In Proverbia

Eustathius of Antioch · c. 320–337 · PG 18; In Proverbia (Khazarzar) · Original English Translation

In Proverbia In Proverbia opening§frag-open

frag-openIn Proverbia.

Lemma-led open — ∆ιὰ τοῦ οἴνου καὶ τοῦ ἄρτου τὰ ἀντίτυπα τῶν σωματικῶν τοῦ Χριστοῦ κηρύττει μελῶν. Τὸν Χρισ

Greek · §frag-open

In Proverbia (fragmenta) 75 ∆ιὰ τοῦ οἴνου καὶ τοῦ ἄρτου τὰ ἀντίτυπα τῶν σωματικῶν τοῦ Χριστοῦ κηρύττει μελῶν. 76 Τὸν Χριστὸν λέγει Σοφίαν, τὴν αἰσθητὴν αὐτῆς εἰκόνα, διαγράφων τὴν ὁρατὴν φρόνησιν τήν τε ἐμπορίαν αὐτῆς <πρὸ> πάντων ἀσπαστέαν σημαίνων· καὶ οὐδὲν αὐτῇ κακίας εἶδος ἢ πανουργίας ἀντιτασσόμενον ἰσχύει· τοῖς γὰρ ἐρῶσιν αὐτῆς πρόδηλον γνώρισμα παριστῶν, ἐκβοᾷ μετ' εὐφημίας· εὔγνωστός ἐστι πᾶσι, καὶ πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς. 77 Ὁ μὲν γὰρ στρατηγὸς πόλιν ἅπαξ ἑλὼν ὡς ἠβουλήθη διέθηκεν, ὁ δέ γε τῶν παθῶν ἡνίοχος ὑποτάττει ταῦτα, ἐφ' ὅσον ἐστὶν ἐν τῇ ζωῇ· ὁ γὰρ ἐμφύλιος πολέμιος πάντως τοῦ ἔξωθέν ἐστι χαλεπώτερος, ὡς ὅ γε πορθήσας ἀπεμερίμνησεν, ὁ δὲ πρὸς

In Proverbia rem early§frag-rem-early

frag-rem-earlyRem early: In Proverbia; lemma and argument toward the thesis.

Greek · §frag-rem-early

ἄπαυστον ἐχθρὸν ἔχων ἀγωνίζεται. Μέγα τοίνυν κατόρθωμα τὸ κρατεῖν ὀργῆς καὶ μέγα στρατήγημα κατὰ τοῦ πνεύματος τῆς ὀργῆς. 78 Οὐ μόνον περὶ πόρνης εἴρηται, ἀλλὰ καὶ περὶ πονηρᾶς ἐπιθυμίας· ὅταν γὰρ

In Proverbia rem mid§frag-rem-mid

frag-rem-midRem mid: In Proverbia; lemma continues; reading with the letter.

Greek · §frag-rem-mid

ὁ νοῦς πρὸς τὴν κακὴν πρᾶξιν ὁρμήσῃ, τότε ἡ καρδία ὃ λέγει στόμα μελετᾷ σκολιά· τότε γὰρ ἔσται ὡς ἐν καρδίᾳ θαλάσσης, ὑπὸ τῆς ἅλμης τῶν πολλῶν λογισμῶν

In Proverbia rem close§frag-rem-close

frag-rem-closeRem CLOSEOUT: In Proverbia CLOSEOUT. SERIES CLOSEOUT.

Greek · §frag-rem-close

πνιγόμενος καὶ ὡς κυβερνήτης ἐν πολλῷ κλύδονι, ὑπὸ τῶν τῆς κακῆς ἐπιθυμίας κυμάτων ὠθούμενος πρὸς τὴν πονηρὰν πρᾶξιν ἀγωνιᾷ.

Contents ↑