Testimonia ex divinis et sacris scripturis · §u02-rem-close

Unit 2 rem close

Rem CLOSEOUT: Unit 2 CLOSEOUT.

Greek

νυκτὸς καὶ οὐ πιστεύσῃ τῇ ζωῇ σου. 57.2 Καὶ πάλιν λέγει· Ἐπικατάρατος πᾶς ὁ κρεμμάμενος ἐπὶ ξύλου. 58.t νη ὅτι ἀπάθεια τὸ πάθος αὐτοῦ– 58.1 Ησαϊας βοᾷ λέγων· Ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς οἱ πάντες ἰάθημεν. 58.2 Καὶ ὁ Σιραχ λέγει· Ἔτυπτόν με, καὶ οὐκ ἐπόνεσα. 58.3 Καὶ ∆αυιδ ἐν τῷ ξγ ψαλμῷ λέγει· Βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν. 59.t νθ ὅτι ἐν νυκτί, ψύχους ὄντος καὶ ἀνθρακιᾶς κειμένης, παθῇ ὁ Χριστός– 59.1 Ζαχαριας λέγει· Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ψῦχος, καὶ πάγος μίαν ἡμέραν ἔσται. 60.t ξ ὅτι δύσεται ὁ ἥλιος– 60.1 Ζαχαριας πρῶτος λέγει· Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ, καὶ οὐκ ἡμέρα οὐδὲ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς. 60.2 Καὶ Ιωηλ λέγει· Πρὸ προσώπου αὐτοῦ συναχθήσεται ἡ γῆ καὶ σκοτισ θήσεται ὁ οὐρανός· ἥλιος καὶ σελήνη συσκοτάσουσι καὶ τὰ ἄστρα δύσουσι τὸ φέγγος αὐτῶν. 61.t ξα ὅτι δύσεται ὁ ἥλιος μεσημβρίας– 61.1 Αμως λέγει· Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος ὁ Θεός, δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ γῆς ἐν ἡμέρᾳ τὸ φῶς αὐτοῦ, καὶ μεταστρέψει τὰς ἑορτὰς ἡμῶν εἰς πένθος. 62.t ξβ ὅτι τὰ ἱμάτια αὐτοῦ διαμερίσονται– 62.1 ∆αυιδ ἐν τῷ ξα ψαλμῷ λέγει· ∆ιαμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. 63.t ξγ ὅτι συσταυρωθήσεται λῃσταῖς– 63.1 Ησαϊας λέγει· Καὶ μετὰ ἀνόμων ἐλογίσθη, καὶ παρεδώθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ. 64.t ξδ ὅτι τὴν πλευρὰν αὐτοῦ ἐκκεντήσουσιν– 64.1 Ζαχαριας λέγει· Ὄψονται εἰς ὃν ἐξεκέντησαν. 65.t ξε ὅτι ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται– 65.1 Μυωσης λέγει· Ὀστοῦν οὐ συντριβήσεται ἀπ' αὐτοῦ. 66.t ξ ὅτι ἐκ τῆς πλευρὰς αὐτοῦ ὕδωρ ῥυήσεται εἰς βαπτίσματος τύπον– 66.1 Ησαϊας λέγει· Ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. 67.t ξζ ὅτι ἐν πέτρᾳ τεθήσεται– 67.1 Ησαϊας λέγει· Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. 68.t ξη ὅτι λίθος ἡ θύρα τοῦ μνήματος– 68.1 Ὁ αὐτὸς λέγει· Καὶ ἐπέθηκαν λίθον ἐπ' ἐμέ. 69.t ξθ ὅτι σφραγίσουσιν– 69.1 ∆ανιηλ λέγει· Καὶ ἤνεγκαν λίθον ἕνα καὶ ἐπέθηκαν ἐπὶ τὸ στόμα τοῦ λάκκου, καὶ ἐσφραγίσατο ὁ βασιλεὺς ἐν τῷ δακτυλίῳ αὐτοῦ καὶ ἐν τῷ δακτυλίῳ τῶν μεγιστάνων αὐτοῦ, ὅπως μὴ ἀλλοιωθῇ πρᾶγμα ἐν τῷ ∆ανιηλ. 70.t ο ὅτι θέρους ἀρχομένου ἔσται τὸ πάθος αὐτοῦ, μηνὶ τῷ καθ' ἡμᾶς Μαρτίῳ– 70.1 Ἐν τοῖς Ἄσμασι λέγει· Ὁ καιρὸς παρῆλθεν· ἐπορεύθη ἑαυτῷ τὰ ἔθνη. ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασεν. 71.t οα ὅτι ταφήσεται– 71.1 Ησαϊας λέγει· Ἀπὸ προσώπου ἀδικίας ἤρτηται ὁ δίκαιος· ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ. 71.2 Καὶ πάλιν λέγει· Ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον· καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ. 71.3 Καὶ Ιακωβ λέγει· Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; 71.4 Καὶ ἐν τοῖς Ἀριθμοῖς λέγει· Ἀνακλιθεὶς ἀνεπαύσατα ὡς λέων καὶ ὡς σκύμνος. 71.5 Καὶ ∆αυιδ ἐν τῷ κα ψαλμῷ λέγει· Εἰς χοῦν θανάτου κατήγαγές με. 72.t οβ ὅτι φοβήσει τὸν Ἅδην ταφείς– 72.1 Ἐν τῷ Ιωβ λέγει· Ἀνοιχθήσονται αὐτῷ φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ τοῦ Ἅδου ἰδόντες σε ἔπτυξαν. 72.2 Καὶ Ησαϊας λέγει· Ὁ Ἅδης ἐπικράνθη συναντήσας σοι κάτω. 72.3 Καὶ ∆αυιδ ἐν τῷ ρ ψαλμῷ λέγει· Συνέτριψε πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. 73.t ογ ὅτι ἀναμάρτητος– 73.1 Ησαϊας λέγει· Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. 73.2 Καὶ πάλιν· Ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. 74.t οδ ὅτι ἀναστήσεται– 74.1 ∆αυιδ ἐν τῷ ια ψαλμῷ λέγει· Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος. 74.2 Καὶ πάλιν ὁ αὐτὸς λέγει ἐν τῷ ιε ψαλμῷ. Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς Ἅδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. 74.3 Καὶ πάλιν ὁ αὐτὸς λέγει ἐν τῷ κθ ψαλμῷ· Ἀνήγαγες ἐξ Ἅδου τὴν ψυχήν μου ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. 74.4 Καὶ Ιερεμιας λέγει· ∆ιὰ τοῦτο ἐξηγέρθην, καὶ ἰδοὺ καὶ ὁ ὕπνος μου ἡδὺς ἐγένετο. 74.5 Καὶ ∆αυιδ ἐν τῷ πζ ψαλμῷ λέγει· Ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου· προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον. 74.6 Καὶ πάλιν· Ἐγενήθην ὡσεὶ

About this text

Epiphanius of Salamis, Testimonia ex divinis et sacris scripturis (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Testimonia ex divinis et sacris scripturis — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.