Fragment on Matthew
Fragmentum in evangelium Matthaei Matthew fragment opening§frag-open
frag-openMatthew fragment.
Lemma-led open — . Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. Ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου
Greek · §frag-open
Fragmentum in evangelium Matthaei 10.1189 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. Ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται. Ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ δὲ τὸ φῶς τὸ ἐν σοὶ, σκότος ἐστὶ, τὸ σκότος πόσον; Ἀπλοῦς ὀφθαλμὸς, ἡ ἀνυπόκριτός ἐστιν ἀγάπη, δι' ἧς ὅταν τὸ σῶμα φωτίζηται, τὰ αὐτὰ τοῖς ἔσωθεν νοούμενοις, καὶ διὰ τῶν ἔξωθεν μερῶν προφέρουσα; ὁ δὲ πονηρὸς ὀφθαλμός ἐστιν ἡ προσποίητος ἀγάπη, ἥτις καὶ ὑπόκρισις καλεῖται· δι' ἧς ἅπαν τὸ σῶμα σκοτίζεται τοῦ ἀνθρώπου. Ἄξια μὲν σκότους πράγ-ματα ἐννοούμενον ἔσωθεν· διὰ δὲ τῶν ἔξωθεν μερῶν, φωτὸς εἶναι
Matthew fragment rem early§frag-rem-early
frag-rem-earlyRem early: Matthew fragment; lemma and argument toward the thesis.
Greek · §frag-rem-early
δοκοῦντα προφέρον ῥήματα· λύ-κοι γάρ εἰσιν ὡς ἀληθῶς, προβάτων περιβεβλημένοι δοράς· οἱ τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος μόνον πλύνοντες, καὶ οὐκ εἰδότες, ὅτι ἐὰν μὴ τὸ ἔσω-θεν τούτων καθαρισθῇ, οὐδὲ τὸ ἔξωθεν καθαρὸν δύνα-ται
Matthew fragment rem mid§frag-rem-mid
frag-rem-midRem mid: Matthew fragment; lemma continues; reading with the letter.
Greek · §frag-rem-mid
γενέσθαι. ∆ιόπερ τούτους σαφῶς ἐλέγχων, φησὶν ὁ Σωτὴρ, ὅτι· Εἰ τὸ φῶς τὸ ἐν σοὶ, σκότος, τὸ σκότος πόσον; Τουτέστιν· εἰ ἡ δοκοῦσά σοι ἀγάπη εἶναι φῶς, διὰ τὴν ἐν
Matthew fragment rem close§frag-rem-close
frag-rem-closeRem CLOSEOUT: Matthew fragment CLOSEOUT. SERIES CLOSEOUT.
Greek · §frag-rem-close
σοὶ κεκρυμμένην ὑπόκρισιν σκότους ἄξιόν ἐστιν ἔργον, τί τὰ προφανῆ σου παραπτώματα;