Scholia in Proverbia Unit 6 opening
Unit 6.
Lemma-led open — ἀπ' ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης
Greek
280 30, 2 ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί Ἀφρονέστατον ἑαυτὸν εἶπεν κατὰ στέρησιν τῆς ἀνθρωπίνης φρονήσεως. 281 30, 4.1 τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν ἄνω, εἰ μὴ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ἀπὸ τοῦ οὐρανοῦ κατελθών.» 282α 30, 4.2–4 τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; τίς ἐκράτησεν πάντων τῶν ἄκρων τῆς γῆς; Τίς πίστει ἢ πάντως συνήγαγε τοὺς «ἀπ' ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης» ἐν τῇ γνώσει τῇ τοῦ θεοῦ καὶ δέδωκεν αὐτοῖς θεωρίαν πνευματικὴν ἐναποθεῖναι ταῖς ἀρεταῖς; Καὶ ἄλλως. Τίς διὰ τῆς ἀληθοῦς γνώσεως ἔκρυψε γνῶσιν ψευδῆ; 283 Τίς ἀληθῆ γνῶσιν ἐναπέθετο ταῖς ἀρεταῖς; 284 Τίς «ἀπ' ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης» συνήγαγε πάντα τὰ ἔθνη πυκνώσας αὐτὰ ταῖς ἀρεταῖς καὶ τὸ ἐπουράνιον ὕδωρ ἐναποθέμενος τὸ ῥέον ἐκ τῆς πηγῆς τῆς ζωῆς; 285 30, 6 μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς γένῃ Τῷ γὰρ νόμῳ κυρίου «οὐκ ἔστιν προσθεῖναι καὶ ἀπ' αὐτοῦ οὐκ ἔστιν ἀφελεῖν». 286 30, 8.1 μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον Ψευδώνυμον γνῶσιν μακράν μου ποίησον. 287α 30, 9 ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω· τίς με ὁρᾷ; ἢ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ Ἵνα μή, φησί, πλησθεὶς γνώσεως ἀκροτάτης ὑπερήφανος γένωμαι καὶ εἴπω· οὐδεὶς τὴν ἐμὴν ἐπιγνώσεται σοφίαν. Ἵνα μὴ πλησθεὶς ἀπροσίτου γνώσεως ψεύστης τοῖς ἀνθρώποις φανῶ, τοιαῦτα λέγων ὁποῖα μὴ δύνανται γινώσκειν οἱ ἐνδεδεμένοι αἵματι καὶ σαρκί. Καλῶς δὲ καὶ τὸ ἑξῆς προστέθειται τὸ «ἵνα μὴ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ»· κλέπτει γάρ τις ἀλλότρια θεωρήματα, ἵνα νοῦν ἐμπλήσῃ πεινῶντα. Ἀλλὰ τοῦτο μὲν πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος ἐγίνετο· νυνὶ δὲ ὁ Παῦλός φησιν· «ὁ κλέπτων μηκέτι κλεπτέτω», μᾶλλον δὲ ἐργαζέσθω δικαιοσύνην, ἵνα γνῶσιν κτησάμενος μεταδῷ καὶ τῷ χρείαν ἔχοντι. Τί γὰρ καὶ ἔστιν ὃ μὴ ἔστιν ἡμέτερον, ἵνα καὶ κλέψωμεν οἱ πεπιστευκότες Χριστῷ; Πάντα γὰρ ἡμῶν ἐστιν, ἡμεῖς δὲ Χριστοῦ, δι' οὗ τὰ πάντα ἐγένετο, Χριστὸς δὲ θεοῦ. 23 288 Οὗτος κλέπτει γνῶσιν οὐχ ὁ τὴν τοῦ προλαβόντος λαμβάνων, ἀλλ' ὁ ἐκ τῆς ψευδωνύμου ὑφαιρούμενος γνώσεως. Καὶ γὰρ πάντες οἱ πεπιστευκότες Χριστῷ ἀπὸ τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων λαμβάνοντες θεωρήματα οὐ λέγονται κλέπται ἀλλοτρίων θεωρημάτων, ἀλλὰ μᾶλλον κληρονόμοι πατρῴων χρημάτων. 289 30, 10 μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου, μήποτε καταράσηταί σε καὶ ἀφανισθῇς Φυγόντα νοῦν τὴν κακίαν μὴ πάλιν παραδῷς τῇ κακίᾳ, εἴπερ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας». Ἁμαρτία δὲ νῦν ὀνομάζεται ὁ ἐνεργῶν τὴν ἁμαρτίαν διάβολος. 290 24, 25 οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται· ἐπ' αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή Ἡ εὐλογία ἡ ἀγαθὴ ἡ νοητή ἐστιν εὐλογία, ἥτις ἀντιδιαιρεῖται πρὸς τὴν αἰσθητὴν εὐλογίαν. 291 24, 27.1–2 ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρόν Ὁ μὲν κύριος ἡμῶν ἐν τοῖς εὐαγγελίοις ἀγρὸν τὸν κόσμον ὠνόμασεν· ὁ δὲ Σολομὼν ἀγρὸν νῦν εἴρηκεν τὴν θεωρίαν τοῦ κόσμου. Ἀλλ' ὁ μὲν ἐν τοῖς εὐαγγελίοις ἀγρὸς τοῦ συνεστῶτος ἐκ ψυχῆς καὶ σώματος ἀνθρώπου ἐστίν· αἰσθητὸς γάρ ἐστιν· ὁ δὲ ἐνταῦθα δηλούμενος ἀγρὸς τοῦ νοῦ μόνου ἐστίν, νοητὸς ὢν καὶ συνεστὼς ἐκ τῶν λόγων τούτου τοῦ κόσμου, εἰς ὃν καρδίαι εἰσβαίνουσι καθαραί. 292 24, 27.3–4 καὶ πορεύου κατόπισθέν μου καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου «Μετὰ γὰρ σοφίας οἰκοδομεῖται οἶκος»· «εἰς δὲ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία.» 293 24, 31 ἐὰν ἀφῇς αὐτόν, χερσωθήσεται καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμένος· οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται Φραγμός ἐστιν ἀπάθεια ψυχῆς λογικῆς ἐκ τῶν πρακτικῶν ἀρετῶν συνεστῶσα.
About this text
Evagrius Ponticus, Scholia in Proverbia (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Evagrius Ponticus’s Scholia in Proverbia — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.