆρας ἢ διὰ νόσον οὐδὲν ἰδίᾳ ποιῆσαι δυνηθέντες, ᾖδον κατὰ χοροὺς ἱστάμενοι. Ἐπετέλει δὲ ταύτας τὰς ἐκθέσμους θέας ἐπί τε τῷ γενείῳ τὸ πρῶτον ψιλωθέντι, καὶ ἐπὶ τῷ τῆς μητρὸς φόνῳ· ἀπολελοίπει γὰρ αὐτὸν οὐδὲ τὸ φονικόν τε καὶ ἀπηνὲς, καίτοι γε παίζειν δοκοῦντα· ἀλλ' ἦν μὲν καθάπαξ τοῖς ἀγαθοῖς τε καὶ πεπαιδευμένοις ἔγκοτος. Τὸ δὲ πλεῖστον καὶ κράτιστον ἐπὶ παραλόγοις αἰτίαις ἀπανηλώκει τῆς βουλῆς μέρος, τοὺς μὲν ὅτι εὐγενεῖς, τοὺς δὲ ὅτι περιουσίας ἔχοντας, τοὺς δὲ ὅτι σώφρονες ἦσαν μισῶν τε καὶ κολάζων. Μουσώνιόν τε καὶ Κορνοῦτον μικροῦ μὲν ἐδέησεν ἀποκτεῖναι, τῆς δὲ Ῥώμης ἐξήλασεν· ἄλλο μὲν οὐδὲν ἐπικαλῶν, ὅτι δὲ σοφοὶ καὶ ἄριστοι τὸν βίον ἐγενέσθην. Συγγενῶν τε φόνοις ἑκάστης, ὡς εἰπεῖν, ἐμιαίνετο τῆς ἡμέρας. Τόν τε γὰρ Βρεττανικὸν ἀδελφόν οἱ εἶναι δοκοῦντα, πρῶτα μὲν εἰς τὴν ὥραν ἀσελγῶς ὕβρισεν, ἔπειτα δὲ παρὰ δεῖπνον δηλητηρίῳ φαρμάκῳ διέφθειρεν· ὡς δεινὸν μὴ μόνον ἀκούεσθαι, ἀλλὰ καὶ ὁρᾶσθαι· πελιδνὸς γὰρ ὅλος ἐγένετο, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀνεῳγμένοι καὶ τοὺς ἐφόρους πρὸς τιμωρίαν καλοῦντες. Καὶ τὴν ἑαυτοῦ γαμετὴν Ὀκταβίαν δι' ἣν εἰς τὴν ἀρχὴν οὐχ ἥκιστα παρεληλύθει, πρῶτον μὲν ἀπεπέμψατο, ἔπειτα καὶ ἀπέκτεινε. Καὶ ἐν νυκτὶ ἐκώμαζε κατὰ πᾶσαν τὴν πόλιν, ὑβρίζων τὰς γυναῖκας καὶ ἀσελγαίνων εἰς τὰ μειράκια, ἀποδύων τε τοὺς ἀπαντῶντας, παίων, τιτρώσκων, φονεύων· καὶ ἐδόκει λανθάνειν ἀλλοτρίαις ἐσθῆσι χρώμενος· τάς τε τῶν ἐλευθέρων γυναῖκας ἐξ ἐπηρείας ὑβρίζων, καὶ ταῖς παρθένοις ὡς καὶ ἑταιρίσι μετὰ τῶν φίλων χρώμενος. Ἡ δὲ Ἀγριππίνη ἔς τε τὰ συνέδρια ἐφοίτα, ταῖς τε πρεσβείαις ἐχρημάτιζε, καὶ ἐπιστολὰς δήμοις καὶ ἄρχουσι καὶ βασιλεῦσιν ἐπέστελλεν. Ἀλλὰ ταῦτα μὲν Ἀγριππίνη ἔπραττεν, ἄχρις οὗ ὁ Νέρων τὴν Σαβίνην ἠγάγετο. Τότε γὰρ καὶ τὴν μητέρα ἐφόνευσεν. Αἰτίαν δὲ τῆς ἀνοσιουργίας τῆσδε γεγενῆσθαι Σαβίναν γυναῖκα γένους ἐπιφανοῦς· ἧς ἐρασθεὶς ὁ Νέρων πρῶτον μὲν αὐτὴν πρὸς βίαν τοῦ ἀνδρὸς Ποπλίου ἀπήγαγεν· ἔπειτα σὺν ταῖς παλλακίσι τάττειν οὐκ ἀνασχόμενος, ἀλλὰ γαμετὴν ποιήσασθαι διεγνωκὼς, τὴν μὲν Ἀγριππίνης ἀφαιρεῖται τιμὴν, Αὐγούσταν δὲ τὴν Σαβίναν ἀποδείκνυσιν· ὡς ἐκ τούτου ἀνόσιόν τι καὶ μιαρώτατον ἔργον τὴν μητέρα αὐτοῦ μελετῆσαι. Ὥσπερ γὰρ τὸν θεῖον αὐτῆς τὸν Κλαύδιον εἰς ἔρωτα φαρμακείαις εἰσήγαγεν, οὕτω καὶ τὸν ἑαυτοῦ παῖδα πρὸς τὴν τοιαύτην δυσσέβειαν παρέτρεψεν. Ἀλλ' ὅμως καὶ μετὰ τὰς τοιαύτας πράξεις διαβληθεῖσάν οἱ πρὸς τῆς Σαβίνης, Ἀνικήτῳ τινὶ τῶν σωματοφυλάκων πρὸς διαφθορὰν ἐξέδοτο. Οὗ γενομένου, ἔγων τε ἐκείνη καὶ ἀνεπήδησεν ἐκ τῆς κλίνης, τήν τε ἐσθῆτα περιερρήξατο, καὶ τὴν γαστέρα γυμνώσασα, «Παῖε, ἔφη, ταύτην, Ἀνίκητε, ὅτι Νέρωνα ἔτεκε.» Καὶ τὰς περιττὰς 35 μιαρίας προεγράψαμεν ἐκ τῆς ἱστορίας ∆ίωνος, περί τε τῆς μητροκτονίας καὶ τοῦ Σπόρου τοῦ ἐρωμένου καὶ τῶν λοιπῶν. 91 Exc. De ins.: Ὅτι ἐν τῇ Ἰβηρίᾳ Γάϊος Ἰούλιος Οὐίνδιξ ἐπανίσταται τῷ Νέρωνι, πολλούς τε τῶν τῆς συγκλήτου βουλῆς φυγάδων προσλαβόμενος Γάλβαν ἀποδείκνυσι βασιλέα· ὃς τὰς δυνάμεις εὐθέως ἐξοπλίσας, καὶ πάντα τὰ πρὸς τὸν πόλεμον παρασκευασάμενος ἐπὶ τὴν Ῥώμην ἐλαύνει. Ὁ γοῦν Νέρων, οὐ μετρίως ἐπὶ τούτῳ ταραχθεὶς, στρατηγὸν τοῦ πολέμου Ῥοῦφον Γάλλον ἐκπέμπει· ὃς οὐδὲ ἐς χεῖρας ἐλθεῖν ἀνασχόμενος πρὸς τὸν Γάλβαν, ὁμολογεῖται καὶ σπένδεται πρὸς τὸν Οὐίνδικα· αὐτὸς μὲν τῶν Γαλλιῶν ἄρχειν ἐπιλεξάμενος, Οὐίνδικι δὲ τὴν Ἰβηρίαν προσήκειν, καὶ τῷ Γάλβᾳ πᾶσαν ὁμοῦ τὴν Ἰταλίαν, καὶ ὅσα τῇ Ῥωμαίωνἀρχῇ πρὸς ὑπακοὴν ἔθνη τυγχάνει. Τούτων αὐτοῖς διομολογηθέντων, τινὲς τῶν τοῦ Ῥούφου στρατιωτῶν ἐπιβουλεύουσι τῷ Οὐίνδικι, ἀγνοίᾳ μὲν τῶν ὁμιληθέντων, ζήλῳ δὲ τῆς πρὸς αὐτὸν δυναστείας. Ἀλλ' ὁ μὲν Οὐίνδιξ, καίτοι ῥᾳδίως δυνάμενος σωθῆναι, ἀγανακτήσας καὶ ὀλοφυράμενος, ὅτι ἐκ τῶν ὁμοφρονούντων ἐκακώθη, καὶ ὅτι τὰ ἐναντία τῷ Νέρωνι ἀμφότεροι πράττοντες ἑαυτοὺς ἀπώλλυσαν, καὶ προσέτι τοῦ ἀνθρωπείου βίου καταγνοὺς, καί τι πρὸς τὸ δαιμόνιον εἰπὼν, ὅτι τοιούτου πράγματος ἀρξάμενος οὐκ ἐπλήρωσεν, ἑαυτὸν προσκατειργάσατο. Ὁ γοῦν Ῥοῦφος δεινῶς ἐπὶ τῷ τοιούτῳ πάθει ὑπεραλγήσας, καί
Unit 9 rem mid§u09-rem-mid
u09-rem-midRem mid: Unit 9; lemma continues; reading with the letter.
Greek · §u09-rem-mid
τινας τῶν στρατιωτῶν κολά σας ἐν ἀφασίᾳ κατέστη. Ταῦτα ὡς ἠγγέλθη τῷ Νέρωνι, οὐδεμίαν τοῦ λοιποῦ τῶν ὅπλων ἐλπίδα ἐποιήσατο, ἀλλ' ἐβουλεύσατο ἀμφ' αὑτὸν ἄλλο πρᾶξαι. Καὶ ἄλλων ἄλλα λεγόντων, τέλος ἔγνω τούς τε βουλευτὰς ἀποκτεῖναι, καὶ τὴν πόλιν καταπρῆσαι νύκτωρ, ἔς τε τὴν Ἀλεξάνδρειαν πλεῦσαι· εἰπὼν «ὅτι κἂν τῆς ἀρχῆς ἐκπέσωμεν, τό γε τέχνιον ἡμᾶς θρέψει.» Οἱ δὲ τῆς βουλῆς ἀκούσαντες ταῦτα, πρὸς τοὺς δορυφόρους καὶ τοὺς ἄλλους, οἳ τὴν βασίλειον φρουροῦσιν, αὐλὴν προσδιαλεχθέντες, πείθουσί τε αὐτοὺς ἅμα γενέσθαι, καὶ μεταποιήσασθαι τῆς Ῥωμαίων ἐπικρατείας. Ἐπειδὴ δὲ καὶ οὗτοι τῆς τῶν βουλευσάντων ἐγένοντο γνώμης, αὐτίκα μὲν τὸν τοῦ στρατοπέδου ἔπαρχον Σκίπουλον ἀναιροῦσιν· ἀφίστανται δὲ τῆς τοῦ βασιλέως φρουρᾶς. Ὁ δὲ Νέρων ὡς καὶ ὑπὸ τῶν σωματοφυλάκων κατελείφθη, ἀποκτεῖναι μὲν ἑαυτὸν οὐκ ἐτόλμησεν, ἵνα τὴν αἰσχύνην κερδάνῃ· φυγεῖν δὲ ἐπεχείρησε, πρότερον κεραυνωθείσης αὐτοῦ τῆς τραπέζης· ἐσθῆτά τε φαύλην ἐνδυσάμενος, καὶ ἐφ' ἵππον οὐδὲν βελτίονα ἀναβὰς, κατακεκαλυμμένος πρὸς χωρίον τι Φάωνος Καισαρείου μετὰ Ἐπαφροδίτου καὶ Σπόρου κατέφυγε. Νυκτὸς δὲ ἔτι οὔσης, καὶ αὐτοῦ ταῦτα πράσσοντος, σεισμὸς ἐξαίσιος ἐν τῇ Ῥώμῃ γέγονε. Καὶ αὐτὸν γνωρισθέντα ὑπό τινων ἀποβῆναι μὲν τοῦ ἵππου παραχρῆμα, ἔς τινα δὲ πλησίον καταφυγεῖν καλαμῶνα· ἐν ᾧ μέχρι πολλοῦ ἐρριμμένος, πάντα μὲν παριόντα ὑπετοπεῖτο, πᾶσαν δὲ φωνὴν, ὡς καὶ ἀναζητοῦσαν αὐτὸν, ὑπέτρεμε, θρηνῶν τε καὶ ὀλοφυρόμενος ἐν οἷς ἦν πρότερον, καὶ ὅτι ἐν κοπρίᾳ ἔρριπτο. Νέρων μὲν οὖν αὐτὸς παρ' ἑαυτῷ ἐτραγῴδει, καὶ ὀψέ ποτε, ἐπεὶ μηδεὶς αὐτὸν ἑώρα, μετῆλθεν εἰς τὸ πλησίον ἄντρον, καὶ διψήσας ἔπιεν ὕδωρ. Ἡ δὲ τῶν Ῥωμαίων βουλὴ πολέμιον αὐτὸν ἀνειποῦσα, δοῦναι δίκας τῶν κατὰ τὴν ἀρχὴν ἡμαρτημένων τοιόνδε τινὰ τρόπον ἐψηφίσατο· ἀχθῆναι μὲν γὰρ ἐς τὸ δεσμωτήριον γυμνὸν, κεραίας ἐπιβεβλημένης τῷ τραχήλῳ, προστάττεται, μετὰ δὲ σφοδρὸν αἰκισμὸν τοῦ σώματος ὠσθῆναι κατά τινος πέτρας. Ἃ δὴ προαισθόμενος ὁ Νέρων, τούς τε χωροῦντας ἐπ' αὐτὸν καταδείσας, προσέταξε τοῖς παροῦσι καὶ ἑαυτὸν καὶ ἑαυτοὺς ἀποκτεῖναι. Ἐπεὶ δέ γε οὐχ ὑπήκουσαν, τὸ μὲν ὅτι οὐκ ἐτόλμων, τὸ δὲ ὅτι τὴν ταφὴν αὐτοῦ προεφασίσαντο, δεινῶς ἀλγήσας ἐστέναξεν, ὅτι μηδὲν ἐδύνατο. Μετὰ δὲ τοῦτο τὸν Σπόρον βουληθεὶς ἀποκτεῖναι διήμαρτεν, ἀποφυγόντος ἐκείνου. Τότε ἔφη· «Ἐγὼ οὐδὲ φίλον οὐδὲ ἐχθρὸν ἔχω·» καὶ τοῦτο εἰπὼν, ἑαυτὸν ἐπάταξεν· δυσθανατοῦντα δὲ ὁ Ἐπαφρόδιτος προσκατειργάσατο. Καὶ ὁ μὲν Νέρων φὺς ἄριστα 36 καὶ τραφεὶς κάκιστα, οὕτω τῆς ἀρχῆς ἐξέπεσε, λʹ μὲν ἐξ αὐτῆς ὠδῖνος γεγονὼς ἔτη, βασιλεύσας δὲ ιδʹ δυεῖν μηνῶν ἀποδέοντα. Καὶ ἡ πόλις στεφανώμασι καὶ δᾳδουχίαις κεκόσμητο, εὐχάς τε ἀληθεῖς καὶ ἑορτὰς ἐπετέλουν, καὶ τούς τε δυνηθέντας ἐπὶ τοῦ τυράννου φονεύοντες, ὡς καὶ αὐτὸν ἐκεῖνον αἰκίζοντες διετέλουν. 92 Exc. Salm: Νέρων ἰδὼν τοὺς ἀναιρήσοντας αὐτὸν, παρακάλει τοὺς συνόντας ἀνελεῖν αὐτόν· ὡς δ' οὐδεὶς ὑπήκουεν, ἑαυτὸν διεχρήσατο· τελευτῶν δὲ ἔφη· «Ὦ Ζεῦ, οἷος (κιθαρῳδὸς) τεχνίτης ἀπόλλυμαι.» Ὅτε δὲ ἐτέχθη, εἶπον οἱ ἀστρολόγοι, ὅτι καὶ βασιλεύσει ταὶ τὴν μητέρα φονεύσει· ἦν δὲ καὶ λόγιον· Ἔσχατος Αἰνεαδῶν μητροκτόνος ἡγεμονεύσει. 93 ΓΑΛΒΑΣ. Exc. De ins.: Ὅτι Γάλβας ὁ μετὰ Νέρωνα θαυμαζόμενος, ἐν τοῖς κατὰ τὴν ἀρχὴν ἐπιτηδεύμασιν ἔδοξέ πως εἶναι τραχύς τε καὶ πρόχειρος ἐν ταῖς τῶν ἁμαρτανομένων ἐπανορθώσεσι· βραχὺν γάρ τινα χρόνον τῆς ἡγεμονίας διατελέσας, ἐπιβουλευθεὶς ὑπὸ τοῦ Ὄθωνος, ἀναιρεῖται κατὰ μέσην ἀγοράν. 94 ΟΘΩΝ. Exc. De virt.: Ὅτι Ὄθων ὁ μετὰ Γάλβαν βασιλεύσας γένους ἀσήμου καὶ ἀφανοῦς ὢν, καὶ τὸν ἔμπροσθεν βίον ἐξίτηλός τις, καὶ τῷ Νέρωνι κατὰ τὸ τῆς ἐκδιαιτήσεως ὁμοιότροπον οἰκειότατος ἔν γε μὴν τῇ βασιλείᾳ τὸν συνήθη τοῦ βίου μετελθεῖν τρόπον οὐχ ἱκανὸς γέγονε, πολέμων αὐτῷ χαλεπῶν εὐθὺς ἐκραγέντων. 95 Exc. De ins.: Ὅτι Ὄθων ἀνελὼν τὸν Γάλβαν, ὡς παρῆλθεν εἰς τὴν ἡγεμονίαν, Βιτέλλιος ὑπὸ τῶν Γαλατικῶν τε καὶ Γερμανικῶν στρατοπέδων αὐτοκράτωρ ἀναγορευθεὶς, ἤλασεν ἐπ' αὐτόν. Ὄθων δὲ σὺν ταῖς οἰκείαις ὑπαντήσας δυνάμεσιν, ἐλαττοῦται κατὰ τὴν πρώτην συμβολὴν, καὶ τοῖς παροῦσιν ἀθύμως
Unit 9 rem close§u09-rem-close
u09-rem-closeRem CLOSEOUT: Unit 9 CLOSEOUT.
Greek · §u09-rem-close
διατεθεὶς, καίτοι στρατιᾶς αὐτάρκους αὐτῷ καθεστηκυίας, ὑπεξάγειν ἑαυτὸν ἐκ παντὸς ἔγνω τρόπου. ∆εομένων δὲ τῶν στρατιωτῶν, μὴ ταχέως οὕτω τὰς περὶ τοῦ παντὸς καταβαλεῖν ἐλπίδας, ἀποκρινάμενος, οὐδαμῶς ἄξιον ἑαυτὸν ἡγεῖσθαι τοσαύτης ἐμφυλίου ταραχῆς καὶ κινήσεως· ἑκουσίως ὑποδέχεται τὸν θάνατον, ὀγδόῳ καὶ λʹ τῆς ἡλικίας ἔτει, τῆς γε μὴν βασιλείας ἡμέρᾳ εʹ καὶ ʹ. Ἡ δὲ στρατιὰ ἐπένθησεν αὐτὸν, ἡττηθέντες τοῦ πάθους. Καὶ ὁ μὲν τὴν ἀσέλγειαν τοῦ ἔμπροσθεν βίου ἐν τούτοις θαυμαστῶς συνεσκιάσατο, βεβαίως τὸν τοιόνδε πόλεμον τῷ ἑαυτοῦ κατασβέσας αἵματι. 96 ΒΙΤΕΛΛΙΟΣ. Exc. Salm.: Οὐιτέλλιος μῆνας ὀκτὼ ἡμέρας πέντε. Οὐιτέλλιος ἔθηκε πρόγραμμα τοὺς γόητας καὶ ἀστρολόγους ἐντὸς ῥητῆς ἡμέρας ἀπαλλαγῆναι τῆς Ἰταλίας, καὶ αὐτοὶ νυκτὸς ἀντιτεθείκασι πρόγραμμα παραγγέλλοντες, ἀπαλλαγήσεσθαι αὐτὸν τοῦ βίου ἐντὸς τῆς ἡμέρας, ἐν ᾗ τελευτᾶν ἔμελλεν. 97 Exc. De virt.: Ὅτι Βιτέλλιος βασιλεύσας τραχέως τε καὶ λίαν ἐπαχθῶς ἡγεῖτο, καὶ πᾶν αἶσχος ἀναδεδεγμένος ἔν τε τοῖς ἄλλοις τοῖς κατὰ τὸν βίον, καὶ οὐχ ἥκιστα τῷ γαστρὸς ἀκρατῶς τε καὶ ἀκορέστως ἔχειν. Πολλάκις γὰρ οὐ μόνον τῆς ἡμέρας, ἀλλὰ καὶ τῆς νυκτὸς σῖτον ᾑρεῖτο, καὶ παρὰ τὰς τῶν δείπνων παρασκευὰς τὸ πολὺ τῶν δημοσίων ἀπετρύετο. ∆έκα γὰρ δὴ μυριάδας σταθμοῦ ἀργυρίου ἐπὶ δισχιλίαις καὶ 37 πεντηκοσίαις ἐς τὰ δεῖπνα δεδαπανηκέναι ἱστόρηται, συνεχῶς μὲν καὶ ἀπλήστως ἐμφορούμενος, συνεχῶς δὲ ἅπαντα ἐξερευγόμενός τε καὶ ἐξεμῶν· ᾧ δὴ καὶ μόνῳ διεγένετο, ἐπεὶ οἵ γε σύσσιτοι αὐτοῦ καὶ πάνυ κακῶς εἶχον. Βίβιος γοῦν Κρίσπος, διὰ νόσον χρόνου τινὸς ἀπολειφθεὶς τοῦ συσσιτίου, μάλα στωμύλως ἔφη· «Εἰ μὴ ἐνενοσήκειν, ἀπωλόμην ἄν.» Ἐς τόδε γοῦν καὶ τὸ παρὰ τῷ ἀδελφῷ δεῖπνον τοῦ Βιτελλίου ἐπίσημον γεγονὸς διαμνημονεύεται· καθ' ὃ φασὶ δίχα τῆς λοιπῆς πολυτελείας δισχιλίους μὲν ἰχθῦς, ἑπτακισχιλίους δὲ ὄρνις ἐπὶ τὴν θοίνην παρενεχθῆναι. Ἐπῄνει δὲ καὶ τὰ Νέρωνος, καὶ τὸν νεκρὸν τοῦ Νέρωνος ἐς κοῖλόν τινα καὶ ἀφανῆ τάφον κατακείμενον ἀπεσέμνυνε. Πρὸς δὲ τῶν στρατηγῶν Οὐεσπασιανοῦ, μεταποιουμένου τῆς βασιλείας ἤδη, κατακτείνεται. 98 Exc. De ins.: Ὅτι Βιτέλλιος βασιλεύσας κακῶς καὶ αἰσχρῶς, τῶν Ἰουδαίων νεωτερίζειν ἀρξαμένων, Βεσπασιανὸν στρατηγὸν ἐκπέμπει τῆς ἕω, τὴν τούτων κελεύσας αὐτῷ καταλῦσαι θρασύτητα. Ὡς οὖν ἐπολιόρκει τὴν Ἱερουσαλὴμ, οἱ στρατιῶται περὶ αὐτὸν ἀθροισθέντες, ἀναγορεύουσιν αὐτὸν βασιλέα. Ὅπερ ἀκηκοὼς Βιτέλλιος, Σαβῖνον τὸν ἀδελφὸν Βεσπασιανοῦ ἐν τῷ Καπιτωλίῳ προσφυγόντα συγκατέπρησε τῷ ἱερῷ. Κινήσεως δὲ ἐντεῦθεν μεγίστης γενομένης, ἐπειδὴ καὶ ὁ Βεσπασιανοῦ στρατὸς ἐγγίζειν ἔμελλε τῇ πόλει, συνδραμόντες ἅπαντες κρατοῦσι τὸν Βιτέλλιον, καὶ προσάγουσι τοῖς Βεσπασιανοῦ στρατιώταις, καὶ κατακρίνουσιν αὐτὸν τελευτῆς ἀσχήμονος, τῆς ἐπὶ τῷ Νέρωνι πρώην ἐψηφισμένης. Εἱλκύσθη γὰρ διὰ πάσης τῆς πόλεως γυμνὸς ἐσθήματος, ἀνελκομένου μὲν αὐτῷ τοῦ κρανίου διὰ τῆς κόμης, τοῦ δὲ ξίφους ὑποβεβλημένου τῷ ἀνθερεῶνι, βαλλόμενος ὑπὸ τῶν προστυγχανόντων, τέλος διατμηθεὶς τὸν λαιμὸν ἐνεβλήθη τῷ Θύβριδι, ἕβδομον καὶ νʹ ἔτος ἄγων. t99-101 ΒΕΣΠΑΣΙΑΝΟΣ. 99 Exc. De virt.: Ὅτι Βεσπασιανὸς οὕτως ἦν ἤπιος καὶ προσηνὴς, ὡς μηδὲ τὰς εἰς αὐτόν τε καὶ τὴν βασιλείαν γινομένας ἁμαρτίας πέρα τιμωρεῖσθαι φυγῆς. Τάς τε γὰρ ἀπεχθείας καὶ τὰ προσκρούματα τῆς διανοίας ταχέως ἀπεσείετο, καὶ σκώμματα ῥητόρων, ὑφ' ὧν ἠφίετο, καὶ δήμων ἐς αὐτὸν ἀπορριπτούμενα κούφως τε καὶ γαληνῶς ἔφερεν· ἔς τε τὰς ἐντεύξεις κοινὸς καὶ δημοτικὸς ὢν, ἀπεσκήνου μὲν ὡς τὰ πολλὰ τῶν βασιλέων. 100 Exc. De ins.: Ὅτι ὁ Βεσπασιανὸς οὕτως ἄρα τὸ πεπρωμένον ἐπὶ τοῖς παισὶν ἐγίνωσκε τέλος, βίου τε αὐτῶν πέρι, καὶ τῆς ἐς τὴν ἡγεμονίαν παρόδου, ὡς πολλάκις μηνυθείσης ἐπιβουλῆς, μηδὲν μὲν ἐργάσασθαι τοὺς ἐπ' αὐτῷ συνεστῶτας κακὸν, διαρρήδην δὲ ἐν τῷ βουλευτηρίῳ ὑπὸ τῇ πάντων ἀκοῇ προσειπεῖν, ἢ τοὺς παῖδας ἕξειν ἢ μηδένα παντελῶς τῆς βασιλείας διάδοχον. 101 Exc. Salm.: Οὐεσπασιανὸς ἔτη δέκα. Οὐεσπασιανοῦ τελευτήσαντος οἶνος ἐν καπηλείῳ τινὶ τοσοῦτος ὑπὲρ τὸ ἀγγεῖον ἐξεχύθη, ὡς καὶ εἰς τὴν ὁδὸν προχωρῆσαι.
Historia Chronike Unit 10 opening§u10-open
u10-openUnit 10.
Lemma-led open — ἀποθανοῦμαι δὲ τίνα τρόπον
Greek · §u10-open
t102-105 ΤΙΤΟΣ. 102 Exc. De virt.: Ὅτι Τίτος, Οὐεσπασιανοῦ υἱὸς, ἀνὴρ ἦν πᾶν ἀρετῆς συνειληφὼς γένος, ὡς πρὸς ἁπάντων ἔρως τε καὶ τρυφὴ τοῦ θνητοῦ προσαγορευθῆναι γένους. Εὐγλωττότατός τε γὰρ καὶ πολεμικώτατος καὶ μετριώτατος ἦν, καὶ τῇ μὲν Λατίνων ἐπιχωρίῳ γλώττῃ πρὸς τὰς τῶν κοινῶν ἐχρῆτο διοικήσεις, ποιήματα δὲ καὶ τραγῳδίας Ἑλλάδι φωνῇ διεπονεῖτο. 103 Ibid.: Ὅτι ἐπεὶ ᾑρήκει τὰ Ἱεροσόλυμα ὁ Τίτος, Συρία τε πᾶσα καὶ Αἴγυπτος καὶ ὅσα τῇ Παλαιστίνῃ 38 πρόσοικα γένη ἐστεφάνουν τὸν ἄνδρα, νικητὴν ἀποκαλοῦντες. Ὁ δὲ διωθεῖτο τοὺς στεφάνους, οὐκ αὐτὸς λέγων εἰργάσθαι ταῦτα, θεῷ δὲ φήναντι ὀργὴν ἐπιδεδωκέναι τὰς ἑαυτοῦ χεῖρας. Οὕτως ἦν μέτριος καὶ σωφροσύνης μεστός. 104 Exc. De ins.: Ὅτι ἐπὶ Τίτου τοῦ Ῥωμαίων βασιλέως, ἀνήρ τις Ἀσιανὸς ὢν ἦν? τὸ γένος, Τερέντιος Μάξιμος ὄνομα, τά τε ἄλλα καὶ τὴν φωνὴν προσεοι κὼς τῷ Νέρωνι· καὶ γὰρ δὴ καὶ οὗτος ᾖδε πρὸς κιθάραν, Νέρων τε εἶναι ἐπλάττετο, καὶ διαπεφευγέναι πάλαι τοὺς ἐπ' αὐτὸν σταλέντας στρατιώτας, ἐν ἀφανεῖ δέ που πεποιῆσθαι τὰς διατριβὰς ἐς τόδε. Πολλοὺς γοῦν ἔκ τε τῆς κάτω Ἀσίας τούτοις ἀπατήσας τοῖς λόγοις, ἕπεσθαί οἱ ἀνέπεισεν, καὶ ἐπὶ τὸν Εὐφράτην προϊὼν πολλῷ πλείους προσεποιήσατο. Τέλος πρὸς Παρθυαίους, ὡς καὶ ὀφειλομένης αὐτῷ πρὸς ἐκείνων ἀμοιβῆς τινος διὰ τὴν τῆς Ἀρμενίας ἀπόδοσιν, κατέφυγεν. Οὐ μὴν ἄξιόν τι τῆς ἐπινοίας εἰργάσατο, ἀλλὰ φωραθεὶς ὃς ἦν, ταχέως ἀπώλετο. 105 Ibid.: Ὅτι πολλῶν ἀγαθῶν ἕνεκα πέρα τοῦ συνήθους πρὸς πάντων ποθούμενός τε καὶ θαυμαζόμενος νόσῳ τελευτᾷ τὸν βίον προστὰς τῆς ἡγεμονίας Ῥωμαίων βʹ ἔτη πρὸς μησὶν ηʹ. Γέγονε μὲν οὖν πολλοῖς οὐ διὰ μικρᾶς ὑπονοίας ἐπιβουλευθέντα μὲν πρὸς τοῦ ἀδελφοῦ τεθνηκέναι, λαγὸν θαλάσσιον ἐν δείπνῳ τινὶ προσενεγκάμενον. Φασὶ δὲ προειπεῖν αὐτῷ τὸν Ἀπολλώνιον, φυλάττεσθαι μάλιστα τὴν ἀπὸ τῶν οἰκειοτάτων ἐπιβουλὴν, τοῦ δὲ ἐρομένου, «ἀποθανοῦμαι δὲ τίνα τρόπον»; εἰπεῖν τὸν Ἀπολλώνιον· «ὅν γε Ὀδυσσεὺς λέγεται»· φασὶ γὰρ κἀκείνῳ ἐκ θαλάττης ἀφικέσθαι τὸν θάνατον. Φασὶ δὲ ὅτι ∆ομετιανὸς αὐτὸν ἔτι ἔμπνουν ὄντα, καὶ τυχὸν περιγενόμενον, ἐς λάρνακα πλήρη χιόνος ἐμβαλὼν, ὡς ἂν θᾶττον ἀπὸ ψύχους ἐκλείποι, αὐτὸς ἐπὶ τὴν Ῥώμην παραληψόμενος τὴν βασιλείαν ἀφίππευσεν. Ὅδ' οὖν Τίτος ψυχορραγῶν ἤδη ἔφη «ἓν μόνον ἐπλημμέλησα·» τὸ δὲ τί τοῦτο ἦν, αὐτὸς μὲν οὐ διεσάφησεν· οἱ δὲ παρόντες ἐς τὸν ∆ομετιανὸν οὐκ ἔξω τοῦ εἰκότος ἀποτείνειν ἐλογίσαντο, ὅτι αὐτὸν ἐπιβουλεύσαντά οἱ πολλάκις λαβὼν μεθῆκε, καὶ περιέμεινεν αὐτὸς ὑπ' ἐκείνου διαφθαρῆναι, καὶ τὴν ἀρχὴν εἰς ἄνδρα κακὸν καὶ ἀνοσιουργὸν περιελθεῖν. t106-108 ∆ΟΜΕΤΙΑΝΟΣ. 106 Exc. De virt.: Ὅτι ∆ομετιανὸς ὁ βασιλεὺς Ῥωμαίων, ἀδελφὸς Τίτου νεώτερος, Νέρωνι καὶ Καλιγόλᾳ καὶ Τιβερίῳ, τοῖς αἴσχιστα καὶ φαυλότατα προστᾶσι τῆς ἡγεμονίας, ἤπερ τῷ πατρὶ καὶ τῷ ἀδελφῷ προσεοικὼς τὸν τρόπον. Μετρίοις γὰρ δὴ τῆς ἀρχῆς προοιμίοις χρησάμενος, εὐθὺς εἰς πλείονά τε καὶ ἄτοπα τῆς γνώμης ἐκπίπτει μειονεκτήματα, πλεονεξίαν τε νοσῶν ἄμετρον καὶ ἀσέλγειαν, θυμοῦ τε ἀκρατὴς ὢν καὶ ἀπαραίτητος ἐν ταῖς κολάσεσι, φιλαπεχθήμων τε καὶ φιλάργυρος εἰ καί τις ἕτερος. Ταχέως γοῦν πρὸς ἁπάντων μῖσος ἐφειλκύσατο, ὡς τό τε τοῦ ἀδελφοῦ καὶ τοῦ πατρὸς ἀποσβέσαι κλέος. Σφαγαῖς τε γὰρ τῶν ἐπισήμων τῆς βουλῆς ἑκάστης ἡμέρας ἐμίαινε τὴν πόλιν, τάς τε ἴσας τοῖς κρείττοσι μεταδιώκων τιμὰς, οὐχ ὑπέμεινεν ἑτέρων αὐτῷ γίνεσθαι κατὰ τὸ Καπιτώλιον ἀνδριάντων στάσιν ἢ ἐκ χρυσοῦ τε καὶ ἀργύρου πεποιημένων. Ἀπέσχετο δὲ οὐδὲ τοῦ τῶν συγγενῶν φόνου, ἀλλ' ἐπὶ πάντας τοὺς ἀφ' αἵματος τὴν ἀνοσίαν ἤγαγε δεξιὰν, οὔτε θεοὺς ὁμογνίους, οὔτε δίκην αἰδούμενος, ἀλλ' ὁμοῦ τά τε θεῖα περιφρονῶν καὶ τὰ ἀνθρώπινα. 107 Exc. De ins.: Ὅτι ἅπασιν ὁ ∆ομετιανὸς διὰ τὸ φονικὸν καὶ θηριῶδες τῆς γνώμης ἔχθιστος
Unit 10 rem early§u10-rem-early
u10-rem-earlyRem early: Unit 10; lemma and argument toward the thesis.
Greek · §u10-rem-early
ὢν, πρὸς τῶν οἰκείων συστάντων ἐπ' αὐτῷ κατακτείνεται, εʹ καὶ λʹ γενονὼς ἔτη, ἄρξας δὲ ιεʹ. Τό γε μὴν σῶμα τοῦ ἀνδρὸς ὑπὸ τῶν ἀτιμοτάτων τῆς πόλεως ἀφορηθὲν, ἀσήμῳ τε καὶ ἀπρεπεῖ παρεδόθη ταφῇ. Ἐπιβουλεῦσαι δὲ μάλιστα τούτῳ τὸν φόνον Παρθένιόν τε καὶ Σιγηρὸν τοὺς προκοίτους καὶ Ἔντελλον τὸν τὰ τῆς ἀρχῆς διέποντα 39 βιβλίδια· οὔτε τῆς ∆ομετίας τῆς τοῦ τυ ράννου γαμετῆς (ἦκτο γὰρ δὴ ταύτην παῖδα τοῦ Τίτου τυγχάνουσαν) ἀγνοούσης τὴν ἐπιβουλὴν, οὔτε Νωρβάνου καὶ Σεκούνδου τῶν ὑπάρχων. Τούτους γὰρ δὴ μαθόντας, ὅτι σφᾶς ἐκποδὼν ἀθρόως ὁ ∆ομετιανὸς ποιήσασθαι διέγνωκε, καί τινα καὶ γράμματα περὶ τούτου θεασαμένους, οὐκ ἀναβάλλεσθαι τὴν πρᾶξιν, ἀλλ' ἐς τὴν ἐπιοῦσαν εὐθέως παρασκευασαμένους εἰσπέμψαι σὺν ξιφιδίῳ Στέφανον τὸν ἀπελεύθερον· καὶ τοῦτον προσπεσόντα ∆ομετιανῷ καθεύδοντι τὸ μεθημερινὸν, πατάξαι μὲν, οὐ μὴν καιρίαν. Ἀναπηδήσαντος γοῦν ἐκείνου, καὶ τὸν Στέφανον καταβάλλοντος, δείσαντας τοὺς περὶ τὸν Παρθένιον μὴ καὶ περιγένηται, ἐπεισελθεῖν, καὶ παντελῶς αὐτὸν προσκατεργάσασθαι. Προσημῆναι δὲ τῷ ∆ομετιανῷ τὴν τελευτὴν ἄλλα τε πολλὰ, τοῦτο μὲν τέρατα, τοῦτο δὲ ὄψεις ὀνείρων, καὶ μάλιστα πάντων Λαργῖνον ἀστρολόγον τινά· τοῦτον γὰρ δὴ παρὰ τοῖς Γαλάταις προειπόντα δημοσίᾳ τὴν τελευτὴν τοῦ τυράννου καὶ τὸν χρόνον ἀποδηλώσαντα πρὸς τοῦ ὑπάρχου ἀναπεμφθῆναι τῷ ∆ομετιανῷ ἐπὶ κολάσει, καὶ αὖθις τὰ αὐτὰ εἰπόντα καὶ τὴν ἡμέραν προαγορεύσαντα καταδικασθῆναι μὲν, οὐ μὴν ἀποθανεῖν τοῦ τυράννου ἀναβαλλομένου τὴν τιμωρίαν ἐς τὸν ῥηθέντα χρόνον, ὅπως δὴ διαφυγὼν δικαιότερον αὐτὸν ὡς ψευσάμενον κολάσειε· κἀν τούτῳ ἀναιρεθέντος τοῦ ∆ομετιανοῦ, διαφυγεῖν τὸν ἄνδρα. Κἀκεῖνο δὲ θαυμαστὸν παρὰ τὴν τοῦδε τελευτὴν συμβέβηκεν. Ἀπολλώνιον γὰρ τὸν Τυανέα κατ' ἐκείνην τὴν ἡμέραν, μᾶλλον δὲ παρ' αὐτὸν τὸν καιρὸν τῆς σφαγῆς, προειπεῖν Ἐφεσίοις ἐν κοινῷ τὸ περὶ τὸν ∆ομετιανὸν πάθος τοῖσδε τοῖς ῥήμασι, «Καλῶς, ὦ Στέφανε, εὖγε ὦ Στέφανε, παῖε τὸν μιαιφόνον. Ἔπληξας, ἔτρωσας, ἀπέκτεινας.» 108 Exc. Salm.: ∆ομετιανὸς ἔτη πέντε καὶ δέκα. Προεῖπεν ἀστρολόγος καὶ πότε καὶ ὅπως τεθνήξεται. Ἠρώτησεν οὖν αὐτὸν ἐκεῖνος, ποίῳ τέλει αὐτὸς χρήσεται· καὶ εἰπόντος, θέλων ἀπελέγξαι αὐτὸν ψευδόμενον, ἐκέλευσε ζῶντα καυθῆναι, ἁφθέντος δὲ πυρὸς, ὑετὸς πολὺς καταρραγεὶς τὴν πυρὰν ἔσβεσε, καὶ κύνες ὀπίσω τὼ χεῖρε δεδεμένου τοὺς δεσμοὺς διεσπάραξαν. ∆ομετιανὸς δὲ εἶδε πρὸ μιᾶς ἡμέρας τοῦ θανάτου αὐτοῦ, ὡς ἵππῳ μέλανι ἐπεκάθητο ἔνοπλος· καὶ πεσόντων αὐτομάτως ἐξ αὐτοῦ τῶν ὅπλων σὺν τῷ ἵππῳ εἰς τὸ χάσμα κατηνέχθη. Λαργῖνος δὲ Πρόκλος ἐν Γερμανίᾳ προεῖπε δημοσίᾳ τὴν ἡμέραν ἐν ᾗ ὁ βασιλεὺς τεθνήξεται· διὸ δέσμιος ∆ομετιανῷ εἰς Ῥώμην ἐπέμφθη. Καὶ εἶπεν αὐτῷ εἰς ὄψιν τὸ αὐτό. Ὁ δὲ ἐκέλευσεν αὐτὸν φυλαχθῆναι, ὡς ἂν τῆς ἡμέρας ἐκείνης διαδραμούσης ἀναιρεθῇ· ἀλλὰ θανόντος τοῦ βασιλέως, ἀπελύθη ἀβλαβής. Πρὸ ∆ομετιανοῦ Τίτος πρεσβύτερος ἀδελφὸς αὐτοῦ, ἔτη δύο, μῆνας ὀκτὼ, ἡμέρας κʹ. t109-110 ΝΕΡΒΑΣ. 109 Ibid.: Νέρβας ἔλεγεν ὡς «Οὐδὲν τοιοῦτον πεποίηκα, ὥστε μὴ δύνασθαι τὴν ἀρχὴν καταθέσθαι καὶ ἀσφαλῶς ἰδιωτεῦσαι.» Καί τισι δὲ ἔδωκε ξίφη, λόγῳ μὲν ἵνα ἐπισκέψωνται αὐτὰ εἰ ὀξέα εἰσὶν, ἔργῳ δὲ ἐνδεικνύμενος, ὡς οὐδὲν αὐτῷ μέλει κἂν παραχρῆμα ἀποθάνῃ. Οὗτος ἀπηγόρευσεν ἐκτέμνειν ἐν Ῥώμῃ. 110 Exc. De ins.: Ὅτι Νέρβας, ἐπειδὴ πρός τινων διὰ τὸ γῆρας καταφρονηθεὶς ἐπεβουλεύθη πολλάκις, καὶ τὸν Πετρώνιον καὶ τὸν Παρθένιον, προσφιλεστάτους ὄντας, ἐκδοῦναι τοῖς στρατιώταις πρὸς Αἰλιανοῦ τοῦ τῶν δορυφόρων ἡγουμένου ἐβιάσθη· ἐφ' οἷς δὴ καὶ σφόδρα ἠνιᾶτο. Λέγεται δὲ Τραϊανῷ ἄλλα τέ τινα τελευτῶν αὐτοχειρὶ ἐπιστεῖλαι, καὶ τὸν Ὁμηρικὸν (Il. a, 42) ἐπιθεῖναι στίχον, Τίσειαν ∆αναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν. t111-112 ΤΡΑΪΑΝΟΣ. 1 40 11 Exc. De virt.: Ὅτι Τραϊανὸς τοῖς Χριστιανοῖς ἀνακωχήν τινα τῆς τιμωρίας
Unit 10 rem mid§u10-rem-mid
u10-rem-midRem mid: Unit 10; lemma continues; reading with the letter.
Greek · §u10-rem-mid
παρέσχεν. Οἱ γὰρ κατὰ καιρὸν ὑπὸ τῶν Ῥωμαίων τὰς ἀρχὰς ὠνούμενοι, πρὸς θεραπείαν τῶν τότε βασιλέων διαφόρους ἐπῆγον τοῖς Χριστιανοῖς κολάσεις. Ὅθεν καὶ Τιβεριανὸς ἡγε μονεύων τοῦ πρώτου Παλαιστίνων ἔθνους ἀνήγαγεν αὐτῷ λέγων, ὡς οὐκ ἐπαρκεῖ λοιπὸν τοὺς Χριστιανοὺς φονεύειν, ἐκείνων αὐτομάτως ἐπεισαγόντων ἑαυτοὺς τῇ κολάσει. Ἐντεῦθεν ὁ Τραϊανὸς πᾶσιν ἅμα τοῖς ὑπ' αὐτὸν ἀπηγόρευσε τοῦ τιμωρεῖσθαι τούτους. 112 Exc. De ins.: Ὅτι ὁ Τραϊανὸς τὸ πιστὸν πρὸς τοὺς φίλους οὕτως εἶχεν ἀκίνητον, ὥστε Σούραν Λικίνιον, ἄνδρα μέγα μὲν παρ' αὐτῷ δυνάμενον, διαβληθέντα δὲ πρός τινων φθονούντων οἱ τῆς εὐπραγίας, μήτε ὑποπτεύσας, μήτε μισήσας, ἐγκειμένων τῶν διαβαλλόντων καὶ ἐπιβουλεύειν αὐτῷ τὸν ἄνδρα φασκόντων, ἐπὶ δεῖπνον ὡς τὸν Λικίνιον ἀπῆλθε ἄκλητος, καὶ πᾶσαν τὴν φρουρὰν ἀποπεμψάμενος, πρῶτα μὲν τὸν ἰατρὸν τὸν τοῦ Λικινίου καλέσας, ὑπ' ἐκείνου τοὺς ὀφθαλμοὺς ὑπηλείψατο, ἔπειτα δὲ τὸν κουρέα μετακαλεσάμενος, ξυρεῖν ἐκείνῳ τὸ γένειον παραδέδωκεν. Ἐπεὶ δὲ ἀπῆλθεν οἴκαδε πρὸς τοὺς εἰωθότας διαβάλλειν τὸν ἄνδρα, «Εἰ ἤθελέ με Σούρας ἀποκτεῖναι, χθὲς ἂν ἀπέκτεινεν». Οὕτως ἄρα τὸ πιστὸν τῆς γνώμης ἐξ ὧν αὐτῷ συνῄδει πεπραγότι μᾶλλον ἢ ἐξ ὧν ἕτεροι ἐδόξαζον, ἐβεβαιοῦτο. ∆ιὸ δὴ ζῶν τε ὁμοίως ἔτι καὶ μετὰ τοῦτο τοῦ βίου παυσάμενος, κατ' ἴσον προσεκυνεῖτο τοῖς κρείττοσιν. 113 . Exc. De virt.: Ὅτι Ἀδριανὸς ἦν ἡδὺς μὲν ἐντυχεῖν, καὶ ἐπήνθει τις αὐτῷ χάρις, τῇ τε Λατίνων καὶ Ἑλλήνων ἄριστα γλώττῃ χρώμενος· οὐ μὴν ἐπὶ πρᾳότητι τρόπων ἐθαυμάζετο· περί τε τὴν τῶν δημοσίων χρημάτων ἐσπουδακὼς ἄθροισιν. 114 Exc. Salm.: Ἀδριανὸς Σίμιλίν τινα, ἄνδρα φρονήσει καὶ ἐπιεικείᾳ κεκοσμημένον, ἠνάγκασε τὴν ἀρχὴν τῶν δορυφόρων παραλαβεῖν, καὶ μόλις μὲν, ἔπεισε δ' οὖν. Ὀλίγον δὲ ἐπισχὼν καὶ δεηθεὶς ἐξέστη τῆς ἀρχῆς, καὶ ἐν ἀγρῷ ἔτη ζʹ διαγαγὼν τελευτᾷ, ἐπιγραφῆναι προστάξας ἐν τῷ μνημείῳ αὑτοῦ· «Σίμιλις ἐνταῦθα κεῖται, βιοὺς μὲν ἔτη νʹ, ζήσας δὲ ἔτη ζʹ.» Ἐγένετο δὲ μετὰ θάνατον Ἀδριανῷ τηλικοῦτον ἄγαλμα μετὰ τεθρίππου, ὥστε διὰ τοῦ ὀφθαλμοῦ ἑκάστου ἵππου παχύτατον ἄνδρα διιέναι· οἱ δὲ ἐν γῇ βαδίζοντες, ἐκ τῆς ὑπερβολῆς τοῦ ὕψους τοῦ κτίσματος, αὐτούς τε τοὺς ἵππους βραχυτάτους καὶ τὸν Ἀδριανὸν νομίζουσι. 115. Exc. De virt.: Ὅτι Ἀντωνῖνος ὁ βασιλεὺς ἄριστος ἦν, καὶ μάλιστα Νουμᾷ κατὰ τὸ τῆς ἡγεμονίας ὁμοιότροπον ἄξιος παραβάλλεσθαι, καθάπερ δὴ Ῥωμύλῳ Τραϊανὸς ἐνομίσθη παραπλήσιος. Τόν τε γὰρ ἰδιώτην ὁ Ἀντωνῖνος ἄριστα καὶ ἐντιμότατα διετέλεσε βίον, καὶ κατὰ τὴν ἡγεμονίαν ἀμείνων ἔδοξεν εἶναι καὶ σωφρονέστερος· οὐδενὶ τραχὺς οὐδὲ φορτικὸς, ἀλλὰ πρὸς ἅπαντας χρηστός τε καὶ ἤπιος ὤν· ἔν γε μὴν τοῖς πολεμικοῖς τὴν ἀπὸ τοῦ δικαίου μᾶλλον ἢ τοῦ κερδαλέου δόξαν θηρώμενος, φυλάττειν σώους ἤπερ εἰς μέγεθος ἐκφέρειν τοὺς τῆς ἀρχῆς * ἐγίνωσκεν· ἄνδρας, ὡς ἔνι μάλιστα πλείστην τοῦ δικαίου ποιουμένους ἐπιμέλειαν, ταῖς τῶν δημοσίων ἐφιστὰς διοικήσεσι, τοὺς μὲν ἀγαθοὺς τῶν ἡγεμόνων ταῖς παρ' αὐτοῦ τιμαῖς ἀμειβόμενος, τούς γε μὴν φαύλους δίχα τινὸς τραχύτητος τῶν κοινῶν ἀπελαύνων πραγμάτων. Οὔκουν ὑπὸ τῶν οἰκείων μόνων, ἀλλ' ἤδη καὶ πρὸς τῶν ἀλλοφύλων ἐθαυμάζετο· ὡς τῶν προσοίκων τινὰς βαρβάρων τὰ ὅπλα κατατιθεμένους, ἐπιτρέποντάς τε τῷ βασιλεῖ τὰς δίκας, διαλύεσθαι ταῖς ἐκείνου ψήφοις. Αὐτὸς δὲ παρὸ τὸν ἰδιώτην βίον πολύ τι πλῆθος χρημάτων κεκτημένος, ἐπειδὴ παρῆλθεν εἰς τὴν ἡγεμονίαν, τὴν μὲν ἑαυτοῦ περιουσίαν εἴς τε τῶν στρατιωτῶν καὶ τῶν φίλων ἀπανάλωσε δωρεάς· τῷ δὲ δημοσίῳ θησαυρῷ πλῆθος παντοδαπῶν ἀπέλιπε χρημάτων· τήν τε τοῦ Εὐσεβοῦς ἐπίκλησιν πρῶτος ἁπάντων αὐτοκρατόρων ἐκ τῆς τοῦ ἤθους ἁπλότητος ἀπηνέγκατο. 41 116 ΜΑΡΚΟΣ ΑΥΡΗΛΙΟΣ ΑΝΤΩΝΙΝΟΣ. Ibid.: Ὅτι Μάρκος ἀνὴρ ὃν ἐκπλήττεσθαι σιωπῇ μᾶλλον ἢ ἐπαινεῖν ῥᾴδιον, οὐδενὸς λόγγου ταῖς τοῦ ἀνδρὸς ἀρεταῖς ἐξισουμένου. Ἐκ πρώτης γὰρ ἤδη τῆς
Unit 10 rem close§u10-rem-close
u10-rem-closeRem CLOSEOUT: Unit 10 CLOSEOUT.
Greek · §u10-rem-close
ἡλικίας εὐσταθῆ τε καὶ ἡσύχιον βίον ὑποστησάμενος, οὔτε κατὰ δέος οὔτε καθ' ἡδονὴν τραπεὶς τὸ πρόσωπον ὤφθη πώποτε. Ἐπῄνει δὲ τῶν φιλοσόφων τοὺς ἀπὸ τῆς στοᾶς· καὶ ἦν ἄρα ἐκείνων μιμητὴς, οὐ μόνον κατὰ τὴν τῶν διαιτημάτων ἐπιτήδευσιν, ἀλλὰ καὶ κατὰ τὴν τῶν μαθημάτων σύλληψιν. Οὕτω γοῦν ἐκ νέας κομιδῆ τῆς ἡλικίας ἐξέλαμπεν, ὡς πολλάκις τὸν Ἀδριανὸν ἐπὶ τοῦτον ἐθελῆσαι τὸν τῆς βασιλείας ἀγαγεῖν κλῆρον. Ἐπεὶ δὲ ἔφθασε τὸν Εὐσεβῆ πρότερον κατὰ νόμον παῖδα ποιησάμενος, ἐκείνῳ μὲν τὴν ἑαυτοῦ διαδοχὴν ἐφύλαξε, τοῦτον δὲ συνοικεῖν ἔγνω διὰ τῆς ἐπιγαμίας τῷ Εὐσεβεῖ, ὡς ἂν κατὰ τὴν τοῦ γένους διαδοχὴν ἐς τὴν ἡγεμονίαν παρέλθοι. Τόν τε γοῦν ἰδιώτην βίον ἐν ἰσηγορίᾳ τοῖς πολλοῖς Ῥωμαίοις ἐβίω, οὐδὲν τῇ ἐσποιήσει τοῦ βασιλείου γένους ἀλλοιωθείς. Καὶ ἐπεὶ παρῆλθεν εἰς τὴν ἡγεμονίαν κατὰ μοναρχίαν ἐξηγούμενος, καὶ τὴν ἄκραν δυναστείαν καρπούμενος, πρὸς οὐδεμίαν ἀλαζονείαν ὑπήχθη πώποτε· ἀλλ' ἦν ἐλευθέριος μὲν καὶ δαψιλὴς ἐν τοῖς εὐεργετήμασιν, ἀγαθὸς δὲ καὶ μέτριος ἐν ταῖς τῶν ἐθνῶν διοικήσεσιν. 117 Exc. Salm.: Μάρκος ἔτη ιθʹ. Πρὸ τοῦ Μάρκου Τίτος Αὐρήλιος Φοῦλβος Βοιώνιος Ἀντωνῖνος Πῖος (ὁ κληθεὶς Εὐσεβὴς) ἔτη κδʹ. Μάρκος Ἀντωνῖνος, ἐν πολέμῳ τῶν δημοσίων ἐξηντλημένων ταμείων, πράξασθαι μὲν χρήματα παρὰ τὸ σύνηθες οὐκ ἠνέσχετο, πάντα δὲ τὸν βασιλικὸν κόσμον ἐπ' ἀγορᾶς ἀγαγὼν πρὸς χρυσίον ἀπέδοτο. Καταστάσης δὲ τῆς βαρβαρικῆς κινήσεως, τοῖς μὲν ἑκουσίαν ποιουμένοις τὴν τῶν βασιλικῶν σκευῶν ἀνάδοσιν, τὸ αὐτὸ μέτρον τῆς τιμῆς ἀπεδίδου, τοὺς δὲ μὴ θέλοντας οὐκ ἠνάγκαζε. Τούτῳ ἡ βουλὴ μετὰ τελευτὴν χρυσοῦν ἀνδριάντα ἔστησεν διὰ τὴν ἀρετὴν αὐτοῦ. Μετὰ Μάρκον ὁ υἱὸς αὐτοῦ Κόμοδος ἔτη ιγʹ. Μετὰ Κόμοδον Περτίναξ μῆνας ςʹ. Μεθ' ὃν ∆ίδιος Ἰουλιανὸς ἡμέρας ξʹ. 118 Exc. De ins.: Ὅτι Κάσσιος ὁ τῆς Συρίας ἡγούμενος, ἀνὴρ δεινὸς τὰ πολέμια, πλεῖστά τε καὶ λόγου ἄξια κατὰ τὸν Παρθικὸν πόλεμον ἀποδειξάμενος, ἄλλως δὲ ὢν νεωτεροποιὸς, καινοτομεῖν ἐπήρθη, πρὸς τῆς Φαυστίνης τῆς τοῦ Μάρκου γαμετῆς ἐς τήνδε προαχθεὶς τὴν ἔννοιαν. Αὐτὴ γὰρ τὸν Μάρκον ἀρρωστήσαντα τεθνήξεσθαι ἄλλως τε καὶ νοσώδη ὄντα οἰηθεῖσα, μὴ εἰς ἕτερον περιελθούσης τῆς ἡγεμονίας ἰδιωτεύσῃ, τοῦ Κομόδου ἔτι νέου ὄντος καὶ ἄρχειν οὐκ ἐπιτηδείου, ἔπεισε τὸν Κάσσιον, κρύφα πέμψασα τῶν αὐτῇ πιστῶν τινὰς, ἐπιθέσθαι τῇ βασιλείᾳ, ἢν αἴσθηται τὸν Μάρκον τεθνεῶτα, συνοικήσειν τε αὐτῷ καὶ τἄλλα συμπράξειν ὑποσχομένη. Ὃς, φήμης τινὸς ψευδοῦς τεθνηκέναι οἱ δηλωσάσης τὸν βασιλέα, προεξανέστη τῆς ἀληθείας, ἄκων τε πολέμιος ἀνεφάνη τῷ αὐτοκράτορι. Τούτων μὲν οὖν ἕνεκα ὁ Μάρκος τόν τε Κόμοδον ἐκ τῆς Ῥώμης διεπέμψατο, καὶ ἐπὶ τὴν Συρίαν ἐκ τῆς Παιονίας ἐστάλη· οὐ μὴν ὅπλων αὐτῷ κατὰ τῶν ἐπαναστάντων ἐδέησεν· ὁ γάρ τοι Κάσσιος ἀναιρεθεὶς πρός τινος τῶν ἀμφ' αὐτὸν ἔφθασε. Καθ' ἡσυχίαν δ' οὖν τήν τε Συρίαν καὶ Αἴγυπτον ἐπελθὼν, οὔτε δῆμον οὔτε πόλιν, οὔτε ἰδιώτην οὔτε ἄρχοντα ἐσπουδακέναι τὰ τοῦ Κασσίου δόξαντα ἐπολυπραγμόνησεν ἢ ἐκόλασεν, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐν Ῥώμῃ συνειλημμένων (ἐξεληλεγμένοι γὰρ ἦσαν κἀνταῦθα τῶν βουλευτῶν συχνοὶ τὰ τοῦ Κασσίου περιφανῶς ἐσπουδακότες) ἐπέστειλε τῇ βουλῇ, μηδὲν χαλεπὸν γνῶναι, τούτοις ἄντικρυς τοῖς ῥήμασι χρησάμενος· αὐτὰ γὰρ εἰρήσεται, τὴν χρηστότητα τοῦ ἀνδρὸς σαφῶ ἐνδεικνύμενα. Ἦν δ' οὖν τοιαῦτα· «Ἱκε»τεύω ὑμᾶς, ὦ βουλὴ, καθαράν μου τὴν ἀρχὴν ἀπὸ «παντὸς αἵματος βουλευτικοῦ φυλάξασθαι. Μὴ γένοιτό «τινα ἐξ ὑμῶν ἐπ' ἐμοῦ ἢ τῇ ἐμῇ ἢ τῇ ὑμετέρᾳ 42 ψήφῳ θανατωθῆναι.» Καὶ τέλος ἔφη, ὅτι «Ἂν μὴ τούτου τύχω, ἀποίσομαι πρὸς τὸν θάνατον» καὶ οὐκ ἐπῆρε τὸν Μάρκον, οὐδὲ προσηγάγετο ἐκβῆναι τῶν συνήθων λογισμῶν οὐ τὸ ἄδικον καὶ ἀνόσιον τῶν τετολμημένων, οὐχ ἡ ἀπιστία τῶν τολμησάντων οὐ τὸ ὑπὲρ ὁμοίων ἐς αὖθις δέος.
Historia Chronike Unit 11 opening§u11-open
u11-openUnit 11.
Lemma-led open — ΚΟΜΜΟ∆ΟΣ. .: Ὅτι μέχρι μέν τινος ὁ Κόμοδος πάντα ἔπραττε τοῖς πατρικοῖς φίλοις συμβούλοις
Greek · §u11-open
119 ΚΟΜΜΟ∆ΟΣ. Ibid.: Ὅτι μέχρι μέν τινος ὁ Κόμοδος πάντα ἔπραττε τοῖς πατρικοῖς φίλοις συμβούλοις χρώμενος. Ἐπειδὴ δὲ Περέννιον ἔπαρχον τῶν στρατοπέδων κατέστησεν, ἄνδρα τὸ μὲν γένος Ἰταλιώτην, πονηρὸν δὲ τὸ ἦθος, αὐτὸς μὲν τρυφαῖς καὶ συμποσίοις ἐσχόλαζεν, οὗτος δὲ πάσης τῆς ἀρχῆς τὴν ἐξουσίαν ἐνδυσάμενος, τούς τε πατρῴους φίλους πρώτους διαβάλλειν ἤρξατο, καὶ ὅσοι πλούσιοι ἦσαν, τούτους εἰς ὑποψίαν ἄγων, τὸ μειράκιον ἐξεφόβει, ὡς ἂν αὐτοὺς διαχρησάμενος ἀφορμὴν αὑτῷ παράσχοι ἁρπάζειν τὰ ἐκείνων. Μέχρι μὲν οὖν τινὸς ἐπεῖχε τὸν νέον ἡ τοῦ πατρὸς μνήμη καὶ ἡ τῶν φίλων αἰδώς· ἀλλ' ὥσπερ τινὸς βασκάνου τύχης ἀνατρεπούσης αὐτοῦ τὴν κοσμίαν ἀρχὴν, συνέβη τι τοιοῦτον. Λουκίλλα ἦν τῷ Κομόδῳ πρεσβυτάτη ἀδελφή· αὕτη πρότερον Λουκίῳ Βήρῳ αὐτοκράτορι συνῴκει, ὃν κοινωνὸν τῆς βασιλείας Μάρκος ἐποιήσατο. Ἐπειδὴ οὖν συνέβη τὸν Λούκιον τελευτῆσαι, μενόντων τῇ Λουκίλλῃ τῶν τῆς βασιλείας συμβόλων, Πομπηϊανῷ ὁ πατὴρ ἐξέδοτο αὐτήν· ἀλλὰ καὶ ὁ Κόμοδος ἐφύλαττε τὰς τιμὰς τῇ ἀδελφῇ. Ἐπειδὴ δὲ ἠγάγετο αὐτὸς Κρισπίναν, ἀνάγκη τε ἐγένετο τὴν προεδρίαν ἀπονέμεσθαι τῇ τοῦ βασιλεύοντος γυναικὶ, δυσφόρως τοῦτο φέρουσα ἡ Λουκίλλα, τῷ μὲν ἀνδρὶ οὐκ ἐθάρρησεν εἰπεῖν, Κοδράτῳ δέ τινι, εἰς ὃν καὶ διεβάλλετο, ὑπέθετο τὸν Κόμοδον ἀνελεῖν· ὁ δὲ Κυιντιανῷ νεανίᾳ θρασυτάτῳ τε καὶ φονικωτάτῳ τὴν ὀλεθρίαν ἐπέτρεψε πρᾶξιν. Ὅστις λαβὼν ἐγχειρίδιον, καὶ ὑποστὰς ἐν τῇ τοῦ θεάτρου εἰσόδῳ (ἔστι δὲ αὕτη ζοφώδης), ὥρμησε κατὰ τοῦ Κομόδου. Ὡς δὲ διήμαρτε τῆς πληγῆς, κρατηθεὶς ὑπὸ τῶν σωματοφυλάκων, ἅπαντα διήλεγξε. Καὶ αὐτὸς μὲν παραχρῆμα δίκην ἀνοίας ὑπέσχεν· ὁ δὲ Κόμοδος ἔκτοτε κοινοὺς ἐχθροὺς ἅπαντας ἐλογίζετο. Ὑπῆρξε δὲ καὶ τῷ Περεννίῳ πρόφασις, ἣν ἐζήτει· τήν τε γὰρ ἀδελφὴν ὁ Κόμοδος διεχρήσατο, καὶ πάντας ἀφειδῶς τούς τε ὄντας ἐν τῇ συνωμοσίᾳ καὶ τοὺς ὡς ἔτυχε διαβαλλομένους ἀπεσκευάζετο, μάλιστα τοὺς πατρῴους καὶ ἀναγκαίους φίλους. 2. Τοῦτο τοῦ Περεννίου κατασκευάζοντος ποιησάμενός τε (γὰρ) ἑαυτὸν ὑπὸ ἐξουσίαν, ἐπιβούλευε τῇ ἀρχῇ, τόν τε Κόμοδον κατεργάσασθαι βουλόμενος, καὶ τοῖς ἑαυτοῦ παισὶ τὴν βασιλείαν διανεῖμαι. Ἐγνώσθη δὲ ἡ ἐπιβουλὴ παραδόξως ὑπὸ φιλοσόφου τινὸς ἐν τῷ θεάτρῳ μεγάλῃ τῇ φωνῇ ἀνακράζοντος· καὶ ὁ μὲν ὑπὸ τοῦ Περεννίου δίκας τῆς παρρησίας λαβὼν, πυρὶ παρεδόθη· ὁ δὲ Κόμοδος ὑπετόπει τε τὸν Περέννιον, καὶ ἐμέμνητο τῶν λεχθέντων. Ὀλίγου δὲ χρόνου διελθόντος, στρατιῶταί τινες τῶν Ἰλλυριῶν, λαθόντες τὸν Περεννίου παῖδα, νομίσματα ἐκόμισαν ἐκτετυπωμένα τὴν ἐκείνου εἰκόνα· ἅπερ ἑωρακὼς, ὁ Κόμοδος, πεισθεὶς δὲ τοῖς λεχθεῖσιν αὐτῷ πολλάκις, πέμψας διὰ νυκτὸς, ἀποτέμνει τὴν κεφαλὴν τοῦ Περεννίου, καὶ τὴν ταχίστην ἐκπέμπει πρὸς τὸν αὐτοῦ παῖδα (ὃς ἦν ἔπαρχος τοῦ ἐν Ἰλλυριοῖς στρατοπέδου) τὰ ἐπὶ τῆς Ῥώμης ἔτι ἀγνοοῦντα, κελεύει τε αὐτὸν διά (τε) φιλικῶν γραμμάτων ἥκειν ἐν τῇ Ῥώμῃ, ὡς καὶ τοῦ πατρὸς αὐτοῦ βουλομένου, καὶ τὴν ὕπατον ἀρχὴν αὐτοῦ ληψομένου. Ὁ δὲ, τῶν ἀγγέλων εἰπόντων ταῦτα, ἀσχάλλων μὲν ὅτι ἀτελῆ κατέλιπε τὰ τῆς τυραννίδος, θαρρῶν δὲ τῇ τοῦ πατρὸς δυνάμει, ποιεῖται τὴν ὁδοιπορίαν. Γενόμενον δὲ αὐτὸν κατὰ τὴν Ἰταλίαν, οἷς τοῦτο ἐντέταλτο, διεχρήσαντο. Τοιοῦτον μὲν δὴ τέλος ἐκείνους κατέλαβεν. 3. Ὁ δὲ 43 Κόμοδος δύο τοὺς ἐπάρχους καταστήσας, ἀσφαλέστερον ᾠήθη πράττειν. Χρόνου δέ τινος διαδραμόντος, ἑτέρα τις ἐπιβουλὴ κατ' αὐτοῦ γέγονε. Μά τερνός τις, ἐκ τῶν στρατιωτῶν φυγὰς, πολλὰ καὶ δεινὰ διαφόρως τολμήσας, πείσας τέ τινας ἀπὸ τῶν αὐτῶν ἔργων, χεῖρα πολλὴν κακούργων συναθροίζει· καὶ πρότερον μὲν τὰς πλησίον ἐλῄστευσε πόλεις· εἶτα καὶ μείζονα τολμήσας, εἰς τὴν Ἰταλίαν εἰσέδυ· καὶ ἐπιτηρήσας ἡμέραν, ἐν ᾗ ὁ βασιλεὺς πανδημεὶ ἑορτὰς ἐπιτελεῖ, καὶ πάντες τὰ ἑαυτῶν σχήματα διήλλαττον ὡς ἐβούλοντο, καιρὸν ἐπιτήδειον νομίσας, λαβών τε
Unit 11 rem early§u11-rem-early
u11-rem-earlyRem early: Unit 11; lemma and argument toward the thesis.
Greek · §u11-rem-early
δορυφόρου σχῆμα ἐπεπήδησε διαχρήσασθαι τῷ Κομόδῳ. Ἀλλ' εἷς τῶν σὺν αὐτῷ κακούργων παροξυνθεὶς ὑπὸ φθόνου, προδιαγγέλλει τοῖς τοῦ βασιλέως οἰκείοις· καὶ συλλαβόντες τὸν Μάτερνον, ἀπέτεμον αὐτοῦ τὸν αὐχένα. Κόμοδος δὲ τοῖς ἑαυτοῦ θεοῖς ὁμολογήσας χαριστηρίους τινὰς, ὑπέρ τε τῆς σωτηρίας καὶ τῆς βασιλείας ἐπανηγύριζεν. 4. Ὁ δὲ Κόμοδος ἐκφυγὼν τὴν Ματέρνου ἐπιβουλὴν, πλείονί τε φρουρᾷ ἐχρήσατο, καὶ σπανίως τοῖς δήμοις ἐφαίνετο, τὰ πλεῖστα ἐν προαστείοις διατρίβων. Συνέβη γὰρ κατ' ἐκεῖνον τὸν χρόνον καὶ λοιμώδη νόσον κατασχεῖν τὴν Ἰταλίαν, καὶ πολλοὺς διαφθείρειν. Ἐπέσχε δὲ καὶ λιμὸς κατ' αὐτὸ τοὺς ἀνθρώπους ἐκ τοιαύτης αἰτίας. Κλέανδρός τις, τῷ μὲν γένει Φρὺξ, συναυξηθείς τε τῷ Κομόδῳ, εἰς τοσοῦτον ὑπ' αὐτοῦ τιμῆς προῆλθεν, ὡς καὶ τὴν τοῦ σώματος φρουρὰν καὶ τὴν τοῦ θαλάμου καὶ τῶν στρατιωτῶν πρόνοιαν ἐγχειρισθῆναι· ὑπὸ δὲ πλούτου καὶ τρυφῆς ἀνεπείσθη καὶ πρὸς βασιλείας ἐπιθυμίαν προῆλθεν· ὠνούμενος δὲ πλεῖστον σῖτον, ἀπέκλειεν, ἐλπίζων τόν τε δῆμον καὶ τὸ στρατόπεδον ἐν σπάνει καταστήσας, ἐπιδόσεσι λαμπραῖς ἁλόντας ὑπαγαγέσθαι· καὶ γυμνάσιον καὶ λουτρὸν μέγιστον κατασκευάσας, τούτους ἐδελέαζεν. Οἱ δὲ Ῥωμαῖοι ἀπεχθῶς ἔχοντες πρὸς αὐτὸν, καὶ τῶν δεινῶν τὰς αἰτίας εἰς ἐκεῖνον ἀναφέροντες, τὰ μὲν πρῶτα ἐν τοῖς θεάτροις κακῶς ἠγόρευον, τὸ δὲ τελευταῖον καὶ ἐν τῷ προαστείῳ τοῦ Κομόδου πανδημεὶ ἐπελθόντες κατεβόων, καὶ τὸν Κλέανδρον πρὸς θάνατον ᾔτουν. Ταραχῆς δὲ οὔσης, τῷ μὲν Κομόδῳ ἐκώλυσε γνωσθῆναι, αὐτὸς δὲ στρατιώτας ἐπαφῆκε τῷ δήμῳ, καὶ μέχρι τῆς πόλεως διωκόμενον ἔκοπτεν· ὡς δὲ ἐν τῇ πόλει εἰσῆλθεν, οἱ ἐν αὐτῇ μείναντες, αἰσθόμενοι τὸ κατειληφὸς πάθος, ἀποκλείσαντες τὰς εἰσόδους, ἐκ τῶν δωμάτων λίθοις καὶ κεράμοις ἔβαλλον τοὺς ἱππέας. Οἱ δὲ ἔπασχον ἅπερ ἐδράκεισαν· τιτρωσκόμενοι τοίνυν καὶ μὴ φέροντες εἰς φυγὴν ἐτράπησαν, πολλοὶ δὲ καὶ διεφθάρησαν. 5. Ἐμφυλίου τε πολέμου τηλικούτου τὴν Ῥώμην κατέχοντος, ἄλλος μὲν οὐδεὶς ἀγγεῖλαι τῷ Κομόδῳ τὰ πραττόμενα ἐβούλετο, δέει τῆς Κλεάνδρου ἐξουσίας· ἡ δὲ πρεσβυτάτη τῶν ἀδελφῶν τοῦ βασιλέως λυσαμένη τὰς τρίχας, καὶ ῥίψασα ἑαυτὴν ἐπὶ τῆς γῆς, ἅπαντα διηγόρευε τὰ τῷ Κλεάνδρῳ πεπραγμένα, καὶ ὅτι τῆς βασιλείας ἐκβάλλονται, εἰ μὴ τὴν ταχίστην πρὸς θάνατον ἐκδοθείη. Τότε καὶ τῶν παρόντων τινὲς θαρρήσαντες τοῖς τῆς ἀδελφῆς λόγοις τὸν Κόμοδον ἐξετάραξαν. Ἐκπλαγεὶς δὲ ἐκεῖνος τόν τε ἐπικείμενον κίνδυνον καταλαβὼν, τὴν κεφαλὴν ἀποτμηθῆναι κελεύει τοῦ Κλεάνδρου, καὶ ἐπὶ δόρατος μακροῦ ἐκπέμπει τῷ δήμῳ. Ὁ δὲ παραχρῆμα τῆς μανίας ἐπαύσατο, προσανελὼν μέντοι καὶ τοὺς υἱοὺς τοῦ Κλεάνδρου. Καὶ ὁ μὲν Κλέανδρος οὕτω τε ἤνθησεν ἐν ὀλίγῳ, καὶ οὕτω διεμαράνθη. 6. Ὁ δὲ Κόμοδος εἰσελθὼν ἐν τῷ ἄστει μεγαλοφρόνως ὑπεδέχθη· πειραθεὶς δὲ τοσούτων κινδύνων, ἀπίστως προσεφέρετο πᾶσιν ἀφειδῶς τε φονεύων καὶ πάσαις διαβολαῖς πιστεύων, σχολάζων τε ἀλλεπαλλήλοις καὶ ἀκολάστοις τοῦ σώματος ἡδοναῖς, ἡνιόχοις τε καὶ ὑποκριταῖς καὶ θηρίων σφαγαῖς· ὑπὸ δέ τινος τύχης ἐλαυνόμενος, εἰς τοσοῦτον μανίας καὶ παροινίας προὐχώρησεν, ὡς τὴν ἰδίαν προσηγορίαν παραιτήσασθαι. Ζήτει ἐν τῷ Περὶ κακίας καὶ ἀρετῆς. 120 Exc. De virt.: Ὅτι ὁ Κόμοδος ὑπό τινος τύχης ἐλαυνόμενος ἐς τοσοῦτον μανίας καὶ παροινίας προὐχώρησεν, ὡς τὴν ἰδίαν προσηγορίαν παραιτήσασθαι, Ἡρακλέα τε καὶ ∆ιὸς υἱὸν 44 ὀνομάζεσθαι, τούς τε μῆνας ἀφ' ἑαυτοῦ φέρειν τὰς προσηγορίας προσέταξεν οὕτως· Ἀμαζόνιος, Κόμοδος, Αὔγουστος, Ἡράκλειος, Ῥωμαῖος, Ὑπεραίρων, Ἀνίκητος, Εὐσεβὴς, Εὐτυχὴς, Λούκιος, Αἴλιος, Αὐρήλιος. Ἀποδυσάμενός τε τὸ Ῥωμαίων σχῆμα, λεοντῆν ὑπεστρώννυτο καὶ ῥόπαλον ἐπεφέρετο· οὕτω τε θηρίοις καὶ ἀνθρώποις δημοσίᾳ ἐμονομάχει, εὐστόχως τε κατὰ τὸ ἀληθὲς ἀκοντίζων, καὶ παρὰ πάντων, ὡς εἰπεῖν, θαυμαζόμενος. Ἐπειδὰν δὲ εἰς πολλὴν μιαιφονίαν ἐτράπη, πάντας ἀφειδῶς τοὺς ἀθλίους καὶ λελωβημένους ἄνδρας εἰς τὸ θέατρον συναγαγὼν, δρακοντοειδῆ τέ τινα περιθεὶς ἐκ τῶν γονάτων ὑφάσματα, ὡς γίγαντας τῷ ῥοπάλῳ κατειργάσατο. Καθεύδων γὰρ ἐν τοῖς μονομαχείοις, ἐκεῖθεν ἐς τὰς πανηγύρεις καὶ ἑορτὰς πρὸς τῆς συγκλήτου βουλῆς ὑπαντώμενος, ἐκ πάντων μὲν κακῶς διεβάλλετο, ὥστε καὶ τὴν Μαρκίαν, ἣν εἶχε τῶν παλλακῶν τιμιωτάτην, καταγνῶναι αὐτοῦ καὶ ἀπαγορεῦσαι τοῖς πραττομένοις. Πολλοὶ δὲ καὶ ἄλλοι ἱκέτευον αὐτὸν μηδὲν ἀνάξιον τῆς
Unit 11 rem mid§u11-rem-mid
u11-rem-midRem mid: Unit 11; lemma continues; reading with the letter.
Greek · §u11-rem-mid
βασιλείας ποιεῖν. 121 Exc. De ins.: Ὅτι μετὰ τοῦτο ὁ Κόμοδος ἐπὶ τοῖς οἰκείοις ἀσχάλλων, τοὺς μὲν ἀπεπέμψατο, αὐτὸς δὲ ἐπανελθὼν ἐς τὸ δωμάτιον, ὡς δῆθεν καθευδήσων, λαβὼν δέλτον, γράφει ὅσους χρὴ φονευθῆναι (ὧν πρώτη μὲν ἦν Μαρκία, εἵποντο δὲ Λαῖτος καὶ Ἔκλεκτος· ἐπὶ δὲ τούτοις πολὺ πλῆθος τῶν τῆς συγκλήτου πρωτευόντων), ὥς ποτε τὰς Στυμφαλίδας ὄρνεις κατατοξεῦσαι τούτους ἐν τῷ θεάτρῳ βουλόμενος, τοὺς μὲν (γὰρ) ὡς πρεσβύτας καὶ πατρῴους φίλους αἰδούμενος ἔχειν αἰσχροῦ βίου σεμνοὺς ἐπόπτας, τῶν δὲ πλουσίων τὰς οὐσίας χαρίσασθαι βουλόμενος μονομάχοις. Τὴν δὲ δέλτον τίθησιν ἐπὶ τοῦ σκίμποδος, ἔνθα μηδεὶς εἰσῄει. Παιδίον δέ τι μικρὸν, ὅπερ ἠγάπα ὁ Κόμοδος καὶ ἐπετέρπετο, Φιλοκόμοδόν τε ὠνόμασε, τοῦτον λαβὼν τὴν δέλτον, ἔπαιζεν ἐπὶ τοῦ σκίμποδος. Αἰφνιδίου δὲ τοῦ Κομόδου προελθόντος, ἔμεινε παρὰ τῷ παιδίῳ τὸ γραμματεῖον· ὅπερ ἀνελομένη ἡ Μαρκία, δεδοικυῖα μή τι τῶν ἀναγκαίων ὑπὸ νηπιότητος διαφθείρῃ, γνωρίσασα τὴν τοῦ Κομόδου χεῖρα, διεξῆλθε, καὶ εὗρεν αὐτὸ θανατηφόρον, καὶ πρὸ πάντων αὐτῇ· ἀνοιμώξασα δὲ καθ' ἑαυτὴν, τὸν Ἔκλεκτον μεταπέμπεται· δοῦσα δὲ τὸ γραμματεῖον, «Ὅρα, ἔφη, ποίαν μέλλομεν παννυχίζειν ἑορτήν.» Ὁ δὲ ἀναγνοὺς κατεπλάγη, καὶ τοῦτο διά τινος πιστοτάτου παραπέμπει παραχρῆμα τῷ Λαίτῳ. Ταραχθεὶς δὲ κἀκεῖνος ἀφικνεῖται πρὸς Μαρκίαν, ὡς δὴ συσκεψόμενος αὐτοῖς· οὐδὲ γὰρ ἦν καιρὸς μελλήσεως. Ἀρέσκει δὲ δοῦναι φάρμακον τῷ Κομόδῳ· ὑπέσχετο δὲ ῥᾷστα δώσειν ἡ Μαρκία· εἰώθει γὰρ αὐτὴ κιρνᾶν αὐτῷ ἐν τῷ δείπνῳ τὴν πρώτην δόσιν. Ἐλθόντι δὲ αὐτῷ ἀπὸ λουτροῦ δίδωσι καλῶς κεράσασα· ὁ δὲ πιὼν ἀναισθήτως, αὐτίκα ἔπεσεν εἰς ὕπνον, ὑπό τε τοῦ κόπου καὶ τῆς ἀλλεπαλλήλου ἡδονῆς ἑλκόμενος· καὶ μικρόν τι ἡσυχάσας ἤρξατο ἐμεῖν σὺν τῇ προεγκειμένῃ τροφῇ καὶ τὸ φάρμακον· ἡ δὲ Μαρκία φοβηθεῖσα μὴ (εἰς) πᾶν ἐξεμεθῇ, ἢ διὰ τὴν πλήμην τῆς τροφῆς ἢ διὰ τὸ προλαμβανόμενον ὑπὸ τῶν βασιλέων ἀλεξιφάρμακον, καὶ πάντες ἀπόλωνται, μετακαλεῖται νύκτωρ τὸν Λαῖτον καὶ τὸν Ἔκλεκτον. Οἱ δὲ ὡς ταῦτα ἐπύθοντο, θαρροῦσι τοῦτο Ναρκίσσῳ τινὶ ἀκμαιοτάτῳ ἀποπνίξαι τὸν Κόμοδον. Ὁ δὲ εἰσδραμὼν καὶ παρειμένον εὑρὼν ὑπὸ τοῦ φαρμάκου καὶ τῆς μέθης, ἀποσφίγξας τὸν τράχηλον, φονεύει. Τοιούτῳ μὲν τέλει βίου ὁ Κόμοδος, βασιλεύσας ἔτεσι ιγʹ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν, ἐχρήσατο. 122 ΠΕΡΤΙΝΑΞ. Ibid.: Οἱ δὲ ἐπιβουλεύσαντες αὐτῷ, κρύψαι τὸ γενόμενον βουλευσάμενοι, εἰς στρωμνήν τινα εὐτελῆ ὑποβαλόντες τὸ σωμάτιον, καὶ καταρράψαντες, δι' οἰκετῶν, πάντας λαθόντες, τῆς βασιλείου αὐλῆς ἐξεφόρησαν· αὐτοὶ δὲ τὸ πρακτέον 45 ἐβουλεύοντο, φήμην ἐγκατασπείραντες, ὅτι ἐν τῷ μονομαχίῳ ἀποπληξίᾳ ὁ Κόμοδος ἐτελεύτησεν. Ἔδοξεν δὲ αὐτοῖς ἐπιλέξασθαι ἄνδρα πρεσβύτην τινὰ, τὸν διαδεξόμενον τὴν ἀρχὴν, ὅπως ἀπὸ τῆς πικρᾶς καὶ ἀκολάστου τυραννίδος πάντες ἀναπνεύσειεν. 2. Καθ' ἑαυτοὺς δὲ λογιζόμενοι, οὐδένα οὕτως ἐπιτήδειον εὕρισκον ὡς Περτίνακα, τὸ μὲν γένος Ἰταλιώτην, ἐν δὲ πολλαῖς πράξεσι στρατιωτικαῖς εὐδοκιμήσαντα, μόνον τῶν Μάρκου φίλων περιλειφθέντα· πρὸς ὃν τῆς νυκτὸς ἀκμαζούσης παραγίνονται, αὐτοί τε καί τινες ὀλίγοι τῶν συνωμοτῶν. Ἐπιστάντες δὲ ταῖς θύραις διεγείρουσι τὸν φύλακα. Ἀνοίξας δὲ ἐκεῖνος, καὶ θεασάμενος στρατιώτας καὶ τὸν ἔπαρχον, ἀγγέλλει τῷ δεσπότῃ. Ὁ δὲ ἥκειν αὐτοὺς κελεύει, προσδοκῶν παραχρῆμα ἀποτέμνεσθαι. Εἰσελθόντας δὲ αὐτοὺς ἠσπάσατο, καὶ τὸ κελευθὲν γίνεσθαι προέτρεπε. «Τοῦτο γὰρ, ἔφη, διὰ παντὸς ἐνενόουν, μόνος περιλειφθεὶς τῶν πατρῴων αὐτοῦ φίλων.» Προέτεινέ τε πολλάκις τὸν τράχηλον ἀπὸ τοῦ σκίμποδος. Πρὸς ταῦτα ὁ Λαῖτος· «Παῦσαι,» φησὶν «ἀνάξια σαυτοῦ καὶ τῶν προβεβιωμένων σοι λέγων. Οὐ γὰρ ἐπ' ὀλέθρῳ τῷ σῷ ἥκομεν, ἀλλ' ἐπὶ σωτηρίᾳ τῇ τε ἡμῶν αὐτῶν καὶ τῆς Ῥώμης· κεῖται μὲν γὰρ ὁ τύραννος, δίκην δοὺς τὴν προσήκουσαν, καὶ ἅπερ αὐτὸς ἡμᾶς δράσαι διενοεῖτο ταῦτα πρὸς ἡμῶν παθών. Ἡμεῖς δὲ ἥκομεν σοὶ τὴν βασιλείαν ἐγχειριοῦντες, ὃν ἴσμεν προὔχοντα ἐν τῇ συγκλήτῳ βουλῇ βίῳ, μεγέθει, ἀξιώματι, ἡλικίᾳ, σεμνότητι, πόθῳ τε τοῦ δήμου.» 3. Ὁ δὲ Περτίναξ· «Παύσασθε χλευάζοντες πρε σβύτην.» «Ἀλλὰ μὴν, ἔφη ὁ Ἔκλεκτος, ἀνάγνωθι τὸ γραμματεῖον· γνωρίζεις δὲ τὴν Κομόδου χεῖρα.» Ἐπιγνοὺς δὴ τὰ γεγραμμένα ὁ Περτίναξ, πεισθείς τε ἀνδράσι
Unit 11 rem close§u11-rem-close
u11-rem-closeRem CLOSEOUT: Unit 11 CLOSEOUT.
Greek · §u11-rem-close
καὶ πρότερον αὐτοῦ φίλοις, πάντα πυθόμενος τὰ πεπραγμένα, ἐπιδίδωσιν ἑαυτόν. Καὶ συμπαραλαβόντες καὶ τῶν λοιπῶν ὅσοι παρῆσαν, ἐπὶ τὸ στρατόπεδον ἠπείγοντο. ∆ιαπέμπουσι δέ τινας τοὺς διαβοήσοντας, ὅτι Κόμοδος μὲν τέθνηκε, Περτίναξ δὲ ἐπὶ τὸ στρατόπεδον ἄπεισι βασιλεύς. ∆ιαδραμούσης δὲ τῆς φήμης, πᾶς ὁ δῆμος ἐνθουσιῶντι ἐοικὼς ἐξεβάκχευε καὶ διέτρεχε, βοῶν τε ἀπρεπῆ, καὶ ὅσα πρότερον ἐπεῖχεν ὁ φόβος, ταῦτα, προελθούσης ἀδείας καὶ ἐλευθερίας, ῥᾳδίως ἐλέγετο. Ἐπεὶ δὲ ἐγένοντο ἐν τῷ στρατοπέδῳ, ὅ τε Λαῖτος καὶ Ἔκλεκτος εἰσῆλθον ἄγοντες τὸν Περτίνακα· καὶ ἀναγορεύεται βασιλεύς. 4. Ὅτι εὐταξίας καὶ εὐμοιρίας κατεχούσης τὸν βίον, βασιλεύοντος Περτίνακος, μόνοι οἱ δορυφόροι ἀσχάλλοντες μνήμῃ μάλιστα τῆς προγεγενημένης αὐτοῖς τυραννίδος, ἁρπαγάς τε καὶ βίας ποθοῦντες, ἐβουλεύσαντο ἀποσκευάσασθαι τὸν Περτίνακα, ζητῆσαι δέ τινα τὸν πάλιν αὐτοῖς παρέξοντα ἀκόλαστον ἐξουσίαν. Αἰφνιδίως τοίνυν, οὐδενὸς προσδοκῶντος, ἀλλὰ πάντων ἡσυχαζόντων, προσπηδῶσι τοῖς βασιλείοις τὰ ξίφη σπασάμενοι. Οἱ δὲ ἐν τῇ βασιλείῳ ὑπηρεσίᾳ ταραχθέντες, οὐκ ἔμενον, ἀλλ' ἕκαστος ἣν εἶχε φρουρὰν καταλιπὼν ἔφυγεν. Ὀλίγοι δέ τινες ἀπαγγείλαντες τῷ Περτίνακι τὴν ἔφοδον, συνεβούλευον φυγεῖν, καὶ τῇ τοῦ δήμου καὶ τῇ τῆς συγκλήτου βοηθείᾳ ἑαυτὸν ἐπιδοῦναι. Ὁ δὲ οὐκ ἀνασχόμενος, βασιλείας οὐκ ἄξια ταῦτα νομίσας, ἐξῆλθε τοῦ δωματίου, προσδοκῶν πείθειν αὐτοὺς καὶ παύσειν τῆς ἀλόγου ὀργῆς, αἰδουμένους τὸ τοῦ βασιλέως σχῆμα καὶ τὴν τοῦ ἀνδρὸς φιλοσοφίαν. Ἔτι δὲ λαλοῦντος τοῦ πρεσβύτου καὶ πολλὰ παραινοῦντος, ἐπιπίπτουσί τε αὐτῷ καὶ φονεύουσι, δράσαντες ὄντως ὠμὸν ἔργον· καὶ δεδιότες τὴν ἔφοδον τὴν τοῦ δήμου, εἰς τὸ στρατόπεδον δρόμῳ ἀναχωρήσαντες καὶ τὰς πύλας ἀποκλείσαντες, ἐπὶ τοῦ τείχους ἀνῆλθον, φρουρὰς καταστήσαντες, ἀμυνούμενοι τοὺς ἐπιόντας. 5. Ἐπειδὴ δὲ διεφοίτησεν εἰς τὸν δῆμον ἡ τοῦ βασιλέως ἀναίρεσις, ταραχή τε καὶ πένθος πάντας κατεῖχε, διέθεόν τε ἐνθουσιῶσιν ἐοικότες, μηδὲ εὑρεῖν μηδὲ ἀμύνασθαι δυνάμενοι τοὺς δεδρακότας. Μιᾶς δέ που καὶ δευτέρας ἡμέρας διαδραμούσης, οἱ μὲν δημόται ἕκαστος καθ' ἑαυτὸν δεδιὼς ὑπανεχώρει, οἱ δὲ ἐν ἀξιώμασιν ὄντες ἐς τὰ πορρωτάτω τῆς πόλεως κτήματα ἀπεδίδρασκον, ὡς ἂν μή τι δεινὸν ἐκ τῆς ἐσομένης ἀρχῆς παρόντες πάθοιεν. 46 Τοιοῦτον μὲν δὴ τέλος τῷ Περτίνακι βασιλεύσαντι μῆνας ἕξ. 6. Οἱ δὲ στρατιῶται, ὡς εἶδον μηδένα τολμῶντα ὑπεξελθεῖν τῷ φόνῳ, ἀναβάντες ἐπὶ τὸ τεῖχος ἐκήρυττον, «Τίς βούλεται τὴν βασιλείαν ὠνήσασθαι;» Ὡς δὲ διεφοίτησεν ἡ φήμη, Ἰουλιανός τις, ἤδη μὲν τετελεκὼς τὴν ὕπατον ἀρχὴν, ἐν εὐπορίᾳ δὲ πολλῇ εἶναι δοκῶν, ζῶν δὲ κραιπάλαις καὶ τρυφαῖς, καὶ ἄλλοις κακοῖς **. 123 ΙΟΥΛΙΑΝΟΣ. Exc. De virt.: Ὅτι Ἰουλιανὸς ὁ ὕπατος, ὁ ὠνησάμενος τὴν βασιλείαν, ἐπεὶ παρῆλθεν εἰς τὴν ἀρχὴν, εὐθέως τρυφαῖς καὶ κραιπάλαις ἐσχόλαζε, τῇ μὲν τῶν δημοσίων ἐπιμελείᾳ ῥᾳθύμως προσφερόμενος, εἰς δὲ τὸ ἁβροδίαιτον ἐπιδιδοὺς ἑαυτόν. Εὑρίσκετο δὲ καὶ τοὺς στρατιώτας ψευσάμενος· οὔτε γὰρ οἴκοθεν ἦν αὐτῷ τοσαῦτα χρήματα, καὶ οἱ δημόσιοι θησαυροὶ ἐκεκένωντο ὑπὸ Κομόδου. Ἐκ ταύτης τῆς αἰτίας οἵ τε στρατιῶται ἠγανάκτουν, καὶ ὁ δῆμος ἐν τοῖς θεάτροις ἐν καταφρονήσει αὐτὸν ἐποίει. 124 ΝΙΓΡΟΣ. Exc. De ins.: Ἐκ ταύτης τῆς αἰτίας οἵ τε στρατιῶται ἠγανάκτουν, καὶ ὁ δῆμος αἰσθόμενος ἐν καταφρονήσει αὐτὸν ἐποιεῖτο, καὶ Νίγρον ἐν τοῖς θεάτροις ἐπεκάλει, βοηθόν τε αὐτὸν γενέσθαι τὴν ταχίστην τῇ Ῥωμαίων ἀρχῇ ἠξίου, ὡς ἐφύβριστα πασχούσῃ. Καὶ τοῦτον ἀναγορεύουσι βασιλέα. Ὁ δὲ καὶ αὐτὸς ἐξυπτιάζεται πρὸς τὴν τῶν πραγμάτων ἐπιμέλειαν, καὶ ἀνειμένως τοῖς Ἀντιοχεῦσι συνευφραίνετο, εἰς ἑορτὰς καὶ θέας ἐπιδιδοὺς ἑαυτὸν, τῆς τε εἰς τὴν Ῥώμην ἀφόδου ἠμέλει, τοῖς τε Ἰλλυρικοῖς στρατεύμασι δέον ἐπιφοιτῆσαι τὴν ταχίστην, καὶ φθάσαι οἰκειωσάμενον αὐτὰ, οὐδὲ τῶν πραττομένων τι αὐτοῖς ἐδήλου, ἐλπίζων πάντας ὁμογνώμονας ἔσεσθαι τῇ Ῥωμαίων εὐχῇ. Ταῦτα δὲ αὐτοῦ πράττοντος, διηγγέλθη εἰς Ἰλλυριοὺς καὶ πᾶν τὸ ἐκεῖσε στρατιωτικὸν, ὃ ταῖς ὄχθαις Ἴστρου τε καὶ Ῥήνου ἐπικείμενον ἀπείργει τοὺς ἐπέκεινα βαρβάρους, καὶ φρουρεῖ τὴν Ῥωμαίων ἀρχήν. Ἡγεῖτο δὲ τούτων Σεβῆρος, τὸ μὲν γένος Λίβυς, εἰς δὲ πραγμάτων διοίκησιν γενναῖος.
Historia Chronike Unit 12 opening§u12-open
u12-openUnit 12.
Lemma-led open — ΣΕΒΗΡΟΣ. . .: Οὗτος ὁ Σεβῆρος τὸ μὲν γένος ἦν Λίβυς, ἐς δὲ πραγμάτων διοίκησιν γενναῖος ἅμ
Greek · §u12-open
125 ΣΕΒΗΡΟΣ. Exc. De virt.: Οὗτος ὁ Σεβῆρος τὸ μὲν γένος ἦν Λίβυς, ἐς δὲ πραγμάτων διοίκησιν γενναῖος ἅμα καὶ θυμοειδὴς, σκληρῷ τε βίῳ καὶ τραχεῖ ἐνειθισμένος, πόνους τε ἀνέχων ῥᾷστα, νοῆσαί τε ταχὺς καὶ τὸ νοηθὲν ἐπιτελέσαι ὀξύς. 126 Exc. De ins.: Οὗτος πυθόμενος τὴν Ῥωμαίων ἀρχὴν μετέωρον φερομένην ἁρπάζεσθαι, καταγνοὺς τοῦ μὲν ῥᾳθυμίαν, τοῦ δὲ δυσπραγίαν (ἐνέπειθον δὲ αὐτὸν καὶ ὀνείρατα καὶ χρησμοὶ καὶ σύμβολα· τό γε τελευταῖον ᾠήθη τὸν Περτίνακα ἰδεῖν ἐφ' ἵππου προϊόντα, τὸν δὲ ἵππον ἐκεῖνον μὲν ἀποσεισάμενον, Σεβῆρον δὲ ἀναλαβόντα)· οὕτω τοίνυν ὁ Σεβῆρος ἀρθεὶς τὴν γνώμην ἀπόπειραν τῶν στρατιωτῶν ἐποιεῖτο. Τὰ μὲν πρῶτα κατ' ὀλίγους ἡγεμόνας τε καὶ χιλιάρχους οἰκειούμενος, περὶ τῆς Ῥωμαίων ἀρχῆς διελέγετο, ὡς ἐπέρριπτο, οὐδενὸς ὄντος τοῦ κατ' ἀξίαν αὐτὴν λαμβάνοντος καὶ Περτίνακος φόνον ζητοῦντος· ἡγεμὼν γὰρ τῶν Ἰλλυριῶν ἐπὶ Μάρκου καταστὰς ὁ Περτίναξ μνήμης εἶχε παρ' αὐτοῖς μεγάλως. 2. Τοιαῦτα τοίνυν λέγοντος τοῦ Σεβήρου, ἐπέδοσαν ἑαυτοὺς οἱ στρατιῶται, μάλιστα διὰ τὸν Περτίνακος φόνον, ὥστε παραχρῆμα καὶ αὐτοκράτορα ἀποδεῖξαι τὸν Σεβῆρον. Ὁ δὲ τὴν ἀρχὴν ὑποδεξάμενος, 47 καί τινα προδιαλεχθεὶς τῷ στρατοπέδῳ, εὐθέως τὴν ἐπὶ τὴν Ῥώμην ἄφιξιν προηγόρευσεν, ὀλίγον τινὰ δοὺς καιρὸν τοῖς στρατιώταις ἀναπαύσεως. Ὡς δὲ τῆς ὁδοιπορίας ἤρξατο, οὐδαμοῦ τρυφὴν βασιλικὴν ἐνδεικνύμενος, ἀλλὰ σὺν τοῖς στρατιώταις διαιτώμενος, ἐπέστη τε τοῖς τῆς Ἰταλίας ὅροις, τήν τε φήμην προφθάσας τοῖς ἐκεῖσε παρὼν ὤφθη· καὶ πάντες αὐτὸν δαφνηφοροῦντες καὶ ταῖς πύλαις ἠνεωγμέναις ἐδέχοντο. Ὡς δὲ ταῦτα τῷ Ἰουλιανῷ ἀπηγγέλλετο, ἐν ἐσχάτῃ ἀπογνώσει ἦν, τοῦ μὲν στρατοῦ τὴν δύναμιν καὶ τὸ πλῆθος ἀκούων, οὔτε δὲ τῷ δήμῳ πιστεύων, οὔτε τοῖς στρατιώταις θαρρῶν οὓς ἐψεύσατο. Καὶ διὰ τοῦτο οὐδὲ τῆς πόλεως προελθεῖν ἐτόλμα, ἀλλὰ τὰ ἔνδον παρασκευάζετο, ὡς τὴν Σεβήρου μάχην ἐν τῇ πόλει ποιησόμενος. 3. Ἐκείνου δὲ ταῦτα βουλομένου, ὁ Σεβῆρος κατέλαβε τὰ τείχη, καὶ κελεύει διὰ πάσης ὁδοῦ λανθάνοντας καὶ κρύπτοντας τὰ ὅπλα ἐν ἰδιωτῶν σχήματι εἰσδῦναι τοὺς στρατιώτας· καὶ ἤδη οἱ πολέμιοι ἔνδον ἦσαν, τοῦ Ἰουλιανοῦ ἐξυπτιάζοντος καὶ ἀγνοοῦντος τὰ πραττόμενα. Ἐπειδὴ δὲ ταῦτα διάπυστα τῷ δήμῳ ἐγένετο, ἐν πολλῇ ταραχῇ ὄντι διὰ τὴν δύναμιν τοῦ Σεβήρου, τὰ ἐκείνου φρονεῖν προσεποιοῦντο, τοῦ μὲν Ἰουλιανοῦ καταγινώσκοντες ἀνανδρείαν, τοῦ δὲ Νίγρου
Unit 12 rem early§u12-rem-early
u12-rem-earlyRem early: Unit 12; lemma and argument toward the thesis.
Greek · §u12-rem-early
μέλλησίν τε καὶ ῥᾳθυμίαν. Ὁ δὲ Ἰουλιανὸς ἀφασίᾳ τε καὶ ἀπορίᾳ καταληφθεὶς πέμπει πρὸς τὸν Σεβῆρον, κοινωνὸν αὐτὸν τῆς βασιλείας ἀποφηνάμενος. 4. Ἡ δὲ σύγκλητος ὁρῶσα τὸν Ἰουλιανὸν ἐν ἀπογνώσει, τῷ δὲ Σεβήρῳ πάντας ἤδη προσχωροῦντας, συνέδριον ποιησαμένη ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ ποτε οἱ ὕπατοι τὰ πράγματα διῴκουν, ψηφίζεται τὸν μὲν ἀναιρεθῆναι, ἀποδεχθῆναι δὲ μόνον αὐτοκράτορα Σεβῆρον. Πρεσβείαν τε πρὸς αὐτὸν ἐκπέμπει διὰ τῶν ἐξοχωτάτων τῆς βουλῆς, πάσας τε αὐτῷ προσφέρει τὰς σεβασμίους τιμάς· ἐπὶ δὲ τὸν Ἰουλιανὸν χιλίαρχον, ἀποκτενοῦντα ἄνανδρον καὶ ἄθλιον πρεσβύτην, ἰδίοις χρήμασιν ὠνησάμενον οὕτω πονηρὸν τέλος. Ὁ μὲν οὖν εὑρεθεὶς ἔρημος, αἰσχρῶς ὀλοφυρόμενος ἐφονεύθη. Ἐπεὶ δὲ τὰ παρὰ τῆς συγκλήτου ἐδηλώθη τῷ Σεβήρῳ, ἥ τε τοῦ Ἰουλιανοῦ ἀναίρεσις, ἀναβὰς ἐπὶ τοῦ βήματος, αὐτοκράτωρ καὶ Αὔγουστος ὑπὸ Ῥωμαίων ἀνηγορεύθη. 127 Exc. Salm.: Σεβῆρος ἔστειλε γράμματα εἰς Ῥώμην ὑπαντῆσαι αὐτῷ τοὺς στρατιώτας. Συνελθόντας δὲ ὠνείδισεν, εἰπὼν, ὅτι κἂν μὴ αὐτοὶ ἐγένοντο αὐτόχειρες Περτίνακος τοῦ βασιλέως, ἀλλὰ δέον αὐτοὺς ἀνελεῖν τοὺς ἀποκτείναντας ἐκεῖνον· τοῦτο μὴ ποιήσαντες ὑπ' αἰτίασιν εἰσὶ φόνου. «Ἐπὶ φυλακῇ γὰρ βασιλικῇ ταχθέντες, ἔφη, οὐκ ἐν τῷ ἀριστερῷ μέρει τὰ ξίφη διαζώννυσθε, ἀλλ' ἐν τῷ δεξιῷ.» Καὶ ἀπολαβὼν τὰ ὅπλα καὶ τοὺς ἵππους, ἀπεδίωξεν αὐτούς. Εἷς δὲ στρατιώτης, οὐκ ἀνασχομένου τοῦ ἵππου ἀπολιπεῖν αὐτὸν, ἀλλ' ἀκολουθοῦντος καὶ χρεμετίζοντος, ὑπεραλγὴς γενόμενος, τὸν ἵππον ἀπέσφαξε καὶ ἑαυτόν. Οὗτος ὁ βασιλεὺς τὸ Βυζάντιον παραλαβὼν τὰ τείχη καθεῖλεν. Εἶχε δὲ πύργους ἑπτὰ ἐκ τῶν Θρᾳκίων πυλῶν ἀρχομένους καὶ ἐπὶ τὴν ἀρκτῴαν καθήκοντας θάλασσαν. Καὶ τούτων εἴ τις ἑτέρῳ τῳ πύργῳ προσῆλθεν, οὐδεμία αἴσθησις τοῖς ἄλλοις ἐγένετο· εἰ δὲ τῷ πρώτῳ ἐνεβόησεν ἢ λίθον ἐνέβαλεν, αὐτός τε ἤχει, καὶ σιωπήσας τῷ δευτέρῳ μετεδίδου τῆς ἠχοῦς, καὶ εἶτα τῷ τρίτῳ, καὶ ἐφεξῆς. 128 Exc. De ins.: Ὁ δὲ Σεβῆρος θυμῷ καὶ ὀργῇ εὐθέως πρὸς τοὺς ἐν Ῥώμῃ φίλους αὐτοῦ
Unit 12 rem mid§u12-rem-mid
u12-rem-midRem mid: Unit 12; lemma continues; reading with the letter.
Greek · §u12-rem-mid
ἐχρήσατο, καὶ τοῦ Ἀλβίνου τὴν κεφαλὴν δημοσίᾳ ἀνασταυρωθῆναι ἔπεμψεν· αὐτὸς δὲ τὰ κατὰ τὴν Βρεττανίαν διοικήσας, δύο τε ἡγεμόνας ἀντὶ ἑνὸς καταστήσας, πάντας τε τοὺς Ἀλβίνου φίλους φονεύσας, εἰς τὴν Ῥώμην εἰσήλασεν. 129 Exc. De virt.: Ὅτι Σεβῆρος μετὰ τὸ εἰσελθεῖν εἰς τὰ βασίλεια, τῶν Ἀλβίνου φίλων ἐπὶ τῆς συγκλήτου κατηγόρει, γράμματά τε αὐτῶν καὶ ἐλέγχους προέφερεν· ἄλλας τε ἄλλοις ἐπιφέρων αἰτίας, πάντας τοὺς ἐξέχοντας τότε τῆς συγκλήτου, καὶ τοὺς κατὰ ἔθνη πλούτῳ τε καὶ γένει ὑπερέχοντας διέφθειρε. Πάνυ δὲ ἦν αὐτῷ καὶ τὸ φιλόχρυσον, ὡς ὑπερβάλλειν τὰ πλεονεκτήματα τῆς ἀνδρείας. 130 Exc. De ins.: Ὅτι Σεβῆρος τῷ υἱῷ 48 Ἀντωνίνῳ τὴν τοῦ Πλαυτιανοῦ θυγατέρα κατεγγύησεν, ὃς ἦν ἔπαρχος. Ὁ δὲ Ἀντωνῖνος ἀπαρεσκόμενος τῷ γάμῳ, τήν τε γυναῖκα ἐμυσάττετο, καὶ τῷ πατρὶ αὐτῆς ἠπείλει. Ὁ δὲ Πλαυτιανὸς ὁρῶν τὸν μὲν Σεβῆρον πρεσβύτην καὶ ὑπὸ νόσου ὀχλούμενον, τὸν δὲ Ἀντωνῖνον ἐμβριθῆ καὶ θρασὺν νεανίαν, δεδιώς τε αὐτοῦ τὰς ἀπειλὰς, δράσαι τι μᾶλλον φθάσας ἢ παθεῖν ἀναμείνας, μηχανᾶται τὸν Σατουρνῖνον ἀναπεῖσαι, ὃς ἦν χιλίαρχος τῶν στρατιωτῶν, οἰκειότατος δὲ τοῦ Πλαυτιανοῦ, ὑποσχόμενος αὐτῷ τὴν ἐπαρχότητα παρασχεῖν, εἰ τῆς βασιλείας ἐπιτύχοι. Ταῦτά τε καὶ τοιαῦτα ἀκούσας ὁ ἀνὴρ, ἐξεπλάγη μὲν τὴν ψυχὴν, οὐκ ἐτόλμησε δὲ ἀντειπεῖν, ὡς μὴ παρ' αὐτὰ κολασθείη. Εἰδὼς δὲ ἀδύνατον ὂν δύο βασιλεῖς διαχρήσασθαι, καὶ ταῦτα ἐν διαφόροις οἴκοις διατρίβοντας, μηνύει τε ἑαυτὸν τῷ Σεβήρῳ, καὶ διαγγέλλει ἅπαντα, δεικνύει τε αὐτῷ καὶ γραμματεῖον τῆς ὑποσχέσεως. Τοιαῦτα δέ τινα λέγοντος αὐτοῦ, ὡς εἶδε τὸν Σεβῆρον μὴ πιστεύοντα διὰ τὸ πρὸς Πλαυτιανὸν φίλτρον, ἀλλὰ μᾶλλον καὶ τὸν υἱὸν ὑποπτεύοντα, ἔφη· «∆έσποτα, κελεύσατέ μοι δηλῶσαι αὐτῷ διά τινος τῶν ἐμῶν, ὅτι δὴ τὸ ἔργον κατείργασται, καὶ εὐθέως ὁρᾶτε αὐτὸν ἐνταῦθα προερχόμενον, οἰόμενον ἔρημα τὰ βασίλεια καταλήψεσθαι· ἡσυχίαν δὲ εἶναι τῶν πραττομένων κελεύσατε.» 2. Ταῦτα εἰπὼν ἐντέλλεταί τινι τῶν πιστοτάτων· ὁ δὲ ἄγει τὸν Πλαυτιανὸν παραχρῆμα ἐνδυσάμενον θώρακα τῆς τοῦ
Unit 12 rem close§u12-rem-close
u12-rem-closeRem CLOSEOUT: Unit 12 CLOSEOUT.
Greek · §u12-rem-close
σώματος ἀσφαλείας χάριν. Ὡς δὲ πάντες αὐτὸν ὑπεδέχοντο, οἰόμενοι ὑπὸ τῶν βασιλέων κεκλῆσθαι, ὅ τε χιλίαρχος ἐνεδρεύων προσεῖπεν αὐτοκράτορα, καὶ τῆς χειρὸς λαβόμενος εἰς τὸ δωμάτιον εἰσήγαγεν, ἔνθα ἔφασκεν ἐρρίφθαι τὰ τῶν βασιλέων σώματα· ἤδη δὲ παρεσκευάκει ὁ Σεβῆρος νεανίας τῶν περὶ αὐτὸν σωματοφυλάκων, οἳ συλληψόμενοι εἰσελθόντα ἐτάχθησαν. Ὁ δὲ Πλαυτιανὸς, ὡς εἶδε τοὺς βασιλεῖς ἑστῶτας, ἑαυτὸν δὲ συνεχόμενον, ἀπολογεῖσθαι ἐβούλετο· ὡς δὲ καὶ τὸ τοῦ θώρακος ὑπεφάνη μέρος, τότε ὁ Ἀντωνῖνος τοῖς σωματοφύλαξιν ἐπέτρεψεν ἀνελεῖν αὐτὸν, καὶ δημοσίᾳ ῥίψαι. Ὁ μὲν οὖν Πλαυτιανὸς τοιούτῳ ἐχρήσατο τέλει. 3. Ὁ δὲ Σεβῆρος τοῦ λοιποῦ δύο ἐπάρχους τῶν στρατοπέδων κατέστησεν, αὐτὸς δὲ τὰ πλεῖστα διέτριβεν ἐν τοῖς βασιλικοῖς προαστείοις, τοῖς παραλίοις τῆς Καμπανίας, δικάζων τε καὶ τὰ πολιτικὰ διοικῶν· τὴν δὲ τοῦ Πλαυτιανοῦ θυγατέρα καὶ τὸν ταύτης ἀδελφὸν εἰς Σικελίαν ἐξέπεμψεν, αὐτάρκη δοὺς περιουσίαν, μιμησάμενος τὸν Σεβαστόν· καὶ γὰρ ἐκεῖνος τοῖς Ἀντωνίου παισὶν οὕτως ἐχρήσατο. Ἐπειρᾶτο δὲ καὶ τοὺς παῖδας συνάγειν εἰς φιλίαν, μύθοις τε ἀρχαίοις χρώμενος, καὶ τὰ παρεσκευασμένα ὑποδεικνύς· οἱ δὲ οὐδαμῶς ἐπείθοντο, ἀλλὰ καὶ εἰς τὸ χεῖρον ἐτράποντο, οἷά τε νεανίαι ὄντες, καὶ ὑπὸ βασιλικῆς ἐξουσίας εἰς πάσας ἡδονῶν ῥοπὰς ἀπλήστως ὁρμώμενοι· καὶ ἤσχαλλεν ἐπὶ τῷ τοιούτῳ βίῳ τῶν παίδων. Νικήσας δὲ τοὺς Βρεττανικοὺς, καὶ ἤδη γηραιὸς ὢν, καὶ ὑπὸ τῆς νόσου ὀχλούμενος, ἠναγκάζετο οἴκοι μένειν· τὸν δὲ Ἀντωνῖνον ἐπειρᾶτο ἐκπέμπειν, διοικήσοντα τὰ τῶν στρατοπέδων· ὅστις τοῦ μὲν πολέμου κατεφρόνει, μοναρχήσειν δὲ ἠπείγετο, καὶ τὸν πατέρα βραδύνοντα πρὸς τὸν θάνατον, ὀχληρὸν ἐνόμιζεν, καὶ τοὺς μὲν ἰατροὺς καὶ ὑπηρέτας ἀνέπειθε κακουργῆσαι περὶ τὴν θεραπείαν τοῦ γέροντος, ὡς ἂν θᾶττον αὐτοῦ ἀπαλλαγείη. Πλὴν ἀλλὰ μόλις ποτὲ Σεβῆρος, λύπῃ τὸ πλεῖστον διαφθαρεὶς, ἀνεπαύσατο, βασιλεύσας ιʹ καὶ ηʹ ἔτη.
Historia Chronike Unit 13 opening§u13-open
u13-openUnit 13.
Lemma-led open — ΑΝΤΩΝΙΝΟΣ Ο ΚΑΡΑΚΑΛΛΟΣ. .: Ὁ δὲ Ἀντωνῖνος τοῦ πατρὸς ἀποθανόντος λαβόμενος ἐξουσίας, εὐθὺς
Greek · §u13-open
131 ΑΝΤΩΝΙΝΟΣ Ο ΚΑΡΑΚΑΛΛΟΣ. Ibid.: Ὁ δὲ Ἀντωνῖνος τοῦ πατρὸς ἀποθανόντος λαβόμενος ἐξουσίας, εὐθὺς πάντας φονεύειν ἤρ ξατο, τούς τε ἰατροὺς μάλιστα, οἳ μὴ ὑπήκουσαν αὐτῷ· ἰδίᾳ τε δώροις καὶ μεγάλαις ὑποσχέσεσι τοὺς τῶν στρατιωτῶν ἡγεμόνας ἐθεράπευεν, ὡς ἂν 49 μόνον αὐτὸν αὐτοκράτορα ἀποδείξωσιν. Οὐ μὴν ἔπειθε τὸ στρατιωτικόν. Μεμνημένοι γὰρ τοῦ Σεβήρου, ἴσην αὐτοῖς τιμήν τε καὶ εὔνοιαν παρείχοντο. Ὁ δὲ Ἀντωνῖνος, ἐπεὶ μὴ προσεχώρει αὐτῷ τὰ τῶν στρατοπέδων, σπεισάμενος εἰρήνην εἰς τοὺς βαρβάρους, ἐπὶ τὴν Ῥώμην ἠπείγετο. Καὶ ἐπειδὴ κατέλαβε τὴν μητέρα καὶ τὸν ἀδελφὸν ἐν τοῖς μεθορίοις τῆς Ῥώμης, ἅμα αὐτοῖς ἐπὶ τὴν πόλιν ἀφίκετο. Ὡς δὲ αὐτοὺς ὁ δῆμος δαφνηφορῶν ὑπεδέξατο, ἥ τε σύγκλητος αὐτοκράτορας προσηγόρευσεν· καὶ κηδεύσαντες τὸν πατέρα ἀνῆλθον εἰς τὰ βασίλεια· διελόμενοι δὲ αὐτὰ ἑκάτερος ᾤκει, παραφράττεσθαι κελεύσας πάσας εἰσόδους, εἴ τινες λανθάνουσαι ἦσαν· μόναις δὲ ταῖς δημοσίαις ἐχρῶντο, ἰδίας φρουρὰς ἐπιστήσαντες, οὐδὲ συνιόντες, εἰ μὴ πρὸς ὀλίγον, ὅσον δημοσίᾳ εἴποτε ὀφθῆναι. Ἐπετέλεσαν δὲ πρὸ ἁπάντων τὴν πρὸς τὸν πατέρα τιμήν. Ἐξ ἐκείνου δὲ ἐστασίαζον πρὸς ἀλλήλους, ἐμίσουν τε καὶ ἐβουλεύοντο κατ' ἀλλήλων, καὶ πάντα ἔπραττεν ἑκάτερος, τίς πρῶτος τὸν ἕτερον ἀποσκευάσεται. Ἐμερίζοντο δὲ καὶ πάντων αἱ γνῶμαι, ὅσοι ἐν ἀξιώμασιν ἦσαν. 2. Ὁ μὲν γὰρ Γέτας ἐπιεικείας τρόπον ἐπεδείκνυτο, ὁ δὲ Ἀντωνῖνος ὠμότητος. Τούτους δὲ ἡ μήτηρ συνάγειν ἐπειρᾶτο μέλλοντας διαιρεῖσθαι τὴν ἀρχήν. Καὶ τοῦ μὲν Ἀντωνίνου πάντα τὰ ὑπ' Εὐρώπην δεχομένου, τοῦ δὲ Γέτα τὴν ἀντικειμένην ἤπειρον Ἀσίαν καλουμένην πᾶσαν, ἤρεσκε τὸν μὲν Ἀντωνῖνον ἐπὶ τῷ Βυζαντίῳ ἱδρῦσαι τὸ στρατόπεδον, τὸν δὲ Γέταν ἐν Χαλκηδόνι τῆς Βιθυνίας· οὕτω τε τήν τε σύγκλητον καὶ τὰ ἔθνη καὶ τοὺς στρατιώτας μερίσασθαι. 3. Ταῦτα δὲ αὐτῶν διατυπούντων, οἱ μὲν ἄλλοι πάντες σκυθρωποῖς προσώποις εἰς τὴν γῆν ἔνευσαν· ἡ δὲ Ἰουλία, «Γῆν μὲν, ἔφη, ὦ τέκνα, καὶ θάλασσαν εὑρίσκετε ὅπως νείμησθε, τὴν δὲ μητέρα πῶς ἂν διέλοισθε, καὶ πῶς ἡ ἀθλία εἰς ἑκάτερον ὑμῶν νεμηθείην; πρῶτον δὴ ἐμὲ φονεύσατε, καὶ διελόντες ἑκάτερος παρ' ἑαυτῷ τὸ μέρος θαπτέτω.» Ταῦτα λέγουσα μετὰ δακρύων καὶ οἰμωγῆς, ἀμφοτέροις τε τὰς χεῖρας περιβάλλουσα, καὶ ὑπὸ τὰς ἀγκάλας λαβοῦσα, συνάγειν ἐπειρᾶτο. Πάντας δὲ οἴκτου λαβόντος, διελύθη τὸ συνέδριον, τὸ δὲ μῖσος καὶ ἡ στάσις ηὔξετο. Εἰς πάντα γὰρ τὰ ἐναντία ἀλλήλοις ἐφρόνουν, καὶ οἰνοχόους καὶ ὀψοποιοὺς ἀνέπειθον ἐμβαλεῖν δηλητήρια φάρμακα. Οὐ ῥᾳδίως δὲ αὐτῶν οὐδετέρῳ προὐχώρει· πολλῇ γὰρ ἐχρῶντο περὶ τὰ τοιαῦτα φρουρᾷ. Τέλος δὲ μὴ φέρων ὁ Ἀντωνῖνος, ἀλλ' ὑπὸ τῆς περὶ τὴν μοναρχίαν ἐπιθυμίας ἐλαυνόμενος, διὰ ξίφους ἐχώρησε, καὶ τὸν ἀδελφὸν ἐπὶ τοῖς στήθεσι τῆς μητρὸς καταφυγόντα διεχρήσατο. 4. Κατεργασθέντος οὖν αὐτῷ, τοῦ φόνου, προπηδᾷ τοῦ οἴκου θέων, φερόμενός τε δι' ὅλων τῶν βασιλείων, ἐβόα μέγαν κίνδυνον ἐκπεφευγέναι, μόλις τε σωθῆναι· τούς τε στρατιώτας οἳ φρουροῦσι τὰ βασίλεια, κελεύει αὐτὸν ἁρπάσαντας ἀπάγειν εἰς τὸ στρατόπεδον. Πιστεύσαντές τε ἐκεῖνοι, τό τε πεπραγμένον ἔνδον οὐκ εἰδότες, θέοντι αὐτῷ συνεξέδραμον πάντες· ταραχή τε τὸν δῆμον κατεῖχεν, ὁρῶντες περὶ δείλην διὰ μέσης φερόμενον τῆς πόλεως δρόμῳ τὸν βασιλέα. Ὡς δὲ εἰσεπήδησεν εἰς τὸ στρατόπεδον ἔς τε τὸν ναὸν, ἔνθα τὰ σημεῖα ἔκειτο, ῥίψας ἑαυτὸν εἰς γῆν ὡμολόγει χάριτας τῆς σωτηρίας· καὶ τοῖς μὲν στρατιώταις τὸ πραχθὲν οὐχ ὡμολόγει· ἐβούλετο γὰρ νοεῖσθαι μᾶλλον ἢ ἀκούεσθαι· καὶ διὰ τοῦτο ὅσα ἐν ἔτεσι ιηʹ ὁ Σεβῆρος ἤθροισεν, ἐν μιᾷ ἡμέρᾳ εἰς τοὺς στρατιώτας ἐξέχεεν, ἵνα τὸν ἀδελφοῦ θάνατον κυρώσωσι, καὶ τοῦτον αὐτοκράτορα ψηφίσωνται. 5. Καὶ ἐπιβὰς τοῦ θρόνου, τοῦ τε ἀδελφοῦ πολλὰ κατηγόρει, καὶ τοὺς αὐτοῦ φίλους δριμέα διεβλέπετο. Οἱ δὲ καὶ ὀδυρόμενοι ἐπὶ τοῖς πεπραγμένοις, αὐτοκράτορα αὐτὸν
Unit 13 rem early§u13-rem-early
u13-rem-earlyRem early: Unit 13; lemma and argument toward the thesis.
Greek · §u13-rem-early
καὶ μονάρχην προσηγόρευσαν. Ὁ δὲ Ἀντωνῖνος τρέμοντας καὶ ὠχριῶντας τοὺς πλείστους καταλιπὼν, ἀνέδραμεν ἐπὶ τὰ βασίλεια· ὅσοι τε τῆς συγκλήτου βουλῆς, καὶ ὅσοι γένει ἢ πλούτῳ περιεῖχον, ἀνῃροῦντο, καὶ ἡ Κομόδου ἀδελφὴ, πρεσβῦτις ἤδη καὶ ὑπὸ πάντων ὡς Μάρκου θυγάτηρ τιμωμένη, προσαπώλετο, διὸ ἐδάκρυσε παρὰ τῇ μητρὶ αὐτοῦ ἐπὶ τῷ τοῦ παιδὸς φόνῳ. Τήν τε γυναῖκα γενομένην αὐτῷ 50 Πλαυτίλλαν, οὖσαν ἐν Σικελίᾳ, καὶ τὸν ἀνεψιὸν αὑτοῦ Σεβήρῳ τε ὁμώνυμον καὶ τὸν Περτίνακος υἱὸν, τῆς τε Κομόδου ἀδελφῆς Λουκίλλης υἱὸν, καὶ εἴ τι γένος ἦν βασιλικὸν ἢ συγκλήτῳ ἐξ εὐπατριδῶν καταβαῖνον, πᾶν ἐξέκοψεν. Εἴς τε τὰ ἔθνη πέμπων ἡγεμόνας τε καὶ ἐπιτρόπους, ὡς ἐκείνου φίλους, διεχρήσατο πάντας. Πᾶσά τε νὺξ ἔφερε φόνους παντοδαπῶν ἀνθρώπων, καὶ ἐν ἱπποδρομίᾳ πολλοὺς ἐφόνευσεν. 132 Exc. De virt.: Ὅτι ἐπὶ Ἀντωνίνου τοῦ υἱοῦ Σεβήρου πρὸς τοῖς ἄλλοις κακοῖς καὶ ταῖς μιαιφονίαις καὶ οἱ στρατιῶται, τοῦ βιάζεσθαί τε καὶ ἁρπάζειν λαβόντες ἐξουσίαν, οὐκέτι κατ' οὐδὲν διεκρίνοντο· Τοιαῦτα δὲ πράττων ὑπό τε τῶν ἔργων ἐλαυνόμενος, καὶ πρὸς τὴν ἐν τῇ πόλει διατριβὴν ἀπεχθῶς ἔχων, ἀπεδήμει τῆς Ῥώμης, ὡς δὴ καὶ τὰ στρατόπεδα διοικήσων καὶ τὰ ἔθνη ἐποψόμενος. Ἐπεὶ δὲ τὸν Ἴστρον κατέλαβε, καὶ τοὺς ἐκεῖσε Γερμανοὺς ἐφιλοποιήσατο, ὡς καὶ συμμάχους παρ' αὐτῶν λαβεῖν καὶ τοῦ σώματος φρουροὺς, καὶ ταῖς φορεσίαις αὐτῶν χρῆσθαι. Οὕτω τε ὑπὸ τῶν βαρβάρων καὶ ὑπὸ τῶν στρατιωτῶν ἠγαπᾶτο, κοινὸς ὢν πρὸς ἅπαντας, ὡς συστρατιώτης μᾶλλον ἢ βασιλεὺς παρ' αὐτῶν χαίρειν λεγόμενος. Ἐπεὶ δὲ καὶ εἰς τὴν Μακεδονίαν ἀφίκετο, εὐθέως τε Ἀλέξανδρον ἑαυτὸν ὠνόμασεν· ἐκεῖθέν τε εἰς Πέργαμον παρεγένετο καὶ ἐπὶ τὸν Ἀχιλλέως τάφον, καὶ στεφάνοις κοσμήσας καὶ ἄνθεσι, τὸν Ἀχιλλέα ἐμιμεῖτο. Καὶ διὰ τῆς Ἀσίας καὶ τῶν ἄλλων ἐθνῶν εἰς Ἀντιόχειαν ἀφίκετο, καὶ διατρίψας χρόνον τινὰ, ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐστέλλετο, πρόφασιν ποιούμενος ποθεῖν τὴν Ἀλεξάνδρου πόλιν. Ὡς δὲ εἰσήλασεν ἐν αὐτῇ σὺν παντὶ τῷ στρατῷ, ὑπεδέχθη παρὰ τῶν Ἀλεξανδρέων, ὡς οὔπω τις βασιλέων πρότερον. Καὶ ἐλθὼν εἰς τὸ Ἀλεξάνδρου μνῆμα, τήν τε χλαμύδα ἣν ἐφόρει καὶ τὸν δακτύλιον καὶ τὴν ζώνην καὶ εἴ τι πολυτελὲς, περιελόμενος ἐπέθηκε τῇ ἐκείνου σορῷ. Ὁ δὲ δῆμος ὁρῶν ὑπερέχαιρε παννυχίζων τε καὶ ἑορτάζων, οὐκ εἰδὼς τὴν τούτου λανθάνουσαν γνώμην. Ἔγνω γὰρ ἐν τῇ Ῥώμῃ ὡς ὅτι πολλὰ εἰς αὐτόν τε καὶ τὴν μητέρα ἀπέσκωψαν. Ὀργίλος τε ὢν φύσει ὁ Ἀντωνῖνος, ὡς εἶδε πᾶσαν τὴν πόλιν πλήθους μεγίστου πεπληρωμένην, διὰ προγράμματος τὴν νεολαίαν εἴς τι πεδίον κελεύει συνελθεῖν, φήσας εἰς τὴν Ἀλεξάνδρου τιμὴν φάλαγγα βούλεσθαι συστήσασθαι. Ταύταις αὐτοῦ ταῖς ὑποσχέσεσι πεισθέντες οἱ νέοι συνῆλθον ἅμα γονεῦσι καὶ ἀδελφοῖς συνηδομένοις αὐτῶν ταῖς ἐλπίσιν. Ὁ δὲ Ἀντωνῖνος ὡς εἶδεν αὐτοὺς ἑστῶτας στιχηδὸν, αὐτὸς μὲν ὑπεξῆλθε μεθ' ἧς εἶχε φρουρᾶς· τοὺς δὲ στρατιώτας ἐπαφῆκε, καὶ πᾶσαν τὴν ἐν μέσῳ νεολαίαν συνέκοψεν. Οὐκ ὀλίγοι δὲ καὶ τῶν στρατιωτῶν ἀπώλοντο. Τοσοῦτος δὲ ἐγένετο φόνος ὡς καὶ πάντα τὸν Νεῖλον ὑπὸ τοῦ αἵματος φοινιχθῆναι. Τοιαῦτά τινα ἐργασάμενος πάλιν εἰς Ἀντιόχειαν ἀφίκετο. Καὶ μετὰ τὸ ψεύσασθαι τὸν γάμον τοῦ Παρθυαίου διέτριβεν ἐν τῇ Μεσοποταμίᾳ, ἡνιοχείαις καὶ θηρίων σχολάζων σφαγαῖς, δύω τοὺς στρατοπέδων ἐπάρχους ἔχων ἅμα, Ἀδούεντον καὶ Μακρῖνον. Ὁ μὲν γὰρ στρατιωτικὸς, ὁ δὲ λογικός. ∆ιὸ καὶ πολλάκις ἀπέσκωπτε τὸν Μακρῖνον ὡς διαίτῃ ἐλευθερίῳ χρώμενον. 133 Exc. De ins.: Ὅτι ἔδει τὸν Ἀντωνίνου βίον τέλος λαβεῖν· περιεργότατος γὰρ ὢν, ἐβουλήθη μαθεῖν τὸν μετ' αὐτὸν βασιλεύσοντα, ὑποπτεύων τε πάντας αὐτῷ πρὸς κολακείαν θεσπίζοντας, ἐπιστέλλει Ματερνιανῷ τινὶ, τότε πάσας αὐτῷ τὰς ἐν Ῥώμῃ
Unit 13 rem mid§u13-rem-mid
u13-rem-midRem mid: Unit 13; lemma continues; reading with the letter.
Greek · §u13-rem-mid
πράξεις ἐγκεχειρισμένῳ, πιστοτάτῳ τε εἶναι δοκοῦντι, κελεύει τε αὐτῷ μάγων τοὺς ἀρίστους ζητήσαντι, νεκύᾳ τε χρησάμενον μαθεῖν. Ὁ δὲ ἀδεῶς τοῖς κελευθεῖσι χρησάμενος, καὶ μαθὼν σημαίνει τῷ βασιλεῖ. Οἱ δὲ διακομίζοντες ἐφίστανται τῷ Ἀντωνίνῳ, ἤδη τε σκευὴν ἡνιόχου ἀναλαβόντι καὶ τοῦ ἅρματος ἐπιβαίνοντι, προσκομίζουσί τε τὸν σύνδεσμον τῶν ἐπιστολῶν, ἐν αἷς ἦν καὶ τὰ περὶ Μακρίνου γράμματα. Ὁ δὲ Ἀντωνῖνος ὁρμὴν ἤδη περὶ τὴν ἱπποδρομίαν ἔχων, κελεύει τῷ Μακρίνῳ ἰδιάσαντι ἐντυχεῖν τοῖς γράμμασι, καὶ εἴ τι ἐπεῖγον εἴη, ἄγειν πρὸς αὐτόν. Ὁ δὲ ἀναγνοὺς, καὶ περιτυχὼν τῇ κατ' αὐτοῦ θανατηφόρῳ γραφῇ, ταύτην μὲν 51 ἀποκρύπτει, περὶ δὲ τῶν λοιπῶν ἀγγέλλει. Φοβηθεὶς δὲ μὴ καὶ δεύτερον ταῦτα ὁ Ματερνιανὸς ἐπιστείλῃ, τολμᾷ δή τι τοιοῦτον. 2. Ἦν τις ἑκατόνταρχος Μαρτιάλιος τῶν σωματοφυλάκων Ἀντωνίνου· τούτου τὸν ἀδελφὸν ἀνῃρήκει ἐπὶ ψευδεῖ διαβολῇ, ἠπείλει τε καὶ αὐτῷ τῷ Μαρτιαλίῳ. Τοῦτον ἐπιστάμενος ὁ Μακρῖνος ἀλγοῦντα, πείθει ἐπιβουλεῦσαι τῷ Ἀντωνίνῳ. Καιροῦ δέ τινος δραξάμενος, ὅτε ὁ βασιλεὺς ἀπὸ τῆς ἐν Κάρραις αὐλῆς ἐπὶ τὸν νεὼν ἠπείγετο τῆς Σελήνης (ἀφειστήκει δὲ τῆς πόλεως οὐ μικρόν), ἐπειχθέντα αὑτὸν πρὸς χρείας ὑποτοπεῖ, καὶ μονωθέντα παίει. Καιρίου δὲ τῆς πληγῆς γενομένης, καὶ πεσόντος αὐτοῦ, πηδήσας ἵππῳ ἔφυγεν ὁ Μαρτιάλιος, καὶ ἐπιδιωχθεὶς κατηκοντίσθη. 134 Ex. Salm.: Ἀντωνῖνος ἔτη ςʹ, μῆνας βʹ. Μετὰ Ἀντωνῖνον τὸν Καράκαλλον Μακρῖνος ἔτος αʹ, μεθ' ὃν Βασιανὸς, ὃν ὡς ἱερωμένον ἡλίῳ, ὃν Φοίνικες Ἐλεάβαλον λέγουσιν, Ἡλιογάβαλον ἔλεγον. Ὠνομάσθηδὲ Ἀντωνῖνος, ὡς τοῦ Καρακάλλου λεγόμενος εἶναι υἱὸς, καὶ ἐκράτησεν ἔτη ςʹ. μεθ' ὃν Ἀλέξανδρος ὁ Μαμαίας, ἐξάδελφος αὐτοῦ, ἔτη ιδʹ. Μετὰ Ἀλέξανδρον Μαξιμῖνος. Ἀντωνίνῳ τῷ Καρακάλλῳ Σεραπίων ὁ μάγος εἶπεν, ὡς τεθνήξεται, καὶ Μακρῖνος αὐτὸν διαδέξεται, δείξας αὐτὸν τῷ δακτύλῳ. Ὁ δὲ ὑπὸ θυμοῦ, μᾶλλον δὲ ὑπὸ τύχης, ἕτερον ὑπονοήσας, ἀνεῖλεν ἐκεῖνον. Τούτου τὴν τελευταίαν ἔξοδον ἀπὸ Ἀντιοχείας ποιουμένου, ξιφήρης ὁ πατὴρ ὄναρ ἐπέστη λέγων, «ὡς σὺ τὸν ἀδελφὸν ἀπέκτεινας, κἀγὼ σὲ ἀποσφάξω.» Ἀπέκτεινε γὰρ οὗτος τὸν μικρὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ κόλπῳ τῆς μητρὸς, ὕστερον δὲ καὶ αὐτὸς ἐσφάγη. 135 Exc. De ins.: Οἱ δὲ ἐν τῷ στρατοπέδῳ συνέδραμον ἅπαντες· καὶ πρῶτος ὁ Μακρῖνος ἐπιστὰς τῷ πτώματι, ὀλοφύρεσθαί τε καὶ θρηνεῖν προσεποιεῖτο· οἱ δὲ λοιποὶ ἐχαλέπαινον· συστρατιώτην γὰρ καὶ οὐκ ἄρχοντα ᾤοντο ἀποβεβληκέναι, καὶ οὐδεμίαν ἐπιβουλὴν ὑπώπτευον ἐκ τοῦ Μακρίνου. Οὕτω μὲν οὖν ἕκαστος εἰς τὰς σκηνὰς ἐπανῄεσαν. Ὁ δὲ Μακρῖνος πυρὶ παραδοὺς τὸ σῶμα, καὶ τὴν κόνιν ἐν κάλπῃ βαλὼν ἔπεμψε τῇ μητρὶ αὐτοῦ ἐν Ἀντιοχείᾳ διατριβούσῃ. Ἐκείνη δὲ ἐπὶ ταῖς τῶν παίδων συμφοραῖς ἀπεκαρτέρησε. Τοιούτῳ μὲν δὴ τέλος ἐχρήσατο Ἀντωνῖνος καὶ ἡ μήτηρ αὐτοῦ. Ὁ δὲ χρόνος ἐν ᾧ ἐμονάρχησεν ἐν ἓξ ἔτεσι συνετελέσθη. 136 ΜΑΚΡΙΝΟΣ. Ibid.: Ὅτι Μακρῖνος ὁ βασιλεὺς Ῥωμαίων ἐν Ἀντιοχείᾳ διατρίβων, τρόπῳ τέ τινι φιλοσόφου τὸ γένειον καὶ τὸ βῆμα φυλάττων ἐπεβουλεύθη. Οἱ γὰρ στρατιῶται παραβάλλοντες τὰς Ἀντωνίνου μνήμας, κατεγίνωσκον τῆς Μακρίνου διαίτης, ἐλυποῦντο δὲ διότι μὴ ἐπὶ τὴν Ῥώμην ἠπείγετο, ἀλλ' ἐν ἀλλοδαπῇ διέτριβε χώρᾳ, ἔσθ' ὅτε καὶ τῶν ἀναγκαίων σπανίζοντες. Ὁρῶντες δὲ τὸν Μακρῖνον ἐν τρυφῇ καὶ χλιδῇ ζῶντα, προφάσεως ὀλίγης λαβέσθαι ηὔχοντο εἰς τὸ ἀποσκευάσασθαι τὸ λυποῦν. Ἐχρῆν δὲ ἄρα Μακρῖνον ἐνιαυτοῦ μόνου τῇ βασιλείᾳ ἐπιτρυφήσαντα ἅμα τῷ βίῳ καὶ τὴν ἀρχὴν καταλῦσαι, μικρὰν καὶ εὐτελῆ πρόφασιν τοῖς στρατιώταις τῆς τύχης παρασχούσης. 3. Μαισὰ ἦν τις ὄνομα, τὸ γένος Φοίνισσα, ἀπὸ Ἐμέσου
Unit 13 rem close§u13-rem-close
u13-rem-closeRem CLOSEOUT: Unit 13 CLOSEOUT.
Greek · §u13-rem-close
καλουμένης οὕτω πόλεως, ἀδελφὴ δὲ Ἰουλίας τῆς Σεβήρου γυναικὸς, Ἀντωνίνου δὲ μητρός· παρὰ πάντα οὖν τὸν τῆς ἀδελφῆς βίον ἐν τοῖς βασιλείοις διέτριψε. Ταύτην ὁ Μακρῖνος μετὰ τὴν τῆς ἀδελφῆς τελευτὴν προσέταξεν εἰς τὴν πατρίδα ἐπανελθοῦσαν, ἐν τοῖς οἰκείοις καταβιῶναι, πάντα ἔχουσαν τὰ ἑαυτῆς· πλείστων γὰρ ἦν χρημάτων πλήρης. Ἐπανελθοῦσα δὲ διέτριβε ἐν τοῖς ἑαυτῆς. 4. Ἦσαν δὲ θυγατέρες αὐτῇ δύο, Σοαιμὶς μὲν ἡ πρεσβυτέρα, ἡ δὲ ἑτέρα Μαμαία. Παῖδες ἦσαν, τῇ μὲν πρεσβυτέρᾳ Βασσιανὸς ὄνομα, τῇ δὲ νεωτέρᾳ Ἀλεξιανός· ὑπὸ δὲ ταῖς μητράσι καὶ τῇ μάμμῃ ἀνετρέφοντο. Καὶ ὁ μὲν Βασσιανὸς περὶ ἔτη γεγονὼς τεσσαρακαίδεκα, ὁ δὲ 52 Ἀλεξιανὸς δεκάτου ἐπιβεβηκὼς ἔτους, ἱερῶντο, σχήματι βαρβάρῳ χιτῶνάς τε χρυσοϋφεῖς φοροῦντες, καὶ ἁλουργίδας ἐνδιδυσκόμενοι. Οὕτω τε ὁ Βασσιανὸς ὡραῖος τοῖς στρατιώταις ἐφαίνετο, γένους τε βασιλικοῦ ὑπάρχων, καὶ ἀκμῇ ἡλικίας, ἄλλως τε καὶ τοὺς Φοινίκης στρατιώτας ἔχων ὑπερασπίζοντας, ἔτι δὲ καὶ Ἀντωνίνου υἱὸς ἐφημίζετο, βασιλεύς τε παρὰ παντὸς τοῦ στρατεύματος ὠνομάζετο. 5. Ὡς δὲ ταῦτα διηγγέλθη, ἐπέδωκεν ἑαυτὴν ἡ πρεσβῦτις, ἑλομένη πάντα κίνδυνον ἀναδέξασθαι. Νύκτωρ τε λάθρα τῆς πόλεως ὑπεξῆλθε σὺν ταῖς θυγατράσι καὶ τοῖς ἐγγόνοις. Καὶ γενόμενοι πρὸς τῷ τείχει τοῦ στρατοπέδου, ῥᾷστα ὑπεδέχθησαν. Εὐθέως τε τὸν παῖδα πᾶν τὸ στρατόπεδον Ἀντωνῖνον προσηγόρευσε, τῇ τε πορφυρᾷ χλαμύδι περιβαλόντες εἶχον ἔνδον· πάντα τε τὰ ἐπιτήδεια, καὶ παῖδας καὶ γυναῖκας, ὅσα τε εἶχον ἐν κώμαις ἢ ἀγροῖς τοῖς πλησίον, εἰσκομίσαντες, καὶ τὰς πύλας ἀποκλείσαντες, ἑαυτοὺς παρεσκεύαζον. 6. Ὡς δὲ ταῦτα ἀπηγγέλθη τῷ Μακρίνῳ ἐν Ἀντιοχείᾳ διατρίβοντι, ἥ τε φήμη διέδραμεν ἀνὰ τὰ λοιπὰ στρατόπεδα, ὅτι τε Ἀντωνίνου υἱὸς εὑρέθη, καὶ ὅτι ἡ Ἰουλίας ἀδελφὴ χρήματα δίδωσι· πάντα τὰ λεγόμενα ἀληθῆ πιστεύσαντες τὰς ψυχὰς ἐξεπτόηντο. Ἐνῆγε δὲ αὐτοὺς εἰς πραγμάτων καινοτομίαν τὸ Μακρίνου μῖσος καὶ ἡ Ἀντωνίνου μνήμη καὶ πρό γε πάντων ἡ τῶν χρημάτων ἐλπὶς, ὡς πολλοὺς καὶ αὐτομολοῦντας φοιτᾶν. 7. Ὁ δὲ Μακρῖνος καταφρονῶν τοῦ πράγματος ὡς παιδαριώδους, χρώμενός τε τῇ συνήθει ῥᾳθυμίᾳ, αὐτὸς μὲν οἴκοι μένει, πέμπει δὲ ἕνα τῶν ἐπάρχων τοῦ στρατοπέδου, δύναμιν δοὺς ὅσην ᾤετο ἐκπορθήσειν τοὺς ἀνθεστηκότας. Ἦν δὲ ὁ ἔπαρχος Ἰουλιανός. Οὗτος ὡς τῷ τείχει τοῦ στρατοπέδου παρέστη, οἱ ἔνδοθεν στρατιῶται ἀνελθόντες ἐπὶ τοὺς πύργους, τὸν παῖδα τῷ ἔξωθεν στρατῷ δεικνύουσιν, Ἀντωνίνου υἱὸν εὐφημοῦντες, βαλάντιά τε χρημάτων μεστὰ ἐπεδείκνυον. Οἱ δὲ πιστεύσαντες αὐτοῖς, τοῦ μὲν Ἰουλιανοῦ τὴν κεφαλὴν ἀποτέμνουσι, καὶ πέμπουσι τῷ Μακρίνῳ· αὐτοὶ δὲ πάντες εἰς τὸ στρατόπεδον εἰσεδέχθησαν. Οὕτως ἡ δύναμις αὐξηθεῖσα, οὐ μόνον ἦν πρὸς τὸ ἀπομάχεσθαι πολιορκίᾳ, ἀλλὰ καὶ ἐξ ἀντιστάσεως ἀγωνίζεσθαι ἀξιόχρεως. 8. Ὁ δὲ Μακρῖνος, ὡς ταῦτα ἐπύθετο, ἀθροίσας πάντα ὃν εἶχε στρατὸν ἀπῄει· καὶ ὁ Ἀντωνῖνος οὐκ ἀναμείνας ὑπήντησε. Συμμιξάντων δὲ ἀλλήλοις τῶν στρατοπέδων, προεδόθη τε ὁ Μακρῖνος, καὶ φοβηθεὶς ἀποδιδράσκει ἐν ἰδιώτου σχήματι. Καὶ ὁ μὲν ἔφευγεν, ὁ δὲ στρατὸς ἑκατέρωθεν ἐμάχετο, ἄχρις οὗ Ἀντωνῖνος διεκηρυκεύσατο, τήν τε Μακρίνου φυγὴν διαγγέλλων, καὶ ἀμνηστίαν τοῖς ὑπὲρ ἐκείνου μαχομένοις ἔνορκον ὑπισχνούμενος. Οἱ μὲν οὖν πεισθέντες προσεχώρησαν. Ὁ δὲ Ἀντωνῖνος ἐκπέμπει τοὺς διώξοντας τὸν Μακρῖνον, καὶ καταλαβόντες αὐτὸν ἐν Χαλκηδόνι τῆς Βιθυνίας κρυπτόμενον, τὴν κεφαλὴν ἀπέτεμον· ἐλέγετο δὲ εἰς τὴν Ῥώμην σπεύδειν. Τέλει μὲν δὴ τοιούτῳ ἐχρήσατο ὁ Μακρῖνος, συναιρεθέντος αὐτῷ καὶ τοῦ παιδὸς, βασιλεύσας ἐνιαυτὸν ἕνα.
Historia Chronike Unit 14 opening§u14-open
u14-openUnit 14.
Lemma-led open — ΑΝΤΩΝΙΝΟΣ Ο ΕΛΕΓΑΒΑΛΟΣ. . .: Ὅτι Ἀντωνῖνος ὁ νέος μετὰ τὸ ἀναγορευθῆναι βασιλέα ἐν Νικομηδ
Greek · §u14-open
137 ΑΝΤΩΝΙΝΟΣ Ο ΕΛΕΓΑΒΑΛΟΣ. Exc. De virt.: Ὅτι Ἀντωνῖνος ὁ νέος μετὰ τὸ ἀναγορευθῆναι βασιλέα ἐν Νικομηδείᾳ ὢν ἐξεβάκχευεν, ἐνδύμασί τε ξένοις χρώμενος, ὑπὸ τυμπάνοις καὶ αὐλοῖς προερχόμενος· τὴν γὰρ Ῥωμαϊκὴν πᾶσαν ἐσθῆτα ἐμυσάττετο. Ἡ δὲ Μαισὰ ταῦτα ὁρῶσα πάνυ ἤσχαλλε, πείθειν τε ἐπειρᾶτο μεταμφιέσασθαι τὴν Ῥωμαϊκὴν στολὴν, μέλλοντα εἰς τὴν πόλιν καὶ ἐς τὴν σύγκλητον ἐσελεύσεσθαι. Ὁ δὲ καταφρονήσας τῶν ὑπὸ τῆς πρεσβύτιδος λεχθέντων, μηδὲ ἄλλῳ τινὶ πεισθείς (οὐδὲ γὰρ προσίετο εἰ μὴ τοὺς ὁμοιοτρόπους τε καὶ κόλακας αὑτοῦ τῶν ἁμαρτημάτων), δούς τε τὰς συνήθεις τῷ δήμῳ νομὰς ἐπὶ τῇ τῆς βασιλείας διαδοχῇ, φιλοτίμους τε 53 ἐπιτελέσας θέας, νεών τε μέγιστον κατασκευάσας, ἑκάστοτε προϊὼν ἑκατόμβας ἔθυε, καὶ περὶ τοὺς βωμοὺς ἐχόρευεν ὑπὸ παντοδαποῖς ἤχοις ὀργάνων. Περιειστήκει δὲ πᾶσα ἡ σύγκλητος καὶ τὸ ἱππικὸν τάγμα ἐν θεάτρου σχήματι. Ὅμως δὲ, καίτοι χορεύειν ἀεὶ καὶ ἱερουργεῖν δοκῶν, πλείστους ἀπέκτεινε τῶν ἐνδόξων, διαβληθέντας αὐτῷ ὡς σκώπτοντας αὐτοῦ τὸν βίον. Ὁ αὐτὸς νεὼν μέγιστον ἐν τῷ προαστείῳ κατασκευάσας τούς τε θεοὺς αὐτοῦ ἐπὶ ἅρματι χρυσῷ καὶ λευκοῖς ἑξαζύγοις ἵπποις ἀναβιβάσας, αὐτός τε ἡνιόχει, καὶ πάντες οἱ Ῥωμαῖοι μετὰ παντοδαπῆς δᾳδουχίας καὶ ἀνθέων προεπόμπευον. Ὡς δὲ ἐν τῷ ναῷ ἱδρύσθησαν, ἀναβὰς ὁ Ἀντωνῖνος ἐπὶ πύργον ἐρρίπτει τοῖς ὄχλοις ἐκπώματα χρυσᾶ καὶ ἀργυρᾶ ἐσθῆτάς τε καὶ ὀθόνας παντοδαπὰς, ζῶά τε πάντα ὅσα ἥμερα, πλὴν χοίρων· πολλοὶ δὲ καὶ ἐν ταῖς ἁρπαγαῖς διεφθείροντο. Αὐτὸς δὲ ἑωρᾶτο πολλάκις ὀρχούμενος, ἡνιοχῶν, προῄει τε ὑπογραφόμενος τοὺς ὀφθαλμοὺς καὶ τὰς παρειὰς ἐρυθαίνων, φύσει τε πρόσωπον ὡραῖον ὑβρίζων βαφαῖς ἀσχήμοσιν. Ὁρῶσα δὲ ταῦτα ἡ Μαισὰ, ὑποπτεύουσά τε τοὺς στρατιώτας ἀπαρέσκεσθαι, πείθει αὐτὸν θέσθαι υἱόν. 138 Ibid.: Ὅτι ἡ Μαμαία τὸν υἱὸν αὐτῆς Ἀλέξανδρον ἀπῆγε μὲν τῶν αἰσχρῶν καὶ ἀπρεπῶν τοῖς βασιλεῦσιν ἔργων, διδασκάλους τε πάσης παιδείας λάθρα μετεπέμπετο, παλαίστραις τε καὶ τοῖς ἀνδρῶν γυμνασίοις εἴθιζεν. Ἐφ' οἷς Ἀντωνῖνος ἤσχαλλε καὶ μετεγίγνωσκε, τούς τε διδασκάλους ἀπεσόβει. Ἐς τοσοῦτον δὲ ἐξώκειλεν, ὡς ἂν πάντας τοὺς ἀπὸ τῆς σκηνῆς καὶ τῶν δημοσίων θεάτρων μεταγαγεῖν ἐπὶ τὰς μεγίστας ἀρχὰς, καὶ τοῖς μὲν στρατοπέδοις ἔπαρχον ἐπιστῆσαι ὀρχηστήν τινα γεγονότα, τῆς τε τῶν ἱππέων ὑποστάσεως προέστησεν ἡνίοχον. Τοῖς τε δούλοις αὐτοῦ καὶ ἀπελευθέροις τὰς τῶν μεγίστων ἐθνῶν ἐξουσίας ἐνεχείριζε. Πάντων δὲ οὕτως τῶν πάλαι δοκούντων σεμνῶν ἐς ὕβριν καὶ παροινίαν ἐκβεβακχευμένων, οἵ τε ἄλλοι πάντες ἄνθρωποι καὶ μάλιστα οἱ στρατιῶται ἤχθοντο. Ἐμυσάττοντο δὲ αὐτὸν ὁρῶντες τὸ μὲν πρόσωπον καλλωπιζόμενον, περιδεραίοις τε χρυσοῖς καὶ ἐσθῆσιν ἁπαλαῖς ἀνάνδρως κοσμούμενον. Ἐπιρρεπεστέρας τοίνυν τὰς γνώμας πρὸς τὸν Ἀλέξανδρον εἶχον. 139 Exc. De ins.: Ὅτι οἱ στρατιῶται ὁρῶντες τὸν νέον καλλωπιζόμενον καὶ ἀνάνδρως κοσμούμενον, ἐπιρρεπεστέρας τὰς γνώμας πρὸς τὸν τῆς Μαμαίας Ἀλέξανδρον εἶχον, καὶ ἐλπίδας κρείττους· ἐφρούρουν τε αὐτὸν
Unit 14 rem early§u14-rem-early
u14-rem-earlyRem early: Unit 14; lemma and argument toward the thesis.
Greek · §u14-rem-early
παντοίως ὁρῶντες ἐπιβουλευόμενον ὑπὸ τοῦ Ἀντωνίνου. Ἥ τε μήτηρ αὐτοῦ οὔτε ποτὸν οὔτε ἐδώδιμόν τι εἴα τὸν παῖδα προσφέρεσθαι τῶν ὑπ' ἐκείνου πεμπομένων. Ὀψοποιοῖς τε καὶ οἰνοχόοις ὁ παῖς ἐχρῆτο, οὐ τοῖς βασιλικοῖς, ἀλλὰ τοῖς τῆς μητρός. Ἐδίδου καὶ χρήματα λαθραίως τοῖς στρατιώταις. Ταῦτα μαθὼν Ἀντωνῖνος παντὶ τρόπῳ ἐπεβούλευε τῷ Ἀλεξάνδρῳ καὶ τῇ μητρὶ αὐτοῦ· ἀλλὰ τὰς ἐπιβουλὰς διεκώλυεν ἡ κοινὴ μάμμη. Ὡς δὲ τὰ τῆς ἐπιβουλῆς αὐτῷ οὐ προὐχώρει, παραλῦσαι τῆς τοῦ Καίσαρος τιμῆς ἠθέλησε τὸν παῖδα· καὶ οὔτε ἐν ταῖς προσαγορεύσεσιν οὔτε ἐν ταῖς προόδοις Ἀλέξανδρος ἐτιμᾶτο· οἱ δὲ στρατιῶται ἐπεζήτουν τε αὐτὸν, καὶ ἠγανάκτουν, μηδὲ τὴν συνήθη φρουρὰν τῷ Ἀντωνίνῳ πέμποντες. 2. Ὁ δὲ Ἀντωνῖνος, ἐν δέει πολλῷ γενόμενος, πα ραλαβὼν τὸν Ἀλέξανδρον κατῆλθεν εἰς τὸ στρατόπεδον. Οἱ δὲ ἀνοίξαντες τὰς πύλας, ἐδέξαντο αὐτοὺς, ὑπερφυῶς τὸν Ἀλέξανδρον εὐφημοῦντες. Ἐφ' οἷς ὁ Ἀντωνῖνοςἀγανακτήσας, ἐκέλευσέ τινας πρὸς τιμωρίαν ἐκδοθῆναι. Ἐκεῖνοι δὲ μᾶλλον ταραχθέντες, ἄλλως τε καὶ τὸν Ἀντωνῖνον ἀποσκευάσασθαι θέλοντες, ἀσχημονοῦντα βασιλέα, τότε δὴ καὶ τοῖς συλλαμβανομένοις ἐπαμύνειν δεῖν ἡγούμενοι, καιρὸν εὔκαιρον καὶ πρόφασιν δικαίαν νομίζοντες, τὸν μὲν Ἀντωνῖνον αὐτόν τε καὶ τὴν μητέρα Σοαιμίδα (παρῆν γάρ) ἀναιροῦσι, τούς τε περὶ αὐτὸν πάντας, ὅσοι ἔνδον κατελήφθησαν, ὑπηρέται τε καὶ συνεργοὶ ἐδόκουν εἶναι τῶν ἁμαρτημάτων. Τὰ δὲ σώματα τοῦ τε Ἀντωνίνου καὶ τῆς μητρὸς παρέδοσαν σύρειν τε καὶ ὑβρίζειν τοῖς βουλομένοις· ἅπερ ἐπὶ πολὺ διὰ 54 μέσης τῆς πόλεως συρέντα καὶ λωβηθέντα, εἰς τοὺς ὀχετοὺς ἀπερρίφη τοῦ Θύβριδος. Ἀντωνῖνος μὲν οὖν, εἰς ἕκτον ἔτος ἐλάσας τῆς βασιλείας, καὶ χρησάμενος τῷ προειρημένῳ βίῳ, οὕτως ἅμα τῇ μητρὶ κατέστρεψεν. 140 ΑΛΕΞΑΝ∆ΡΟΣ ΣΕΒΗΡΟΣ. Exc. De virt.: Ὅτι Ἀλέξανδρος ὁ Μαμαίας σὺν τῇ μητρὶ ἄρξας ὑπ' ἐκείνῃ τὰ πάντα διῴκει, ἥτις πανταχόθεν ἐφρούρει τὴν ἀρχήν. ∆ικάζειν τε οὖν αὐτὸν ἔπειθεν ἐπὶ πλεῖστον, ὡς ἂν ἐν τούτοις ἀσχολούμενος μὴ ἔχοι καιρὸν εἰς τὸ ἐπιτηδεύειν τι τῶν ἁμαρτημάτων. Ὑπῆρχε δὲ αὐτῷ καὶ φυσικὸν ἦθος πρᾷον καὶ ἥμερον, εἴς τε τὸ φιλάνθρωπον πάνυ ἐπιρρεπές. Εἰς τεσσαρεσκαιδέκατον οὖν ἐλάσας ἔτος τῆς βασιλείας, ἀναιμωτὶ ἦρξε, καίτοι τινῶν μεγίσταις αἰτίαις ὑποπεσόντων, ὡς μετὰ τὴν Μάρκου τελευτὴν τὴν βασιλείαν θαυμάζειν Ἀλεξάνδρου. Ἠτιᾶτο δὲ καὶ τὴν μητέρα, καὶ πάνυ ἤσχαλλεν, ὁρῶν αὐτὴν οὖσαν φιλοχρήματον, καὶ πολλὰ ἐξ ἐπηρειῶν θησαυρίζουσαν. Πολλὰ δὲ ἠναγκάζετο ὑπ' αὐτῆς πράττειν. Ἦρχε γὰρ αὐτοῦ ὑπερβαλλόντως ἡ μήτηρ. 141 Exc. De ins.: Ὅτι Ἀλεξάνδρου τοῦ Μαμαίας μετὰ τὴν ἐν
Unit 14 rem mid§u14-rem-mid
u14-rem-midRem mid: Unit 14; lemma continues; reading with the letter.
Greek · §u14-rem-mid
Πέρσαις συμφορὰν κατὰ τὴν Ἀντιόχειαν διατρίβοντος, ἀγγέλλεται αὐτῷ, ὅτι Γερμανοὶ Ῥῆνον καὶ Ἴστρον διαβάντες, τὴν Ῥωμαίων πορθοῦσιγῆν, καὶ τὰ ἐπὶ ταῖς ὀχθαῖς στρατόπεδα κατατρέχουσι, πόλεις τε καὶ κώμας ἐμπιπρᾶσι· δεῖσθαι τοίνυν τῆς αὐτοῦ παρουσίας. ∆ηλωθέντα δὲ ταῦτα τὸν Ἀλέξανδρον ἐτάραξε, καὶ τοὺς ἐκ τοῦ Ἰλλυρικοῦ στρατιώτας ἐλύπησε, διπλῇ δοκοῦντας κεχρῆσθαι συμφορᾷ, ἔκ τε ὧν ἐπεπόνθεσαν Πέρσαις μαχόμενοι, καὶ ἐξ ὧν ἐπυνθάνοντο τοὺς οἰκείους ὑπὸ Γερμανῶν ἀπολωλότας. Ἠγανάκτουν οὖν καὶ τὸν Ἀλέξανδρον εἶχον ἐν αἰτίᾳ. Ἦν δὲ καὶ αὐτῷ δέος περὶ τῆς Ἰταλίας· οὐδὲ γὰρ πολλὴν ὁδὸν ἀπέχει ἀπὸ τῶν Ἰλλυριῶν ἐθνῶν τὰ Ῥωμαίων. Ἐπαγγέλλειδὴ καὶ ἄκων τὴν ἔξοδον, καταλιπὼν δύναμιν αὐτάρκη ταῖς Ῥωμαίων ὄχθαις. Ἀνύσας δὲ τὴν ὁδοιπορίαν, ἐφίσταται τῷ Ῥήνῳ, καὶ τὰ πρὸς τὸν Γερμανικὸν πόλεμον παρεσκεύαζε· τόν τε ποταμὸν ναυσὶ γεφυρώσας, Παρθυαίους τε καὶ Μαυρουσίους πολλοὺς τῷ Ῥωμαίων στρατῷ συμμίξας, ἤρτυε τὸν πόλεμον. Ἔδοξε δὲ πρότερον πρεσβείαν πέμψαι πρὸς αὐτοὺς καὶ χρήματα ἐπαγγείλασθαι, ὡς ἂν τῇ φιλαργυρίᾳ πεισθέντες παύσωνται τοῦ πολέμου. Καὶ οἱ μὲν στρατιῶται χαλεπῶς ἔφερον, διατριβῆς τε ματαίας αὐτοῖς γινομένης, καὶ μηδὲν πρόθυμον ἢ γενναῖον παρέχοντος τοῦ Ἀλεξάνδρου, ἀλλ' ἐν ἡνιοχείαις τε καὶ τρυφαῖς σχολάζοντος. 2. Ἦν δέ τις ἐν τῷ στρατῷ Μαξιμῖνος ὄνομα, τὸ μὲν γένος Θρᾲξ μιξοβάρβαρος· πρότερον μὲν ἐν παιδὶ ποιμαίνων, ἐν ἀκμῇ δὲ γενόμενος εἰς τοὺς ἱππεῖς στρατιώτας ταγεὶς, εἶτα κατ' ὀλίγον αὐτὸν χειραγωγούσης τῆς τύχης, καὶ ἐθνῶν ἀρχὰς πιστευθείς. Τότε δὴ ὁ Ἀλέξανδρος πάσης αὐτὸν τοῦ στρατοῦ νεολαίας ἐπέστησεν, ὡς ἂν ἀσκοίη τε αὐτοὺς καὶ εἰς τὸ πολεμεῖν ἐπιτηδείους παρασκευάζοι. Ὁ δὲ μετὰ πάσης σπουδῆς τὰ ἐγκεχειρισμένα ποιούμενος, εὔνοιαν πολλὴν παρὰ τῶν στρατιωτῶν ἐκτήσατο. Ὅθεν οἱ νεανίαι, ἐν οἷς ἦν τὸ πολὺ πλῆθος Παιόνων μάλιστα, τῇ μὲν ἀνδρείᾳ τῇ Μαξιμίνου ἔχαιρον, τὸν δὲ Ἀλέξανδρον ἐπέσκωπτον, ὡς ὑπὸ τῆς μητρὸς ἀρχόμενον. Ὑπεμίμνησκον δὲ ἀλλήλους τῶν τε ὑπὸ ταῖς ἀνατολαῖς διὰ μέλλησιν αὐτοῦ πταισμάτων, καὶ ὅτι μηδὲν γενναῖον παρέχοιτο ἐς Γερμανοὺς ἐλθών. Ὄντες οὖν καὶ ἄλλως εἰς τὸ καινοτομεῖν ἐπιτήδειοι, καὶ τὸ μὲν παρὸν τῆς ἀρχῆς βαρὺ διὰ μῆκος ἐξουσίας ἡγούμενοι, ἀκερδές τε ἤδη, πάσης προανηλωμένης φιλοτιμίας, ἐβουλεύσαντο ἀποσκευάσασθαι μὲν τὸν Ἀλέξανδρον, ἀνειπεῖν δ' αὐτοκράτορα καὶ Αὔγουστον τὸν Μαξιμῖνον. 3. Ἀθροισθέντες οὖν εἰς τὸ πεδίον ὡπλισμένοι, ὡς ἐπὶ τὰ συνήθη γυμνάσια προελθόντα καὶ ἐπιστάντα αὐτοῖς
Unit 14 rem close§u14-rem-close
u14-rem-closeRem CLOSEOUT: Unit 14 CLOSEOUT.
Greek · §u14-rem-close
Μαξιμῖνον, πορφύρᾳ περιβαλόντες βασιλικῇ, αὐτοκράτορα ἀναγορεύουσιν. Ὁ δὲ τὰ μὲν πρῶτα παρῃτεῖτο, καὶ τὴν πορφύραν ἀπέρριπτεν· ὡς δὲ ἐνέκειντο ξιφήρεις ἀποκτείνειν ἀπειλοῦντες, τοῦ παρόντος κινδύνου τὸν μέλλοντα προελόμενος, ἀνεδέξατο τὴν τιμήν. Ὡς δὲ ταῦτα ἠγγέλθη τῷ Ἀλεξάνδρῳ, ἐν μεγίστῃ ταραχῇ 55 γενόμενος, προπηδήσας τῆς σκηνῆς, ἐνθουσιῶν καὶ δακρύων καὶ τρέμων, τοῦ τε Μαξιμίνου τῆς ἀπιστίας κατηγόρει, καὶ τοὺς νεανίας ἔλεγε ταῦτα προπετῶς καὶ ἐπιόρκως τετολμηκέναι, δώσειν τε πάντα ὑπισχνεῖτο ὅσα αὐτοὶ βούλοιντο. 4. Ὡς δὲ ὁ Μαξιμῖνος ὤφθη πλησίον, βοή τε καὶ ἦχος ἐξηκούσθη, πάλιν ὁ Ἀλέξανδρος τοὺς στρατιώτας ἐλιπάρει, προμαχεῖν καὶ σώζειν ὃν ἀνεθρέψαντο, καὶ ὑφ' ᾧ βασιλεύοντι τεσσαρεσκαίδεκα ἔτεσιν ἀμέμπτως βεβιώκεισαν· πάντας τε εἰς οἶκτον καὶ ἔλεον προκαλούμενος, ὁλπίζεσθαι ἐκέλευσεν. Οἱ δὲ στρατιῶται τὰ μὲν πρῶτα ὑπισχνοῦντο, κατ' ὀλίγους δὲ ἀνεχώρουν, καὶ οὐδὲ ὅπλα λαβεῖν ἤθελον, ἀλλὰ καὶ τὸν ἐπάρχοντα καὶ τοὺς οἰκείους Ἀλεξάνδρου ᾔτουν πρὸς ἀναίρεσιν. (Παπιανὸς δὲ ἦν ὁ νομοθέτης.) Οἱ δὲ καὶ τὴν μητέρα ἐμέμφοντο. Καὶ μέχρι μέν τινος τοιαῦτα βοῶντες προσέμενον. 5. Ὡς δὲ ὁ τοῦ Μαξιμίνου στρατὸς ἤγγισεν, καὶ βοῶντες οἱ νεανίαι προὐκαλοῦντο τοὺς συστρατιώτας, καταλιπεῖν μὲν γύναιον μικρολόγον καὶ μειράκιον δειλὸν μητρὶ δουλεῦον, προσιέναι δὲ συστρατιώτῃ ἐν ὅπλοις ἀεὶ καὶ πολεμικοῖς ἔργοις διῃτημένῳ· πεισθέντες οἱ στρατιῶται, τὸν μὲν Ἀλέξανδρον καταλιμπάνουσιν, αὐτοὶ δὲ προσίασι τῷ Μαξιμίνῳ· αὐτοκράτωρ τε ὑπὸ πάντων ἐκεῖνος ἀναγορεύεται. Ὁ δὲ Ἀλέξανδρος τρέμων καὶ λειποψυχῶν, μόλις εἰς τὴν σκηνὴν ἐπανέρχεται, καὶ τῇ μητρὶ περιπλακεὶς καὶ ἀποδυρόμενός τε καὶ αἰτιώμενος αὐτὴν, ἀνέμενε τὸν φονεύσοντα. 6. Ὁ δὲ Μαξιμῖνος ὑπὸ πάντων Σεβαστὸς προσαγορευθεὶς, πέμπει τινὰς τοὺς φονεύσοντας τὸν Ἀλέξανδρον καὶ τὴν μητέρα, καὶ εἴ τινες ἀνθίσταντο τῶν σὺν αὐτῷ. Οἱ δὲ ἐπιπηδήσαντες τῇ σκηνῇ, αὐτόν τε ἀναιροῦσι καὶ τὴν μητέρα, καὶ εἴ τινες ἐδόκουν ἐκείνῳ φίλοι, πλὴν τῶν πρὸς ὀλίγον φυγεῖν δυνηθέντων· πάντας γὰρ ὁ Μαξιμῖνος μετ' οὐ πολὺ συλλαβὼν ἀπέκτεινεν. Τέλος μὲν δὴ τοιοῦτο κατέλαβε τὸν Ἀλέξανδρον καὶ τὴν μητέρα, βασιλεύσαντα ἔτεσι ιδʹ, ὅσον πρὸς τοὺς ἀρχομένους, ἀμέμπτως καὶ ἀναιμωτί· φόνου τε γὰρ καὶ ὠμότητος ἀκρίτων τε ἔργων ἀλλότριος ἐγένετο, εἴ τε τὸ φιλάνθρωπον καὶ εὐεργετικὸν ἐπιρρεπής. Πάνυ γοῦν ἂν ἡ Ἀλεξάνδρου βασιλεία εὐδοκίμησεν εἰς τὸ ὁλόκληρον, εἰ μὴ διεβέβλητο αὐτῷ τὰ τῆς μητρὸς εἰς φιλαργυρίαν τε καὶ μικρολογίαν.
Historia Chronike Unit 15 opening§u15-open
u15-openUnit 15.
Lemma-led open — ΜΑΞΙΜΙΝΟΣ. . .: Ὅτι Μαξιμῖνος παραλαβὼν τὴν ἀρχὴν, πολλὴν τὴν μεταβολὴν ἐποιήσατο, τραχύτα
Greek · §u15-open
142 ΜΑΞΙΜΙΝΟΣ. Exc. De virt.: Ὅτι Μαξιμῖνος παραλαβὼν τὴν ἀρχὴν, πολλὴν τὴν μεταβολὴν ἐποιήσατο, τραχύτατα καὶ μετὰ πολλοῦ φόβου τῇ ἐξουσίᾳ χρώμενος, ἔκ τε ἡμέρου βασιλείας εἰς τυραννίδος ὠμότητα μεταγαγεῖν πάντα ἐπειρᾶτο. Φύσει δὲ ἦν τὸ ἦθος, ὥσπερ καὶ τὸ γένος, βάρβαρος, τό τε φονικὸν πάτριον ἔχων. Εὐθέως οὖν τούς τε φίλους πάντας, οἳ συνῆσαν τῷ Ἀλεξάνδρῳ, σύνεδροί τε ὑπὸ τῆς συγκλήτου ἐπιλεχθέντες, ἀπεσκευάσατο, μόνος εἶναι βουλόμενος ἐν τῷ στρατῷ, καὶ μηδένα αὐτῷ παρεῖναι ἐκ συνειδήσεως εὐγενοῦς κρείττονα. Πλείστους δὲ αὐτῶν καὶ ἀπέκτεινεν ἐπιβουλὰς ὑποπτεύων. Τόν τε γὰρ Μάγνον καὶ τοὺς σὺν αὐτῷ διὰ τὴν πρὸς Γερμανοὺς νομισθεῖσαν προδοσίαν ἀνεῖλεν. Εἴχετο γὰρ τῆς πρὸς αὐτοὺς μάχης. 143 Exc. De ins.: Ὅτι ἐπὶ Μαξιμίνου τοῦ βασιλέως ἐγένετό τις καὶ Ὀσροηνῶν ἀπόστασις, οἳ πάνυ ἀλγοῦντες ἐπὶ τῇ Ἀλεξάνδρου τελευτῇ, τινὶ Κουαρτίνῳ, τὴν ὕπατον ἀρχὴν διανύσαντι, φίλῳ δὲ γενομένῳ τοῦ Ἀλεξάνδρου, πορφυρίδα τε ὀλεθρίαν περιέβαλον ἄκοντι, καὶ αὐτοκράτορα ὠνόμασαν. Ἐκεῖνος μὲν οὖν ἐν τῇ σκηνῇ καθεύδων ἐπιβουλευθεὶς νύκτωρ ἀνῃρέθῃ ὑπό τοῦ συνόντος αὐτῷ φίλου πρὸς χάριν τοῦ Μαξιμίνου. 144 Exc. De virt.: Ὅτι καὶ ἀποστάσεις ἐγίνοντο ἐπὶ Μαξιμίνου. Ἔτι γὰρ εἰς τραχύτητα μᾶλλον καὶ ὠμότητα ἠκόνησαν τὴν τοῦ Μαξιμίνου ψυχὴν, καὶ πρότερον οὕτω πεφυκυῖαν. Ἦν δὲ καὶ τὴν ὄψιν φοβερώτατος 56 καὶ μέγιστος τὸ σῶμα. 145 Ibid.: Ὅτι ἐπὶ Μαξιμίνου πολλή τις ἦν περὶ τοὺς ὑπηκόους ἀπανθρωπία καὶ φόνοι πολλοί. Ἀνεσείσθη γὰρ πᾶσα ἡ Ῥωμαίων πολιτεία συκοφάνταις τε καὶ δούλοις ἐκδοθεῖσα. Ἑκάστης γοῦν ἡμέρας ἦν ἰδεῖν τοὺς χθὲς πλουσίους μεταιτοῦντας. Τοσαύτη τις ἦν τῆς τυραννίδος ἡ φιλοχρηματία. Πολλοὶ δὲ καὶ φυγαῖς καὶ θανάτοις ἐζημιοῦντο. (Καὶ) ἐφ' ὅσον μὲν οὖν εἰς τοὺς καθ' ἕνα ταῦτα ἐπράττετο, οὐ πάνυ τι τοῖς δήμοις ἔμελε· τὰ γὰρ τῶν εὐδαιμονεῖν δοκούντων ἢ πλουσίων πταίσματα πρὸς τῶν ὄχλων οὐ μόνον ἀμελεῖται, ἀλλά τινας τῶν κακοήθων καὶ φαύλων ἔσθ' ὅτε καὶ εὐφραίνει τῷ φθόνῳ. Ἐπεὶ δὲ ὁ Μαξιμῖνος τοὺς πλείστους τῶν ἐνδόξων οἴκων εἰς πενίαν περιστήσας, ᾠήθη μετελθεῖν εἰς τὰ δημόσια, καὶ εἴ τινα χρήματα ἦν πολιτικὰ καὶ εἰς εὐθηνίας ἢ νομὰς τῶν δημοτῶν ἠθροισμένα, εἰς ἑαυτὸν μετήγαγε, ναῶν τε ἀναθήματα καὶ ἀγάλματα πόλεων, καὶ εἴ τι καλλώπισμα ἦν, ἐχωνεύετο (ὅπερ μά λιστα τοὺς δήμους ἐλύπει, πένθος τε δημόσιον ἐνεποίει, δίχα μάχης ὄψις πολιορκίας, ὥς τινας τῶν δημοτῶν καὶ εἰς χεῖρας ἐλθεῖν)· ἐντεῦθεν μάλιστα αἱ ψυχαὶ τῶν ἁπάντων ἀπηρέσκοντο, οἵ τε στρατιῶται ὠνειδίζοντο, ὡς δὴ δι' αὐτοὺς ταῦτα πράττοντος Μαξιμίνου. Αἰτίαι μὲν οὖν αὗται εἰς μῖσος καὶ ἀπόστασιν ἅπαντας παρώξυνον. 146 Exc. De ins.: Ὅτι διὰ τὴν τραχύτητα καὶ ὠμότητα τοῦ Μαξιμίνου εἰς μῖσος καὶ ἀπόστασιν πάντες παρωξύνοντο, ἄρξασθαι δὲ οὐδεὶς ἐτόλμα, ἄχρις οὗ Λίβυες ἐπανέστησαν, ἐξ αἰτίας τοιᾶσδε. Ἐπετρόπευέ τις τῆς Καρχηδονίας χώρας τραχύτατα καὶ μετὰ πάσης ὠμότητος, καταδίκας τε ποιῶν καὶ χρημάτων εἰσπράξεις, βουλόμενος εὐδοκιμεῖν παρὰ τῷ Μαξιμίνῳ. Ἐκεῖνός (τε) γὰρ τοὺς ἁρμόζοντας τῇ αὑτοῦ γνώμῃ ἐπελέγετο. ∆ιὸ τῆς Λιβύης ἄρχων πᾶσιν μὲν βιαίως ἐπεφέρετο, νεανίσκους δέ τινας τῶν παρ' ἐκείνοις εὖ γεγονότων καὶ πλουσίων, καταδίκαις περιβαλὼν, εἰσπράττειν τὰ
Unit 15 rem early§u15-rem-early
u15-rem-earlyRem early: Unit 15; lemma and argument toward the thesis.
Greek · §u15-rem-early
χρήματα εὐθέως ἐπειρᾶτο, πατρῴων τε καὶ προγονικῶν οὐσιῶν αὐτοὺς ἀναιρεῖσθαι. Ἐφ' οἷς ἀλγήσαντες οὗτοι, τὰ μὲν χρήματα δώσειν ὑπέσχοντο, τριῶν ἡμερῶν αἰτήσαντες ἀνάθεσιν· συνωμοσίαν δὲ ποιησάμενοι, πάντας οὓς ᾔδεισαν ἢ πεπονθότας τι δεινὸν ἢ παθεῖν δεδοικότας, πείσαντες, κελεύουσι νύκτωρ κατελθεῖν τοὺς ἐκ τῶν ἀγρῶν νεανίσκους, ξύλα τε καὶ πελέκεις ἐπιφέρεσθαι. Οἱ δὲ μέγα τι πλῆθος συνελθόντες, ἅμα τῷ περιόρθριον γενέσθαι εἰς τοὺς τῶν δεσποτῶν οἴκους ἀπαντῶσι, καὶ σὺν αὐτοῖς πάντες ὁρμῶσι ξιφήρεις· καὶ πρότερον μὲν τὸν ἐπίτροπον αἰφνιδίως ἀναιροῦσι, καὶ πολλοὺς τῶν περὶ αὐτὸν στρατιωτῶν· ἔπειτα καὶ τὸν τῆς χώρας ἡγούμενον. 2. Ὡς δὲ ταῦτα αὐτοῖς προεχώρησεν, ἐν ἔργοις μείζοσιν ᾔδεσαν μόνην ἑαυτοῖς σωτηρίαν ὑπάρχουσαν· πᾶν τε τὸ ἔθνος ἀναπείσαντες εἰς ἀπόστασιν (ὅπερ ᾔδεσαν πάλαι μὲν εὔχεσθαι μίσει Μαξιμίνου, φόβῳ δὲ κωλύεσθαι), μεσαζούσης ἡμέρας ἐπίασιν ἐπὶ τὴν τοῦ ἀνθυπατεύοντος οἰκίαν· Γορδιανὸς δὲ ἦν ὄνομα, κλήρῳ μὲν τὴν ἀνθύπατον λαχὼν, πρεσβύτης δὲ εἰς ἔτος πʹ ἐληλακὼς, πολλῶν τε πρότερον ἄρξας ἐθνῶν, ἐν τε πράξεσι μεγίσταις ἐξετασθείς. 3. *** πράξει ὑπατικὰς (Σαβῖνος δὲ ἦν ὄνομα αὐτῷ), βουλόμενον κωλῦσαι τὰ γινόμενα, ξύλῳ παισθέντα κατὰ τοῦ κρανίου τελευτῆσαι. Καὶ ὁ μὲν δῆμος ἐν τούτοις ἦν. Ἡ δὲ σύγκλητος ἅπαξ ἀναρριφθέντος κινδύνου, πάντα ἔπραττεν εἰς τὸ ἀποστῆσαι τὰ ἔθνη, πρεσβείαν πρὸς πάντας ἡγουμένους πέμπουσα, καὶ τὴν Ῥωμαίων γνώμην δηλοῦσα, δεομένη τε συναίρεσθαι τῇ πατρίδι. Οἱ πλεῖστοι μὲν οὖν προσήκαντο τὴν πρεσβείαν· ὀλίγοι δέ τινες διεχρήσαντο τοὺς ἐλθόντας. 3. Καὶ τὰ μὲν κατὰ τὴν Ῥωμαίων πόλιν τε καὶ γνώμην τοιαῦτα ἦν. Ἐν δὲ τῇ Καρχηδόνι οὐχ ὡς ἤλπισαν τὰ πράγματα προὐχώρει. Καπελλιανὸς γὰρ ἦν τις ὄνομα τῶν ἀπὸ συγκλήτου· ἡγεῖτο δὲ Μαυρουσίων τῶν ὑπὸ Ῥωμαίοις Νομάδων, ἔχων καὶ στρατιωτῶν οὐκ εὐκαταφρόνητον δύναμιν. Τοῦτον ὁ Γορδιανὸς τῆς ἀρχῆς παραλύσας, τοῦ ἔθνους ἐξελθεῖν ἐκέλευσεν. Ὁ δὲ τὸν στρατὸν ἀθροίσας, κατῆλθεν ἐπὶ τὴν Καρχηδόνα. Ὡς δὲ ἀπηγγέλθη τῷ Γορδιανῷ ὁ στρατὸς 57 προσιὼν τῇ πόλει, αὐτός τε ἐν ἐσχάτῳ δέει ἦν, οἵ τε Καρχηδόνιοι ταραχθέντες, οἰόμενοί τε ἐν πλήθει ὄχλου, οὐκ ἐν εὐταξίᾳ στρατοῦ, νικᾶν, πανδημεὶ πάντες ἐξίασιν. 5. Ὁ Γορδιανὸς μὲν οὖν ὁ πρεσβύτης ἅμα τῷ τῆς Καρχηδόνος ἐπιβῆναι ἐν ἀπογνώσει γενόμενος, ἐννοῶν τὴν δύναμιν Μαξιμίνου, οὐδὲν δὲ ὁρῶν ἐν Λιβύῃ ἀξιόμαχον, ἀνήρτησεν ἑαυτὸν βρόχῳ. Κρυπτομένης δὲ αὐτοῦ τῆς τελευτῆς, τὸν υἱὸν αὐτοῦ στρατηγήσοντα τοῦ πλήθους εἵλοντο. Γενομένης δὲ συμβολῆς, ἅπαντες οἱ Καρχηδόνιοι διεφθάρησαν· οὐχ ὑπομείναντες γὰρ τὴν ἔφοδον τῶν βαρβάρων, ἀλλὰ πάντα ἁ ἐπεφέροντο ὅπλα ῥίψαντες ἔφυγον· ὠθούμενοι δὲ ὑπ' ἀλλήλων οἱ πλείους
Unit 15 rem mid§u15-rem-mid
u15-rem-midRem mid: Unit 15; lemma continues; reading with the letter.
Greek · §u15-rem-mid
ἀπώλοντο. Ἔνθα καὶ ὁ τοῦ Γορδιανοῦ υἱὸς ἀνῃρέθη, καὶ οἱ περὶ αὐτὸν πάντες, ὡς διὰ πλῆθος πτωμάτων μηδὲ τοὺς νεκροὺς ταφῆναι μηδὲ τοῦ Γορδιανοῦ τοῦ νέου εὑρεθῆναι σῶμα. Πολλὴ δὲ οἰμωγὴ κατὰ τὴν πόλιν γυναικῶν τε καὶ παίδων ἐγένετο. Τοιούτῳ μὲν δὴ τέλει ὁ Γορδιανὸς ἐχρήσατο, βιώσας τὰ πρῶτα εὐδαιμόνως, ἐν εἰκόνι τε βασιλείας τελευτήσας. 6. Ὁ δὲ Καπελλιανὸς εἰς Καρχηδόνα εἰσελθὼν, πάντας τε τοὺς πρωτεύοντας ἀπέκτεινεν, καὶ εἴ τινες διεσώθησαν ἐκ τῆς μάχης, ἐφείδετο οὐδενὸς, οὔτε ἱερῶν συλήσεως, οὔτε χρημάτων ἁρπαγῆς· ἀλλὰ καὶ τὰς λοιπὰς περιῄει πόλεις τοιαῦτα δρῶν. Ὡς δὲ ἐς τὴν Ῥώμην ἐδηλώθη ἡ τοῦ πρεσβύτου τελευτὴ, ἐν πολλῇ ἀφασίᾳ ἐγένοντο. Ἔδοξεν οὖν αὐτοῖς συνελθεῖν καὶ περὶ τῶν πρακτέων σκέψασθαι, καὶ προστησαμένους ἐπιλέξασθαι βασιλέα. Συνῆλθον οὖν εἰς τὸ Καπιτώλιον, καὶ ψηφίζονται βασιλεῖς Μάξιμόν τε καὶ Βαλβῖνον, εὐθέως τε αὐτοκράτορας ὀνομάζουσιν. 7. Ὁ δὲ Μαξιμῖνος ἥσθη μὲν ἐπὶ τῇ τῶν Ἰταλιωτῶν εὐθὺς φυγῇ, ἐλπίζων πάντας τοῦτο ποιήσειν· ὁ δὲ στρατὸς ἤχθετο, ἐν ἀρχῇ λιμοῦ πειρώμενος. ∆ιανυκτερεύ σαντες οὖν οἱ μὲν ἐν τῇ πόλει, οἱ δ' ἐν τῷ πεδίῳ ἐπὶ τὰς Ἄλπεις ἤγοντο, ὄρη ὑψηλά. Ὡς δὲ ταύτας διέβησαν ἀκωλύτως, καταβαίνοντες εἰς τὸ πεδίον, ἤδη ἀνεθάρρησάν τε καὶ ἐπαιάνισαν. Ἔνθα ἦν πόλις Ἀκυληία· πρὸς ἣν καταχθεὶς ὁ Μαξιμῖνος εὗρε μὲν τὰς πύλας κεκλεισμένας, τὸν δὲ στρατὸν ἤδη ἀπαγορεύειν καὶ ἀναχωρεῖν βουλόμενον τῆς πολιορκίας, βαλλόμενον λίθοις τε καὶ δόρασιν. Ὁ δὲ Μαξιμῖνος ἀγανακτήσας πρὸς τοὺς στρατηγοὺς, ὡς ἀμελέστερον μαχομένους, αὐτὸς τῆς μάχης εἴχετο. 8. Οἱ δὲ ἀπὸ τῆς Ἀκυληίας πανδημεὶ ἐπὶ τῶν τειχῶν νύκτωρ καὶ μεθ' ἡμέραν ἀπεμάχοντο. Ἐστρατήγουν δὲ αὐτῶν καὶ πάντα διὰ φροντίδος εἶχον ἄνδρες βʹ ἀπὸ ὑπατείας, ἐπιλεχθέντες δὲ ὑπὸ τῆς συγκλήτου· ὧν ὁ μὲν Κρισπῖνος, ὁ δὲ Μηνόφιλος ἐκαλεῖτο· καὶ μετὰ πολλῆς προνοίας τὰ ἐπιτήδεια εἰσεκομίσαντο. Ἦν δὲ καὶ ὕδατος ἀφθονία. Τῷ δὲ Μαξιμίνῳ ἔδοξε πέμπειν ἐν σχήματι πρεσβείας τοὺς κάτωθεν διαλεξομένους, εἰ ἄρα πείσειαν αὐτοὺς ἀνοῖξαι τὰ πύλας. Ὁ δὲ Κρισπῖνος περιέθεε, δεόμενος μὴ πείθεσθαι ὑποσχέσεσι τυράννου ἐπιόρκου, ἀλλὰ πρὸς τὴν Ῥωμαίων σύγκλητον εὔνοιαν φυλάττειν· πολλῶν δὲ καὶ χρησμῶν αὐτοῖς καὶ μαντείων αἰσίων γενομένων, ἔπεισεν αὐτοὺς ἀποδιῶξαι τοὺς πρέσβεις. 9. Ὁ δὲ Μαξιμῖνος ταῦτα μαθὼν πλείονι τῷ θυμῷ ἐχρήσατο, καὶ γεφυρώσας τὸν παραρρέοντα ποταμὸν, προσήγγισε τῷ τείχει, καὶ τειχομαχεῖν ἤρξατο παντὶ σθένει. Πολλῶν δὲ σχεδὸν ἑκάστης ἡμέρας γενομένων προσβολῶν, καὶ παντὸς τοῦ στρατοῦ ὥσπερ σαγηνεύοντος τὴν πόλιν, μετὰ πολλῆς βίας καὶ προθύμου μάχης ἀντεῖχον οἱ Ἀκυλήσιοι πανδημεὶ ἅμα γυναιξὶ καὶ παισὶν, οὐδέ τις
Unit 15 rem close§u15-rem-close
u15-rem-closeRem CLOSEOUT: Unit 15 CLOSEOUT.
Greek · §u15-rem-close
ἦν, ὃς μὴ μετεῖχε τῶν ὑπὲρ πατρίδος πόνων· οὐδὲ ᾤετο Μαξιμῖνος ἄλλως αὐτῷ τὴν ἐπὶ Ῥώμην ὁδὸν ἔσεσθαι εὐπρεπῆ, εἰ μὴ πρότερον τὴν ἀντιστᾶσαν τῆς Ἰταλίας πόλιν καθέλῃ. Ὑποσχέσεσί τε οὖν καὶ δωρεαῖς αὐτός τε καὶ ὁ παῖς αὐτοῦ, ὃν πεποιήκει Καίσαρα, περιθέοντες τὸν στρατὸν ἀνέπειθον. 10. Οἱ δὲ Ἀκυλήσιοι λίθοις τε καὶ κιρνῶντες θείῳ καὶ ἀσφάλτῳ πίσσαν καὶ ἔλαιον ἔβαλλον τὸν στρατόν· πυρώσαντες γὰρ ταῦτα, ὄμβρου δίκην κατεχώννυον, ὥστε γυμνοῦσθαι αὐτοὺς τῶν ὅπλων καιομένους, καὶ διαφθείρεσθαι τά τε πρόσωπα καὶ τὰς χεῖρας ἀκρωτηριαζομένους· 58 ἀλλὰ μὴν καὶ τὰς προσαγομένας μηχανὰς ταύτῃ τῇ σοφίᾳ κατέκαιον. Τῶν μὲν οὖν πρώτων ἡμερῶν ἀντίπαλός πως καὶ ἰσόρροπος ἔμενεν ἡ τύχη τῆς μάχης· χρόνου δὲ γενομένου, ὅ τε στρατὸς τοῦ Μαξιμίνου ὀκνηρὸς ἐγένετο, καὶ πταίων τῆς ἐλπίδος ἀθύμως διέκειτο· οἱ δὲ Ἀκυλήσιοι ἐρρώνυντό τε καὶ τῶν στρατιωτῶν κατεφρόνουν, ὥστε καὶ σκώπτειν τὸν Μαξιμῖνον, καὶ ὕβρεις αἰσχρὰς εἰς αὐτὸν ἀπορρίπτειν· ἐφ' αἷς ἐκεῖνος κινούμενος τοὺς ἰδίους ἐκόλαζεν, ὡς ῥᾳθύμως καὶ ἀνάνδρως προσφερομένους τῇ πολιορκίᾳ· ὅθεν αὐτῷ περιεγένετο πρὸς μὲν τῶν οἰκείων μῖσός τε καὶ ὀργὴ, πρὸς δὲ τῶν ἀντιπάλων καταφρόνησις. 11. Συνέβαινε δὲ τοῖς Ἀκυλησίοις πολλὴν ὑπάρχειν τῶν ἐπιτηδείων ἀφθονίαν, πάντων ἐν τῇ πόλει σεσωρευμένων· ὁ δὲ στρατὸς τοὐναντίον ἐν σπάνει πάντων ὑπῆρχεν, ὑπὸ σκηναῖς τε αὐτοσχεδίοις καὶ γυμνῷ τῷ ἀέρι διατρίβων. Οἱ γὰρ Ῥωμαῖοι πάντα προκατέλαβον, ὑπατικοὺς ἄνδρας προχειρισάμενοι τῆς κατὰ τὴν Ἰταλίαν φρουρᾶς. Συνέβαινε δὲ καὶ τὸν στρατὸν δοκοῦντα πολιορκεῖν, αὐτὸν πολιορκεῖσθαι· ὅθεν ἐν ἀπογνώσει γενόμενοι οἱ στρατιῶται, τά τε κατὰ τὴν Ῥώμην καὶ πᾶσαν τὴν Ἰταλίαν πυθόμενοι, αἰφνιδίως, ἀναπαυομένου τοῦ Μαξιμίνου ἐν τῇ σκηνῇ, καὶ τῆς ἡμέρας ἐκείνης ἐν ἀνέσει τοῦ πολέμου οὔσης, τῶν τε πλείστων εἰς τὰς σκηνὰς ἀνακεχωρηκότων, ἔδοξε τοῖς στρατιώταις, οἳ πρὸς τῇ Ῥωμαίων πόλει στρατόπεδον εἶχον ὑπὸ τὸ καλούμενον Ἀλβανὸν, ἔνθα παῖδας καὶ γυναῖκας καταλελοίπεσαν, φονεῦσαι τὸν Μαξιμῖνον, ὡς παύσαιντο χρονίου πολιορκίας, μηκέτι δὲ πορθοῖεν Ἰταλίαν ὑπὲρ τυράννου κατεγνωσμένου καὶ μεμισημένου. Τολμήσαντες οὖν ἐπίασι τῇ σκηνῇ περὶ μέσην ἡμέραν, συναραμένων αὐτοῖς καὶ τῶν δορυφόρων, τάς τε εἰκόνας ἐκ τῶν σημείων κατασπῶσι, καὶ αὐτὸν σὺν τῷ παιδὶ ἀναιροῦσι. Φονεύουσι δὲ καὶ τὸν ἐπάρχοντα τοῦ στρατοῦ, πάντας τε ἀναιροῦσι τοὺς ἐκείνῳ θυμήρεις· ῥίψαντές τε τὰ σώματα τοῖς βουλομένοις ἐνυβρίζειν, εἴασαν κυσί τε καὶ ὄρνισι βοράν· τούτων δὲ τὰς κεφαλὰς ἐς Ῥώμην ἔπεμψαν. Τοιούτῳ μὲν δὴ τέλει Μαξιμῖνος καὶ ὁ παῖς αὐτοῦ ἐχρήσαντο, βασιλεύσαντες ἔτη γʹ, δίκας πονηρᾶς ἀρχῆς ὑποσχόντες.
Historia Chronike Unit 16 opening§u16-open
u16-openUnit 16.
Lemma-led open — ΜΑΞΙΜΟΣ ΚΑΙ ΒΑΛΒΙΝΟΣ. . Ὁ δὲ στρατὸς ὡς ἐπύθετο τὰ γενόμενα, πρὸς τὴν Ἀκυληίαν παραγενόμεν
Greek · §u16-open
ΜΑΞΙΜΟΣ ΚΑΙ ΒΑΛΒΙΝΟΣ. 12. Ὁ δὲ στρατὸς ὡς ἐπύθετο τὰ γενόμενα, πρὸς τὴν Ἀκυληίαν παραγενόμενος ἐν εἰρηνικῷ σχήματι, ἐντὸς μὲν τῶν τειχῶν οὐχ ὑπεδέχθη, τοὺς δὲ ὑπὸ τῆς συγκλήτου ἀναδειχθέντας αὐτοκράτορας εὐφήμει· οὕτω τε ἔμεινεν παρὰ τὰ τείχη, κομιζόμενος τὰ χρειώδη παρὰ τῶν ἔνδον. Οἱ δὲ ἱππεῖς οἱ τὴν Μαξιμίνου κεφαλὴν κομίζοντες, μεταξὺ Ἀλτίνου τε καὶ Ῥαβέννης περιέτυχον Μαξίμῳ αὐτοκράτορι, διατρίβοντι ἐν Ῥαβέννῃ, ἔνθα τούς τε ἀπὸ Ῥώμης ἐπιλέκτους καὶ τοὺς ἀπὸ Ἰταλίας λογάδας ἤθροιζεν· ἀφῖκτο δὲ αὐτῷ καὶ συμμάχων πλῆθος. Παρασκευάζοντι δὲ αὐτῷ τὰς δυνάμεις προσίασιν οἱ τὴν κεφαλὴν Μαξιμίνου φέροντες καὶ τοῦ παιδός· εὐθέως τε Μάξιμος πέμπει τοὺς ἱππεῖς ἐς τὴν Ῥώμην, ἀγγέλλοντας τὰ πραχθέντα τῷ δήμῳ, καὶ τὴν κεφαλὴν κομίζοντας τοῦ πολεμίου ἀνεσκολοπισμένην, ὡς πᾶσι περίοπτος εἴη. Καὶ οὐδὲν εἰπεῖν ἔστιν λόγῳ ἐκείνης τῆς ἡμέρας τὴν ἑορτήν. Οὐδὲ γὰρ ἡλικία τις ἦν ἣ μὴ πρὸς τοὺς βωμούς τε καὶ τὰ ἱερὰ ἠπείγετο· οὔτε τις ἔμενεν οἴκοι, ἀλλ' ὥσπερ ἐνθουσιῶντες ἐφέροντο, συνηδόμενοί τε ἀλλήλοις καὶ ἐς τὸν ἱππόδρομον συνθέοντες ὥσπερ ἐκκλησιάζοντες χωρίῳ. Ὁ δὲ Βαλβῖνος καὶ αὐτὸς ἑκατόμβας ἔθυεν· ἀρχαί τε πᾶσαι καὶ ἡ σύγκλητος, ἕκαστός τε ὥσπερ ἀποσεισάμενος πέλεκυν τοῖς αὐχέσιν ἐπικείμενον, ὑπερευφραίνετο, εἴς τε τὰ ἔθνη ἄγγελοι καὶ κήρυκες διεπέμποντο. Καὶ ὁ Μάξιμος ἐπιστὰς τῇ Ἀκυληίᾳ, ὑπεδέχθη μεγαλοφρόνως, πρεσβείας τε ἐκ πάσης τῆς Ἰταλίας δεχόμενος, εἰκόνας τε 59 καὶ ἀγάλματα καὶ στεφάνους. Καὶ αὐτὸς δὲ ὁ στρατὸς ὁ τὴν Ἀκυληίαν πορθήσας προῄει ἐν εἰρηνικῷ σχήματι δαφνηφορῶν ἀνάγκῃ· ἠγανάκτουν γὰρ ὁρῶντες τὸν μὲν ὑπ' αὐτῶν ἐπιλεχθέντα βασιλεύειν καθῃρημένον, κρατοῦντας δὲ τοὺς ὑπὸ τῆς συγκλήτου ᾑρημένους. 13. Ὁ δὲ Μάξιμος, συγκαλέσας πάντας, βασιλικῶς ἀπεφήνατο, ἀμνηστίαν τε πάντων ὑποσχόμενος καὶ χρημάτων πολλῶν διανομάς· ὀλίγων τε ἡμερῶν διατρίψας, τὴν εἰς τὴν Ῥώμην ἐπάνοδον συνεκρότει. Καὶ τὸ μὲν ἄλλο στρατιωτικὸν ἀπέπεμψεν εἰς τὰ ἔθνη καὶ εἰς τὰ οἰκεῖα στρατόπεδα, αὐτὸς δὲ ἐπανῆλθεν εἰς τὴν Ῥώμην σὺν τοῖς δορυφόροις καὶ τοῖς ὑπὸ Βαλβίνῳ στρατευομένοις. Ἐπανῆλθον δὲ καὶ οἱ ἀπὸ Γερμανίας ἐληλυθότες σύμμαχοι· ἐθάρρει γὰρ αὐτῶν τῇ εὐνοίᾳ, ὡς καὶ τοῦ ἔθνους ἐπιεικῶς πρότερον ἄρξας, ὅτε ἰδιώτευεν. Εἰσιόντι δὲ αὐτῷ εἰς τὴν Ῥώμην ὅ τε Βαλβῖνος ὑπήντετο, ἐπαγόμενος Γορδιανὸν Καίσαρα, ἥ τε σύγκλητος καὶ ὁ δῆμος εὐφημοῦντες ὥσπερ θριαμβεύοντα ὑπεδέχοντο· ἔχαιρέ τε ὁ δῆμος αὐτοῖς, σεμνυνόμενος εὐπατρίδαις καὶ ἀξίοις τῆς βασιλείας. 14. Οἱ δὲ στρατιῶται διοίδαινον τὰς ψυχὰς ἐβαροῦντό τε αὐτῶν αὐτὴν τὴν εὐγένειαν, καὶ ἠγανάκτουν ὅτι ἄρα ἔχοιεν ἐκ συγκλήτου βουλῆς βασιλέας. Ἐλύπουν δὲ αὐτοὺς καὶ οἱ Γερμανοὶ παρόντες· ἀντιπάλους γὰρ ἤλπιζον ἔχειν· τό τε Σεβήρου ὑπόδειγμα αὐτοὺς ἐτάραττεν, ὃς τοὺς Περτίνακα ἀποκτείναντας ἀπέσωζεν. Ἐπιτελουμένου δὲ ἀγῶνος τοῦ τῶν Καπιτωλίων, πάντων τε περὶ τὴν πανήγυριν ἀσχολουμένων, αἰφνιδίως ἣν εἶχον γνώμην λανθάνουσαν ἐξέφηναν, καὶ τοῦ θυμοῦ μὴ κρατήσαντες ἀνῆλθον ὁμοθυμαδὸν εἰς τὰ βασίλεια, καὶ τοῖς πρεσβύταις βασιλεῦσιν ἐπεισῆλθον. Συνέβαινε δὲ κἀκείνους μὴ πάνυ τι ἀλλήλοις ὁμονοεῖν, οἷάπερ ἡ μοναρχίας ἐπιθυμία εἴωθε ποιεῖν· ὅπερ αὐτοῖς γέγονεν ἀπωλείας αἴτιον. Ὡς γὰρ ἐπύθετο ὁ Μάξιμος ἀφικνεῖσθαι τοὺς πραιτωριανοὺς καλουμένους, ἐβούλετο μεταπέμψασθαι τοὺς Γερμανοὺς συμμάχους. Ὁ δὲ Βαλβῖνος οἰόμενος δόλον τινὰ εἶναι κατ' αὐτοῦ καὶ σόφισμα (ᾔδει γὰρ τοὺς Γερμανοὺς τῷ Μαξίμῳ εὐνοοῦντας), ἐκώλυε, φάσκων οὐ διὰ τοὺς πραιτωριανοὺς αὐτοὺς ἀφίξεσθαι, ἀλλ' εἰς τὸ περιποιῆσαι τῷ Μαξίμῳ τὴν μοναρχίαν. Ἐν ᾧ δὴ περὶ τούτων διεφέροντο, εἰσδραμόντες οἱ στρατιῶται, ἐκστάντων αὐτοῖς τῶν πυλωρῶν, ἁρπάζουσι τοὺς πρεσβύτας· περιρρήξαντες δὲ ἃς εἶχον ἐσθῆτας, γυμνοὺς τῆς βασιλείου αὐλῆς
Unit 16 rem early§u16-rem-early
u16-rem-earlyRem early: Unit 16; lemma and argument toward the thesis.
Greek · §u16-rem-early
ἐξάγουσιν μετὰ πάσης αἰσχύνης καὶ ὕβρεως, παίοντες καὶ ἀποσκώπτοντες, γενείων τε καὶ ὀφρύων σπαραγμοῖς καὶ πάσαις ταῖς τοῦ σώματος λώβαις ἐμπαροινοῦντες. Ἐπεὶ δὲ ταῦτα πυθόμενοι οἱ Γερμανοὶ ὅπλα ἐλάμβανον ὡς ἀμυνοῦντες αὐτοῖς, μαθόντες οἱ πραιτωριανοὶ ἀφικνουμένους αὐτοὺς, φονεύουσιν ἤδη πᾶν τὸ σῶμα λελωβημένους τοὺς βασιλέας, καὶ ἐπὶ τῆς λεωφόρου ἀπέρριψαν· ἀράμενοί τε τὸν Γορδιανὸν αὐτοκράτορα ἀναγορεύουσιν, ἐπειδὴ πρὸς τὸ παρὸν ἄλλον οὐχ εὗρον· βοῶντές τε πρὸς τὸν δῆμον, ὅτι ἄρα εἴησαν ἀποκτείναντες, οὓς ὁ δῆμος ἐν ἀρχῇ οὐκ ἐβούλετο ἄρξαι, Γορδιανόν τε ἐπελέξαντο, ἐκείνου τε ἀπόγονον, καὶ ὃν αὐτοὶ Ῥωμαῖοι ἐξεβιάσαντο· ἔχοντές τε αὐτὸν ἀπῆλθον εἰς τὸ στρατόπεδον, καὶ κλείσαντες τὰς θύρας ἡσύχαζον. Οἱ δὲ Γερμανοὶ μαθόντες ἀνῃρημένους καὶ ἐρριμμένους, ὧν χάριν ἠπείγοντο, οὐχ ἑλόμενοι πόλεμον μάταιον ὑπὲρ ἀνδρῶν τεθνηκότων, ἐπανῆλθον ἐς τὸ αὐτῶν καταγώγιον. Τέλει μὲν δὴ τοιούτῳ ἐχρήσαντο οἱ προειρημένοι πρεσβῦται. 147 ΓΟΡ∆ΙΑΝΟΣ. Ibid.: Ὅτι ἐπειδὴ καὶ Γορδιανὸν ἔμελλε τὸ κοινὸν τοῦ βίου καταλαβεῖν τέλος, ὁ τῆς Συρίας ἡγούμενος ἐπιστέλλει τὸν Περσῶν βασιλέα τοὺς ἰδίους ὅρους ὑπερβάντα τὴν τῶν Ῥωμαίων γῆν κατατρέχειν, καὶ δεῖσθαι τῆς αὐτοῦ παρουσίας τὸν 60 πόλεμον. Ταῦτα Γορδιανὸς ὁ νέος πυθόμενος, λίαν τε ἐν ἀθυμίᾳ γενόμενος, ὅμως ἐπαγγέλλει τὴν ἐπὶ Πέρσας ἔξοδον, καὶ τὰς τοῦ Ἰανοῦ πύλας ἀναπετάσας, αἵπερ ἐπὶ τῶν μεγίστων πολέμων διηνοίγοντο, ᾤχετο πρὸς τὴν ἕω. Καὶ ὡς εἰς τὸν Εὐφράτην ἀφίκετο εἴς τε τὰ τοῦ Τίγρητος στόμια, συμβαλὼν τοῖς βαρβάροις, εὐτυχέστατα τὸν πόλεμον διεχείρισε, μεγάλοις ἀγῶσι τὰς Παρθικὰς δυνάμεις καταβαλών. Ἐκεῖθεν δὲ μετὰ τὸ πέρας ἐπανιὼν, ἕκτῳ τῆς ἡγεμονίας ἐνιαυτῷ, πρὸς αὐτοῖς ἤδη τοῖς ὅροις τῆς οἰκείας ἀρχῆς, ὑπὸ Φιλίππου, τὴν βασιλείαν διαδεξαμένου, τοῦ κατ' ἐκεῖνο καιροῦ τὴν τῶν στρατιωτῶν νεολαίαν ἀσκοῦντος, ἐδολοφονήθη· καὶ Φίλιππος ἀνηγορεύθη βασιλεύς. 148 ΦΙΛΙΠΠΟΣ. Ibid.: Ὅτι Φίλιππος βασιλεύσας καὶ τοὺς Σκύθας νικήσας, ἐπὶ τὸ Βυζάντιον ἤλαυνεν. Καὶ ἐλθὼν ἐς Πέρινθον, ὡς ἠγγέλθη αὐτῷ ἐμφυλίους στάσεις συμβῆναι κατὰ τὴν Ῥώμην, ἅστινας ∆έκιος ἐποίησεν, ἀπὸ ὑπάτων καὶ ἔπαρχος τῆς πόλεως, τοὺς δυναμένους ἐπισχεῖν τὰ πραττόμενα στέλλει, καὶ τὴν ∆εκίου προκαταληψομένους ἐπανάστασιν· αὐτός τε σὺν τοῖς παισὶν ἐπακολουθεῖν ἐπηγγείλατο. Ὡς δὲ ἐς τὴν Ῥώμην ἔφθασαν οὓς ἔπεμψε Φίλιππος, δώροις τε καὶ κολακείαις τοῦ δήμου καὶ τῆς βουλῆς ὑπαχθέντες, ἀπαγορεύουσί τε Φιλίππῳ καὶ τὸν ∆έκιον αὐτοκράτορα σὺν τοῖς Ῥωμαίοις προσαγορεύουσι. Τούτων ἀγγελθέντων τῷ Φιλίππῳ, κατὰ τὴν Βερόην φεύγοντι ** καὶ τοῖς ὑποκολπίοις ξίφεσιν ἀναιροῦσιν, πέμπτον ἐνιαυτὸν προστάντα τῶν πραγμάτων. Ἐν δὲ τῇ Ῥώμῃ τὸν παῖδα τούτου οἱ τῆς πόλεως στρατιῶται διέφθειραν. Καὶ τὰ μὲν κατὰ τούτους τοιοῦτον ἔσχε τέλος. 149 ∆ΕΚΙΟΣ Exc. De virt.: Ὅτι ∆έκιος ὁ Ῥωμαίων βασιλεὺς Φιλίππου διάδοχος βασιλικῷ θεσπίσματι τοὺς τὰ Χριστιανῶν δοξάζοντας ἐθανάτου καὶ τοὺς οὐ θεοὺς προσκυνεῖν θέλοντας ἠνάγκαζε. 150 ΓΑΛΛΟΣ ΚΑΙ ΒΟΛΟΥΣΙΑΝΟΣ. Exc. De ins.: Ὅτι ἐπὶ Γάλλου καὶ Βουλουσιανοῦ Αἰμιλιανὸς ὁ τῆς Μυσίας ἔπαρχος καινοτομεῖν ἐπεβάλετο, αὑτῷ τε τὴν βασιλείαν ἐκ προγόνων ἁρμόττειν φιλονεικῶν, καὶ τῆς Ῥωμαίων βουλῆς μεγίστας κατηγορίας ποιούμενος· ἐφ' οὗ οἱ τῆς Ῥωμαίων προστατοῦντες ἐξουσίας, μεγίστῳ πλήθει στρατεύσαντες, ὑπὸ τῶν οἰκείων ἐπιβουλευθέντες διεφθάρησαν, οὔπω τρίτον ἐνιαυτὸν ἐν τῇ προστασίᾳ τῶν κοινῶν διατετελεκότες, οὐδέ τι λαμπρὸν ἢ βασιλείας ἄξιον κατειργασμένοι, ἐν μνήμῃ δὲ μόνῃ τῶν βασιλέων γενόμενοι. Ὅ γε μὴν Αἰμιλιανὸς ἐπιπηδήσας τῇ ἀρχῇ κατὰ τὴν Σκυθῶν χώραν καὶ τὴν ἐπὶ Ῥώμην ἄφιξιν προθυμούμενος, τετάρτῳ μηνὶ τῆς τυραννίδος προδιεφθάρη τε καὶ ἐκ τῶν ἀνθρώπων ἠφάνισται. 151 Exc. Salm.: Γάλλου βασιλεύσαντος, ιεʹ ἔτη (μῆνας?) ἐκράτησε λοιμὸς,
Unit 16 rem mid§u16-rem-mid
u16-rem-midRem mid: Unit 16; lemma continues; reading with the letter.
Greek · §u16-rem-mid
κινηθεὶς ἀπὸ Αἰθιοπίας ἕως τῆς δύσεως· μετεδίδοτο δὲ ἀπὸ ἱματίων καὶ ψιλῆς θέας· καὶ οἱ Σκύθαι περάσαντες τὸν Ἴστρον ἔλαβον φʹ πόλεις. Τὰ γυναῖκας βουλομένας ἐγκύους γενέσθαι λέγουσι πίνειν ἀπὸ τοῦ Στρυμόνος ποταμοῦ καὶ κύειν. 152 ΓΑΛΛΙΗΝΟΣ. Exc. De ins.: Ὅτι Γαλλιηνὸς ἀνῃρέθη πρὸς τῶν οἰκείων στρατιωτῶν, ἐς ὀργὴν ἀναφθέντων, ὅτι δὴ πόλιν Μογοντίναν, συναραμένην Λολλιανῷ, ὃν νεωτερίσαντα καθεῖλε Ποστούμιος, διαρπάσαι μετὰ τὴν νίκην οὐ συνεχώρησε. Μετὰ δὲ τοῦτον 61 Μάριος, ἀνὴρ εὐτελὴς καὶ τῶν περὶ τὰς βαναύσους γεγονὼς τέχνας, τὴν ἁλουργίδα περιθέμενος, δευτέρᾳ τῆς βασιλείας ἡμέρᾳ κατακτείνεται. Ἐφ' ᾧ Βικτωρῖνος τῶν Γαλλίων τὸ κράτος ἐκδέχεται· ἄριστος μὲν ἐν τοῖς πολέμοις, ταῖς δὲ τοῦ σώματος ἡδοναῖς ἡττημένος, ἀλλοτρίους τε ἐνυβρίζων γάμους, καὶ παρθένους ἁρπάζων. Ὅθεν ἐν Ἀγριππίνῳ, πόλει Γαλατικῇ, πρός τινος στρατιώτου διαφθείρεται, δευτέρῳ τῆς ἡγεμονίας ἐνιαυτῷ. Καὶ τοῦτον τῆς ἀρχῆς διαδέχεται Τέτρικος τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς· ὃς τὴν Ἀκυτανίαν πρότερον ἡγεμονεύων, βασιλεὺς ὑπὸ τῶν στρατιωτῶν καὶ μὴ παρὼν ᾑρέθη· περιθέμενός τε τὴν πορφύραν ἐν Βουρδογάλῳ πόλει τῆς Γαλατίας μεγίσταις ἀνέπεσε ταραχαῖς. 2. Ὅτι Ὀδέναθος ἐξ ἐπιβουλῆς Γαλλιηνοῦ ἀναιρεῖται· καὶ τῶν ἐκεῖσε πραγμάτων ἀντιλαμβάνεται Ζηνοβία, συνοικοῦσα μὲν Ὀδενάθῳ, φρονήματι δὲ ἀνδρείῳ χρωμένη, καὶ διὰ τῶν ἐκείνῳ συνόντων τὸν θάνατον τοῦ ἀνδρὸς ἐκδικοῦσα. 3. Ὅτι Γαλλιηνὸς περὶ Μεδιόλανον πόλιν, σὺν τῷ ἀδελφῷ Βαλεριανῷ, μετὰ τὴν τοῦ πατρὸς τελευτὴν, ὃς ἐβασίλευσεν ἐνιαυτοὺς ἓξ, ἀπὸ τοῦ ∆ελματῶν ἱππάρχου κατακτείνεται· οὗτος δὲ ἦν Ἡρακλειανὸς, ὃς συμπραξάμενος Κλαυδίῳ διά τινος τῶν τολμηροτάτων κατὰ τὸ δεῖπνον τὸν Γαλλιηνὸν ἀποσφάττει. 153 ΚΛΑΥ∆ΙΟΣ. Exc. De ins.: Ὅτι ἐπὶ Κλαυδίου τοῦ βασιλέως Αὐρίολος ἐπὶ χρόνον συχνὸν ἔξω τῆς Γαλλιηνοῦ καταστήσας ἑαυτὸν ἐξουσίας, ἐπικηρυκεύεται παραχρῆμα πρὸς Κλαύδιον, καὶ παραδοὺς ἑαυτὸν, ὑπὸ τῶν περὶ τὸν βασιλέα στρατιωτῶν ἀναιρεῖται τῇ διὰ τὴν ἀπόστασιν ἐχομένων ὀργῇ. 154 ΚΥΝΤΙΛΛΟΣ. Ibid.: Ὅτι Κυντίλλος ἀδελφὸς Κλαυδίου, ὃς ἐβασίλευσε Ῥωμαίων, ἅμα τῷ γνῶναι τὴν βασιλείαν Αὐρηλιανῷ παραδεδομένην, ἑκόντα τῆς ἀρχῆς ἀποστῆναι λέγεται καὶ τῶν ἰατρῶν τινὸς τεμόντος φλέβα αὐτῷ, καὶ ἐνδόντος ῥεῦσαι τὸ αἷμα, μέχρις αὖος ἐγένετο. 155 ΑΥΡΗΛΙΑΝΟΣ. Exc. De virt.: Ὅτι Αὐρηλιανὸς ὁ βασιλεὺς τὰ πολέμια δεινῶς ἦν ἠσκημένος, ἀκάθεκτος δὲ περὶ τὴν γνώμην, καὶ πολὺ πρὸς ὠμότητα ῥέπων. Τῶν τε κατὰ πόλιν ἐπισήμων θανάτῳ πολλοὺς ἐζημίωσεν ὑπὸ Ζηνοβίας ἐλεγχθέντας, χαλεπός τις καὶ φονικὸς ὑπάρχων, καὶ μᾶλλον ἀναγκαῖος στρατηγὸς ἤπερ αἱρετὸς βασιλεὺς, ἐν παντὶ δὲ καιρῷ δυσχερὴς καὶ ἀπρόσιτος, ὡς μηδὲ τοῦ τῶν οἰκείων αἵματος διαμεῖναι καθαρός· τὴν γὰρ τοῦ παιδὸς γαμετὴν καὶ ἀνέγκλητον διεχρήσατο. Τοῦ δὲ τῶν στρατιωτῶν τάγματος καὶ τῶν ἐξιτήλων καὶ διαλελυμένων ἠθῶν ὡς ἐπίπαν γενναῖος ἐπανορθωτὴς ἦν. 156 Exc. De ins.: Ὅτι Αὐρηλιανὸς ἕκτῳ τῆς ἡγεμονίας ἐνιαυτῷ διαφθείρεται, τῶν εἰς τάχος γραφόντων οἰκετῶν τινὸς κατασκευάσαντος αὐτῷ τὸν θάνατον· ὃς τὴν τοῦ ἀνδρὸς μιμησάμενος χεῖρα, πρός τινας χιλιάρχους αὐτῷ τε τῷ Αὐρηλιανῷ φίλους γραμματίδιόν τι ἐκόμισε, τὰς τῶν ἀνδρῶν τούτων φέρον προσηγορίας σεσημειωμένας, ἐπιψευσάμενος ταῦτα τὸν Αὐρηλιανὸν ἀναγεγραφέναι. Οἱ δὲ τὸ πιστὸν ἐκ τῆς τοῦ βασιλέως πρὸς ἅπασαν πρᾶξιν ἄτοπον καὶ σκληρὰν ὀξύτητος εἰληφότες, φθάσαι τι δράσαντες πρὶν ἢ παθεῖν ἔγνωσαν· 62 διαφθείρουσί τε αὐτὸν κατὰ μέσην τὴν πορείαν, ἐκ Βυζαντίου πρὸς Ἡράκλειαν ἰόντα, περὶ τὸ λεγόμενον Καινὸν φρούριον. Οὐ μὴν ἀτιμώρητος ἐτελεύτα. Οἵ τε γὰρ φονεῖς αὐτοῦ δίκας ὑπέσχον, καὶ αὐτὸς τοῖς θείοις τῶν αὐτοκρατόρων * ἐψηφίσθη. 157 ΤΑΚΙΤΟΣ. Ibid.: Ὅτι Τακίτου τὰ τῆς Ῥώμης ἀναδεξαμένου βασίλεια, Σκύθαι διὰ τῆς
Unit 16 rem close§u16-rem-close
u16-rem-closeRem CLOSEOUT: Unit 16 CLOSEOUT.
Greek · §u16-rem-close
Μαιώτιδος λίμνης ἐπεραιώθησαν· οὓς καταπολεμήσας ἐπὶ τὴν εὐρώπην ἐξώρμησεν. Ἔνθα δὴ καὶ εἰς ἐπιβουλὴν ἐμπεσὼν, ἐξ αἰτίας ἀναιρεῖται τοιᾶσδε. Μαξιμίνῳ γένει προσήκοντι τὴν Συρίας ἀρχὴν παραδέδωκεν. Οὗτος τοῖς ἐν τέλει τραχύτατα προσφερόμενος, εἰς φθόνον ἅμα καὶ φόβον τὸν βασιλέα κατέστησε. Τεκόντων δὲ τούτων μῖσος, τὸ λειπόμενον εἰς ἐπιβουλὴν ἐτελεύτησεν, ἧς κοινωνοὺς ποιησάμενοι τοὺς Αὐρηλιανὸν ἀνελόντας, αὐτῷ μὲν ἐπιθέμενοι τῷ Μαξιμίνῳ κατέσφαξαν· διώξαντες δὲ ἀναζευγνύντα ἐπὶ τὴν Εὐρώπην Τάκιτον ἀναιροῦσιν, ἓξ μησὶ τοῖς ὅλοις βασιλεύσαντα. 158 ΠΡΟΒΟΣ. Ibid.: Ὅτι Πρόβος καὶ Φλωριανὸς οἱ δύο ἅμα συνεβασίλευσαν. Καὶ ὁ Πρόβος οὐ κατὰ τὴν αὐτοῦ προαίρεσιν ἀνεῖλε τὸν Φλωριανὸν, μήνας βʹ πρὸς ἡμέρας κʹ ἀπολαύσαντα τῆς ἐξουσίας. 2. Ὅτι Πρόβου βασιλεύσαντος Ῥωμαίων, Σατουρνῖνος τῷ γένει Μαυρούσιος, ὢν εἰς τὰ μάλιστα τῷ βασιλεῖ προσφιλὴς, διὰ τοῦτό τε καὶ τὴν τῆς Συρίας ἀρχὴν ἐπιτετραμμένος, τῆς βασιλέως ἀποστὰς πίστεως, εἰς ἐπαναστάσεως ἔννοιαν ἦλθεν. Ὅπερ ἀκούσαντι τῷ Πρόβῳ καὶ διανοουμένῳ τὸ ἐγχείρημα μετελθεῖν, ἔφθησαν οἱ κατὰ τὴν ἑῴαν στρατιῶται, συγκατασβέσαντες τῇ τυραννίδι τὸν ἄνθρωπον. Ἔπαυσε δὲ καὶ ἄλλην ἐπανάστασιν ἐν τῇ Βρεττανίᾳ, μελετηθεῖσαν διὰ Βικτωρίνου Μαυρουσίου τὸ γένος. Ὧπερ πεισθεὶς ἔτυχε τὸν ἐπαναστάντα τῆς Βρεταννίας ἄρχοντα προστησάμενος. Καλέσας δὲ τὸν Βικτωρῖνον πρὸς ἑαυτὸν, καὶ ἐπὶ τῇ συμβουλῇ μεμψάμενος, τὸ πταῖσμα ἐπανορθώσοντα πέμπει. Ὁ δὲ ἐπὶ τὴν Βρεττανίαν εὐθὺς ἐξορμήσας, περινοίᾳ οὐκ ἄφρονι τὸν τύραννον ἀναιρεῖ. 159 Exc. Salm.: Πρόβου ἀρχθέντος, βροχὴ γέγονε σῖτον κατάγουσα, ὃν συναγαγόντες σωροὺς μεγάλους ἐποίησαν. Ἐπὶ Αὐρηλιανοῦ ψεκάδες ἀργυραῖ κατηνέχθησαν. 160 Exc. De ins.: Ὅτι πολλὰ διαπραξαμένου τοῦ Πρόβου, καλῶς τε καὶ δικαίως οἰκονομήσαντος τὴν ἀρχὴν, ἐπανάστασις ἐκ τῆς ἑσπέρας ἀγγέλλεται, τῶν ἐν Ῥαιτίᾳ καὶ Νωρικῷ δυνάμεων Κάρῳ περιθέντων τὴν ἁλουργίδα. Τοῦ δὲ δύναμιν ἐναντιωσομένην αὐτῷ στείλαντος, οἱ μὲν πεμφθέντες πρὸς Κάρον μετέστησαν· αὐτοὶ δ' ἐπὶ πάντας ἐρήμῳ βοηθείας τῷ Πρόβῳ, κωλύοντος οὐδενὸς, διεχρήσαντο βασιλεύσαντα ἐνιαυτοὺς ἓξ, μήνας δʹ. t161-163 ΚΑΡΟΣ. 161 Exc. Salm.: Νουμεριανὸς τυφλωθεὶς ἐν κεκαλυμμένῳ φορείῳ ἀπὸ Περσίδος ἐβαστάζετο· ὃν λάθρα ἀνεῖλεν ὁ πενθερὸς, καὶ ἔλαθεν νεκρὸς φερόμενος ἕως ἐκ τῆς δυσωδίας ἐδηλώθη. Καρῖνος ὠμότατος ἦν· ὃς καὶ τούς ποτε ἐν τῷ παιδευτηρίῳ σκώψαντας εἰς αὐτὸν ἠμύνατο. 162 Exc. De virt.: Ὅτι Καρῖνος ὁ τοῦ Κάρου υἱὸς βασιλεύσας πρᾶγμα μὲν εἰς κοινὸν ὄφελος φέρον οὐδὲν εἰργάσατο, τρυφῇ δὲ καὶ ἐκδεδιῃτημένῳ βίῳ τὰ καθ' ἑαυτὸν παραδοὺς, παρανάλωμα τῆς τρυφῆς 63 ἐποιεῖτο φόνους οὐδὲν ἠδικηκότων ἀνθρώπων, κατά τι προσκε κρουκέναι νομισθέντων αὐτῷ. Βαρυνομένων δὲ πάντων ἐπὶ τῇ πικρᾷ τυραννίδι συναναμιχθείσῃ νεότητι, καὶ πάντα ἐκμελῶς καὶ δίχα λογισμοῦ πραττούσῃ **. 163 Exc. De ins.: Ὅτι Καρίνου βασιλεύσαντος τοῦ υἱοῦ Κάρου, καὶ πάντα ἐκμελῶς καὶ λογισμοῦ δίχα πράττοντος, ἀγγελθείσης τοῖς ἐν Ἰταλίᾳ τῆς Νουμεριανοῦ τελευτῆς, ἐπὶ τῇ Καρίνου περὶ πάντα ἐκμελείᾳ καὶ ὠμότητι δυσχεράναντες οἱ τῶν ἐκεῖσε στρατοπέδων ἡγούμενοι, Σαβινῷ Ἰουλιανῷ τὴν ὕπαρχον ἀρχὴν ἔχοντι βασιλικὴν στολὴν περιθέντες, μάχεσθαι σὺν αὐτῷ διενοοῦντο Καρίνῳ. Καρῖνος δὲ γνοὺς τὴν ἐπανάστασιν, ἐπὶ τὴν Ἰταλίαν ἐστέλλετο. Τότε δὴ τῶν στρατιωτῶν συμφρονῆσαι σφίσιν τοὺς ἀπὸ Περσῶν ἐπανελθόντας ἀναπεισάντων, ∆ιοκλητιανὸν ἤδη κατὰ τὴν Νικομήδειαν τὴν ἁλουργίδα περιθέμενον ἄγουσι κατὰ τὴν Ἰταλίαν. Ἔτι δὲ ὄντος αὐτοῦ κατὰ τὴν ὁδὸν, συμβαλὼν ὁ Καρῖνος τοῖς Σαβινοῦ Ἰουλιανοῦ στρατιώταις, καὶ στρέψας ἐν τῇ μάχῃ τούτους, τῶν σὺν αὐτῷ τινῶν ἐπελθόντων, αἰφνίδιον ἀναιρεῖται, τῶν χιλιάρχων ἑνὸς, οὗ τὴν γυναῖκα διαφθείρας ἔτυχεν, ἀνελόντος αὐτόν.
Historia Chronike Unit 17 opening§u17-open
u17-openUnit 17.
Lemma-led open — - ∆ΙΟΚΛΗΤΙΑΝΟΣ. .: Ὅτι ἐπὶ ∆ιοκλητιανοῦ Καραύσιός τις ἀνὴρ τεχθεὶς μὲν ἐν ἀφανεστάτῃ πόλει
Greek · §u17-open
t164-167 ∆ΙΟΚΛΗΤΙΑΝΟΣ. 164 Ibid.: Ὅτι ἐπὶ ∆ιοκλητιανοῦ Καραύσιός τις ἀνὴρ τεχθεὶς μὲν ἐν ἀφανεστάτῃ πόλει, περὶ δὲ στρατιωτικὰ σπουδῇ καὶ γενναιότητι διαφέρων κατὰ μικρὸν δόξαν ἀρίστην κτησάμενος, ἐκ τοιαύτης αἰτίας νεωτερίζειν ἤρξατο. Βελγικὸν καλούμενον κλῖμα, κατὰ τὴν τῆς ἁλμυρίδος θάλασσαν, Φράγκοι τε καὶ Σάξονες, ἔθνη Κελτικὰ, διετάραττον, ληϊζόμενοι τοὺς ἐμπόρους, καὶ τῶν χωρίων πορθοῦντες τὰ ἐπιθαλάσσια. Σταλεὶς τοίνυν οὗτος ἐκ Βονωνίας πόλεως Γαλατικῆς, ἐπειδὴ πολλοὺς μὲν τῶν βαρβάρων ἐχειρώσατο, τὴν δὲ λείαν τὴν ἐκ τοῦ πολέμου οὔτε τοῖς ἐποίκοις τῶν ἐθνῶν ἀπεδίδου οὔτε τοῖς βασιλεῦσιν ἀπέπεμπεν, ἑκουσίως προπέμπειν τοὺς πολεμίους ὑπωπτεύθη· ἀναιρεθῆναι τοίνυν ὑπὸ τοῦ Ἑρκουλίου προσταχθεὶς, τήν τε πορφύραν περιέθετο, καὶ τὴν Βρεττανίαν καταλαμβάνει. Καὶ τούτου τοῦτο πεπραχότος, καὶ κεκινημένων πάντων τῶν πραγμάτων, καὶ Ἀχιλλεὺς κατὰ τὴν Αἴγυπτον ἐνεωτέριζεν, καὶ ἡ Ἀφρικὴ πρὸς πέντε ἀνδρῶν, Γεντιανῶν τὴν προσηγορίαν, ἐπεπολέμητο. 165 Exc. De virt.: Ὅτι ∆ιοκλητιανὸς μνήμῃ καὶ ὀργῇ τῶν περὶ τὴν ἀρχὴν νεωτερισθέντων περὶ τὴν Αἴγυπτον, οὐ μετρίως οὐδὲ ἡμέρως τῷ κρατεῖν ἀπεχρήσατο, ἀλλὰ προγραφαῖς τε καὶ φόνοις τῶν ἐπισήμων μιαίνων ἐπῆλθε τὴν Αἴγυπτον. Ὅτε δὴ καὶ τὰ περὶ χημείας ἀργύρου καὶ χρυσοῦ τοῖς παλαιοῖς αὐτῶν γεγραμμένα βιβλία διερευνησάμενος ἔκαυσε, πρὸς τὸ μηκέτι πλοῦτον Αἰγυπτίοις ἐκ τῆς τοιαύτης περιγίνεσθαι τέχνης μήτε χρημάτων αὐτοὺς θαρροῦντας περιουσίᾳ τοῦ λοιποῦ Ῥωμαίοις ἀνταίρειν. ∆ιοκλητιανὸς μὲν ποικίλος τις καὶ πανοῦργο ἦν, τῷ δὲ λίαν συνετῷ καὶ ὀξεῖ τῆς γνώμης ἐπεκάλυπτε πολλάκις τὰ τῆς οἰκείας φύσεως ἐλαττώματα, πᾶσαν σκληρὰν πρᾶξιν ἑτέροις ἀνατιθείς. Ἐπιμελὴς δὲ ὅμως καὶ ταχὺς ἐν ταῖς τῶν πρακτέων ἐπιβολαῖς, καὶ πολλὰ τῶν τῆς βασιλικῆς θεραπείας ἐπὶ τὸ αὐθαδέστερον παρὰ τὰ καθεστηκότα Ῥωμαίοις πάτρια μετεσκεύασεν. 166 Ibid.: Ὅτι Ἑρκούλιος καὶ δίχα παντὸς προκαλύμματος ἄγριός τε ἦν καὶ τυραννικὸς, τὸ τῆς οἰκείας γνώμης τραχὺ τῷ καταπληκτικῷ τοῦ προσώπου παραδηλῶν. Τῇ γοῦν ἑαυτοῦ φύσει παντάπασιν ἐνδιδοὺς, καὶ τῷ ∆ιοκλητιανῷ πρὸς ἅπαν ἄτοπόν τε καὶ σκληρὸν βούλευμα ἑκούσιος ὑποῦργος καθίστατο. 167 Exc. Salm.: Θρίαμβος ὠνομάσθη ἀπὸ τῶν πρώτων ἐπῶν τῶν εἰς τὸν ∆ιόνυσον· θρίασιν γὰρ τὴν τῶν ποιητῶν μανίαν φασίν· ἢ ἀπὸ τῶν θρίων, τῶν φύλλων, τῆς συκῆς ἀνακειμένης ∆ιονύσῳ· πρὶν γὰρ 64 ἐπινοηθῆναι τὰ προσωπεῖα, συκῆς φύλλοις τὰ ἑαυτῶν ἐκάλυπτον πρόσωπα, καὶ δι' ἰάμβων ἀπέσκωπτον. Ἐποίουν δὲ τοῦτο καὶ οἱ στρατιῶται, καὶ εἰς τοὺς θριαμβεύοντας ἔσκωπτον. 2. ∆ιοκλητιανὸς καὶ Μαξιμιανὸς μὴ δυνηθέντες περιγενέσθαι τοῦ Χριστιανισμοῦ, καὶ μανέντες, τὴν βασιλείαν κατέθεντο. Καὶ ∆ιοκλητιανὸς μὲν δώδεκα ἔτη πρωτεύσας ἀπέθανε· Μαξιμιανὸς δὲ βουληθεὶς πάλιν ἀναλαβέσθαι τὴν βασιλείαν, καὶ ἀποτυχὼν, ἀπήγξατο. t168- 169 ΚΩΝΣΤΑΝΤΙΟΣ ΚΑΙ ΓΑΛΕΡΙΟΣ. 168 Exc. De virt.: Ὅτι Κωνστάντιος ὁ ἀπὸ Καίσαρος βασιλεύσας, μετὰ τὴν διακλήρωσιν ἀποχρῆν ἡγούμενος τήν τε τοῦ Αὐγούστου καὶ αὐτοκράτορος ἐπίκλησιν, τῆς τε Ἰταλίας καὶ Λιβύης ἑκουσίως ἀπέστη τῷ συνάρχοντι, τὸ εὔδαιμον οὐκ ἐν μεγέθει ἀρχῆς, ἀλλ' ἐν τῷ ἡσύχῳ τε καὶ ἀπράγμονι θέμενος. Ἀνὴρ ἄριστος καὶ δημοτικὸς διαφερόντως τὸν τρόπον, καὶ τοὺς μὲν τῶν ἰδιωτῶν οἴκους περιέπων, τὰς
Unit 17 rem early§u17-rem-early
u17-rem-earlyRem early: Unit 17; lemma and argument toward the thesis.
Greek · §u17-rem-early
δὲ τῶν βασιλείων θησαυρῶν αὐξήσεις οὐ σφόδρα διὰ σπουδῆς ἄγων. Βέλτιον γάρ οἱ εἶναι ἐδόκει τὰς δημοσίας χορηγίας ἐν ταῖς τῶν ὑπηκόων περιουσίαις ἔχειν τὸ βέβαιον, ἢ ὑπὸ ἓν κλεῖθρον τὸν ἁπάντων κατακεκλεῖσθαι πλοῦτον. Οὕτω δὲ ἄρα μέτριός τις ἦν καὶ λιτὸς ἔς τε τὰ ἄλλα καὶ ἐς τὴν καθ' ἡμέραν τοῦ βίου δίαιταν, ὡς μήτε κοῖλον ἄργυρον ἐς πλῆθος κεκτῆσθαι, μηδὲ ἕτερόν τι πρὸς τρυφὴν βλέπον, ἀλλὰ παρὰ τὰς ἱερὰς καὶ δημοτελεῖς εὐφροσύνας τῷ τῶν ἰδιωτῶν ἀργύρῳ καὶ στρωμναῖς κοσμεῖν τὰ βασίλεια, ὅθεν καὶ Παῦπερ ὠνομάζετο. Ἐποίει γὰρ δὴ πολλὴν τὴν ἐπ' αὐτὸν τῶν ἀρχομένων εὔνοιαν ὅ τε οἰκεῖος τρόπος πρὸς τὸ βέλτιστον καὶ ὠφελιμώτατον ἠσκημένος, καὶ οὐχ ἥκιστα ἡ τῶν ἔμπροσθεν ἡγησαμένων φύσις, ἀσμένως τῶν Γαλατῶν (τήν τε ὕποπτον ∆ιοκλητιανοῦ σύνεσιν καὶ τὴν Μαξιμιανοῦ ὠμότητα ἐννοούντων) τοὺς αὐχένας ὑποκλινάντων τῇ τούτου πρᾳότητι. 169 Exc. De virt.: Ὅτι ὁ Γαλέριος ἐπειδὴ τῶν κατὰ τὴν Ῥώμην ᾔσθετο νεωτερισθέντων, ἐν μεγάλῳ τὸ πραχθὲν ποιούμενος, ἐπὶ καταλύσει τῆς τε τῶν Πραιτωριανῶν στάσεως, οἵτινες Μαξιμιανὸν Ἑρκούλιον ἀνεῖπον βασιλέα, καὶ τῆς Μαξεντίου ἀρχῆς Σεβῆρον σὺν ἀποχρώσῃ στρατιᾷ καταπέμπει τὸν Καίσαρα. Ὃς ἀφικόμενος πρὸς τὴν Ῥώμην, τὰ μὲν πρῶτα περιιὼν ἐπολιόρκει τὸν Μαξέντιον. Καταληφθεὶς δὲ ἀδοκήτως ὑπὸ τῶν τῆς ἐναντίας γενομένων μοίρας, φεύγει, καὶ ἁλοὺς ἐν Ῥαβέννῃ διαφθείρεται. Συνέβη γοῦν ἐντεῦθεν τὰς τοῦ Μαξεντίου αὐξηθῆναι δυνάμεις, καὶ τὴν ἀρχὴν αὐτῷ βεβαιωθῆναι. Ἀλλ' ὅμως ὁ Ἑρκούλιος μανικῶς τῆς δυναστείας ἐρῶν, οὐ πολλῷ ὕστερον, ἐγερθέντων εἰς τὸ αὐτὸ τῶν στρατοπέδων, ἀφελέσθαι τὸν παῖδα τῆς ἁλουργίδος ἐπεχείρησε. Καταστασιασθεὶς δὲ ὑπὸ τῶν στρατιωτῶν, καὶ κινδυνεύσας ἀναιρεθῆναι, ἀπῆλθεν ἐς τὴν Γαλατίαν, ἐξεῶσθαι πρὸς τοῦ υἱοῦ τῆς Ἰταλίας πλαττόμενος, ὡς ἂν ὑπὸ τοῦ Κων σταντίνου, κηδεστοῦ ὄντος, ἀνυπόπτως ὑποδεχθείη. Γνώμην δὲ ἐποιεῖτο καιροῦ πρὸς ἐπιβουλὴν ἀφικόμενος τοῦ κατακτεῖναι τὸν Κωνσταντῖνον. Πολλὴ δέ τις κατεῖχεν εὔνοια τοὺς στρατιώτας εἰς τὸν Κωνσταντῖνον, διά τε τὰ ἄλλα καὶ τὴν ἐν πολέμοις εὐτυχίαν. Φράγκους γάρ τε καὶ Ἀλαμανοὺς, οἳ Κελτῶν εἰσὶ δυνατώτεροι, πανστρατιᾷ διαφθείρας, καὶ τοὺς ἡγεμόνας τούτων ἑλὼν, ἐν τῇ τῶν ἐπινικίων πανηγύρει διαγωνίσασθαι πρὸς θηρία παρεσκεύασεν. Ἀνοιχθείσης οὖν τῆς ἐπιβουλῆς διὰ Φαύστης τῆς τοῦ Μαξιμιανοῦ θυγατρός (αὐτὴ γὰρ συνοικοῦσα τῷ Κωνσταντίνῳ κατεμήνυσε τὸν τοῦ πατρὸς δόλον), φεύγει μὲν ὁ Ἑρκούλιος, καταληφθεὶς δὲ περὶ Μασσαλίαν, ὡς πρὸς τὸν παῖδα πάλιν ἀπαίρειν εἰς Ἰταλίαν διεγνώκει, τιμωρίαν ἐξέτισεν, ἀναιρεθεὶς ἐν δίκῃ. 65 170 ΚΩΝΣΤΑΝΤΙΝΟΣ. Exc. De virt.: Ὅτι Κωνσταντῖνος, ὥς φησιν οὗτος ὁ Ἰωάννης, τῆς ἀδελφῆς τὸν υἱὸν Κομμόδης διαφθείρει δόλῳ, καὶ τῶν φίλων πολλοὺς καὶ ἐπιτηδείων. ∆ιὸ δὴ
Unit 17 rem mid§u17-rem-mid
u17-rem-midRem mid: Unit 17; lemma continues; reading with the letter.
Greek · §u17-rem-mid
τὰ πρῶτα δόξας ἄριστος εἶναι βασιλεὺς, καὶ τοῖς ἐπαινετοῖς τῶν αὐτοκρατόρων ἄξιος παραβάλλεσθαι, μετ' ὀλίγον τοῖς εἰρημένοις μειονεκτήμασι πρὸς τὸ χεῖρον τῆς δόξης μεταβέβληκεν· καίτοι τῆς φύσεως αὐτὸν, καὶ τῶν ὅσα παρὰ τοῦ δαιμονίου φοιτᾶν ἀνθρώποις εἴωθεν, ἄριστον ἀναμφιβόλως ἀποφαινόντων. Οὐ γὰρ ῥᾴδιον εἰπεῖν ὁπόσαι τῆς ψυχῆς τε καὶ τοῦ σώματος διέλαμπον ἀρεταὶ τὸν ἄνδρα, τὴν ἐκ τῶν πολεμικῶν δόξαν μεταδιώκοντα, καὶ παρὰ τὰς μάχας τύχῃ τε ὁμοῦ δεξιωτάτῃ καὶ τῶν στρατηγικῶν ἐπιστήμῃ οὐ μείονι χρώμενον. Οὐ γὰρ ἐν τοῖς ἐμφυλίοις πολέμοις μόνοις περιῆν τῶν ἐναντίων, ἀλλὰ καὶ μετὰ τούτους Σκύθαις πολλάκις προσπολεμήσας ὑποκύψαι τούτους ἠνάγκασεν, ἔς τε σπονδῶν αἴτησιν καταφυγεῖν. Ὧν μεταδοὺς καὶ οὐκ ἀποχρησάμενος τοῖς προτερήμασι, μεγίστας παρὰ τοῖς βαρβάροις ἔθνεσι δικαιοσύνης τε καὶ ἰσχύος μνήμας ἀπέλιπεν. Ἔχαιρε δὲ ἀνέκαθεν ἐλευθερίοις μαθήμασι καὶ ἐν ἐπαίνῳ παιδείαν ἐποιεῖτο καὶ λόγους. ∆ίκαιόν γε μὴν ἐξ ἁπάντων ἔρωτα θηρώμενος ἐτύγχανε τῆς σπουδῆς, τῷ δεξιῷ τε τῆς φύσεως καὶ περὶ τὰς δωρεὰς δαψιλεῖ. Ὡς γὰρ δὴ πρός τινας τῶν γνωρίμων ὑπούλως τε καὶ οὐχ ὑγιῶς ἔσχεν, οὕτως ἄρα πρὸς τοὺς πολλοὺς βέβαιος ὤφθη καὶ πιστότατος, οὐδένα καιρὸν παρεὶς, οὐδὲ ἀπολιπών τι φροντίδος, ὡς δυνατωτέρους τε χρήμασι καὶ λαμπροτέρους ταῖς τύχαις ἀποφαίνοι τοὺς ἐπιτηδείους. 171 Exc. Salm.: Κωνσταντῖνος ὁ μέγας λίθους πολυτελεῖς πέμψας τοῖς πέρας Ἴστρου ἔθνεσιν, ἐπέγραψε «Τῷ μείζονι τῷ δῶρον.» Τοῦτο γέγονεν αὐτοῖς αἴτιον ἀπωλείας. Codinus De aedif. Const. Περὶ δὲ τοῦ Βοσπορίου ἐπωνυμίας ταῦτα φησὶν Ἰωάννης ὁ Ἀντιοχεὺς, ὅτι εἰς τὸ σιγματοειδὲς τοῦ τείχους εἶχον ἔθος πωλεῖν τοὺς βόας (ὃ καὶ ἐκράτει μέχρι τοῦ Κοπρωνύμου), εἷς δέ ποτε βοῦς οἰστρηλατήσας εἰσῆλθε τὴν θάλασσαν καὶ ἐπέρασεν εἰς Χρυσόπολιν, καὶ διὰ τοῦτο ἐκλήθη Βοσπόριον. t172-176 ΚΩΝΣΤΑΣ ΚΑΙ ΚΩΝΣΤΑΝΤΙΟΣ. 172 Exc. De virt.: Ὅτι Κώνστας ὁ παῖς τοῦ μεγάλου Κωνσταντίνου χρόνον τινὰ προὔστη τῆς ἡγε μονίας ὀρθῶς· τὸ δὲ τελευταῖον ἀτόπους νοσῶν ἐπιθυμίας καὶ φίλων ὁμιλίαις οὐχ ὑγιαινούσαις χρώμενος πρὸς βαρύτατα κατηνέχθη μειονεκτήματα. ∆ι' ἃ δὴ φορτικὸς τοῖς τῶν ἐθνῶν ἐποίκοις καὶ οὐ πρὸς θυμοῦ τοῖς στρατιώταις ἦν. Ὅτι καὶ ἐν τοῖς οἴκοι διαιτήμασιν οὐκ ἐπαινετὸς γέγονεν. Ἐν δὲ δὴ τοῖς ἐπὶ τῶν στρατοπέδων ἄριστος ὡς τὸ πολὺ καὶ εὐτυχέστατος. Τοῖς τε γὰρ στρατιωτικοῖς τέλεσιν ἐν παντὶ φοβερὸς τῷ βίῳ, καίπερ ἐς οὐδεμίαν πώποτε προαχθεὶς ἀπηνῆ τε καὶ σκληρὰν τῶν ἁμαρτανομένων κόλασιν. Κωνστάντιός τε μὴν ἐναντίαν ταῖς εἰρημέναις εἰλήχει τύχην, ἄριστος μὲν ὢν τὰ πολιτικὰ, οὐ δεξιῷ δὲ παρὰ τὰς μάχας δαίμονι χρώμενος. 173 Ibid.: Ὅτι Βετρανίων ὁ ἐν Ἰλλυριοῖς ἀναγορευθεὶς βασιλεὺς πρὸς μακρὸν ἤδη γῆρας ἐληλακὼς, ἐμπειρίας τε καὶ τύχης
Unit 17 rem close§u17-rem-close
u17-rem-closeRem CLOSEOUT: Unit 17 CLOSEOUT.
Greek · §u17-rem-close
ἕνεκα τῆς ἐν τοῖς στρατηγικοῖς ἀνὴρ δεδοκιμασμένος καὶ ἀρχαῖος τὸ ἦθος τῷ τε κοινῷ καὶ δημοτικῷ τῶν τρόπων προσαγόμενος τὸ ὑπήκοον· πλὴν ὅσον παιδείας γε παντάπασιν ἀμαθῶς τε καὶ ἀμυήτως ἔχων, ὡς μηδὲ τὰ πρῶτα παρὰ τοῖς γραμματισταῖς ἐκμεμαθηκὼς στοιχεῖα, ἀλλὰ καὶ τούτων ἐν γήρᾳ καὶ μόλις παρὰ τὸν καιρὸν τῆς βασιλείας τὴν γνῶσιν παρειληφώς. 174 Exc. De ins.: Ὀγδόῃ γάρ που καὶ εἰκοστῇ μετὰ τὴν ἐπανάστασιν ἡμέρᾳ πρὸς τῶν Μαγνεντίου στρατηγῶν ἁλοὺς 66 διεφθάρη, τῆς κεφαλῆς ἀφαιρεθείς· ἣν ἐπὶ κοντοῦ τινὸς αἰωρήσαντες, περὶ πᾶσαν τὴν πόλιν οἱ ἁλόντες ἤγαγον· ἐφ' ᾧ δὴ χρημάτων τε ἀπαγωγαὶ βαρεῖαι καὶ φόνοι τῶν ἐπιφανεστάτων Ῥωμαίων ὑπονοίᾳ τῆς πρὸς Νεπωτιανὸν κοινωνίας ἐγένοντο. Οὐ πολλῷ γε μὴν ὕστερον Μαγνέντιος Μορσῆς πόλεως πλησίον ἐξεωσθεὶς τῆς παρατάξεως πρὸς τῶν περὶ τὸν Κωνστάντιον, καὶ οὐ πολὺ ἀποσχὼν καὶ αὐτὸς ὑπὸ χεῖρα τοῖς πολεμίοις πεσεῖν, φεύγει, πολλῆς ἑκατέρωθεν Ῥωμαϊκῆς ἐν τούτῳ τῷ ἀγῶνι διεφθαρμένης, ἣ πρὸς ὀθνείους τε καὶ βαρβαρικοὺς ἀχθεῖσα πολέμους, ἀξιόχρεως ἂν ἐγένετο, καὶ πολλῶν ἐπινικίων πομπῶν ἀσφαλείας τε τοῖς ὁμοφύλοις κατέστη πρόξενος. Κωνστάντιος δὲ πρὸς τὸν ἐμφύλιον τρέπεται πόλεμον. Μεθ' ὃ δὴ Μαγνέντιος συχναῖς ἐλαττωθεὶς μάχαις, ἑαυτὸν αὐτοχειρὶ θανάτῳ περὶ Λούγδουνον πόλιν ἐξάγει τοῦ βίου, τὴν μητέρα προανελὼν, τετάρτῳ τῆς βασιλείας ἐνιαυτῷ καὶ μηνὶ ἑβδόμῳ. Ὁ ἀδελφὸς αὐτῷ κοινωνεῖ τοῦ θανάτου, Καῖσαρ ἐπὶ φυλακῇ τῶν Γαλλιῶν ἀποδεδειγμένος. Περὶ τούτους γε μὴν τοὺς χρόνους ὑπὸ Κωνσταντίου τοῦ βασιλέως Γάλλος ὁ Καῖσαρ ἐπὶ πολλαῖς καὶ ἀτόποις ἀναιρεῖται πράξεσιν, ἀνὴρ ἄγριος τὴν φύσιν ὢν, καὶ τυραννίδα τὴν ἀρχὴν καταστησόμενος ἂν, εἴπερ αὐτοκράτορι γνώμῃ προστῆναί οἱ τῆς ἡγεμονίας ἐξεγένετο. Σιλβανός τέ τις κατὰ τὴν Γαλλίαν νεωτέρων ἁπτόμενος, πρὸ τριακοστῆς ἡμέρας ἐκποδὼν κατέστη. 175 Exc. De virt.: Ὅτι Κωνστάντιος ὁ παῖς τοῦ μεγάλου Κωνσταντίνου μόνος τῆς Ῥωμαίων ἀρχῆς ἁπάσης καταστὰς, βαρὺς ἦν τοῖς μὴ βουλομένοις τὰ Ἀρείου φρονεῖν, ποικίλαις τε τιμωρίαις αἰκίζων ἄνδρας τε καὶ γυναῖκας. Καὶ ξέναι παρὰ τὰς Ἑλλήνων κολάσεις ὑπὸ τῶν χριστιανίζειν λεγόντων ἐγίνοντο. 2. Ὅτι Κωνστάντιος ἀνὴρ ἦν ἤπιος καὶ γαληνὸς τὸν τρόπον, καὶ τοῖς φίλοις τε καὶ οἰκείοις ἐς τὰ μάλιστα πιστός· ἀπό τε τῆς τοῦ ἤθους πρᾳότητος καὶ ταῖς οἰκείαις τῶν γυναικῶν πέρα τοῦ μετρίου κεχαρισμένος. 176 Exc. Salm.: Ἰουλιανὸς Καῖσαρ προβληθεὶς εἶπεν, ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή· ὡς καὶ τοῦ ἀδελφοῦ αὐτοῦ ἐν τούτῳ τῷ σχήματι ἀπολωλότος. Κωνσταντῖνος πρὸ ὀλίγων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς ἔδοξε κρατεῖν σφαῖραν, ταύτην δὲ παῖδα τινὰ προσελθόντα ἁρπάζειν ἐκ τῶν χειρῶν αὐτοῦ.
Historia Chronike Unit 18 opening§u18-open
u18-openUnit 18.
Lemma-led open — - ἸΟΥΛΙΑΝΟΣ. . .: Ὅτι Ἰουλιανὸς ὁ παραβάτης μέχρι μέν τινος δεύτερα λόγων διετέλει τῷ αὐτο
Greek · §u18-open
t177- 180 ἸΟΥΛΙΑΝΟΣ. 177 Exc. De ins.: Ὅτι Ἰουλιανὸς ὁ παραβάτης μέχρι μέν τινος δεύτερα λόγων διετέλει τῷ αὐτοκράτορι. Ἐπεὶ δὲ πρὸς φθόνον τῶν οἱ δρωμένων κινηθεὶς Κωνστάντιος τὰς Γερμανικὰς καλουμένας φάλαγγας, ἐπὶ φυλακῇ τῆς Γαλατίας ἐκ τοῦ παλαιοτάτου καθιδρυμένας, ἀπιέναι τῆς συνήθους ἠνάγκαζε διατριβῆς, ὡς μονωθεὶς Ἰουλιανὸς αὐτῷ τε καὶ τοῖς βαρβάροις εὐεπιχείρητος εἴη, καταινέσει τῶν στρατιωτῶν, αἰσθομένων τῆς τοῦ Κωνσταντίου γνώμης, αὐτοκράτωρ ἀποδείκνυται· ἐνιαυτόν τε καταμείνας αὐτόθι, τὴν Γαλατίαν κατεστήσατο. Ἄρας δὲ τὸν στρατὸν, οὔτε ἐπὶ Ἰταλίας τὴν πορείαν ἐποιεῖτο, οὔτε εὔδηλος ἦν πρὸς τὸν ἐμφύλιον ὡρμημένος πόλεμον· ἀλλ' ἐπὶ τοὺς βαρβάρους αὖθις ἵετο. Γενόμενος δὲ πρὸς τῷ ποταμῷ, καὶ ἐπιστρέψας τὴν πορείαν ἐχώρει ἐπὶ τῶν Ἑρκυνίων καλουμένων δρυμῶν· ἐκεῖ δὲ ναῦς ποταμίας κατασκευασάμενος, καὶ τῆς στρατιᾶς ὅσον ἦν κράτιστον ἀναλαβὼν, παρὰ τὴν ποταμίαν ὄχθην ἐκομίζετο, ὡς ἂν λάθοι. Καὶ πολλὰ εἰργάσατο. Ὁ δὲ Κωνστάντιος ἐπεὶ ᾔσθετο τοῦτο, πρὸς τὸν ἐμφύλιον πόλεμον σὺν ὀργῇ τρέπεται· οὐ μὴν ἐξεγένετό οἱ διὰ μάχης ἐλθεῖν τῷ Ἰουλιανῷ, βραβεύσαντος τοῦ θεοῦ τὸν πόλεμον, καὶ κατὰ μέσην αὐτῷ τὴν πορείαν ἐπιγενομένης τῆς τελευτῆς περὶ Μοψουεστίαν πόλιν, ἐν ὅροις Κιλίκων τε καὶ Σύρων κειμένην, μεʹ τῆς ἡλικίας ἐνιαυτῷ, τῆς δὲ βασιλείας ληʹ. 178 Exc. Salm.: Ἀδαρνάσης παιδίον ὢν ἠρωτήθη ὑπὸ 67 τοῦ ἰδίου πατρὸς Ναρσαίου, βασιλέως Περσῶν, εἰ καλὴ εἴη ἡ σκηνὴ ἡ προσαχθεῖσα αὐτῷ ἐκ δερμάτων Βαβυλωνίων· ὁ δὲ εἶπεν, ὡς, εἰ καὶ κρατήσει τῆς βασιλείας, καλλίονα ταύτης ποιήσει ἐξ ἀνθρωπίνων δερμάτων· καὶ κρατήσας ἐξέπεσε τῆς βασιλείας, ἔχων δύο ἀδελφοὺς, ὧν τὸν μὲν ἕνα Σάπωρον κρατήσας ἐτύφλωσε, τὸν δ' ἕτερον Ὁρμίσδην εἶχεν ἐν φυλακῇ· οὗ ἡ μήτηρ, συνειδυίας καὶ τῆς αὐτοῦ γυναικὸς, δεσμοὺς σιδηροῦς τέχνῃ τινὶ κατασκευάσασα μαργαριτῶν ἔσωθεν ἐνέπλησε, καὶ δεηθεῖσα τῶν φυλάκων, τοὺς μὲν προτέρους δεσμοὺς ὡς βαρεῖς ἀφείλετο, ἐκείνους δὲ ἐπιτέθεικεν, ὡς ἂν, εἰ δυνηθείη φυγεῖν, ἄνευ βάρους πλοῦτον ἐπιφέροιτο. Ἡ δὲ γυνὴ αὐτοῦ ῥινίον αὐτῷ δέδωκεν, καὶ δειπνίσασα τοὺς φύλακας ὑπνῶσαι ἐποίησεν. Ὁ δὲ καιρὸν εὑρὼν ἐπιτήδειον τὰ δεσμὰ ῥήξας ἔφυγε, καὶ ἵππῳ χρησάμενος κατὰ διαστήματα ἐν σχήματι δουλικῷ παρὰ Λικιννίου φιλοτίμως ὑπεδέχθη. Ἦν δὲ ἀκοντιστὴς τοιοῦτος, ὥστε ἐκεῖνον μόνον ἀναίμακτον λέγεται ἐσχηκέναι τὸ δόρυ, ὃ μετὰ ταῦτα ἐν εἰκόνι κατέχων ἐγράφη. 2. Ἰουλιανὸς ὡράθη τισὶ συναιρεσιώταις αὐτοῦ ὑπὲρ πελάγους ἀπείρου καὶ ἀγρίου ἐν τῷ ἀέρι κρεμάμενος, εἰς τὴν θάλασσαν ἀεὶ πεσεῖσθαι προσδοκῶν, καὶ σιδηροῦς κόραξ εἴχετο αὐτοῦ τοῖς ὄνυξι, ῥάμφει δὲ σιδηρῷ τὴν αὐτοῦ κορυφὴν ἀπαύστως ἔπληττεν. Οὗτος ἐλθὼν εἰς Ταρσὸν, εὐδαίμονά τινα μονόφθαλμον ἱερέα Ἀσκληπιοῦ διὰ τὴν τυφλότητα αἰσχυνόμενον ὁραθῆναι αὐτῷ, ἀναζητήσας, τὸν ἠτυχηκότα ὀφθαλμὸν αὐτοῦ ἐνώπιον πάντων κατεφίλησε. 3. Νουμεριανὸς κατηγορεῖτο ὑπὸ τινὸς ὡς κεκλοφὼς δημόσια χρήματα· ὁ δ' ἔξαρνος ἦν· ὁ δὲ κατήγορος οὐκ ἔχων ἐλέγχους, «Καὶ τίς, ἔφη, βασιλέων ἄριστε, τῶν ὑπαιτίων δίκην ὑπόσχῃ, εἰ πρὸς ἐκφυγεῖν τὸ ἀρνηθῆναι μόνον ἀρκεύει;» Ὁ δὲ
Unit 18 rem early§u18-rem-early
u18-rem-earlyRem early: Unit 18; lemma and argument toward the thesis.
Greek · §u18-rem-early
Ἰουλιανὸς,» Καὶ τίς, ἔφη ἀναίτιος εὑρεθήσεται, εἰ ὁ κατήγορος ἐλέγχων χωρὶς πιστεύοιτο;» 4. Ἰοβιανὸς ἠκολούθει ποτὲ Ἰουλιανῷ, καὶ, συμβὰν οὕτω, τὴν χλαμύδα αὐτοῦ ἐπάτησεν. Ὁ δὲ στραφεὶς πρὸς αὐτὸν, καὶ ὥσπερ ἑρμηνεύων τὸ μέλλον εἶπεν, «Εἴθε γοῦν ἄνθρωπος ἦν.» Καὶ μετὰ θάνατον αὐτοῦ Ἰοβιανὸς αὐτὸν διεδέξατο. 179 Exc. De virt.: Ὅτι Ἰουλιανὸς ὁ μισόθεος καὶ μισόχριστος διανυκτερεύων λόγους συνέγραφε, καὶ τούτους ἐπὶ τῆς συγκλήτου βουλῆς ἐπεδείκνυτο. Ἐτίμα δὲ καὶ τοὺς περὶ παιδείαν ἀσχολουμένους, μάλιστα τοὺς φιλοσοφίαν ἐπαγγελλομένους. Ταῦτα αὐτοῦ ἀσκοῦντος οἱ τῶν ἐπαρχῶν ἄρχοντες λαμβάνειν τὰ τῶν Χριστιανῶν βουλόμενοι πολλοὺς τιμωρίαις ὑπέβαλλον. Καὶ ὁ μὲν Ἰουλιανὸς κατ' ἀρχὰς τοῖς προσιοῦσιν ἤπιος ὢν, οὐχ ὁμοίως τότε διεγένετο, ἀλλὰ πολλὰ τῶν πραττομένων ὑπὸ τῶν ἑλληνίζειν δοκούντων παρεώρα. Καί ποτε Χριστιανοὺς ἐκώλυσεν Ἑλληνικῆς παιδείας μεταλαμβάνειν, καὶ πρὸς τὴν βασιλικὴν δορυφορίαν στρατεύεσθαι. Ἐν οἷς ἦν Ἰοβιανός τε καὶ Βαλεντινιανὸς καὶ Οὐάλης, οἱ μετ' αὐτὸν βασιλεύσαντες. Ἐπεὶ δὲ εἶχε τῆς ἐπὶ Πέρσας ὁδοῦ, διά τε τῆς Ἀσίας ἐπὶ Συρίαν καὶ τὴν Ἀντιόχου διελθὼν πόλιν πλεῖστα παρὰ τῶν Χριστιανῶν ἐπορίσατο χρήματα, καὶ μικροῦ δεῖν κατὰ τοῦ δήμου διεγερθεὶς, ὡς εἰς αὐτὸν ἀποσκώψαντος, ὑπὸ Σαλουστίου τοῦ τῶν πραιτωρίων ἐπάρχου παρεκλήθη. 180 Ibid.: Ὅτι φησὶν ὁ Ἰωάννης οὑτοσὶ περὶ τοῦ Παραβάτου Ἰουλιανοῦ, ὡς μόνος τὸ Ῥωμαϊκὸν καλῶς διῴκησεν, ἀνώρθωσέ τε αὐτὸ, εἰ μὴ ἐς ἐναντίωσιν τὰ ἐκ τοῦ δαιμονίου κατέστη· πάσης γὰρ παιδείας τά τε Ῥωμαίων, οὐχ ἥκιστα δὲ καὶ Ἑλληνίδα γλῶτταν ἐς ἄκρον συνειλήφει, ὀξὺς μὲν ὢν συνιδεῖν τὸ πρακτέον, ἑτοιμότερος δὲ τοῦτο ἐξαγγεῖλαί τε καὶ ἑρμηνεῦσαι, μνήμην τε ἁπάντων βεβαίαν ἔχων, σοφὸς μὲν τὰ οὐράνια, ἔμφρων δὲ τὰ ἀνθρώπινα. Πρὸς δὲ τοὺς φίλους μεγαλόφρων τε καὶ ἐλευθέριος, πλὴν ὅσον οὐκ ἐξητασμένος οὐδὲ ἀκριβὴς ἦν ἐν ταῖς τούτων κτήσεσι τὸν ἁρμόζοντα τοιῷδε βασιλεῖ τρόπον. Ἐγένοντο γοῦν τινες οἳ μῶμον τῇ τοῦ ἀνδρὸς δόξῃ τοῖς ἑαυτῶν ἀνέθεσαν μειονεκτήμασι, πολλὰ τῶν ἀλλοτρίων λαμβάνοντες προφάσει τῆς Ἑλληνικῆς δοκήσεως, οὐ μόνον ἀγνοοῦντος τοῦ βασιλέως, ἀλλὰ καὶ κωλύοντος. Τοῖς γε μὴν τῶν ἐθνῶν ἐποίκοις τὰ 68 τῶν δασμῶν καθόσον ἠδύνατο καθῄρει μέτρα καὶ τὸ δημοτικὸν καὶ κοινὸν τοῦ ἤθους πρὸς ἅπαντας ὁμοίως τοὺς ὑπηκόους ἐξέφερε· χρημάτων μὲν ἀθροίσεως ὀλίγα πεφροντικὼς, δόξης δὲ ἐπιθυμητικῶς τε καὶ ἀκορέστως ἔχων, ὡς πολλάκις καὶ τὸ μέτρον ὑπερβαίνειν ταῖς ἐγχειρήσεσι. Ἐβέβλαπτο δὲ μόνον περὶ τὴν τοῦ σωτῆρος Χριστοῦ δόξαν ἐναντίως ἔχων καὶ ἐνιστάμενος τοῖς τὰ Χριστιανῶν μετιοῦσι δάγματα, οὐ μὴν ὥστε ὠμὸν ἢ φονικόν τι ἐργάσασθαι πώποτε. Συνελόντι δὲ εἰπεῖν,
Unit 18 rem mid§u18-rem-mid
u18-rem-midRem mid: Unit 18; lemma continues; reading with the letter.
Greek · §u18-rem-mid
Μάρκῳ Ἀντωνίῳ προσόμοιος ἦν, ὃν δὴ καὶ ζηλοῦν ὡς ἐπίπαν ἐσπούδαζεν. t181 ΙΟΒΙΑΝΟΣ. 181 Ibid.: Ὅτι Ἰοβιανὸς ὁ βασιλεὺς Ῥωμαίωνὁ μετὰ Ἰουλιανὸν ἄρξας τῇ τοῦ πατρὸς μᾶλλον ἤπερ τῇ οἰκείᾳ δόξῃ τοῖς περὶ τὸ στρατόπεδον ἔγνωστο. Ὃς ἡνίκα Ἰουλιανὸς αἵρεσιν τοῖς στρατευομένοις ἐτίθει, θύειν ἢ ἀποστρατεύεσθαι, μᾶλλον τὴν ζώνην ἀποθέσθαι ἐβούλετο. Ἐλθὼν δὲ εἰς Νίσιβιν πόλιν πολυάνθρωπον καὶ εὐδαίμονα, δύω μονῶν ἡμερῶν ἐνδιατρίψας αὐτῇ, ὅσαπερ εἶχε χρήματα κατηνάλωσε, τοῖς ἐν αὐτῇ κατοικοῦσι μηδενὸς μεταδοὺς ἢ λόγου φιλανθρώπου ἢ πράξεως ἀγαθῆς· νυκτός τε ὑπεχώρησε χαίρειν αὐτῇ πολλὰ φράσας, ὥσπερ ἐχθρῷ καὶ νεκρῷ σώματι μηδὲ δάκρυον ἐπισταλάξας, δι' ἣν αὐτός τε ἐσώθη καὶ τοὺς ὑπολειφθέντας ἐκ τῶν τοῦ πολέμου κινδύνων διέσωσεν· ἄνθρωπος οὐ δι' ἀρετὴν οἰκείαν, ἀλλὰ διὰ τὴν τοῦ πατρὸς δόξαν εἰς τοσοῦτον τύχης προελθών. Ἦν μὲν γὰρ οὐδὲ παντάπασιν ἀσθενὴς τὸ σῶμα, οὔτε πολεμικοῖς ἔργοις ἀγύμναστος· ἀμελέτητος δὲ ὢν καὶ ἄγευστος παιδεύσεως, καὶ ἣν εἶχε φύσιν διὰ ῥᾳθυμίαν ἠμαύρου καὶ ἠφάνιζε. ∆ιόπερ καὶ τὴν Νισιβηνῶν πόλιν φεύγων, ὡς εἰπεῖν, ᾤχετο, ἀπολαῦσαι σπουδάζων τῷ συμβάντι αὐτῷ παρ' ἐλπίδα ἀξιώματι, καὶ γίνεσθαι τῶν Ῥωμαϊκῶν ἐθνῶν ἐντὸς εἰς ἐπίδειξιν τῆς τύχης· καὶ ἤλαυνεν ἐπὶ Συρίαν μετὰ τοῦ στρατοῦ παντός. Οἱ δὲ Ἀντιοχεῖς οὐχ ἡδέως διέκειντο πρὸς αὐτὸν, ἀλλ' ἀπέσκωπτον αὐτὸν ᾠδαῖς καὶ παρῳδίαις καὶ τοῖς καλουμένοις φαμώσσοις, μάλιστα μὲν διὰ τὴν τῆς Νισίβιος προδοσίαν, οὐχ ἥκιστα δὲ καὶ περὶ σφῶν αὐτῶν δεδιότες, μή ποτε καὶ αὐτοὺς πρόοιτο, ἀγαπήσας καὶ ἐν ὀλίγῳ μέρει τῆς Ῥωμαϊκῆς οἰκουμένης κρατεῖν· καθαπτόμενοι καὶ τῆς γυναικὸς αὐτοῦ διὰ τὴν τοῦ ἱεροῦ καταστροφήν. Ἀδριανὸς μὲν γὰρ ὁ βασιλεὺς εἰς ἀποθέωσιν καὶ τιμὴν τοῦ πατρὸς Τραϊανοῦ ἔκτισε μικρόν τινα καὶ χαριέστατον ναὸν, ὃν Ἰουλιανὸς ὁ παραβάτης βιβλιοθήκην κατεσκεύασεν· ὃν σὺν τοῖς βιβλίοις Ἰοβιανὸς κατέκαυσε. Καὶ πολλὰ εἰς αὐτὸν εἰπόντων τῶν Ἀντιοχέων, ἐπράχθη ἂν ἄτοπα, εἰ μὴ Σαλούστιος παραγενόμενος ἔπαυσε τὴν στάσιν καὶ τὸν Ἰοβιανὸν μὴ βουλόμενον παρώρμησεν ὁδοιπορῆσαι, καὶ ταῦτα χειμῶνος ὄντος, ἐπὶ Κιλικίαν καὶ Γαλατίαν. Καὶ Ἰοβιανὸς μὲν ἐν ∆αδαστάνοις ἀφίκετο τὴν τοῦ Χριστοῦ δόξαν ἀνακηρύττων. Ὅτι Ἰοβιανὸς κατὰ τὴν ἡγεμονίαν κοινός τε καὶ ἐλευθέριος ἔδοξεν εἶναι. t18- 2184 ΟΥΛΕΝΤΙΝΙΑΝΟΣ ΚΑΙ ΟΥΑΛΗΣ. 182 Exc. De virt.: Ὅτι Οὐαλεντινιανὸς χριστιανὸς ὢν καὶ τὰ τοῦ ὁμοουσίου φρονῶν, οὐδὲν τοὺς ἐναντίους ἠδίκει. Ἐγένετο δὲ καὶ πρὸς τὸ νομοθετεῖν ἑτοιμότατος, φροντίζων καὶ τῆς τῶν θησαυρῶν δικαίας ὑποδοχῆς, πρὸς δὲ ταῖς τῶν ἀρχόντων αἱρέσεσιν ἀκριβὴς καὶ τιμωρὸς τῶν ἀπειθούντων ἀπαραίτητος, ἐπὶ δὲ τοῖς
Unit 18 rem close§u18-rem-close
u18-rem-closeRem CLOSEOUT: Unit 18 CLOSEOUT.
Greek · §u18-rem-close
πολέμοις ἄριστος. Ὁ δὲ Οὐάλης τῆς Ἀρείου δόξης μεταποιούμενος μέγιστον ἐκίνει κατὰ τῶν Χριστιανῶν διωγμὸν, ὡς πολλοὺς μὲν ἐν τοῖς δικαστηρίοις ἀναιρεῖσθαι, 69 πολλοὺς δὲ καὶ ἐξορίαις ὑποβάλλεσθαι, καὶ αὐτοὺς δὲ τοὺς κατὰ τὴν ἔρημον ἐμφωλεύοντας τῶν ἰδίων σηκῶν ἀπελαύνεσθαι. Καθ' ὃν χρόνον τῆς μὲν ἐν Ῥώμῃ ἐκκλησίας Λιβέριος προειστήκει, τῆς δὲ ἐν Ἀλεξανδρείᾳ Ἀθανάσιος, καὶ τῆς ἐν Κωνσταντίνου πόλει Εὐδόξιος τῆς Ἀρείου θρησκείας διδάσκαλος. 183 Exc. Salm.: Οὐαλεντινιανὸς ὁ μέγας. Οὐαλεντινιανῷ προσῆλθε γυνὴ χήρα, τῆς οὐσίας αὐτῆς ὑπὸ Ῥοδανοῦ πραιποσίτου ἁρπαγείσης· ὁ δὲ ἐπέτρεψε Σαλουστίῳ κρῖναι αὐτὴν, καὶ κατεκρίθη ὁ Ῥοδανὸς ἀποδοῦναι τὰ ἁρπαγέντα. Ὡς δ' οὐκ ἐπείθετο, καὶ ἡ γυνὴ ὤχλει, ἔκαυσεν αὐτὸν ἐν τῷ ἱπποδρόμῳ ὁ βασιλεύς. 184 Exc. De insid.: Ὅτι ἐπὶ Οὐάλεντος τοῦ ἀρειανόφρονος καὶ Γρατιανοῦ, Προκόπιος τῆς σχολῆς ἐπιλαβόμενος, ἐπανίσταται τῇ Κωνσταντίνου πόλει, ἐθορύβει τε τὰ ἐν αὐτῇ βασίλεια ἱκανῶς, πολλῶν τε γίνεται φόνων καὶ συμφορῶν αἴτιος. Καὶ μέχρι μὲν οὖν τινὸς τῆς τύχης διαφόρως αὐτῷ τε καὶ Οὐάλεντι βραβευούσης, ἔμενεν ὁ τύραννος ἀκλινής· ἐπειδὴ δὲ ὑπὸ τῶν ἰδίων ἐγυμνώθη, δέσμιος ἐν Νακολείᾳ πόλει Οὐάλεντι προσήχθη· ἐκεῖ τε δύω δένδρων ἐκδεθεὶς διεσπα ράχθη. Καὶ ὁ Οὐάλης τῇ κατὰ Βιθυνίαν ὀργισθεὶς Χαλκηδόνι, οἷα τῷ τυράννῳ συνελθούσῃ, καὶ αὐτὸν ἐξυβρισάσῃ, τοὺς μὲν εἰς αὐτὴν οἰκοῦντας διέφθειρε, καὶ τὴν τοῦ τείχους αὐτῆς κατάλυσιν ἐποιεῖτο, τοὺς ἐκεῖθεν λίθους εἰς τὸ λεγόμενον Κωνσταντίνου λουτρὸν μεταφέρων· ἔνθα καὶ χρησμὸν εὑρεθῆναι ἐγκεκολαμμένον ἐντὸς τῶν ἀφελκομένων λίθων. 2. Ὅτι Οὐάλης ὁ ἀρειανόφρων τὸ τῶν Γότθων γένος χριστιανίζειν παρασκευάσας, ὑπ' αὐτῶν ὕστερον ἐπολεμεῖτο, ὡς καὶ μέχρι τειχῶν τῆς πόλεως ἀφικέσθαι. Ἀπέσφαξε δὲ καὶ τὸν Μάρκελλον καὶ πολλοὺς ἄλλους, ἐκ τῆς εἰς βασιλείαν ὑποψίας· καὶ ἁπλῶς εἰπεῖν, ἐκινδύνευον ἅπαντες, ὅσοι τὸ Θ ἀρχὴν τῆς προσηγορίας ἐλάμβανον, μάλιστα Θεοδόσιοι καὶ Θεόδοτοι· τοῦτο γὰρ ἡ τῆς νεκυίας αὐτῷ μαντεία ἀπέφηνεν· αὐτίκα δὲ κατὰ τῶν βαρβάρων ἐχώρει· καὶ τελευτᾷ ἡττηθείς. t185 ΓΡΑΤΙΑΝΟΣ. 185 Exc. De virt.: Ὅτι Γρατιανὸς ὡς ἐπύθετο τὴν τοῦ Οὐάλεντος τοῦ θείου τελευτὴν, αὐτίκα πρὸς τὴν ἑῴαν Ῥώμην διέθει, καὶ καταγνοὺς τῆς τοῦ θείου Οὐάλεντος περὶ τοὺς Χριστιανοὺς ὠμότητος, τοὺς μὲν ὑπ' ἐκείνου ἐξορισθέντας διὰ ταχέων ἀνεκαλεῖτο, οὐσίας τε αὐτοῖς ἀποδιδοὺς καὶ θεραπεύων τὰς βλάβας· πᾶσί τε νόμον παρεῖχεν ἀδεῶς καὶ ἀδηρίτως ἐν ταῖς ἰδίαις ἐκκλησίαις συνάγεσθαι, μόνους δὲ τῶν εὐκτηρίων εἴργεσθαι Εὐνομιανοὺς, Φωτεινιανοὺς, Μανιχαίους.
Historia Chronike Unit 19 opening§u19-open
u19-openUnit 19.
Lemma-led open — - ΘΕΟ∆ΟΣΙΟΣ. . .: Ὅτι ἐπὶ Θεοδοσίου τοῦ βασιλέως Μάξιμος ἐκ τῶν περὶ τὰς Βρεττανίας μερῶν
Greek · §u19-open
t186-190 ΘΕΟ∆ΟΣΙΟΣ. 186 Exc. De ins.: Ὅτι ἐπὶ Θεοδοσίου τοῦ βασιλέως Μάξιμος ἐκ τῶν περὶ τὰς Βρεττανίας μερῶν ἐπαναστὰς τῇ Ῥωμαίων ἀρχῇ, κάμνοντι τῷ Γρατιανῷ εἰς τὸν κατὰ Ἀλαμανῶν πόλεμον ἐπιτίθεται, καὶ δι' Ἀνδραγαθίου, τοῦ τῆς τυραννίδος κοινωνοῦ, πρὸ Λουγδούνου τῆς ἐν Γαλλίᾳ πόλεως ποταμὸν διαβαίνοντι ἐπιβουλεύεται δολίως. Ἐτελεύτα μὲν οὖν Γρατιανὸς, βιώσας ἔτη κδʹ, βασιλεύσας ἔτη ιεʹ. 2. Αἰτία δὲ τῆς κατὰ Γρατιανοῦ κινήσεως τῷ Μαξίμῳ γέγονεν ἥδε. Οὗτος Θεοδοσίῳ τῷ βασιλεῖ κατὰ τὴν Βρεττανίαν συστρατευσάμενος ἐν τοῖς Οὐάλεντος χρόνοις, δυσανασχετῶν ὅτι Θεοδόσιος ἀπὸ Γρατιανοῦ βασιλείας ἠξιώθη, αὐτὸς δὲ οὐδὲ εἰς ἀρχὴν ἔντιμον ἔτυχε προελθὼν, ἤγειρε τοὺς ἐν Βρεττανίᾳ στρατιώτας εἰς τὸ κατὰ τοῦ βασιλέως ἔχθος· καὶ ἀνηγορεύθη παρ' αὐτῶν βασιλεύς. 3. Τοῦ τοίνυν Γρατιανοῦ κατὰ τὸν εἰρημένον τρόπον ἀναιρεθέντος, περιῆλθεν ἡ ἀρχὴ εἰς 70 Οὐαλεντινιανὸν τὸν νέον καὶ Θεοδόσιον. Ὁπηνίκα δὲ τὸν τοῦ βασιλέως φόνον εἰργάσατο Μάξιμος, εὐθέως ἐπὶ τὴν Ῥώμην ἀφίκετο. Τότε δὴ καὶ ὁ βασιλεὺς Θεοδόσιος ἐν φροντίδι μεγίστῃ καθίστατο, δύναμίν τε κατὰ τοῦ τυράννου ηὐτρέπιζεν, εὐλαβούμενος μὴ καὶ τῷ νεωτέρῳ Οὐαλεντινιανῷ ἐπιβουλεύσειεν. Καὶ ὁ μὲν βασιλεὺς εἰς τὸν κατὰ Μαξίμου πόλεμον ἤλαυνε, καταλιπὼν ἐν τῇ Κωνσταντίνου πόλει Ἀρκάδιον βασιλεύοντα. Καὶ καταλαβὼν τὴν Θεσσαλονίκην, εὑρίσκει τοὺς περὶ Οὐαλεντινιανὸν ἐν πολλῇ ἀθυμίᾳ διάγοντας, ὅτι δι' ἀνάγκην τὸν τύραννον ὡς βασιλέα ἐδέξαντο. Ἀναλαβὼν οὖν τὰς δυνάμεις τῶν στρατιωτικῶν ταγμάτων, ἐπὶ τὴν Μεδιόλανον ἐχώρει· ἐκεῖ γὰρ ὁ Μάξιμος τὰ τοῦ πολέμου διήρτυεν. Οἱ δὲ περὶ τὸν τύραννον, ὡς τὴν τοῦ βασιλέως ἄφιξιν ἐπύθοντο, οὐ πρὸς μικρὸν τὴν ὁρμὴν ἐνεγκεῖν ἠδυνήθησαν, ἀλλὰ καταπτήξαντες δέσμιον αὐτῷ τὸν Μάξιμον ἄγουσιν, ὃς ἀνῃρέθη ἐν τῇ κʹ τοῦ Αὐγούστου μηνός. Ἀνδραγάθιος δὲ ὁ τοῦ βασιλέως φονεὺς, τῆς ἥττης γενομένης, εἰς τὸν παρακείμενον ποταμὸν ῥίψας ἑαυτὸν ἀπεπνίγη. Τότε οὖν οἱ βασιλεῖς νικηφόροι ἐπὶ τὴν Ῥώμην ἐχώρουν, συμπαρομαρτοῦντος αὐτοῖς καὶ τοῦ Θεοδοσίου παιδὸς Ὁνωρίου. Ἦσαν οὖν ἐν τῇ Ῥώμῃ ἐπινικίους ἑορτὰς ἐπιτελοῦντες· ὅτε δὴ καὶ τὴν ἑαυτοῦ ἀγαθότητα Θεοδόσιος περὶ τὸν Σύμμαχον ἐπεδείξατο. Οὗτος γὰρ εἰς τοὺς ἀπὸ ὑπατίας τελῶν βασιλικὸν λόγον εἰς τὸν Μάξιμον διεξῆλθεν, καὶ δεδιὼς τὸ τῆς καθοσιώσεως ἔγκλημα, τοῖς τῶν ἐκκλησιῶν ἀσύλοις προσκατέφυγεν· ὃν ὁ βασιλεὺς πάσης φιλανθρωπίας ἠξίωσε, καὶ τῷ τῆς βουλῆς τάγματι συγκατέγραψεν. 187 Ibid.: Ὅτι ἐπὶ Θεοδοσίου τοῦ βασιλέως, Οὐαλεντινιανὸς ὁ νέος βασιλεὺς ἀγγέλλεται ἐξ ἐπιβουλῆς τοιᾶσδε τεθνηκέναι. Ὁ τούτου πατὴρ Οὐαλεντινιανὸς γυναιξὶ πλείοσιν ἐχρήσατο παρὰ τοὺς διατεταγμένους Ῥωμαίων νόμους. Ἡ τοίνυν τούτου δευτέρα γυνὴ θυγάτηρ μὲν ἐλέγετο γεγενῆσθαι Ἰούστου, Μαγνεντίου δὲ γυνὴ τοῦ τυραννήσαντος κατὰ Κωνσταντίου χρόνους, ἣ διὰ νεότητα οὐ τυχοῦσα τέκνων ἐξ ἐκείνου χηρεύουσα καὶ ἐγκρατευομένη διετέλει· ἧς διὰ κάλλους ὑπερβολὴν ἐρασθεὶς ὁ βασιλεὺς, ἄγεται ταύτην κατὰ δεύτερον γάμον· ἐξ ἧς Οὐαλεκτινιανὸς ὁ νέος, ὁ Θεοδοσίῳ συμβασιλεύσας, ἐτέχθη, καὶ Γάλλα ἡ Θεοδοσίῳ συναφθεῖσα μετὰ τὴν Φλακίλλης τελευτὴν, καθ' ὃν καιρὸν τόν τε Μάξιμον ἐνίκα καὶ τὸν Οὐαλεντινιανὸν ἔσωζεν· ὥστε ὑπῆρχεν αὐτῷ πρὸς τὰ κοινὰ τῆς βασιλείας καὶ ἡ τῆς κηδείας συνάφεια. Τότε δὴ οὖν τῆς τοῦ Οὐαλεντινιανοῦ ἀναιρέσεως διαγγελθείσης, μέγιστον κατεῖχε πένθος αὐτόν τε τὸν βασιλέα τῆς ἕω καὶ τὴν ἀδελφὴν τοῦ τετελευτηκότος, βασιλίδα Γάλλαν· μεγάλη τε ἐμελετᾶτο τοῦ πολέμου σπουδὴ κατὰ τοῦ τὸν φόνον ἐργασαμένου. Ἀρβογάστης δὲ ἦν, ἐκ τοῦ Φράγκων γένους, Βαύδωνος, τοῦ πρὸς Γρατιανοῦ τοῦ βασιλεύσαντος τὴν στρατοπεδαρχικὴν ἐξουσίαν ἐπιτραπέντος, υἱὸς, φλογοειδής τε καὶ βάρβαρος τὴν ψυχήν· ὃς τὸν Οὐαλεντινιανὸν βιασάμενος, εἰς τὴν
Unit 19 rem early§u19-rem-early
u19-rem-earlyRem early: Unit 19; lemma and argument toward the thesis.
Greek · §u19-rem-early
τοῦ πατρὸς παρῆλθε στρατηλασίαν· οὐ γὰρ ἦν ἀντιλέγειν αὐτῷ, διὰ τὴν ἐν τοῖς πολέμοις ῥώμην· οὗτος γὰρ πολλοὺς τῶν ἐν ἀξιώματι παρὰ τὴν τοῦ βασιλέως βουλὴν διεχειρίζετο, καὶ τούτους οὐ μόνον ἀγνοοῦντος τοῦ κρατοῦντος, ἀλλὰ καὶ κωλύοντος· ἐν οἷς καὶ τὸν Ἀρμόνιον, ὃς Ταύρου μὲν ἦν παῖς, τοῦ τὴν ὕπατον διέποντος, ἐπειδὴ δὲ τὸν Ἀρβογάστην ἐλύπησεν, ὁ μὲν ἐπὶ τὸ ξίφος τὴν χεῖρα ἔτρεψεν, ὁ δὲ Ἀρμόνιος τῷ βασιλεῖ τὸ σῶμα παραδοὺς, σὺν τῇ ἁλουργίδι κατετέμνετο· ἐκ τούτου τε πολλὴ πρὸς τὸν στρατοπεδάρχην καὶ τὸν βασιλέα γέγονεν ἡ ὑπόνοια. Καὶ ὁ μὲν Οὐαλεντινιανὸς τὴν Θεοδοσίου λάθρα μετεπέμπετο συμμαχίαν, ὡς μὴ δυνάμενος φέρειν τὴν τοῦ τυράννου θρασύτητα· πλὴν ὥς τι σοφὸν κατὰ τοῦ τυράννου πράττειν ἡγούμενος, γραμματεῖον αὐτῷ τῆς διαδοχῆς ἐπὶ τοῦ συνεδρίου δίδωσι· ὅπερ δεξάμενος ὁ βάρβαρος καὶ ἀναγνοὺς, παραχρῆμα τοῖς ὄνυξι διεσπάραξεν, λεοντώδει δὲ τῇ φωνῇ κατὰ τοῦ βασιλέως ὀργισθεὶς, ἀπῄει πρόκωπον 71 ἔχων τὸ ξίφος. Πολέμιος τοίνυν ἀπεδείχθη φανερὸς τῇ Ῥωμαίων ἀρχῇ· καὶ ὁ μὲν Οὐαλεντινιανὸς ἐβούλετο παραχρῆμα πρὸς τὸν Θεοδόσιον ἐξιππεύσασθαι. Ὁ δὲ βάρβαρος, τὴν κατ' αὐτοῦ κίνησιν ἐπιτείνας, πρός τι πολισμάτιον Ἰταλικὸν, Βέρναν λεγόμενον, διατρίβοντι καὶ ῥᾳθυμότερον περὶ τὴν τοῦ πολιχνίου φρουρὰν διαγενομένῳ προσπεσὼν καὶ ἀφύλακτον τοῦτον εὑρὼν, ξίφει διεχρήσατο. Οὕτω μὲν οὖν Οὐαλεντινιανὸς ὁ νέος βιώσας ἔτη κʹ, βασιλεύσας δὲ ἔτη ηʹ, καταστρέφει τὸν βίον. Ὁ δὲ Ἀρβογάστης, Εὐγένιον αὐτῷ ἐπὶ σοφιστικὸν ἐγκαθήμενον θρόνον, καὶ ὑπὸ γλώττης εὐδοκιμοῦντα, ὁ θεῖος ἐπέστησε Ῥιχομήριος, ἡνίκα παρὰ τὸν Θεοδόσιον μετὰ τὴν Μαξίμου νίκην ἐν τοῖς ἑῴοις βασιλείοις ἀπήγετο. Καὶ ὁ μὲν Ῥιχομήριος τὸ σῶμα καμὼν ἐτελεύτα κατὰ τὴν Κωνσταντίνου· τὸν δὲ Εὐγένιον ὁ βάρβαρος βασιλέα τῶν ἑσπερίων ἀποδείξας, ἄκοντί γε περιτίθησι τὸ σχῆμα. Ὅστις εὐθέως πρεσβείαν πρὸς τὸν Θεοδόσιον ἔστειλε, πειρώμενος εἰ ὁμολογοίη φίλος εἶναι, καὶ δέχοιτο αὐτὸν βασιλεύοντα. Οὓς δὴ ὁ Θεοδόσιος ποικίλοις διακρουσάμενος λόγοις, καὶ φιλανθρώποις ἀποκρίσεσι δελεάσας, ἀπεπέμψατο. Αὐτὸς δὲ Ῥωμαϊκὸν μὲν Τιμάσιον, Σκυθικὸν δὲ τὸν Γαϊνὰν, ἐξ Ἀλανῶν δὲ τὸν Σαοὺλ, ἄρχοντας τῶν στρατοπέδων παραλαβὼν, ἅμα δὲ καὶ Στιλίχωνα τοῖς στρατεύμασιν ἐπιστήσας (ὃς ἦν μὲν καὶ αὐτὸς ἀνέκαθεν τοῦ Σκυθικοῦ γένους, τῆς δὲ τοῦ βασιλέως ἀδελφῆς Σερήνης αὐτῷ προσμανείσης, βασιλέως οὐδὲν ἀπελείπετο), πολλούς τε τῶν Θρᾳκῶν Οὔννων, σὺν τοῖς παρεπομένοις φυλάρχοις διαναστήσας, εἴχετο τῆς πρὸς τὴν Ἰταλίαν πορείας, ὡς ἂν τὸν Εὐγένιον, μηδέν τι προσδοκῶντα, ἀπαράσκευον καταλάβοι. Ἐξιόντι δὲ αὐτῷ τῆς αὐλῆς ἡ βασίλισσα τελευτᾷ. Ὁπηνίκα δὲ τοῖς τῆς Ἰταλίας προσῆλθεν ὅροις, τῷ παραλόγῳ τῆς ὀξύτητος καὶ τῷ τάχει τῆς ἀφράστου διαδρομῆς ὁ Εὐγένιος ἔπτηξεν, ἀνὴρ ἄπειρος πολέμου καὶ σάλπιγγος. Ὁ δὲ Ἀρβογάστης ἀντεμάνη, ἐπιθυμῶν πολέμου καὶ μάχης καὶ φόνων, καὶ πολὺ τῆς ἡμέρας διαγωνισάμενος· καθ' ἣν ὁ ἥλιος ἀφανὴς ἐγένετο τοῖς ἀνθρώποις περὶ μέσην τῆς ἡμέρας ὥραν, ὥστε καὶ ἀστέρας φανῆναι, καὶ νυκτομαχοῦντες ἅπαντες ἀνηλίσκοντο συνδαπανώμενοι ξίφεσιν. Ἄχρι μὲν οὖν περὶ τρίτην φυλακὴν τῆς νυκτὸς ἐν τούτοις τὰ τῶν στρατοπέδων ὑπῆρχεν. Ἐπειδὴ δὲ Θεοδόσιος, τότε μὲν ὑπαναχωρήσας, τὸν δὲ Θεὸν ἱκετεύσας, καθεύδουσι τῇ ἑξῆς τοῖς ἐναντίοις ἐπιπίπτει, τὸ μὲν πλεῖστον ἐν ταῖς εὐναῖς, τὸ δὲ ἀνιστάμενον τῶν ὅπλων γεγυμνωμένον διεχειρίζετο, αὐτόν τε τὸν Εὐγένιον ζωγρήσας, τῆς κεφαλῆς ἀποτέμνει, καὶ μακρῷ δόρατι περιπήξας, ἐν ὅλοις τοῖς τῆς Ἰταλίας ὅροις διεπόμπευσεν· ὡς ἅπαν τὸ τῶν πολεμίων πλῆθος πρὸς τὸν νενικηκότα χωρεῖν, καὶ τοῖς αὐτοῦ πείθεσθαι διατάγμασιν. Ὁ δὲ Ἀρβογάστης ἐν τούτῳ τε τὸ μανικὸν τῆς βαρβάρου φύσεως ἀποδείξας, αὐτοχειρίᾳ διεφθάρη, τῷ σφετέρῳ περιπεσὼν ξίφει. Ἐπὶ τούτοις τε θρίαμβοι κατὰ τὴν Ῥώμην ἐγένοντο· καὶ στεφανηφορεῖν τὴν ἁπανταχοῦ τῶν ὑπηκόων γῆν ἐδόκει, καὶ πανηγυρίζειν ἐπὶ τῇ καθαιρέσει τοῦ τυράννου. 188 Exc. De virt.: Ὅτι οἱ ἐπίτροποι Ἀρκαδίου καὶ Ὁνωρίου Ῥουφῖνος καὶ Στελίχων ἄμφω τὰ πάντων συνήρπαζον, ἐν τῷ πλούτῳ τὸ κράτος τιθέμενοι. Καὶ οὐδεὶς εἶχεν ἴδιον οὐδὲν εἰ μὴ Ῥουφίνῳ καὶ Στελίχωνι ἔδοξε· δίκαι τε ἅπασαι πρὸς τούτων ἐκρίνοντο· καὶ πολὺς ἦν ὄχλος τῶν περιθεόντων εἴ πού τινι χωρίον κάλλιστον ἦν· καὶ ὁ δεσπότης εὐθὺς συνηρπάζετο. Ἑκάτερός τε αὐτῶν τὴν βασιλείαν περιεσκόπει. 189 Ibid.: Ὅτι Εὐτρόπιος ὁ τοῦ Ἀρκαδίου πρόκοιτος οὐδὲν τῶν δεινῶν ἀπελίμπανε, τὰς μὲν ἀρχὰς δημοσίᾳ πιπράσκων, καὶ τούς τι δυναμένους
Unit 19 rem mid§u19-rem-mid
u19-rem-midRem mid: Unit 19; lemma continues; reading with the letter.
Greek · §u19-rem-mid
συκοφαντῶν, ἐξορίαις τε τοὺς μεγιστᾶνας ὑποβάλλων, καὶ πᾶσαν ὕβριν τοῖς τῆς συγκλήτου βουλῆς ἐπάγων. Ἀλλ' οὐδὲ τῆς τῶν βαρβάρων ἀπείχετο συμμαχίας, ὡς ἂν αὐτὸς ἐλπίζων εἰς τὴν τοῦ βασιλέως μεταβαίνειν ἀξίαν. Καί ποτε καὶ τοὺς ἐν ταῖς ἐκκλησίαις πεφευγότας συλλαμβάνειν βουλόμενος νόμον προὔθηκεν ἐπιτρέποντα καὶ τοὺς ἐκ τῶν θυσιαστηρίων ἀφέλκεσθαι. Καὶ ὁ μὲν νόμος ἐγέγραπτο, δίκη δὲ 72 εὐθέως τῆς ὠμότητος ἠκολούθει. Μετ' οὐ πολὺ γὰρ προσκρούσας τῷ βασιλεῖ Εὐτρόπιος ἐν τοῖς πρόσφυξιν ἐγένετο καὶ ὑπὸ τὸ θυσιαστήριον ἔκειτο, Ἰωάννου ἐπισκοποῦντος τοῦ Χρυσοστόμου, ἐκεῖθέν τε ἀφαιρεθεὶς νυκτὸς τὴν κεφαλὴν ἀποτέμνεται. Οὕτω μὲν οὖν Εὐτρόπιος δίκας τῆς ἁμαρτάδος ὑποστὰς καὶ ἐξ αὐτοῦ τοῦ καταλόγου τῶν ὑπάτων ἠλείφθη, μόνου τοῦ συνυπατεύσαντος Θεοδώρου γεγραμμένου. 190 Exc. De ins.: Ὅτι Ῥουφῖνος, ὁ ἐπίτροπος Ἀρκαδίου, ἐξ ἐπιβουλῆς Εὐτροπίου τοῦ προκοίτου τῆς Ἀρκαδίου διήμαρτε κηδίας· ἀλλ' ὅμως τῇ πλεονεξίᾳ καὶ τῇ χαλεπότητι τῶν τρόπων πᾶσιν ὑπέροπτος ἦν, τόν τε βασιλέα οἰκειότητι τῶν βαρβάρων καταπλήττων, καὶ βαρεῖαν ἐπιτιθεὶς ἀνάγκην πρὸς τὸ κοινωνῆσαι τῆς ἁλουργίδος αὐτῷ, ποτὲ δὲ καὶ πλῆθος βαρβάρων εἰσαγαγὼν, ὧν Ἀλάριχος ἡγεῖτο, πᾶσαν ὁμοῦ τὴν Ἑλλάδα καὶ τὰ περὶ τὴν Ἰλλυρίδα διεπόρθει· ὡς καὶ δῆλος ἅπασι γενέσθαι τῇ τῆς τυραννίδος ἐπιβουλῇ. Ὁ μὲν γὰρ ὑπέχαιρε, καὶ τὸν κοινὸν ὄλεθρον ἰδίαν κρηπῖδα τῆς βασιλείας ὑπελάμβανεν· ὁ δὲ βασιλεὺς ἐν ἀφασίᾳ διετέλει· οὐ μὴν καὶ ὁ Στελίχων ἐνταῦθα ὅμοιος ἦν, ἀλλὰ διέπλευσε μὲν αὐτὸς ἐς τὴν Ἑλλάδα, καίτοι μηδὲν προσήκουσαν τοῖς τῆς ἑσπερίας τέρμασι, τὰς τῶν ἐνοικούντων οἰκτείρας συμφορὰς, καὶ τοὺς βαρβάρους σπάνει τῶν ἀναγκαίων διαφθείρας, ἔπαυσε τῆς κατὰ τῶν ἐπιχωρίων ὁρμῆς. Συγκαλεσάμενος δὲ Γαϊνὰν, ὃς τότε τῶν ἑσπερίων στρατοπέδων ἔξαρχος ἦν, ἀρτύει τὴν κατὰ Ῥουφίνου σκευήν· ὅτε δὴ καὶ ὁ τοῦ Ἀρκαδίου στρατὸς ἔκ τε τῆς Εὐγενίου καθαιρέσεως καὶ τῆς τῶν βαρβάρων τῶν κατὰ τὴν Ἰλλυρίδα διώξεως ἐπὶ τὴν Κωνσταντίνου πόλιν ἐχώρει. Ὁ μὲν γὰρ βασιλεὺς κατὰ τοὺς παλαιοὺς νόμους εἰς ὑπάντησιν τῶν στρατοπέδων ἐκ τῆς πόλεως προῆλθεν· καὶ ὁ Γαϊνὰς αὐτὸν ἐφρούρει· πᾶσα δὲ ἦν ἀνάγκη καὶ τὸν τῆς αὐλῆς ἔπαρχον συνεξιέναι (Ῥουφῖνος δὲ ἦν). Καὶ ἅμα τε ὁ βασιλεὺς ὑπὸ τῶν στρατοπέδων Αὔγουστος ὀνομάζεται, καὶ Ῥουφῖνος κατετέμνετο, ταύτης τε ἔτυχε τῆς τελευτῆς. Παῖδες δὲ αὐτοῦ καὶ γαμετὴ πρὸς τὴν ἐκκλησίαν κατέφυγον· διηρπάζοντο δὲ ἀκωλύτως ἅπαντα ὅσα κατὰ τὴν δυναστείαν ἐκτήσατο. Τότε Γαϊνὰς ὁ τῶν ἑῴων στρατοπέδων ἔξαρχος, βάρβαρος ὢν τὸ γένος, καὶ ὑπὸ Ῥωμαίων κατ' ὀλίγου ἐπὶ τὴν στρατηγίδα προελθὼν, ἄρχειν διενοεῖτο, ὅπως ἂν καὶ αὐτῆς τῆς βασιλείας κρατήσοι. Καὶ πᾶν μὲν τὸ Γότθων ἔθνος ἐκ τῆς ἑαυτοῦ χώρας μετεπέμψατο, τοὺς δὲ αὐτῷ ἐπιτηδείους τῶν στρατιωτῶν ἀριθμὸν ἔχειν κατέστησεν· Τριβιγίλδου δὲ ἑνὸς τῶν ὑποστρατήγων αὐτῷ, χιλιαρχοῦντος τῶν ἐνιδρυμένων τῇ Φρυγίᾳ στρατιωτῶν, καὶ γνώμῃ αὐτοῦ Γαϊνᾶ νεωτερίσαντος, καὶ τὰ Φρυγῶν ἔθνη παντάπασιν ἀνατρέποντος, ἐπειδὴ Ἀρκάδιος μηδὲν προειδόμενος τὸν Γαϊνὰν ἔπεμψεν, εὐθὺς ἐπορεύετο, τῷ μὲν λόγῳ κατὰ Τριβιγίλδου, τῷ δὲ ἔργῳ τυραννῆσαι βουλόμενος. Ἦγε δὲ μετ' αὐτοῦ Γότθων τε καὶ ἑτέρων βαρβάρων οὐκ ὀλίγας μυριάδας· καὶ καταλαβὼν τὴν Φρυγίαν, πάντα ἀνέτρεπεν. Εὐθὺς οὖν ἐν ταραχῇ τὰ Ῥωμαίων, οὐ μόνον διὰ τὸ προσὸν τῷ Γαϊνᾷ πλῆθος βαρβάρων, ἀλλὰ ὅτι καὶ τὰ τῆς ἑῴας ἐπίκαιρα μέρη κινδυνεύειν ἔμελλεν. Ἀλλὰ τότε μὲν ὁ βασιλεὺς διαπεμψάμενος πρὸς τὸν βάρβαρον, λόγοις αὐτὸν καὶ ἔργοις θεραπεύειν ἕτοιμος ἐγίνετο· τοῦ δὲ ἐξαιτοῦντος δύω τῶν προεστώτων τῆς συγκλήτου λαβεῖν ἀπὸ τῶν ὑπάτων ἀνδρῶν, Σατορνῖνόν τε καὶ Αὐρηλιανὸν, ἀκοντὶ αὐτοὺς ὁ βασιλεὺς τῇ ἀνάγκῃ τοῦ καιροῦ παρεῖχε. Καὶ οἱ μὲν ὑπὲρ τοῦ κοινοῦ προαποθνήσκειν αἱρούμενοι, γενναίως τῇ τοῦ βασιλέως κελεύσει ὑπήκουον, καὶ πόρρω τῆς Χαλκηδόνος ἐν χωρίῳ ἱπποδρόμῳ ὑπήντων, ἕτοιμοι πάσχειν πᾶν ὅ τι ὁ βάρβαρος ἤθελεν. Ἀλλ' οὗτοι μὲν οὐδὲν φαῦλον ὑπέμειναν, ὁ δὲ παρῆν ἐπὶ τὴν Χαλκηδόνα. Ἀπήντα δὲ ἐκεῖσε καὶ ὁ βασιλεὺς Ἀρκάδιος. Γενόμενοι δὲ πρὸς τῷ οἴκῳ τῆς μάρτυρος Εὐφημίας, ὅρκοις ἐπιστοῦντο ἀλλήλους. Καὶ ὁ μὲν βασιλεὺς ἐφύλαττεν· Γαϊνὰς δὲ παρεσπόνδει, καὶ τοῦ οἰκείου σκοποῦ οὐκ ἐξέβαινεν· ἀλλ' ἐμπρησμόν τε καὶ λαφυραγωγίας ἐμελέτα ποιήσασθαι κατὰ τῆς Κωνσταντίνου 73 πόλεως καὶ κατὰ πάσης τῆς Ῥωμαίων ἀρχῆς. Βεβαρβάρωτο γοῦν ἡ πόλις ὑπὸ τοῦ
Unit 19 rem close§u19-rem-close
u19-rem-closeRem CLOSEOUT: Unit 19 CLOSEOUT.
Greek · §u19-rem-close
πολλοῦ πλήθους, καὶ πάντες οἱ κατ' αὐτὴν ἐν αἰχμαλώτων μοίρᾳ ἐγένοντο. Τοσοῦτος δὲ ἦν ὁ ἐπικρεμασθεὶς τῇ πόλει κίνδυνος, ὡς καὶ κομήτην μέγιστον τοῦ οὐρανοῦ φανῆναι. Ὁ μέντοι Γαϊνὰς πρῶτον μὲν ἐπειράθη ἁρπαγὴν τῶν ἐργαστηρίων ποιήσασθαι· ὡς δὲ, τῆς φήμης προμηνυσάσης τὴν ἔφοδον, ἐφυλάξαντο προθεῖναι ἐν ταῖς τραπέζαις τὸν ἄργυρον, αὖθις ἐπὶ ἑτέραν ἐχώρει γνώμην. Νυκτὸς γὰρ ἐπιμεσούσης, ἐκπέμπει πλῆθος βαρβάρων ἐπὶ τῷ ἐμπρῆσαι τὰ βασίλεια καὶ τὴν πόλιν. Ὅτε δὴ καὶ ἡ τοῦ Θεοῦ περιφανῶς ἐδείχθη πρόνοια περί τε τὴν Ῥωμαίων ἀρχὴν καὶ τὴν πόλιν. Ἀπροόπτως γὰρ τοῖς ἐπελθοῦσιν ἐφάνησαν ἄγγελοι, ἐν σχήματι ὁπλιτῶν, μέγαλα ἔχοντες σώματα· οὓς ὑποτοπήσαντες οἱ πολέμιοι ἀληθῆ στρατὸν εἶναι πολὺν καὶ γενναῖον, καταπλαγέντες ὑπεχώρησαν. Ὡς δὲ ἀπαγγελθέντος τούτου Γαϊνᾷ, ἄπιστον κατεφαίνετο (ἠπίστατο γὰρ μὴ παρεῖναι τὸ πολὺ τῶν Ῥωμαίων ὁπλιτικὸν, κατὰ γὰρ τὰς πόλεις ἐνίδρυτο), πέμπει καὶ αὖθις ἑτέρους τῇ ἐχομένῃ νυκτὶ, καὶ μετὰ ταῦτα πολλάκις. Ὡς δὲ καὶ διαφόρως ἀποστείλαντι τὰ αὐτὰ ἀπηγγέλλετο (ἀεὶ γὰρ τοῖς ἐπιβουλεύουσιν οἱ ἄγγελοι τὴν αὐτὴν παρεῖχον φαντασίαν), τέλος αὐτὸς σὺν πλήθει πολλῷ παρελθὼν πεῖραν τῶν ἀκουσθέντων λαμβάνει· ὑπονοήσας δὲ ἀληθῶς στρατιωτῶν εἶναι πλῆθος, ὑποκρίνεται ὡς ἐπὶ τὸν μάρτυρα Ἰωάννην ὁδεύειν, ὃς ζʹ σημείοις τῆς πόλεως ἀφειστήκει, συνεξῄεσαν δὲ αὐτῷ καὶ οἱ βάρβαροι, πὰ ὅπλα λαθραίως κομίζοντες. Ὡς δὲ οἱ φρουροὶ τῶν πυλῶν διεκώλυον, οἱ βάρβαροι τὰ ξίφη γυμνώσαντες, τοὺς ἐπὶ ταῖς πύλαις διεχειρίσαντο. Ἐντεῦθεν πολέμιος ἀπεδείχθη Γαϊνάς· καὶ οἱ μὲν περὶ τὴν πόλιν ἅπαντες πρὸς τὴν τείχους φυλακὴν διέθεον. Ὁ δὲ βασιλεὺς κελεύει τοὺς ὑπολειφθέντας ἐν τῇ πόλει βαρβάρους ἀναιρεῖσθαι. Συμβαλόντες οὖν οἱ στρατιῶται τοῖς πολεμίοις περὶ τὴν ἐκκλησίαν τῶν Γότθων (ἐνταῦθα γὰρ οἱ περιλειφθέντες ἠθροίσθησαν), διαφθείρουσιν ἅπαντας, ἐμπιπρῶσι δὲ καὶ αὐτὴν τὴν ἐκκλησίαν. Γαϊνὰς δὲ μαθὼν ἀνῃρῆσθαι τοὺς μὴ φθάσαντας τῶν πυλῶν, γνοὺς δὲ αὐτῷ μηκέτι προχωρεῖν τὰς ἀπαντήσεις, ἄρας ἀπὸ τοῦ μαρτυρίου, ἤλαυνεν ἐπὶ τὰ Θρᾴκια μέρη· καὶ καταλαβὼν τὴν Χερρόνησον, ἐξ αὐτῆς διαπεραιοῦσθαι καὶ καταλαμβάνειν τὴν Λάμψακον ἔσπευδεν, ὅπως ἂν τῶν ἑῴων κρατῆσαι δυνήσηται. Ὡς δὲ ὁ βασιλεὺς ἔφθη δύναμιν ἀποστείλας διά τε γῆς καὶ θαλάσσης, ἐνταῦθα πάλιν τῆς τοῦ Θεοῦ προνοίας ἐδείκνυτο θαύματα. Ὡς γὰρ οἱ βάρβαροι σχεδίας συμπήξαντες ἐπεραιοῦντο, αἵ τε τῶν Ῥωμαίων νῆες παρῆσαν, οἱ μὲν στρατιῶται ῥᾳδίως ταῖς ὁλκάσι διέπλεον, οἱ δὲ βάρβαροι ἐν ταῖς σχεδίαις διώλλυντο ὑπὸ τοῦ κλύδωνος ἐκριπτούμενοι. Πολλοὶ δὲ καὶ ὑπὸ τῶν Ῥωμαίων ἐφθείροντο· καὶ τὸ πλεῖστον τῶν πολεμίων ἀπώλετο. Γαϊνὰς δὲ ἀναζεύξας διὰ τῆς Θρᾴκης, καὶ φυγῇ χρησάμενος περιπίπτει Ῥωμαϊκῇ δυνάμει, καὶ ἀναιρεῖται ἅμα τοῖς σὺν αὐτῷ βαρβάροις. Φλαυιανὸς μὲν οὖν ὁ στρατηγὸς τοῦδε τοῦ πολέμου γενόμενος, ἐπὶ τὴν ὕπατον προῆλθεν ἀρχὴν, καθ' ἣν ἐτέχθη Ἀρκαδίῳ τῷ βασιλεῖ ὁ μικρὸς Θεοδόσιος. t191202 ΘΕΟ∆ΟΣΙΟΣ Ο ΝΕΟΣ. 191 Exc. De virt.: Ὅτι Θεοδόσιος ὁ νέος διὰ τὴν ἄγαν τῆς ἡλικίας νεότητα οὐδὲ πρὸς τὸ φρονεῖν, οὐδὲ πρὸς τὸ πολεμεῖν ἱκανὸς ἦν· ἀλλὰ μόνον ὑπογραφὰς τοῖς βουλομένοις παρεῖχε, μάλιστα δὲ τοῖς περὶ τὴν βασιλείαν εὐνούχοις. Ἐξ ὧν ἅπαντες, ὡς εἰπεῖν, τὰς οὐσίας ἡρπάζοντο. Οἱ μὲν γὰρ ἔτι ζῶντες ἐκληρονομοῦντο, οἱ δὲ τὰς γαμετὰς ἑτέροις παρέπεμπον, καὶ τέκνων ἐστηροῦντο βιαίως, ἀντιλέγειν τοῖς τοῦ βασιλέως διατάγμασιν οὐ δυνάμενοι. Ἐν τούτοις μὲν οὖν τὰ Ῥωμαίων ὑπῆρχεν. 192 Ibid.: Ὅτι Θεοδόσιος ὁ βασιλεὺς χαίρειν εἰπὼν τοῖς παιγνίοις, ἐπὶ λόγους ἐλευθέρους μετέβαλε τὴν γνώμην, Παυλίνου τε καὶ Πλακίτου συναναγιγνωσκόντων αὐτῷ· οἷς καὶ ἀρχὰς καὶ ἐξουσίας ἐχαρίσατο μεγάλας. 193 ιβιδ.: Ὅτι Θεοδόσιος ὁ νέος ἐν βασιλείᾳ τεχθεὶς οὐδὲν εἶχεν ὑπέρογκον, ἀλλ' οὕτως γέγονε φρόνιμος, ὡς τοῖς ἐντυγχάνουσι 74 νομίζεσθαι πεῖραν πολλῶν εἰληφέναι πραγμάτων· καρτερικός τε οὕτως ὡς κρύος καὶ καῦμα γενναίως ὑπομένειν. Τὸ δὲ ἀνεξίκακον καὶ φιλάνθρωπον αὐτοῦ πάντας ἀνθρώπους, ὡς εἰπεῖν, ὑπερέβαλεν. Ἰουλιανὸς μὲν γὰρ ὁ βασιλεὺς καίτοι φιλοσοφεῖν ἐπαγγελλόμενος οὐκ ἤνεγκε τὴν ὀργὴν κατὰ τῶν Ἀντιοχέων αἰνιξαμένων αὐτὸν, ἀλλὰ βασάνους τῷ Θεοδώρῳ προσήγαγε. Θεοδόσιος δὲ χαίρειν τοῖς Ἀριστοτέλους φράσας συλλογισμοῖς τὴν δι' ἔργων ἤσκει φιλοσοφίαν, ὀργῆς τε κρατῶν καὶ λύπης καὶ ἡδονῆς, φόνων τε παντελῶς ἀπεχόμενος· καί ποτέ τινος τῶν
Historia Chronike Unit 20 opening§u20-open
u20-openUnit 20.
Lemma-led open — Εἴθε δυνατὸν ἦν καὶ τοὺς τελευτήσαντας ἐπαναγαγεῖν εἰς τὴν ζωήν.
Greek · §u20-open
ἐγγὺς ἐρομένου αὐτὸν διὰ τί τοὺς ἀδίκους μὴ θανατοῖ, ἔφη, «Εἴθε δυνατὸν ἦν καὶ τοὺς τελευτήσαντας ἐπαναγαγεῖν εἰς τὴν ζωήν.» Εἰ γάρ τις καὶ ἄξια κεφαλικῆς τιμωρίας πεπραχὼς ἀπήγετο, ἡ τῆς φιλανθρωπίας ἀνάκλησις τὸν ἐκείνου θάνατον παρελάμβανεν. 194 Ibid.: Ὅτι Θεοδόσιος τὴν ἀρχὴν παρὰ Ἀρκαδίου τοῦ πατρὸς διαδεξάμενος ἀπόλεμος ἦν καὶ δειλίᾳ συνέζη, καὶ τὴν εἰρήνην χρήμασι καὶ οὐχ ὅπλοις ἐκτήσατο. Καὶ ὑπὸ τοῖς εὐνούχοις πάντα ἔπραττε. Καὶ ἐς τοσοῦτο τὰ πράγματα ἀτοπίας φέρεσθαι οἱ εὐνοῦχοι παρεσκεύασαν, ὡς συνελόντι εἰπεῖν ἀποβουκολοῦντες τὸν Θεοδόσιον, ὥσπερ τοὺς παῖδας ἀθύρμασιν, οὐδὲν ὅ τι καὶ ἄξιον μνήμης διαπράξασθαι συνεχώρησαν, καίτοι ἀγαθῆς ὑπάρχοντα φύσεως· ἀλλ' εἰς πεντήκοντα ἐνιαυτοὺς συνελάσαντα βαναύσοις τέ τισι τέχναις καὶ θήραις προσκαρτερεῖν παρέπεισαν, ὥστε αὐτούς τε καὶ τὸν Χρυσάφιον ἔχειν τὸ τῆς βασιλείας κράτος, ὅνπερ ἡ Πουλχερία μετῆλθε, τοῦ ἀδελφοῦ τελευτήσαντος. Suidas: Θεοδόσιος, βασιλεὺς Ῥωμαίων, ὁ μικρός. Οὗτος διαδεξάμενος παρὰ πατρὸς τὴν ἀρχὴν, ἀπόλεμος ὢν καὶ δειλίᾳ συζῶν, καὶ τὴν εἰρήνην χρήμασιν, οὐχ ὅπλοις κτησάμενος, πολλὰ προσεξένησε κακὰ τῇ Ῥωμαίων πολιτείᾳ. Ὑπὸ γὰρ τοῖς εὐνούχοις τραφεὶς πρὸς πᾶν σφίσιν ἐπίταγμα εὐπειθὴς ἦν· ὥστε καὶ τοὺς λογάδας τῆς ἐκείνων δεῖσθαι ἐπικουρίας, καὶ πολλὰ νεοχμεῖσθαι ἐν τοῖς πολιτικοῖς καὶ στρατιωτικοῖς τάγμασι, μὴ παριόντων εἰς τὰς ἀρχὰς ἀνδρῶν τῶν διέπειν ταῦτα δυναμένων, ἀλλὰ τῶν χορηγούντων χρυσίον, διὰ δὲ τὴν τῶν εὐνούχων πλεονεξίαν καὶ τῶν Σεβαστιανοῦ δορυφόρων πειρατικὸν συστὰν τόν τε Ἑλλήσποντον καὶ τὴν Προποντίδα διαταράξαι. Ἐς τοῦτο τὰ πράγματα οἱ εὐνοῦχοι ἀτοπίας παρεσκεύασαν, ἀποβουκολοῦντες τὸν Θεοδόσιον, ὥσπερ τοὺς παῖδας ἀθύρμασιν· οὐδὲν ὅ τι καὶ ἄξιον μνήμης διαπράξασθαι παρεσκεύασαν· ἀλλ' εἰς νʹ ἐτῶν ἡλικίαν ἐληλυθὼς διετέλεσε βαναύσους τέ τινας μετιὼν τέχνας καὶ θήρᾳ προσκαρτερῶν· ὥστε τοὺς εὐνούχους καὶ τὸν Χρυσάφιον ἔχειν τὸ τῆς βασιλείας κράτος· ὅνπερ ἡ Πουλχερία μετῆλθε, τοῦ ἀδελφοῦ τελευτήσαντος. 195 Exc. De ins.: Ὅτι ἐπὶ Θεοδοσίου τοῦ νέου, [̓Ιωάννης πρωτοστάτης ὢν τῶν βασιλικῶν ὑπογραφέων, μὴ ἐνεγκὼν τὴν εὐτυχίαν τῆς ἰδίας ἀξίας, τὴν βασιλείαν ἁρπάζει, καὶ πρεσβείαν ἀποστέλλει πρὸς τὸν Θεοδόσιον δεχθῆναι εἰς βασιλέα δεομένην· οὓς δὲ ὁ βασιλεὺς ἐν φρουρᾷ ποιησάμενος, πέμπει τὸν στρατοπεδάρχην Ἀρδαβούριον, ὃς τὸν Περσικὸν πόλεμον ἠγωνίσατο. Καὶ ὁ μὲν εἰς Σαλώνας παραγενόμενος, ἔπλει ἐπὶ τὴν Ἀκυληίαν, καὶ χρῆται τύχης ἐναντιότητι, μᾶλλον δὲ θειότητι, ὡς ὕστερον ἀπεδείχθη. Ἄνεμος γὰρ οὐκ αἴσιος πνεύσας εἰς τὰς χεῖρας αὐτὸν τοῦ τυράννου ἐνέβαλεν· ὃς συλλαβὼν αὐτὸν, ἤλπιζεν εἰς ἀνάγκην τὸν αὐτοκράτορα καταστῆσαι τοῦ ψηφίσασθαι αὐτὸν συμβασιλεύοντα. Ἀλλ' ὁ μὲν Θεοδόσιος ἐν ἀγῶνι ἐγένετο καὶ ὁ τοῦ Ἀρδαβουρίου παῖς Ἄσπαρ, καὶ ἀφασία κατεῖχε τὰ Ῥωμαίων πράγματα. Ὁ δὲ Θεὸς ἄγγελον ἐν σχήματι ποιμένος ἀπέστειλεν ὁδηγεῖν τὰ Ῥωμαίων στρατόπεδα καὶ τὸν στρατηγὸν Ἄσπαρα, ἄγει τε ἅπαντας διὰ τῆς παρακειμένης τῇ Ῥαβέννῃ λίμνης (ἐν ταύτῃ γὰρ τῇ πόλει ὁ τύραννος διέτριβεν), ὅθεν οὐδεὶς οὐδέποτε διαβεβηκέναι ἱστόρηται. Οὕτως οὖν διαβάντες τὴν ἄβατον, καὶ βατὴν διὰ ξηρᾶς τὴν πορείαν εὑρόντες, ἀνεῳγμένας τε τὰς πύλας κατιδόντες, τῆς πόλεως ἐγκρατεῖς ἐγένοντο· καὶ τοῦτον ἀνελόντες 75 γνώριμα τῷ βασιλεῖ τὰ πεπραγμένα ἐποιήσαντο· ὃς εὐχαριστήσας τῷ Θεῷ ἐσκόπει τίνα τῶν ἑσπερίων ἀναδείξει βασιλέα. 196 Exc. Salm.: Πλακιδία εἶχε δύο στρατηγοὺς, ὧν τῷ μὲν ἑνὶ Βονιφατίῳ τὴν Λιβύην ἐπέτρεψεν, Ἀέτιον δὲ παρακατέσχεν. Ἐφθόνησεν Ἀέτιος καὶἔγραψε Βονιφατίῳ, ὅτι «ἡ βασίλισσα ἔχει κατὰ σοῦ, καὶ τούτου σημεῖον, ὅτι μετακαλέσεταί σε ὑπ' οὐδεμιᾶς αἰτίας. Ἐὰν οὖν γράψῃ σοι ἐλθεῖν, μὴ ὑπακούσῃς· ἀναιρήσει γάρ σε.» Εἶτα κατῆλθε τὴν βασίλισσαν λέγων, ὡς
Unit 20 rem early§u20-rem-early
u20-rem-earlyRem early: Unit 20; lemma and argument toward the thesis.
Greek · §u20-rem-early
ἀποστασίαν μελετᾷ ὁ Βονιφάτιος. «Καὶ τοῦτο γνώσῃ σαφῶς· ἐὰν γὰρ μετακαλέσῃ, φησὶν, αὐτὸν, οὐκ ἐλεύσεται.» Καὶ ἐπεὶ ἔγραψεν αὐτῷ ἐλθεῖν ἡ βασίλισσα, ἀληθῆ νομίσας ἐκεῖνος τὰ ὑπὸ Ἀετίου αὐτῷ μηνυθέντα, τὴν Λιβύην ἐνεχείρισε Γότθοις, καὶ οὐδὲ ἐκεῖνος ἐλθεῖν ἐπείθετο. Ὕστερον δὲ σταλέντων τινῶν πρὸς αὐτὸν, καὶ συμβάσεως γενομένης, τὸ ψεῦδος ἠλέγχθη. Κἀκεῖνον μὲν πλέον ἠγάπησεν ἡ βασίλισσα, τὸν δ' Ἀέτιον ἐμυσάττετο μὲν τοιαῦτα ῥᾳδιουργήσαντα, οὐ μέντοι δράσαι τι κακὸν ἠδυνήθη. Τὴν Λιβύην οὔποτ' ἴσχυσεν ἐξ ἐκείνου ἐπανασώσασθαι. 197 Ibid.: Οὐαλεντινιανὸς μικρὸς, οὐχ ὁ τοῦ μεγάλου Οὐαλεντινιανοῦ υἱὸς, ὃς ἦν αὐτῷ ἐκ τῆς δευτέρας γαμετῆς, ἣν ἐπέγημεν ἔτι ζώσης τῆς αὐτοῦ γυναικὸς, ἀλλ' ὁ υἱὸς Κωνσταντίου Κόμητος, τοῦ τιμηθέντος εἰς βασιλείαν Ῥώμης παρὰ Ὀνωρίου τοῦ βασιλέως, καὶ Πλακιδίας ἀδελφῆς Ὀνωρίου καὶ Ἀρκαδίου τῶν βασιλέων. 198 Exc. De ins.: Ὅτι ἐπὶ Θεοδοσίου τοῦ νέου, Χρυσάφιος διῴκει τὰ πάντα, τὰ πάντων ἁρπάζων, καὶ ὑπὸ πάντων μισούμενος. Τότε μὲν οὖν Ἀττήλας, πρόφασιν τὴν Κωνσταντίου προβαλλόμενος αἴτησιν, ἣν αὐτὸν περὶ τοῦ γάμου τῆς Σατορνίλου θυγατρὸς ᾔτει, ἐπανίσταται τῇ Ῥωμαίων ἀρχῇ, καὶ τὸν εὐνοῦχον Χρυσάφιον ἐκδοθῆναί οἱ παρεκελεύετο, ὡς φωραθέντα τῆς κατ' αὐτοῦ ἐπιβουλῆς. Ἐντεῦθεν πάλιν Ἀνατόλιος καὶ Νόμος πρὸς τὸν Ἀττήλαν παραγίνονται, καὶ πείθουσιν αὐτὸν δώροις ἀποσχέσθαι τῆς κατὰ τοῦ εὐνούχου ὀργῆς. 199 Ibid.: Ὅτι Θεοδόσιος ὁ νέος πρὸς τὸν Ζήνωνα ἐχαλέπαινεν· ἐδεδίει γὰρ μή ποτε καὶ τυραννίδι ἐπιθῆται, ἀκινδύνου αὐτῷ γενέσθαι * τῆς ἁρπαγῆς. Ὅπερ ἔτι μάλιστα ἐξετάραττεν αὐτόν. Καὶ πᾶσι τοῖς ἁμαρτήμασι ῥᾳδίως νέμων συγγνώμην, χαλεπός τε καὶ ἀμετάτρεπτος ἦν οὐ μόνον κατὰ τῶν τυραννίδα μελετησάντων, ἀλλὰ καὶ τῶν βασιλείας ἀξίων νομισθέντων, καὶ σφὰς ἐκποδὼν ποιεῖν διὰ παντὸς ἐχώρει τρόπου. Καὶ πρὸς τοῖς εἰρημένοις προσώποις καὶ Βαύδωνα καὶ ∆ανίηλον, ὡς τυραννίδι ἐπιθεμένους, ἐξέβαλεν. Ἀπὸ τῆς αὐτῆς τοίνυν προαιρέσεως καὶ τὸν Ζήνωνα ἀμύνασθαι ἐσπουδακὼς, τῆς προτέρας εἴχετο βουλῆς, ὥστε διαβῆναι μὲν τὸν Μαξιμῖνον εἰς τὴν Ἰσαυρόπολιν, καὶ τὰ ἐκεῖ χωρία προκαταλαβεῖν, στεῖλαι δὲ διὰ θαλάσσης ἐπὶ τὴν ἕω δύναμιν τὴν τὸν Ζήνωνα παραστησομένην· καὶ τῶν αὐτῷ δεδογμένων οὐκ ἀφίστατο· μείζονος δὲ αὐτὸν ἐκταράξαντος φόβον, τὴν παρασκευὴν ἀνεβάλετο. 2. Ἧκε γάρ τις ἀγγέλλων, τὸν Ἀττήλαν τοῖς κατὰ τὴν Ῥώμην ἐπιθέσθαι βασιλείοις, Ὀνωρίας τῆς Βαλεντινιανοῦ ἀδελφῆς ἐς ἐπικουρίαν ἐπικαλεσαμένης αὐτόν. Ἡ γὰρ Ὀνωρία τῶν βασιλικῶν καὶ αὐτὴ ἐχομένη σκήπτρων, Εὐγενίῳ τινὶ, τὴν ἐπιμέλειαν τῶν αὐτῆς ἔχοντι πραγμάτων, ἥλω ἐς λαθραῖον ἐρχομένη λέχος, καὶ ἐπὶ τῷ ἁμαρτήματι ἀνῃρέθη μὲν ἐκεῖνος, ἡ δὲ τῶν βασιλείων ἐλαθεῖσα, Ἑρκουλάνῳ κατεγγυᾶται, ἀνδρὶ ὑπατικῷ καὶ τρόπων εὖ ἔχοντι, ὡς μήτε πρὸς βασιλείαν μήτε πρὸς νεωτερισμὸν ὑποτοπεῖσθαι. Ἐν συμφορᾷ δὲ καὶ ἀνίᾳ δεινῇ τὸ πρᾶγμα ποιουμένη, παρὰ τὸν Ἀττήλαν Ὑάκινθον εὐνοῦχον ἐκπέμπει τινὰ, ὥστε ἐπὶ χρήμασιν αὐτῇ τιμωρήσει τῷ γάμῳ· ἐπὶ δὲ τούτοι καὶ δακτύλιον ἔπεμψε, πιστουμένη τὸν βάρβαρον. Καὶ ὁ μὲν παρεσκεύαζεν ἑαυτὸν χωρεῖν κατὰ τῆς τῶν ἑσπερίων βασιλείας. Ἐβούλετο δὲ ὅπως τὸν Ἀέτιον προκαταλάβοι· μὴ γὰρ ἄλλως τεύξεσθαι τῆς ἐλπίδος, εἰ μήγε ἐκεῖνον ποιήσοιτο ἐκποδών. Ταῦτα τοίνυν Θεοδόσιος μεμαθηκὼς, ἐπιστέλλει τῷ Βαλεντινιανῷ τὴν Ὀνωρίαν ἐκπέμπειν τῷ Ἀττήλᾳ. Καὶ ὁ μὲν συλλαβὼν τὸν Ὑάκινθον ἅπαντα 76 διηρεύνησε, καὶ μετὰ πολλοὺς τοῦ σώματος αἰκισμοὺς, τῆς κεφαλῆς ἀποτμηθῆναι ἐκέλευσεν. Ὀνωρίαν δὲ τὴν ἀδελφὴν Βαλεντινιανὸς τῇ μητρὶ δῶρον ἔδωκε πολλὰ αἰτησαμένῃ αὐτήν. Οὕτως μὲν οὖν Ὀνωρία τότε τῆς ** ἀπελύετο. 200 Exc. Salm.: Οὐαλεντινιανὸς ἐρασθεὶς τῆς γυναικὸς Μαξίμου συγκλητικοῦ συνεπέττευεν αὐτῷ· ἐπεὶ δὲ ἡττήθη ὁ Μάξιμος, καὶ οὐκ εἶχεν ὅ τι δοίη, ἔλαβεν ὁ βασιλεὺς τὸν δακτύλιον αὐτοῦ, καὶ ἀναστὰς (ὡς) ἐπιδίδωσι τὸν δακτύλιόν τινι συνήθει Μαξίμου, ὥστε ἀπελθόντα ὑποδεῖξαι τῇ γυναικὶ αὐτοῦ, ὡς τοῦ ἀνδρὸς κελεύσαντος ἥκειν εἰς τὰ βασίλεια συνδειπνήσουσαν τῇ αὐτοῦ. Ἡ δὲ ἀληθὲς τοῦτο νομίσασα ἧκε, καὶ μηνυθὲν τῷ βασιλεῖ ἀνέστη, καὶ ἀγνοοῦντος τοῦ Μαξίμου, συνεφθάρη αὐτῇ. Μετὰ δὲ τὴν παιδιὰν ἐλθόντι ὑπαντιάζει ἡ γυνὴ κλαίουσα, καὶ ὀνειδίζουσα αὐτὸν ὡς προδότην αὐτῆς· ὁ δὲ μαθὼν τὸ πᾶν ἐνεῖχε τὸν βασιλέα. Εἰδὼς δὲ ὡς ζῶντος τοῦ Ἀετίου οὐ δυνήσεται τιμωρῆσαι αὐτὸν, παρεσκεύασε διὰ τῶν εὐνούχων τοῦ βασιλέως ἀνελεῖν αὐτὸν δῆθεν ὡς ἐπίβουλον. Ἐπεὶ δὲ ἀνῃρέθη, εἶπεν ὁ βασιλεὺς πρός τινα τῶν
Unit 20 rem mid§u20-rem-mid
u20-rem-midRem mid: Unit 20; lemma continues; reading with the letter.
Greek · §u20-rem-mid
στοχάζεσθαι δυναμένων· «Οὐ καλῶς μοι ὁ θάνατος Ἀετίου εἴργασται;» ὁ δὲ, «Εἰ καλῶς, φησὶν, ἢ μὴ, οὐκ οἶδα· γιγνώσκω δὲ ὅτι τῇ λαιᾷ χειρὶ τὴν δεξιάν σου ἀπέκοψας.» 2. Οὗτος οὖν ὁ Μάξιμος ἔρημον Ἀετίου τὸν βασιλέα εὑρὼν, ἀπέκτεινε, καὶ τῇ βασιλίδι Εὐδοξίᾳ συνῆλθεν. Ἦν δὲ αὐτὴ Εὐδοξία θυγάτηρ τοῦ μικροῦ Θεοδοσίου βασιλέως. ∆οκῶν δὲ εἰς εὔνοιαν ἐφελκύσαι αὐτὴν, φησὶν ὅτι «διὰ τὸν πρός σε ἔρωτα αὐθέντης Οὐαλεντινιανοῦ γέγονα·» ἡ δὲ ἐλευθερογνώμων οὖσα, καὶ λογισαμένη ὡς «φεῦ, εἰ παραίτιος ἐγὼ τῆς τοῦ συνεύνου καὶ βασιλέως τελευτῆς,» γράφει Γιζερίχῳ ἤδη Λιβύην κατέχοντι, διὰ τάχους ἐλθεῖν καὶ τὴν Ῥώμην παραλαβεῖν. Ὁ δὲ ἐλθὼν τὴν πόλιν εἷλε, καὶ Εὐδοξίαν καὶ τὴν θυγατέρα αὐτῆς. Μάξιμος δὲ μισηθεὶς διὰ τὸν βασιλέως φόνον διώκεται καὶ ῥᾳδίως ἀναιρεῖται. 201 Exc. De ins.: Ὅτι τὰ τῶν ἑσπερίων Ῥωμαίων ἐν ταραχῇ ἦν. Μάξιμός τις ἀνὴρ εὐγενὴς καὶ δυνατὸς καὶ δεύτερον ὑπατεύσας, Ἀετίῳ τῷ στρατηγῷ τῶν κατὰ τὴν Ἰταλίαν ταγμάτων δυσμενὴς ὢν, ὡς ἔγνω καὶ τὸν Ἡράκλειον (εὐνοῦχος δὲ οὗτος καὶ τὴν μεγίστην παρὰ τῷ βασιλεύοντι ἔχων ῥοπήν) τῆς αὐτῆς τῷ Ἀετίῳ ἔχθιστον ὄντα προαιρέσεως (ἄμφω γὰρ τῆς ἐκείνου τὴν σφετέραν ἐπειρῶντο ἀντεισάγειν δύναμιν), ἐς συνωμοσίαν ἔρχεται· καὶ πείθουσι τὸν βασιλέα, ὡς εἰ μὴ φθάσοι τὸν Ἀέτιον ἀνελεῖν ταχέως, ὑπ' αὐτοῦ φθαρήσεται. 2. Ὁ δὲ Βαλεντινιανὸς, ἐπειδὴ αὐτῷ ἐχρῆν γενέσθαι κακῶς τὸ τεῖχος τῆς ἑαυτοῦ ἀρχῆς καταλύοντι, προσίετό τε τοὺς λόγους Μαξίμου τε καὶ Ἡρακλείου, καὶ διαρτύει τῷ ἀνδρὶ τὸν θάνατον, ὅτε δὴ ὁ Ἀέτιος ἐν τοῖς βασιλείοις ἐγίνετο, κοινωνεῖν τῷ κρατοῦντι μέλλων ἐπὶ τοῖς βουλεύμασιν, καὶ προνοίας χρυσίον εἰσάγειν πειρώμενος. Ὡς δὲ τὰ περὶ τῶν πόρων Ἀέτιος προύθηκε καὶ ἀναλογισμὸν ἐποιεῖτο τῶν ἐκ τῆς εἰσφορᾶς ἀθροισθέντων χρημάτων ἀθρόων, ὁ Βαλεντινιανὸς ἀνακραγὼν ἀνέθορέ τε τοῦ θάκου, καὶ οὐκέτι ἔφη οἴσειν τοσαύταις ἐμπαροινούμενος μοχθηρίαις· ἐπ' αὐτὸν γὰρ φέροντα τὴν κακῶν αἰτίαν παρελέσθαι αὐτὸν, ὥσπερ τῆς ἑῴας βασιλείας, καὶ τοῦ τῆς ἑσπέρας βούλεσθαι κράτους παραδηλῶν (τῆς ἀρχῆς). Τὸ δὲ παράδοξον τῆς ὀργῆς ὡς ἀπεθαύμαζεν ὁ Ἀέτιος, καὶ ἐπειρᾶτο τῆς ἀλόγου ** τοῦ κολεοῦ τὸ ξίφος, σὺν τῷ Ἡρακλείῳ ὥρμησεν, ἤδη καὶ αὐτῷ τὴν κοπίδα εὐτρεπῆ ὑπὸ τὴν χλαμύδα φέροντι (Πριμικέριος γὰρ τῶν κοιτώνων ἦν)· καὶ ἄμφω κατὰ τοῦ Ἀετίου κεφαλῆς συνεχεῖς ἐπενεγκόντες πληγὰς, ἀνεῖλον αὐτὸν, πολλὰ ἀνδρὸς ἔργα διαπραξά μενον πρός τε ἐμφυλίους καὶ ὀθνείους πολέμου. (3) Τὴν μὲν γὰρ Πλακιδίαν, ἥτις τοῦ Βαλεντινιανοῦ μήτηρ ἦν, καὶ τὸν παῖδα, νέον ὄντα, ἐπετρόπευσε, διὰ τῆς τῶν βαρβάρων συμμαχίας· τὸν δὲ Βονιφάτιον, σὺν πολλῇ διαβάντα χειρὶ ἀπὸ τῆς Λιβύης, κατεστρατήγησεν, ὥστε ἐκεῖνον μὲν ὑπὸ φροντίδων νόσῳ τελευτῆσαι, αὐτὸν δὲ τῆς αὐτοῦ γαμετῆς καὶ τῆς περιουσίας κύριον γενέσθαι. Ἀνεῖλε δὲ καὶ Φήλικα δόλῳ, τὴν στρατηγικὴν σὺν αὐτῷ 77 λαχόντα ἀρχὴν, ὡς ἔγνω ὑποθήκῃ τῆς Πλακιδίας ἐς τὴν αὐτοῦ ἀναίρεσιν παρασκευαζόμενον. Κατηγωνίσατο δὲ καὶ Γότθους τοὺς ἐν Γαλατίᾳ τῇ πρὸς ἑσπέραν τῶν Ῥωμαίων ἐμβατεύσαντας χωρίοις. Παρεστήσατο καὶ Αἰμοριχιανοὺς ἀφηνιάσαντας Ῥωμαίων· ὡς δὲ συνελόντα εἰπεῖν, μεγίστην κατεστήσατο δύναμιν, ὥστε μὴ μόνον βασιλεῖς, ἀλλὰ καὶ παροικοῦντα ἔθνη τοῖς ἐκείνου ἥκειν ἐπιτάγμασιν. 4. Μετὰ δὲ τὸν Ἀετίου φόνον καὶ Βοήθιον ὁ Βαλεντινιανὸς, ὕπαρχον ὄντα, ἀνεῖλεν, ἐκείνῳ εἰς τὰ μάλιστα κεχαρισμένον. Ὡς δὲ ἀτάφους αὐτοὺς ἐπὶ τὴν ἀγορὰν προὔθηκεν, εὐθέως τὴν γερουσίαν μετακαλεσάμενος, πολλὰς τῶν ἀνδρῶν ἐποιεῖτο κατηγορίας, εὐλαβούμενος, μή πως διὰ τὸν Ἀέτιον ἐπανάστασιν ὑπομείνοι. Ὁ δὲ Μάξιμος μετὰ τὴν Ἀετίου ἀναίρεσιν παρὰ τὸν Βαλεντινιανὸν ἐφοίτα, ὡς ἂν ἐπὶ τὴν ὕπατον ἀρχὴν προαχθείη· ταύτης δὲ διαμαρτὼν τῆς πατρικιότητος τυχεῖν ἐβούλετο· ἀλλ' οὐδὲ ταύτης ὁ Ἡράκλειος τῆς ἐξουσίας συνεχώρει· ἐκ τῆς αὐτῆς γὰρ ὁρμώμενος, τὰς τοῦ Μαξίμου ἀνέκοπτεν ὁρμὰς, παραπείθων τὸν Βαλεντινιανὸν, ἀπηλλαγμένον τῆς Ἀετίου βαρύτητος, μὴ χρῆναι τὴν ἐκείνου πάλιν εἰς ἐκείνους μεταφέρειν δύναμιν. Ἐντεῦθεν ὁ Μάξιμος ἀμφοτέρων διαμαρτὼν ἐχαλέπαινεν, καὶ τὸν Ὀπτήλαν καὶ Θραυστήλαν μεταπεμψάμενος, ἄνδρας Σκύθας καὶ κατὰ πόλεμον ἀρίστους, σὺν Ἀετίῳ δὲ στρατευσαμένους, καὶ Βαλεντινιανῷ προσοικειωθέντας, ἐς λόγους ἦλθε, καὶ πίστεις δοὺς καὶ λαβὼν, τὸν βασιλέα ἐν αἰτίᾳ ἐτίθετο τοῦ φόνου τοῦ Ἀετίου ἕνεκα, καὶ μετιέναι αὐτὸν ἄμεινον ἐδίδασκεν· ἔσεσθαι γὰρ αὐτοῖς τὰ
Unit 20 rem close§u20-rem-close
u20-rem-closeRem CLOSEOUT: Unit 20 CLOSEOUT.
Greek · §u20-rem-close
μέγιστα ἀγαθὰ ἐν δίκῃ τῷ πεσόντι τιμωροῦσιν. 5. Ἡμερῶν δὲ διαγενομένων οὐ πολλῶν, ἐδόκει τῷ Βαλεντινιανῷ ἱππασθῆναι κατὰ τὸ Ἄρεος πεδίον, ὀλίγοις ἅμα δορυφόροις, καὶ τοῖς περὶ τὸν Ὀπτήλαν καὶ Θραυστήλαν. Ὡς δὲ ἀποβὰς τοῦ ἵππου, ἐπὶ τὴν τοξείαν ἐχώρει, ἔνθα δὴ ἐπέθεντο Ὀπτήλας καὶ οἱ περὶ αὐτόν. Καὶ ὁ μὲν Ὀπτήλας κατὰ τοῦ κροτάφου παίει τὸν Βαλεντινιανόν· ἐπιστραφέντα δὲ ἰδεῖν τὸν πατάξαντα, δευτέραν κατὰ τῆς ὄψεως ἐπαγαγὼν, καταβάλλει. Ὁ δὲ θραυστήλας τὸν Ἡράκλειον καθεῖλεν, καὶ ἄμφω τε τὸ διάδημα τοῦ βασιλέως καὶ τὸν ἵππον λαβόντες, ἐς τὸν Μάξιμον ἀπέτρεχον· ** εἴτε δὲ καὶ τὴν ἐν τοῖς πολέμοις τῶν ἀνδρῶν δόξαν τῶν παρόντων ἐπτοημένων, ἀκίνδυνος αὐτοῖς ἡ ἐπιχείρησις ἦν. ∆αιμόνιον δέ τι ἐπὶ τῷ Βαλεντινιανοῦ θανάτῳ συνέβη. Μελισσῶν γὰρ ἐσμὸς ἐπιγενόμενος τὸ ἐς τὴν γῆν ἀπ' αὐτοῦ ῥυὲν αἷμα ἀνιμήσατο καὶ ἅπαν ἐμύζησεν. Τελευτᾷ μὲν οὖν ὁ Βαλεντινιανὸς, ἔτη βιώσας ἑπτὰ καὶ τριάκοντα. 6. Τὸ ἐντεῦθεν δὲ ἡ Ῥώμη ἐν θορύβῳ καὶ ταραχαῖς ἦν, τά τε στρατιωτικὰ διῃρεῖτο πλήθη, τῶν μὲν τὸν Μάξιμον βουλομένων παράγειν ἐς τὴν ἀρχὴν, τῶν δὲ Μαξιμιανὸν ἐσπουδακότων χειροτονεῖν· ὃς ἦν μὲν πατρὸς ∆ομνίνου, Αἰγυπτίου πραγματευτοῦ, εὐημερήσαντος δὲ κατὰ τὴν Ἰταλίαν, καὶ τῷ Ἀετίῳ τὴν τοῦ δομεστίκου διακονούμενος χρείαν· τῷ δὲ Μαιουρίνῳ ἐσπουδάκει καὶ Εὐδοξία ἡ τοῦ Βαλεντινιανοῦ γαμετὴ γενομένη· ἀλλὰ τῇ τῶν χρημάτων χορηγίᾳ ὁ Μάξιμος περιὼν, τῶν βασιλείων ἐκράτει. Οἰηθεὶς δὲ βεβαίαν αὐτῷ ἔσεσθαι τὴν ἀρχὴν, βιάζεται τὴν Εὐδοξίαν, θάνατον ἀπειλῶν. Οὕτω μὲν οὖν Μάξιμος ἐπὶ τὴν Ῥωμαίων ἡγεμονίαν ἦλθε. Καὶ Γιζέριχος, ὁ τῶν Βανδήλων ἄρχων, τὴν Ἀετίου καὶ Βαλεντινιανοῦ ἀναίρεσιν ἐγνωκὼς, ἐπιτίθεσθαι ταῖς Ἰταλίαις καιρὸν ἡγησάμενος, ὡς τῆς μὲν εἰρήνης θανάτῳ τῶν σπεισαμένων λυθείσης, τοῦδε εἰς τὴν βασιλείαν παρελθόντος μὴ ἀξιόχρεων κεκτημένου δύναμιν, οἱ δέ φασι καὶ ὡς Εὐδοξίας τῆς Βαλεντινιανοῦ γαμετῆς ὑπὸ ἀνίας διὰ τὴν τοῦ ἀνδρὸς ἀναίρεσιν καὶ τὴν τῶν γάμων ἀνάγκην, λάθρα ἐπικαλεσαμένης αὐτὸν, σὺν πολλῷ στόλῳ καὶ τῷ ὑπ' αὐτὸν ἔθνει ἀπὸ τῆς Ἄφρων ἐς τὴν Ῥώμην διέβαινεν. Ἐπειδὰν δὲ ἐν τῷ Ἀζέστῳ (τόπος δὲ οὗτος τῆς Ῥώμηςἐγγύς) τὸν Γιζέριχον ὁ Μάξιμος ἔγνω στρατοπεδευόμενον, περιδεὴς γενόμενος, ἔφευγεν ἵππῳ ἀναβὰς, καὶ αὐτῶν τῶν βασιλικῶν δορυφόρων καὶ τῶν ἀμφ' αὐτὸν ἐλευθέρων οἷς μάλιστα ἐκεῖνος 78 ἐπίστευεν, ἀπολιπόντων, οἳ ὁρῶντες ἐξελαύνοντα ἐλοιδόρουν τε καὶ δειλίαν ὠνείδιζον· τῆς δὲ πόλεως ἐξιέναι μέλλοντα βαλών τις λίθῳ κατὰ τοῦ κροτάφου ἀνεῖλε· καὶ τὸ πλῆθος ἐπελ θὸν τόν τε νεκρὸν διέσπασε, καὶ τὰ μέλη ἐπὶ κόντῳ φέρων ἐπαιωνίζετο. Ταύτης μὲν οὖν ἐκεῖνος ἔτυχε τῆς τοῦ βίου καταστροφῆς· ἐπὶ τῇ τυραννίδι μηνῶν αὐτῷ διαγενομένων τριῶν. Ἐν τούτῳ δὲ καὶ Γιζέριχος ἐς τὴν Ῥώμην ἐσέβαλε. 202 Ibid.: Ὅτι Ἀβίτου βασιλεύσαντος τῆς Ῥώμης, καὶ λιμοῦ κατὰ τὸν αὐτὸν καιρὸν γενομένου, ἐν αἰτίᾳ τὸν Ἄβιτον ὁ δῆμος ποιησάμενος, ἠνάγκασε τοὺς ἐκ Γαλατίας αὐτῷ συνεισφρήσαντας συμμάχους ἀπάγειν τῆς Ῥωμαίων πόλεως. Ἀπέπεμπε δὲ καὶ τοὺς Γότθους, οὓς ἐπὶ τῇ σφετέρᾳ ἐπήγετο φυλακῇ, χρημάτων αὐτοῖ ποιησάμενος διανομὴν ἐκ τῶν δημοσίων ἔργων, τοῖς ἐμπόροις χαλκὸν ἀποδόμενος· οὐ γὰρ χρυσίον ἐν τοῖς βασιλικοῖς ταμείοις ἔτυχεν ὄν· ὅπερ τοὺς Ῥωμαίους πρὸς στάσιν διανέστησεν, ἀφῃρημένους τοῦ τῆς πόλεως κόσμου. Περιφανῶς δὲ καὶ ὁ Μαιουρῖνος καὶ ὁ Ῥεκίμερ ἐπανίσταντο, τοῦ ἐκ τῶν Γότθων ἀπηλλαγμένοι δέους, ὥστε αὐτὸν, πῇ μὲν τὰς ἐμφυλίους ταραχὰς, πῇ δὲ τοὺς τῶν Βανδήλων πολέμους ὑφοραθέντα, ὑπεξελθεῖν τῆς Ῥώμης, καὶ ἔχεσθαι τῆς ἐπὶ Γαλατίαν ὁδοῦ. Ἐπιθέμενοι δὲ αὐτῷ κατὰ τὴν ὁδὸν, Μαιουρῖνός τε καὶ Ῥεκίμερ, εἰς τέμενος φυγεῖν κατηνάγκασαν, ἀπαγορεύοντα τῇ ἀρχῇ, καὶ τὴν βασίλειον ἀποδυσάμενον στολήν. Ἔνθα οἱ περὶ τὸν Μαιουρῖνον οὐ πρότερον τῆς πολιορκίας ἀπέστησαν, πρὶν ἢ λιμῷ πιεσθεὶς τὸν βίον ἀπέλιπε, ὀκτὼ ἐπὶ τῆς βασιλείας διαγενομένων μηνῶν· οἱ δέ φασι ὅτι ἀπεπνίγη. Καὶ τοῦτο μὲν Ἀβίτῳ τοῦ βίου τέλος καὶ τῆς βασιλείας ἐγένετο. 203 ΛΕΩΝ. Ibid.: Ὅτι Μαιουρῖνος, ὁ τῶν Ἑσπερίων βασιλεὺς, ὡς αὐτῷ οἱ ἐν Γαλατίᾳ Γότθοι σύμμαχοι κατέστησαν, καὶ τὰ παροικοῦντα τῇ ἑαυτοῦ ἐπικρατείᾳ ἔθνη τὰ μὲν λόγοις, τὰ δὲ ὅπλοις παρεστήσατο· καὶ ἐπὶ τὴν Λιβύην σὺν πολλῇ διαβαίνειν ἐπειρᾶτο δυνάμει, νηῶν ἀμφὶ τὰς τʹ αὐτῷ ἠθροισμένων· καὶ ἐπὶ συνθήκαις αἰσχραῖς καταλύσας τὸν πόλεμον, ἐπανεζεύγνυεν. Ἤδη δὲ ἐς τὴν Ἰταλίαν διαβεβηκότι ὁ
Historia Chronike Unit 21 opening§u21-open
u21-openUnit 21.
Lemma-led open — Ῥεκίμερ θάνατον ἐπεβούλευσεν. Ὁ μὲν γὰρ τοὺς συμμάχους μετὰ τὴν ἐπάνοδον ἀποπέμψας, σὺν το
Greek · §u21-open
Ῥεκίμερ θάνατον ἐπεβούλευσεν. Ὁ μὲν γὰρ τοὺς συμμάχους μετὰ τὴν ἐπάνοδον ἀποπέμψας, σὺν τοῖς οἰκείοις ἐπὶ τὴν Ῥώμην ἐπανήρχετο. Οἱ δὲ περὶ τὸν Ῥεκίμερα συλλαβόντες αὐτὸν, τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος ἐγύμνωσαν, πληγάς τε ἐντείναντες, τῆς κεφαλῆς ἀπετέμνοντο. Τοῦτο μὲν τῷ Μαιουρίνῳ τῆς τοῦ βίου καταστροφῆς γίνεται τὸ τέλος. 204 Ibid.: Ὅτι ὁ Γιζέριχος ἐπόρθει τὰς Ἰταλίας, βουλόμενος βασιλεῦσαι τῶν Ἑσπερίων Ὀλύβριον διὰ τὴν ἐξ ἐπιγαμίας συγγένειαν. Οὐκ ἐποιεῖτο δὲ προφανῆ τοῦ πολέμου αἰτίαν, τὸ μὴ τὸν Ὀλύβριον ἐς τὰ τῆς Ἑσπερίας διαβῆναι βασίλεια, ἀλλὰ τὸ μὴ τὴν Βαλεντινιανοῦ καὶ Ἀετίου δεδόσθαι αὐτῷ περιουσίαν, τὴν μὲν, ὀνόματι Εὐδοκίας, ἣν ὁ τούτου παῖς εἶχε, τὴν δὲ, ὡς Γαυδεντίου παιδὸς διάγοντος παρ' αὐτῷ. 205 ιβιδ.: Ὅτι ἐπὶ Ἀνθεμίου καὶ Λέοντος τῶν βασιλέων Οὔλλιβος ὑπὸ Ἀναγάστου ἀνῃρέθη κατὰ τὴν Θρᾴκην, ἀμφότεροι τοῦ Σκυθικοῦ γένους, καὶ πρὸς τὸ νεωτερίζειν ἐπιτήδειοι. 206 Ibid.: Ὅτι τῶν Ἰσαύρων ἐν τῇ Ῥοδίων νήσῳπρὸς ἁρπαγὴν τραπέντων καὶ φόνους ἐργασαμένων, οἱ στρατιῶται τούτους διεχειρίσαντο. Καὶ οἱ μὲν ἐπὶ τὰς ναῦς φυγόντες ἐπὶ τὴν Κωνσταντίνου ἅμα Ζήνωνι τῷ ἐπὶ θυγατρὶ τοῦ βασιλέως γαμβρῷ παραγενόμενοι, καὶ τοὺς τὴν ἀγορὰν προτιθέντας διαθορυβοῦντες, τὸν δῆμον εἰς λιθοβολίας διανέστησαν. Ἐμφυλίου δὲ ἐντεῦθεν κινηθέντος πολέμου, νὺξ ἐπιλαβοῦσα τὴν στάσιν διέλυσεν. 2. Καὶ κατὰ τοῦτον τὸν χρόνον Ἀναγάστης, ὁ τῶν Θρᾳκίων τελῶν ἔξαρχος, πρὸς τὸ νεωτερίζειν ἀρθεὶς, τὰ Ῥωμαίων ἐπέτρεχε φρούρια. Αἰτία δὲ τῆς αὐτοῦ διαφορᾶς ἐλέγετο, ὡς Ἰορδάνου τοῦ Ἰωάννου παιδὸς, ὅνπερ Ἀνεγίσκλος ὁ Ἀναγάστου πατὴρ ἀνῃρήκει, ἐς τὴν ὕπατον ἀνιέντος τιμὴν, τὴν (γὰρ) ἐπ' αὐτῷ γενομένην ὁ Ἀναγάστης οὐκ ἐδέξατο ψῆφον, ὡς ἐπιληψίαν νοσῶν τε καὶ δεδιὼς (φησὶ) μήποτε ἐν τῷ τῆς γερουσίας αἶσχος ἀπενέγκοιτο τῷ πάθει, ἂν οὕτω τύχοι. Ἄλλοι δέ φασι αὐτὸν χρημάτων 79 ἐφιέμενον, ἐς τὴν ἐπανάστασιν χωρεῖν. Πολλῆς δὲ τῆς περὶ αὐτοῦ γενομένης ὑποψίας, τέλος ἐκ τῆς βασιλικῆς αὐλῆς σταλέντες τινὲς, ἔπεισαν αὐτὸν παύσασθαι τῆς ἐπιχειρήσεως. Ὁ μὲν οὖν Ἀρδαβούριον, τὸν Ἄσπαρος, αἴτιον τῆς τυραννίδος ἀπέφηνε, καὶ τὰ τούτου γράμματα παρὰ τὸν βασιλεύοντα ἔπεμπεν. –Ὁ δὲ τοῦ βασιλέως γαμβρὸς Ζήνων, τὴν ὕπατον ἔχων ἀρχὴν, ἔστελλε τοὺς τὸν Ἰνδακὸν ἀποστήσοντας ἀπὸ τοῦ λεγομένου Παπιρίου λόφου. Τοῦτον γὰρ πρῶτος Νέων ἐφώλευε· μεθ' ὃν Παπίριος καὶ ὁ τοῦδε παῖς Ἰνδακὸς, τοὺς προσοίκους ἅπαντας βιαζόμενοι, καὶ τοὺς διοδεύοντας ἀναιροῦντες. Ἐστέλλετο δὲ καὶ κατὰ Ζάνων βοήθεια, ληιζομένων τὰ περὶ τὴν Τραπεζοῦντα χωρία. ∆ιανέστη δὲ τότε πρὸς πόλεμον καὶ τὸ Γότθων ἔθνος, Γαλατίαν τὴν πρὸς Ἑσπέρας νεμόμενον· οἵπερ πάλαι μὲν Ἀλλαρίχου ὠνομάζοντο· ἔτι γε μὴν καὶ τὸ ἐν Παιονίᾳ βαρβαρικὸν πλῆθος, πρότερον μὲν ὑπὸ Βαλίμερι, μετὰ δὲ τὴν ἐκείνου ἀναίρεσιν ὑπὸ Θευδόμερι ταττόμενον, τῷ Βαλίμερος ἀδελφῷ. 207 Ibid.: Ὅτι ὁ τῶν Ἑσπερίων βασιλεὺς Ἀνθέμιος, νόσῳ περιπεσὼν ὑπὸ μαγγανείας χαλεπῇ, πολλοὺς ἐπὶ τούτῳ ἁλόντας ἐκόλασε· μάλιστα Ῥωμανὸν, ἐν τῇ τοῦ μαγίστρου ἀρχῇ τελέσαντα καὶ ἐν τοῖς πατρικίοις ἐγγεγραμμένον, ἐπιτήδειόν τε ἐς τὰ μάλιστα ὄντα τῷ Ῥεκίμερι· δι' ὃ ἀνιαθεὶς τῆς τε Ῥώμης ἐξῆλθε, καὶ ἑξακισχιλίους ἄνδρας ἐς τὸν κατὰ Βανδήλων πόλεμον ὑπ' αὐτὸν ταττομένους ἀνεκαλέσατο. 208 ιβιδ.: Ὅτι ἐπὶ Λέοντος τοῦ βασιλέως Ἰορδάνης ὁ τῆς ἑῴας στρατηγὸς καὶ ὕπατος, εἰς ἔσχατον ἦλθε κινδύνου· ἅμα δὲ αὐτῷ Μισαὴλ (Μιχαὴλ?) καὶ Κοσμὰς τῶν βασιλείων ὄντες θαλαμηπόλοι, ὅτι τὰ βασίλεια φυλάττειν καταλελησμένοι, τοῦ βασιλέως ἔξω διαιτωμένου, Ἰορδάνῃ τὰ ἔνδον ἱστορῆσαι βουληθέντι ἐφῆκαν. 209 Ibid.: Ὅτι ὁ Ῥεκίμερ εἰς διαφορὰν πρὸς τὸν Ἀνθέμιον καταστὰς, τὸν βασιλέα τῶν Ἑσπερίων, καὶ ταῦτα θυγατέρα αὐτοῦ κατεγγυηθεὶς Ἀλυπίαν, ἐμφύλιον ἔνδον τῆς πόλεως συνεκρότησε πόλεμον, ἐπὶ
Unit 21 rem early§u21-rem-early
u21-rem-earlyRem early: Unit 21; lemma and argument toward the thesis.
Greek · §u21-rem-early
μῆνας θʹ (λ. εʹ)· καὶ Ἀνθεμίῳ μὲν συνεμάχουν οἵ τε ἐν τέλει καὶ ὁ δῆμος, τῷ δὲ Ῥεκίμερι τὸ τῶν οἰκείων βαρβάρων πλῆθος. Συνῆν δὲ καὶ Ὀδόακρος, γένος ὢν τῶν προσαγορευομένων Σκίρων, πατρὸς δὲ Ἰδικῶνος, καὶ ἀδελφὸς Ὀνοούλφου καὶ Ἁρματίου, σωματοφύλακός τε καὶ σφαγέως γενομένου. Καὶ ὁ μὲν Ἀνθέμιος κατῴκει ἐν τοῖς βασιλείοις· ὁ δὲ Ῥεκίμερ τὰ περὶ τὸν Τίβεριν διαφράξας, λιμῷ τοὺς ἔνδον ἐβιάζετο. Ἐντεῦθεν αὐτοῖς συμβολῆς γενομένης, πολὺ τῆς Ἀνθεμίου κατέπεσε μοίρας· τοὺς δὲ λοιποὺς ὁ Ῥεκίμερ παραστησάμενος δόλῳ, βασιλέα τὸν Ὀλύβριον ἀποδείκνυσιν. Πέντε γοῦν διόλου μῆνας ἐμφύλιος τῆς Ῥώμης ἐπεκράτει πόλεμος· ἄχρις οὗ τῶν περὶ τὸν Ἀνθέμιον ἐνδόντων τοῖς βαρβάροις καὶ τὸν βασιλεύοντα γυμνὸν καταλιπόντων, αὐτοῖς τοῖς πτωχεύουσιν ἀναμιχθεὶς, ἐν τοῖς πρόσφυξι τοῦ μάρτυρος Χρυσογόνου γίνεται. Ἐκεῖ τε τῆς κεφαλῆς ἀποτέμνεται ὑπὸ Γονδουβάνδου τοῦ Ῥεκίμερος ἀδελφοῦ, βασιλεύσας ἔτη πέντε, μῆνας γʹ, ἡμέρας ὀκτωκαίδεκα. 2. Ὁ δὲ Ῥεκίμερ αὐτὸν μὲν βασιλικῆς ἠξίωσε ταφῆς, τὸν δὲ Ὀλύβριον ἐπὶ τὴν βασιλείαν ἀνήγαγεν (αὐτόν). Ὀλυβρίου δὲ κατὰ τὸν εἰρημένον τρόπον τὴν Ῥω μαίων παρειληφότος ἀρχὴν, Ῥεκίμερ ἡμερῶν εἴσω λʹ καταλύει τὸν βίον, αἵματος αὐτῷ πλείστου ἐξεμεθέντος. Ὀλύβριος δὲ μετὰ τοῦτον ιγʹ μόνας ἐπιβιοὺς ἡμέρας, ὑδέρῳ συσχεθεὶς μεταλλάττει τοῖς βασιλεῦσιν ἐναριθμηθεὶς εἰς μῆνας ἕξ. Τὴν δὲ τοῦ Ῥεκίμερος ὑπεισελθὼν Γουνδουβάλης, ἀνεψιὸς ὢν αὐτοῦ, Γλυκέριον, τὴν τοῦ Κόμητος τῶν δομεστίκων ἀξίαν ἔχοντα, ἐπὶ τὴν βασιλείαν ἄγει. Γνοὺς δὲ Λέων ὁ τῶν Ἑῴων βασιλεὺς τὴν τοῦ Γλυκερίου ἀναγόρευσιν, ἐπιστρατεύει κατ' αὐτοῦ, Νέπωτα στρατηγὸν ἀποδείξας. Ὃς ἐπειδὴ τὴν Ῥώμην κατέλαβεν, ἀμαχεὶ τὸν Γλυκέριον ἐχειρώσατο, καὶ τῶν βασιλείων ἐξώσας ἐπίσκοπον Σάλωνος προχειρίζεται, ηʹ μῆνας ἐντρυφήσαντα τῇ ἀρχῇ. Εὐθὺς γοῦν ὁ Νέπως βασιλεὺς ἀναδειχθεὶς, ἦρχε τῆς Ῥώμης. 80 210 ΖΕΝΩΝ. Ibid.: Ὅτι ἐπὶ Ζήνωνος τοῦ βασιλέως Θευδέριχος ὁ Τριαρίου, τὴν στρατηγίδα τῶν Θρᾳκίων διέπων, Ἡράκλειον τὸν Φλώρου πρὸς τὸ Χερρονήσου τεῖχος ἀνεῖλεν, καὶ τῆς πρὸς Ῥωμαίους ὑπακοῆς καταφρονήσας, ἐμφανῶς εἰς πόλεμον ὥρμησεν. Βοηθήσων τοίνυν τοῖς ἐκεῖσε ὁ Ἰλλοῦς σταλεὶς ὑπὸ Ζήνωνος, πολλὴν ὠφέλειαν ἐπεδείξατο. Ἀναμιχθεὶς δὲ Βασιλίσκῳ καὶ συνδιατρίψας αὐτῷ, κοινωνὸν τῆς κατὰ τοῦ βασιλέως ποιεῖται βουλῆς. Καὶ δὴ καὶ Ἁρμάτιον προστεθῆναι αὐτοῖς ὑποσχομένου Βασιλίσκου, γράμματα λαβὼν ὁ Ἰλλοῦς πρὸς τὸν Ἁρμάτιον, ἐς τὴν Κωνσταντίνου πόλιν ἐπανῆκεν. Ὁ δὲ αὐτίκα εἰσηγεῖτο Βηρίνῃ ἄνδρα ποιησαμένῃ Πατρίκιον, τὸν ἀπὸ τῆς ἀρχῆς τοῦ μαγίστρου, τῆς αὐτοκράτορος ἐπιλαβέσθαι ἐξουσίας, μηδὲ ἑτέρῳ ταύτην προεῖσθαι. Ἥδε καὶ ἐξ αὐτῆς τούτου ἐφιεμένη ῥᾷστά τε ἐπέκλινε πρὸς τὰ εἰρημένα, καὶ τὴν πρώτην τῆς ἱπποδρομίας θέαν τοῦ Ζήνωνος συντελοῦντος, στέλλει τινὰ πρὸς αὐτὸν, ἥκειν θᾶττον αὐτὸν παρακελευσαμένη. Ὡς δὲ καταλιπὼν ἅπαντα Ζήνων πρὸς αὐτὴν ἐγένετο, ἔφη ταχεῖαν αὐτοῖς δεῖν φυγὴν, ἢ γενέσθαι ὑπὸ τοῖς ἀναιροῦσιν· ἁπάντων γὰρ εἰς τοῦτο συνεληλυθέναι τὴν γνώμην. Ὁ μὲν οὖν Ζήνων εἰς οὐδὲν ἀναβαλλόμενος, ὡς ἤκουσεν ὡς δέον αὐτοὺς ἀποδρᾶναι, νύκτωρ ἅμα τῇ γαμετῇ Ἀριάδνῃ καὶ τῇ αὐτοῦ μητρὶ Λαλλίδι ἀναλαβὼν πάντα ὁπόσα τοῖς βασιλείοις κειμήλια ἦν ἔν τε ἐσθῆτι καὶ τῷ ἄλλῳ κόσμῳ, ἐνάτῃ τῆς ὑπατείας ἡμέρᾳ, περαιωθεὶς κατὰ Χαλκηδόνα σὺν πολλοῖς τῶν Ἰσαύρων ᾤχετο, ἡμιόνοις καὶ ἵπποις χρώμενος. 211 Ibid.: Ὅτι μετὰ τὴν ἐπάνοδον Ζήνωνος, φωραθέντες τινὲς ἐπὶ προφάσει τυραννίδος ἀπώλοντο. Οὔπω δὲ τοῦ πρώτου διαγενομένου ἐνιαυτοῦ ἐκ τῆς ἐπανόδου Ζήνωνος, μικροῦ πρὸς διαφορὰν ἤλασαν Ἰλλοῦς τε καὶ αὐτὸς, ἐκ τοῦ κρατηθῆναι Παῦλον, τὸν τοῦ βασιλέως οἰκέτην, πρόκωπον ἔχοντα ξίφος εἰς ἐπιβουλὴν Ἰλλοῦ. Ἀλλὰ τότε μὲν ὁ Ζήνων ἐθεράπευσε τὸ δεινὸν, ἐκδοὺς εἰς τιμωρίαν τὸν παῖδα. Τῷ δὲ ἐπιόντι ἐνιαυτῷ (478), ὑπάτου μὲν ἀποδεδειγμένου Ἰλλοῦ, καὶ πρὸς τὴν ἐπανόρθωσιν τῆς βασιλικῆς ἐσπουδακότος στοᾶς, ἑτέρα τις κατ' αὐτοῦ γίνεται ἐπιβουλὴ, ἐξ αἰτίας τοιᾶσδε. Βάρβαρός τις Ἀλανὸς τὸ γένος, κατὰ τὴν τοῦ μαγίστρου σχολὴν ἐπελθὼν τῷ Ἰλλοῦ ξιφήρης συνέχεται, καὶ βασάνοις ὑποπεσὼν, ἐξ ὑποθήκης Ἐπινίκου τὸ πραχθὲν ὡμολόγησεν. Οὗτος δὲ ἦν γένος μὲν Φρὺξ, ἐν δὲ τοῖς τὰ συμβόλαια τελοῦσι τεταγμένος, Οὐρβικίῳ δὲ τῷ τῶν θείων αὐλῶν προκοίτῳ ἐκ τινος περιπετείας γνωρισθεὶς, καὶ τὴν ὅλην αὐτῷ περιουσίαν διῳκηκὼς, καὶ πρός γε τῇ Βηρίνῃ ᾠκειωμένος ἐπὶ τὴν τῶν πριβάτων ἀνέδραμεν ἀρχὴν, ἐκεῖθέν τε καὶ τῶν βασιλείων θησαυρῶν, καὶ πρὸς τὸν ὕπαρχον ἀνέβη
Unit 21 rem mid§u21-rem-mid
u21-rem-midRem mid: Unit 21; lemma continues; reading with the letter.
Greek · §u21-rem-mid
θρόνον. Οὗ δὴ διελεγχθέντος, ὁ Ἰλλοῦς, ὡς ἦν πρὸς τὸ θησαυρίζειν τὰς ὀργὰς ἐπιτήδειος, καὶ τοῦτο διαφῆκεν, οὐδὲ τὸν ἁλόντα κρατήσας. 2. Τότε μὲν οὖν ὁ Ζήνων τὸν Ἐπίνικον ἐξ αὐτοῦ καθελὼν τοῦ θρόνου, καὶ τῆς οὐσίας καὶ τῆς ἀξίας ἐγύμνωσε, θεραπεῦσαι τὸν Ἰλλοῦν ἐσπουδακὼς, καὶ τὸν Θευδέριχον προχειρίζεται, τὸν ἐπιλεγόμενον Στραβὸν, δωρεαῖς τε αὐτὸν πολλαῖς σύμμαχον καὶ φίλον ἐποιήσατο. Ὁ δὲ Ἰλλοῦς τὸν μὲν Ἐπίνικον κατὰ τὴν Ἰσαυρων ἔπεμψε φυλάττεσθαι, αὐτὸς δὲ λαβόμενος τοῦ τεθνάναι οἱ τὸν ἀδελφὸν Ἀσπάλιον, ἔξοδον αἰτήσας παρὰ τοῦ βασιλέως, ἀφορμήθη. Καὶ κατὰ τὴν ἐνεγκαμένην γενόμενος, καὶ τῷ Ἐπινίκῳ ἐντυχὼν, καὶ γνοὺς ἐξ αὐτοῦ τὰ τῆς ἐπιβουλῆς αὐτῷ ὑπὸ Βηρίνης συνταγέντα, προσεποιήσατο ἄχρις οὗ Ζήνων, μεταπεμψάμενος αὐτὸν, ἐκ τῆς συμβάσης ὑπὸ σεισμῶν συμφορᾶς *. Ὡς δὲ τὸν Παμπρέπιον ἐπαγόμενος Ἰλλοῦς, ἄνδρα ἐκ τῆς Πανὸς ὡρμημένον πόλεως Αἰγύπτου, γραμματικὴν δὲ μετιόντα, καὶ ἐκ πολλοῦ κατὰ 81 τὴν Ἑλλήνων οἰκήσαντα, ἧκεν· πρῶτα μὲν αὐτὸν Ζήνων ἀποδέχεται σὺν πᾶσι τοῖς τέλεσι πρὸ πεντήκοντά που σταδίων τῆς Χαλκηδόνος· ἔπειτα τὰ ἐκ τοῦ Ἐπινίκου λεχθέντα ἀπαγγείλας, καὶ διαλογισάμενος οὐκ ἀσφαλὲς εἶναι αὐτῷ ἐπιβαίνειν τῇ Κωνσταντίνου, ἐξαιτεῖ τὴν Βηρίναν· καὶ λαβὼν αὐτὴν παρὰ τοῦ Ζήνωνος ἔκδοτον, Ματρωνιανῷ κατατίθεται τῷ τῆς ἑαυτοῦ γαμετῆς ἀδελφῷ· ὃς ἐπὶ τὴν Ἰσαυρίαν σὺν πλήθει πολλῷ ταύτην ἀγαγὼν, ἐν τῇ κατὰ Ταρσὸν ἐκκλησίᾳ καθιεροῖ, ἐκεῖθέν τε ἐς ∆αλίσανδον ἐφρούρει. 3. Καὶ ὁ Ἰλλοῦς ἅμα Ζήνωνι καὶ τῇ βασιλίδι ἐς τὴν Κωνσταντίνου πόλιν παραγενόμενος, παραυτίκα τῷ Ἐπινίκῳ τὴν κάθοδον διεπράξατο, τῆς καταμηνύσεως χάριν. Τῷ δὲ Παμπρεπίῳ τὸ λοιπὸν ἐν πάσῃ εὐροίᾳ τὰ πράγματα ἦν, τιμηθέντι καὶ τῇ τοῦ κοιαίστορος ἀξίᾳ. Συνέστη δὲ καὶ πόλεμος ἐμφύλιος πρὸς τῷ τέλει τῆς Ζήνωνος ὑπατείας (479), ὑπὸ Μαρκιανοῦ καὶ Προκοπίου τῶν ἀδελφῶν, διὰ τὴν πρόφασιν Βηρίνης. Καὶ πλῆθος ἀθροίσαντες βαρβάρων ἅμα πολλοῖς τῶν πολιτῶν πρὸς τὴν Καισαρίου λεγομένην οἰκίαν στρατοπεδεύουσιν· ἐκεῖθέν τε ὁ μὲν ἐν τοῖς βασιλείοις κατὰ τοῦ Ζήνωνος ἐπανίσταται, ὁ δὲ ἕτερος κατὰ Ἰλλοῦ ἐν τοῖς λεγομένοις Οὐαράνου. Ἄρτι τε τῆς ἡμέρας μεσούσης, καὶ τῶν βασιλείων ἠρεμούντων, ἐφίσταται κατὰ τὴν τοῦ ∆έλφακος στοὰν, ἐν ᾗ οἱ ∆ελφικοὶ κίονες ἑστήκασι, ποικίλου χρώματος ὄντες. Καὶ συμπεσόντες τοῖς φρουροῖς, πολλοὺς διεχειρίσαντο τῶν ἔνδον, καὶ αὐτοῦ δὲ τοῦ βασιλέως ἐκράτησαν ἂν, εἰ μὴ μικρὸν ἀποδρὰς διεσώθη. Συνεμάχουν δὲ τούτοις Βουσαλβός τις ἡγούμενος στρατιωτικοῦ τάγματος, καὶ Νικήτας καὶ ὁ Τριαρίου Θευδέριχος. Καὶ ὁ τῆς πόλεως ὅμιλος ἐκ τῶν δωμάτων διὰ πάσης ὕλης ἐχώρει κατὰ τῶν ὑπὲρ τοῦ βασιλέως ἀγωνιζομένων. Ἄχρι μὲν οὖν φῶς ἦν, οἱ περὶ τὸν Μαρκιανὸν ἐνίκων· ἐπιλαβομένης δὲ τῆς νυκτὸς, Ἰλλοῦς διὰ προνοίας τοὺς ἐκ τῆς Χαλκηδόνος Ἰσαύρους πωλιανοῖς διεβίβασε πλοίοις, τῶν ἐκεῖσε διαπορθμευόντων ὑπὸ τοῦ Μαρκιανοῦ προκαταλελημμένων, ἅτε καὶ κυρίου ὄντος τοῦ ἐκεῖσε λιμένος. Καὶ τῇ ὑστεραίᾳ τοῦ βασιλέως τοὺς ἐν τέλει πάντας συναγαγόντος, καὶ ἐπισχόντος ἐν ταῖς βασιλείοις αὐλαῖς, εἶτα καὶ στρατιωτικὴν ἐπαφέντος χεῖρα, τρέπεται τὸ τοῦ Μαρκιανοῦ μέρος, καὶ φεύγει, πολλῶν ἐξ ἑκατέρων ἀναιρεθέντων. Ὀλίγοι δέ τινες τῶν φυγάδων καὶ τὴν Ἰλλοῦ ἐπίμπρασαν οἰκίαν. 4. Ὁ μὲν οὖν Ζήνων, τῆς ἐμφυλίου ταραχῆς πεπαυμένης, τὸν Μαρκιανὸν ἐν τοῖς λεγομένοις πρεσβυτέροις κατατάττει, καὶ εἰς τὴν Καππαδοκῶν Καισάρειαν ἐλαύνει, καὶ τὴν τούτου γυναῖκα Λεοντίαν ἐν τοῖς λεγομένοις Ἀκοιμήτοις φυγοῦσαν καταλιμπάνει, τοὺς δὲ λοιποὺς πρὸς Θευδέριχον ἀποδράντας ἀφαιρεῖται τῶν ὑπαρχόντων. Κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ ὁ ἕτερος Θευδέριχος, ὁ Οὐαλίμερος ἐπὶ τὴν νέαν Ἤπειρον ἐκδραμὼν, ἐγκρατὴς γίνεται πόλεως ∆υρραχίου, Ἴσαυροί τε Κώρυκον καὶ Σεβαστὴν τῆς Κιλικίας εἷλον. Καὶ Μαρκιανὸς δὲ ἀποδρὰς τοὺς φρουροῦντας, καὶ σὺν πολλῷ πλήθει γεωργικῷ ἐπελθὼν τῇ κατὰ Γαλατίαν Ἀγκύρᾳ, ἀπεκρούσθη, Τροκούνδου προκαταλαβόντος τὸ χωρίον, καὶ διὰ τῶν αὐτοῦ δορυφόρων κρατηθέντα τοῦτον ἅμα γυναικὶ καὶ παισὶν εἴς τι φρούριον τῶν ἐν Ἰσαυρίᾳ καταστῆσαι *. Ὅθεν ὁ βασιλεὺς Θευδέριχον τὸν Τριαρίου παραλύσας τῆς ἀρχῆς, Τροκούνδην προχειρίζεται, καὶ Ἀέτιον τῶν ἐν Ἰσαυρίᾳ τελῶν προκαθίζει. Ἐν ᾧ χρόνῳσυνωμοσίαν ποιησάμενοι Ἐπίνικός τε καὶ ∆ιονύσιος ὕπαρχος τῆς αὐλῆς ὢν, καὶ Θραυστήλας στρατηγικὴν ἀξίωσιν ἔχων, ἁλόντες ὑπὸ τοῦ βασιλέως
Unit 21 rem close§u21-rem-close
u21-rem-closeRem CLOSEOUT: Unit 21 CLOSEOUT.
Greek · §u21-rem-close
ἐτιμωρήθησαν. Καὶ ἡ τῶν Θευδερίχων συζυγία αὖθις τὰ Ῥωμαίων ἐτάραττε, καὶ τὰς περὶ τὴν Θρᾴκην πόλεις ἐξεπόρθει, ὡς ἀναγκασθῆναι τὸν Ζήνωνα τότε πρῶτον τοὺς καλουμένους Βουλγάρους εἰς συμμαχίαν προτρέψασθαι. 5. Ἐπειδὴ δὲ Θευδέριχος ὁ Τριαρίου ἐπιτυχὼν πρὸς τοὺς Οὔνους ἔπραξε πολέμῳ, καὶ ἐπ' αὐτὴν τὴν Κωνσταντίνου πόλιν ὥρμησεν· καὶ ταύτην ῥᾳδίως ἂν ἐπηγάγετο, εἰ μὴ ὁ Ἰλλοῦς προκαταλαβὼν τὰς πύλας ἐφύλαττεν· ἐκεῖθέν τε ἐπὶ τὰς λεγομένας Συκὰς 82 διαδραμὼν, αὖθις τῆς ἐγχειρήσεως ἥμαρτεν· ὡς λοιπὸν ἐπὶ τὸν Πρὸς Ἑστίαις τόπον καὶ τὸ καλούμενον Λωσθένιον διελθεῖν, καὶ διαπορθμεύσασθαι κατὰ τὴν Βιθυνίαν ἐγχειρεῖν. Ἀλλὰ καὶ κατὰ ναυμαχίαν ἡττηθεὶς, ᾤχετο πρὸς τὴν Θρᾴκην· ἐκεῖθέν τε ἐπὶ τὴν Ἑλλάδα ἀφορ μηθεὶς σὺν τῷ παιδὶ Ῥεκιτὰχ, καὶ ἀδελφοῖς δύο καὶ γαμετῇ, Σκυθῶν τε ἀμφὶ τὰς λʹ χιλιάδας, γενόμενός τε κατὰ τὸν ∆ιομήδους καλούμενον στάβλον ἀναιρεῖται, ἐξ ἑωθινοῦ ἀναβὰς τὸν ἵππον, καὶ καταβληθεὶς ὑπ' αὐτοῦ ἐπὶ δόρατος ὀρθοῦ παρὰ τὸν τῆς σκηνῆς τοῖχον ἱσταμένου. Οἱ δὲ καὶ τὴν πληγὴν αὐτῷ ἐπενεχθῆναι ἰσχυρίσαντο ὑπὸ τοῦ παιδὸς Ῥεκιτὰχ, μαστιγωθέντος πρὸς αὐτοῦ. Παροῦσα δὲ ἡ γαμετὴ Σίγιλδα, νύκτωρ καταθάπτει τοῦτον. Καὶ τὴν μὲν τοῦ πλήθους ἐπικράτειαν διαδέχεται Ῥεκιτὰχ Θευδερίχου παῖς· παρεδυνάστευον δὲ αὐτῷ οἱ ἐκ τοῦ πατρὸς θεῖοι, οὓς ἀνελὼν μικρὸν ὕστερον, μόνος τῆς Θρᾳκῶν ἐδυνάστευεν, ἀτοπώτερα τοῦ πατρὸς ἀπεργαζόμενος. 212 Ibid.: Ὅτι ἐπὶ Ζήνωνος Θεοσέβιός τις Προκοπίῳ τῷ Μαρκιανοῦ ἐμφερὴς, πλείστας περινοστήσας τῶν τῆς ἀνατολῆς πόλεων, πολλοὺς τῇ περὶ αὐτοῦ ἀπατῆσαι (ἠπάτησε?) δόξῃ. 213 ιβιδ.: Ὅτι πρὸς Θευδέριχον τὸν ἕτερον αὖθις νεωτερίσαντα, καὶ τὴν Ῥωμαίων ἀρχὴν καὶ τὰ πρόσοικα τῆς Ἑλλάδος ληιζόμενον, Ἰωάννην τὸν Σκύθην πέμπει καὶ Μοσχιανὸν στρατηγοὺς, δολοφονήσας πρότερον Σαβινιανὸν τὸν ἐν Ἰλλυριοῖς ἄρχοντα. 214 Ibid.: Ὅτι Ζήνων τῆς πρὸς Ἰλλοῦν ἔχθρας κατάρχεται, πρῶτα μὲν Λογγῖνον λαβεῖν ἐξαιτούμενος, ἔπειτα Ἰωάννην τὸν Σκύθην διάδοχον αὐτῷ τῆς ἀρχῆς ἀποστείλας. ∆ημηγορεῖ δὲ καὶ πρὸς τὸν δῆμον ὅσα ἐχθρὸς κατὰ τοῦ Ἰλλοῦ, καὶ κελεύει τοὺς οἰκειοτάτους αὐτοῦ τῆς πόλεως ἀπελαύνεσθαι, καὶ τὰς περιουσίας τούτων δωρεῖται ταῖς Ἰσαύρων πόλεσιν. 2. Ὁ δὲ Ἰλλοῦς ἐς φανερὰν ἀποστασίαν ἐλθὼν, τότε Μαρκιανὸν ἀναζώννυσι, καὶ πρὸς τὸν Ὀδόακρον ἔστελλε, τὸν τῆς ἑσπερίας Ῥώμης τύραννον, καὶ πρὸς τοὺς τῶν Περσῶν καὶ Ἀρμενίων ἄρχοντας· παρεσκεύαζεν δὲ καὶ πλοῖα. Καὶ ὁ μὲν Ὀδόακρος τὸ μὴ δύνασθαι συμμαχεῖν ἀπεκρίνατο, οἱ δὲ ἄλλοι τὴν συμμαχίαν ὑπέσχοντο, ἐπιδάν τις πρὸς αὐτοὺς ἥξει. Ζήνων δὲ Κόνωνα τὸν Φουσκιανοῦ, ἐν ἱερεῦσι καταλεγόμενον, ἀναλαβεῖν αὖθις τὰ ὅπλα παρασκευάζει κατ' Ἰλλοῦ, Λίγγην δὲ τὸν νόθον αὐτοῦ ἀδελφὸν στρατηγὸν ἀναδείκνυσιν. Πρὸς ἅπερ Ἰλλοῦς ἐν Ταρσῷ ἀγαγὼν τὴν Βηρίναν, στολῇ χρήσασθαι βασιλικῇ παρεσκεύασε, καὶ οἷα κυρίαν οὖσαν τῆς βασιλείας, Λεόντιον ἀναγορεῦσαι βασιλέα, στᾶσαν ἐν βήματι. Ἦν δὲ οὗτος γόνεών τε ἀφανῶν, καὶ πόλεως ∆αλισάνδου. Ὡς οὖν ἐπὶ τὴν ἡγεμονίαν προῆλθεν, αὐτίκα τὰς ἀρχὰς διῳκήσατο, καθ' ὃν ἐδοκίμασε τρόπον· καὶ χρημάτων διανομὰς ποιησάμενος, ἐπὶ τὴν Ἀντιόχειαν ἀφίκετο. 3. Ὁ δὲ Ζήνων τὸν Ῥεκιτὰχ, ἐπειδὴ ᾔσθετο φθόνῳ πρὸς Θευδέριχον ἀφιστάμενον, ἀναιρεθῆναι διεπράξατο πρὸς τοῦ Οὐαλίμερος παιδὸς, ἀνεψιοῦ ὄντος τοῦ Ῥεκιτὰχ, ἔχοντος καὶ παλαιὰν ὀργὴν πρὸς αὐτὸν οἷα τὸν * αὐτοῦ ἀποκτείναντα. Ἔπραττε δὲ τὴν ἀναίρεσιν ἐν προαστείῳ Βονοφατιαναῖς προσαγορευομένῳ, ἡνίκα πρὸς τὴν ἑστίασιν ἐκ βαλανείου ᾔει ὁ Ῥεκιτὰχ, διελάσας αὐτοῦ τὴν πλευράν. 4. Ἐπὶ δὲ τὸν Ἰλλοῦ πόλεμον στέλλει Θευδέριχον ὕπατον· καὶ γενόμενον κατὰ τὴν Νικομήδειαν ἐπανάγει, ἔννοιαν λαβὼν ἀπιστίας· πέμπει δὲ ἀντ' αὐτοῦ τινὰς τῶν καλουμένων Ῥόγων σὺν Ἀρμεναρίχῳ τῷ Ἄσπαρος παιδί. Καὶ στόλον δὲ διὰ θαλάσσης ἠφίει, ναυάρχους ἐπιστήσας Ἰωάννην τὸν κατὰ Βασιλίσκον, καὶ Παῦλον τὸν ἐκ δούλων γενόμενον αὐτοῦ σακελλάριον. 5. Ἐν δὲ τούτῳ παραγίνονται ἐκ τῶν Ἰλλοῦ ἀποσταλέντες Ἀρτεμίδωρος ὁ Τροκούνδου ὑπασπιστὴς, καὶ Πάπιμος, ὃς ἦν ἵππαρχος τῷ Ἰλλοῦ. Ἐξ ἑκατέρων τοίνυν βασιλέων παρασκευῆς γενομένης, ἐμειονεκτεῖτο τὸ Ἰλλοῦ στράτευμα, ὡς εὐλαβηθὲν σφόδρα ἐπὶ τὸ Χέρρεως ἰδεῖν φρούριον· καὶ πρῶτα μὲν τά τε πρὸς ἀποστροφὴν ἀρκοῦντα ἔπεμψεν αὐτῷ, καὶ τὴν γαμετὴν Ἀστερίαν· καὶ ἄλλοι καὶ Βηρίνῃ τῇ βασιλίσσῃ ἐπέστελλε, καὶ Λεοντίῳ, ἐκλιπόντι τὴν Ἀντιοχέων θᾶττον ἥκειν πρὸς αὐτόν. Ὡς δὲ 83
Historia Chronike Unit 22 opening§u22-open
u22-openUnit 22.
Lemma-led open — ταῦτα οἱ στρατηγοῦντες αὐτῶν ἔμαθον, ἕκαστος τοῖς πλησιάζουσι φρουρίοις κατέφευγεν· αὐτὸς
Greek · §u22-open
ταῦτα οἱ στρατηγοῦντες αὐτῶν ἔμαθον, ἕκαστος τοῖς πλησιάζουσι φρουρίοις κατέφευγεν· αὐτὸς δὲ Ἰλλοῦς ἅμα Λεοντίῳ διανυκτερεύσας, ἀνῆλθεν εἰς τὸ Χέρρεως φρούριον, τῶν Ἰσαύρων αὐτοὺς κατὰ μικρὸν ἀπολιμπανόντων, καὶ τὰ τοῦ βασιλέως Ζήνωνος αἱρουμένων, ξʹ καὶ * μόνας ἡμέρας τοῦ Λεοντίου ἐν εἰκόνι βασιλείας διαγενομένου. Ἑπομένων δὲ αὐτοῖς οὐ μεῖον ἢ δισχιλίων ἀνδρῶν, τοὺς μάλιστα αὐτῶν εὔνους ἐπιλεξάμενοι, τοὺς λοιποὺς ἐν τοῖς ἄντροις ἀπεχώρησαν *, ἃ πολλαχοῦ τῇ φύσει τῶν τόπων εἴργαστο. 6. Ἀγγελθείσης δὲ τῆς Ἰλλοῦ καὶ Λεοντίου φυγῆς, ὁ Ζήνων Κοττομένην στρατηγὸν ἑκατέρων ποιεῖται δυνάμεων, Λογγῖνον δὲ τὸν ἐκ Καρδάμων μάγιστρον. Καὶ τὸ μὲν Θευδερίχου πλῆθος ἀνεκαλέσατο, τοὺς δὲ τῶν Ῥόγων μένειν ἐν τῇ χώρᾳ προσέταξεν. Ἐν δὲ τῇ τοῦ φρουρίου προσεδρίᾳ πολλάκις συμβολαὶ διηγωνίσθησαν. Βηρίνα δὲ μετ' ἐνάτην ἡμέραν τῆς ἐν φρουρίῳ καταφυγῆς παρεθεῖσα ἐτελεύτησε, καὶ ἐν μολιβδίνῃ ἐταριχεύθη λάρνακι. Ἀλλὰ μὴν καὶ Μάρσος μετὰ λʹ ἡμέρας ἀποθανὼν, τῇ ἴσῃ παρεδόθη ταφῇ. Ὁ δὲ Ἰλλοῦς, τὴν τοῦ φρουρίου φυλακὴν ἐπιτρέψας Ἰνδακῷ Κοττούνῃ, τὸ λοιπὸν ἐσχόλαζεν ἐν ἀναγνώσει βιβλίων. Καὶ ὁ Λεόντιος ἐν νηστείᾳ τε καὶ θρήνοις διετέλει. Ἐμειονεκτεῖτο δὲ ἐκ τούτου τὰ περὶ τὸν Ἰλλοῦν· καὶ ὁ ἀντικάστελλος δὲ ὑπὸ τῶν ἔνδον Ῥωμαίοις προεδόθη, ὡς ἐν ἀπογνώσει τοὺς περὶ τὸν Ἰλλοῦν γενέσθαι. 7. Ὑπάτου δὲ τοῦ Λογγίνου κατὰ τὸν ἑξῆς ἀποδεδειγμένου χρόνον (an. 486), ὅτε
Unit 22 rem early§u22-rem-early
u22-rem-earlyRem early: Unit 22; lemma and argument toward the thesis.
Greek · §u22-rem-early
Θευδέριχος πάλιν εἰς ἀπόστασιν εἶδε, καὶ τὰ περὶ τὴν Θρᾴκην ἐλυμαίνετο χωρία, (καὶ) ὁ Ζήνων πρὸς τὸ Ὀδόακρον τὸν τῶν Ῥόγων ἐπανέστησε γένος, ὡς ἔγνω τοῦτον πρὸς τὴν Ἰλλοῦ συμμαχίαν παρασκευαζόμενον. Λαμπρὰν δὲ ἀναδησαμένων νίκην τῶν περὶ τὸν Ὀδόακρον, πρὸς δὲ καὶ πεμψάντων δῶρα τῷ Ζήνωνι τῶν λαφύρων, ἀποπροσποιησάμενος συνήδετο τοῖς πραχθεῖσιν. Οἱ δὲ τῇ Ἰλλοῦ καὶ Λεοντίου προεδρεύοντες πολιορκίᾳ, μετὰ τὸ ἐπιτυχεῖν τοῦ ἀντιφρουρίου πολλοῖς μηχανήμασιν ἐχρῶντο. Ἀντικαθεζομένων δὲ τῶν στρατευμάτων, καὶ ἐς λόγους φιλίους ἀνῆλθον Ἰλλοῦς τε καὶ Ἰωάννης ὁ Σκύθης, καὶ γραμμάτιον πρὸς τὸν Ζήνωνα διεπέμψαντο, ὑπομιμνῆσκον αὐτὸν ***. 215 Exc. De virt.: Ὅτι ὁ βασιλεὺς Ἀναστάσιος ἐπὶ τὸ χεῖρον τραπεὶς πᾶσαν ὁμοῦ τὴν τῆς πολιτείας ἀριστοκρατείαν μετέστησε, τὰς μὲν ἀρχὰς ἁπάσας ἀπεμπολῶν καὶ τοῖς ἀδικοῦσι συγχωρῶν, καὶ πρός γε χρημάτων ἀκόρεστον ἐπιθυμίαν τραπείς· ὡς κενὰς ἐντεῦθεν γενέσθαι καταλόγων τὰς ἐπαρχίας, καὶ πρὸς τὸ ἄηθες καὶ ξένον καταπεπλῆχθαι τοὺς ἄνδρας. Οὐδὲ γὰρ ὅπλοις τοὺς ἐπιόντας βαρβάρους ἠμύνετο, ἀλλὰ χρήμασι τὴν εἰρήνην ἐξωνούμενος διετέλει. Πρὸς δέ γε τούτοις καὶ τὰς τῶν τελευτώντων οὐσίας ἐπολυπραγμόνει, κοινὴν ἅπασι δωρούμενος τὴν πενίαν. Ὧν γὰρ αὐτὸς ἐλάμβανε τὰς οὐσίας, τούτοις
Unit 22 rem mid§u22-rem-mid
u22-rem-midRem mid: Unit 22; lemma continues; reading with the letter.
Greek · §u22-rem-mid
μετ' ὀλίγον διεδίδου τῷ τῆς εὐσεβείας τρόπῳ· καὶ ὧν ἐγύμνου πόλεων τοὺς ἐνοικοῦντας, τὰς οἰκοδομὰς ἀνενέου· ὡς καὶ τὴν ἐνεγκαμένην ἐπιμελῶς κοσμῆσαι, καὶ τρισὶ περιβαλεῖν στεφάνοις. 216 Ibid.: Ὅτι ἐπὶ τοῦ Ἀναστασίου τοῦ βασιλέως δειναὶ ταῖς κατὰ Λιβύην πόλεσιν ἐπέσκηψαν θλίψεις ὑπὸ τῶν καλουμένων Μαζικῶν. Ἐδέδοντο γὰρ θυγατριδῷ Μαρίνου ἐς ἡγεμονίαν, ἀνδρὶ νέῳ καὶ πολὺ τὸ κοῦφον κεκτημένῳ· καὶ μετ' ἐκεῖνον αὖθις Βασσιανῷ τῷ παιδί. Ὁ δὲ οἷς ἔπραξε παντοίως τὰς τοῦ πρὸ αὐτοῦ ἄρξαντος ὑπερβαλλόμενος ἀσελγείας, ἔδωκε Λίβυσιν αἱρεῖσθαι τὰ πρότερα, καὶ ταῦτα τοῖς μὲν πενίας, τοῖς δὲ θανάτου μνήμην καταλείψαντα. Οὕτως, εἰ δέοι εἰπεῖν, οἵ τε ἀφ' αἵματος καὶ ἁπλῶς οἱ τὴν Μαρίνου παρευτυχήσαντες εὔνοιαν, τοῖς Λιβύων διαφερόντως καὶ Αἰγυπτίων ἐνεφορήθησαν κτήμασιν. 217 ̣Cod. Vatican.̣: Λογισάμενος Ἰουστινιανὸς τὴν δαπάνην τῶν τοσούτων χιλιάδων δεῖν ἔκρινε μᾶλλον δι' ὀλίγων δώρων συμβάλλειν ἀλλήλοις τοὺς τῶν ἐθνῶν ἄρχοντας, ἵνα τοὺς μὲν μήτε τοσαῦτα δαπανᾷ εἰς τὸν στρατὸν μήτ' ὀχλεῖται πέμπων κατ' αὐτῶν, ἐκεῖνοι δὲ ἀλλήλοις αἰτία φθορᾶς γίνοιντο, ὃ δῆτα τέως ἐπὶ τοῖς 84 ἐκεῖθεν τοῦ Ἴστρου Οὔννοις ἐποίησεν. Ἔγραψε γὰρ πρὸς ἕνα τῶν ἀρχόντων, ὅτι «Τῷ
Unit 22 rem close§u22-rem-close
u22-rem-closeRem CLOSEOUT: Unit 22 CLOSEOUT. SERIES CLOSEOUT.
Greek · §u22-rem-close
κρείττονι ὑμῶν πέπομφα δῶρα· καὶ ἐγὼ μὲν σὲ οἰόμενος εἶναι τὸν κρείττονα διὰ σὲ τοῦτο ἔγραψα, ἕτερος δέ τις ἀφείλετο ταῦτα βίᾳ λέγων ἐκεῖνος εἶναι κρείττων. Σπούδασον οὖν ὅτι σὺ πάντων ὑπερέχεις, καὶ λάβε τὰ ἀφαιρεθέντα τιμωρησάμενος αὐτὸν κατὰ λόγον. Εἰ δὲ μὴ τοῦτο ποιήσῃς, εὔδηλον ὅτι ἔστιν ὁ μείζων, καὶ πάντως ἡμεῖς ἐκείνῳ προσκεισόμεθα, καὶ σὺ στερηθήσῃ τοσούτων.» Ταῦτα μαθὼν ὁ Οὖννος ἐκρότησε πόλεμον κατὰ τῶν ὁμοεθνῶν. Καὶ οὕτως ἐπὶ πολὺ μαχόμενα ταῦτα τὰ ἔθνη ὑπ' ἀλλήλων ἀπώλοντο. 218 Ibid.: Ἐπὶ Ἰουστινιανοῦ τοῦ βασιλέως σὺν Οὔννοις ἑπτακισχιλίοις διαβὰς τὸν Ἴστρον Ζαβεργὰν ἐγγὺς γῆς βασιλίδος ἔφθασε λεηλατῶν τὰ μεταξὺ, ἅτε μὴ στρατιᾶς που φρουρούσης· ἐπὶ μὲν γὰρ τῶν πρὸ αὐτοῦ βασιλέων εἰς ἑξακοσίας καὶ τεσσαράκοντα πέντε χιλιάδας μαχίμων ἀνδρῶν ὁ τῶν Ῥωμαίων ἐκορυφοῦτο στρατός· Ἰουστινιανὸς δὲ μόλις εἰς ἑκατὸν καὶ πεντήκοντα περιέστησεν. Ὥστε μηδὲ δύνασθαι ἐξαρκεῖν ἐν τῇ Λαζικῇ καὶ Ἀρμενίᾳ καὶ Λιβύῃ καὶ Γότθοις καὶ Ἰταλίᾳ. 219 Exc. De virt.: Ὅτι εἶχε φίλην ὁ Φωκᾶς Καλλινίκην ἀπὸ προϊσταμένων. Ὁ αὐτὸς Φωκᾶς ὑπῆρχεν αἱμοπότης. Τέλος τῆς ἱστορίας Ἰωάννου μοναχοῦ. 85