In sanctum Procopium Unit 1 opening
Unit 1.
Lemma-led open — Τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ
Greek
In sanctum Procopium (homilia 14) ̔Ησυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ὅσιον μάρτυρα Προκόπιον τὸν Πέρσην· καὶ εἰς τὴν ὑπακοὴν τοῦ ψαλμοῦ· «Τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ», καὶ εἰς τὸ τοῦ ἀποστόλου ῥητόν· «Τοῖς ἀγαπῶσιν τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν», καὶ εἰς τὸ ἀποστολικόν· «Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων καὶ τὰ ἑξῆς». 1 Προκοπίῳ τὴν θυσίαν ὁ Χριστὸς ἐστεφάνωσε, ταῦρον αὐτὸν ἰδὼν ἄγαν εὐπρεπῆ καὶ λίαν ἀνδρεῖον καὶ τῷ πλήθει τῶν ἀρε τῶν χρυσόκερω, ἀγέλης μὲν τῆς αὐτῷ φίλης τῶν μαρτύρων πρω τεύοντα, ἀπ' ἐξουσίας δὲ τοὺς ἐχθροὺς τῆς ποίμνης κερατίζοντα, ὄψει μόνῃ καὶ φωνῇ τοὺς ἀνημέρους καὶ φονικοὺς κατακτυποῦντα λέοντας, πίστει καὶ ζήλῳ τὰς πολυστίκτους παρδάλεις τῶν δαι μόνων τροπούμενον, ἀνδρείᾳ καὶ φιλοσοφίᾳ τὰ ποικίλα τῶν θηρῶν γένη τῶν τὸν ἡμέτερον θάνατον ἐρευγομένων σκορ πίζοντα, ἔαρ ἡμῖν φαιδρὸν μετὰ τὸν κατηφῆ χειμῶνα τῆς πλάνης ἀνατείλαντα, καὶ Παύλου μὲν μαθητὴν ἀποδειχθέντα τοῖς πράγμασιν, Ἰωάννου δὲ τὴν θεολογίαν πανταχοῦ περιφέροντα, Ἠλίου τοῦ Θεσβίτου τὸ θερμὸν μιμησάμενον φρόνημα, Σα μουὴλ τὴν κλῆσιν ἐκ παιδὸς ὡς ἐκεῖνος ἀσκήσαντα, κρείττονα τοῦ Σαμψών–οὐ γὰρ ἔφθειρε τοὺς βοτρύχους τοῦ πνεύμα τος–, παράλληλον τῷ ∆αυίδ, ἐπειδὴ τοῦ πολυκεφάλου Γολιὰθ τὴν κεφαλὴν ἀπέτεμεν, ἀλλὰ καὶ τοῦ Νῶε τὴν κιβωτὸν ἐν τῇ τῶν ἀρετῶν μιμησάμενον λάρνακι, ἀρνησάμενον ὡς Ἀβραὰμ οἴκου καὶ γένους καὶ πατρίδος προσπάθειαν, ὁλοκαύτωμα κα θάπερ Ἰσαὰκ πρὸ τῆς σφαγῆς τοῦ μαρτυρίου τῇ νεκρώσει γε γονότα τοῦ σώματος. 2 Ἰακὼβ ἐπάλαισε μετὰ θεοῦ, ὑπὲρ θεοῦ δὲ Προκόπιος, καὶ τὸ τρόπαιον σεμνὸν κατὰ πᾶσαν τὴν οἰκουμένην ἀνέστησεν. Ἕνα μὲν οὖν συνέτριψε μόσχον Μωυσῆς εἰδωλόχρυσον, πολλὰς δὲ Ἰουδαίων χιλιάδας νόμου βλασφήμους ἔφθειρε· Προκόπιος δὲ οὐχ οὕτως, ἀλλ' ὅλα μὲν τῶν εἰδώλων τὰ ξόανα χωρὶς ἀξίνης κατέ τρωσεν, ἔθνη δὲ πολλὰ καὶ πόλεις καὶ χώρας προφητοφθόγγῳ γλώττῃ σαγηνεύσας τῷ Χριστῷ προσενήνοχεν. Καθαρὸς ἦν ὡς Ἐνώχ, κατὰ τὸν Ἰὼβ «ἄμεμπτος, ἀληθινὸς ὡς ἐκεῖνος καὶ δίκαιος καὶ θεοσεβὴς καὶ παντὸς πονηροῦ πράγματος ἀπεχόμε νος»· ἀληθινὸν μὲν γὰρ ἡ τῆς ὁμολογίας παρρησία συνέστησε, δίκαιον δὲ ἡ τοῦ βίου πολιτεία παρέστησε, θεοσεβῆ τὸ τέλος τῶν ἀγώνων ἐκήρυξε, «παντὸς πονηροῦ πράγματος ἀπεχόμενον» ἡ τῶν ἡδονῶν ἀποχή, ἡ τῆς γαστρὸς ἐγκράτεια, ἡ τῆς τρυφῆς ἀπόγνωσις, τὸ στενὸν τοῦ δείπνου, ἡ τοῦ σώματος νέκρωσις, ἡ πολυειδὴς καὶ πολυμερὴς καὶ πολύτροπος ἄσκησις. 3 Ἦν τοίνυν καθαρὸς ὡς Ἐνώχ, κατὰ τὸν Ἰὼβ ἄμεμπτος·οὐδὲν γὰρ αὐτοῦ διαβαλεῖν ἢ μέμψασθαι ὁ τὰς τῶν ἁμαρτωλῶν κατηγορίας δειπνῶν καὶ τὰς τῶν δικαίων συκοφαντίας ἐρευγό μενος ἴσχυσεν, οὐκ ἐθάρρησεν εἰπεῖν ἐπ' αὐτῷ· «Μὴ δωρεὰν τὸν κύριον ὁ Προκόπιος σέβεται;» Οὐδὲ γὰρ αὐτῷ ποίμνας προ βάτων εὐθηνουμένας ἔβλεπεν, οὐδὲ καμήλων Προκόπιος ἀγέ λας ἀχθοφορούσας ἐκέκτητο. Ὄνοι δὲ θήλειαι πόθεν νομάδες τῷ μάρτυρι; Πόθεν ζεύγη βοῶν ἀρούντων τὴν γῆν, τῷ μηδὲ βώ λακα γῆς ἑαυτῷ καταλείψαντι; Ἀλλ' οὐδὲ ταῦτα ἐπαγαγεῖν ἐθάρ ρησεν ὁ κοινὸς συκοφάντης καὶ τὴν ὑπομονὴν λοιδορή σας τοῦ μάρτυρος· «∆έρμα ὑπὲρ δέρματος, πάντα ὅσα ὑπάρχει ἀνθρώπῳ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτείσει.» Μὴ γὰρ παίδων χορὸν ὁ μάρτυς ἢ θυγατέρων στέφανον ὑπῆρχε περικείμενος; Μὴ οἰκογενῶν 1 τέκνα, μὴ παλλακίδων ἔκγονα, μὴ τὸ σῶμα εὐρω στοῦν εἶχεν; Οὐκ ἄρτος ἦν αὐτῷ τροφὴ καὶ τὸ ὕδωρ ποτόν; Οὐχ ἡ νηστεία συνεχής; Οὐ τὸ δεῖπνον ἀσιτίας στενότερον; Ἄβελ ὡσαύτως ἀποθανὼν τῷ Κάϊν ἐδικάζετο· καὶ τὸ σῶμα μὲν εἶχεν ἡ γῆ, ὁ οὐρανὸς δὲ τὸ στόμα, ὁ ᾅδης τὴν γλῶτταν, ὁ κριτὴς τὴν φωνήν, ὁ πηλὸς τὸν πηλόν, τὸν μαργαρίτην ὁ ἔμπορος, πλὴν ἀποθανὼν τῷ Κάϊν ἐδικάζετο. Προκόπιος δὲ οὐχ οὕτως, ἀλλ' ὑπὲρ τῶν ἐχθρῶν ἐντυγχάνει τῷ θεῷ καὶ συνίσταται, ὑπὲρ Ἑλλήνων πρεσβεύει,
About this text
Hesychius of Jerusalem, In sanctum Procopium (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Hesychius of Jerusalem’s In sanctum Procopium — new OET from PG 93 Greek.
Witnesses
- Copy-text PG 93 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.