Testimonia ex divinis et sacris scripturis · §u02-open

Testimonia ex divinis et sacris scripturis Unit 2 opening

Unit 2.

Lemma-led open — προσάξουσι· καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς. . Καὶ Ησαϊας λέγει· Ἥξουσι

Greek

προσάξουσι· καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς. 16.2 Καὶ Ησαϊας λέγει· Ἥξουσιν ἐκ Σαβα φέροντες χρυσίον καὶ λίβανον καὶ σμύρναν, καὶ εὐαγγελιοῦνται τὸ σωτήριον τοῦ Κυρίου. 17.t ιζ ὅτι ἀνατελεῖ ὁ ἀστήρ– 17.1 Βαλααμ λέγει· Ἀνατελεῖ ἄστρον ἐξ Ιακωβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ισραηλ. Καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ. 18.t ιη ὅτι τὰ βρέφη ἀναιρεθήσονται– 18.1 Ιερεμιας οὕτως θρηνεῖ λέγων· Οὕτως εἶπε Κύριος, φωνὴ ἐν Ραμα ἠκούσθη θρῆνος καὶ οὐαὶ καὶ κλαυθμὸς καὶ ὀδυρμός· Ραχηλ ἀποκλαιομένη οὐκ ἠθέλησε παύσασθαι ἐπὶ τῶν υἱῶν, ὅτι οὐκ εἰσίν. οὕτως εἶπε Κύριος, διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων σου ὅτι ὁ μισθὸς τοῖς σοῖς ἔργοις, καὶ ἐπιστρέψουσιν ἐκ γῆς ἐχθρῶν, μονίμοις τοῖς σοῖς τέκνοις. 19.t ιθ ὅτι ταραχθήσεται Ηρῳδης καὶ οἱ μετ' αὐτοῦ πάντες– 19.1 Ιερεμιας λέγει· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως καὶ ἡ καρδίαν τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται, καὶ οἱ προφῆται θαυμάσονται. 20.t κ ὅτι ὑποκρίσει ζητήσει προσκυνῆσαι– 20.1 ∆αυιδ λέγει ἐν τῷ ξε ψαλμῷ· Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονται οἱ ἐχθροί σου. 21.t κα ὅτι θυμωθήσεται ἀπατηθείς– 21.1 ∆αυιδ ἐν τῷ ρια ψαλμῷ λέγει· Ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται. 22.t κβ ὅτι ἐρευνήσει καὶ ἀναζητήσει– 22.1 ∆αυιδ λέγει ἐν τῷ ξγ ψαλμῷ· Εἶπαν τίς ὄψεται αὐτούς, ἣ διηγήσεται τοῦ κρύψαι παγίδας; ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει. 23.t κγ ὅτι ἀνελεῖ τὰ βρέφη– 23.1 Ἐρρέθη ἐν τῷ ιη κεφαλαίῳ. 24.t κδ ὅτι οὐκ ἀνελεῖ τὸν Χριστόν– 24.1 ∆αυιδ λέγει ἐν τῷ λ ψαλμῷ· Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον τοῦ ἀπολέσαι αὐτόν, ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλείπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ. 24.2 Καὶ πάλιν ἐν τῷ ρια ψαλμῷ· Ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται. 25.t κε ὅτι εἰς Αἴγυπτον καταβήσεται ὁ Χριστός– 25.1 Ησαϊας λέγει· Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσονται πάντα τὰ χειροποίητα Αἰγύπτου. 25.2 Καὶ πάλιν· Γνωσθήσεται Κύριος τοῖς Αἰγυπτίοις, καὶ φοβηθήσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 26.t κ ὅτι ἐξ Αἰγύπτου κληθήσεται– 26.1 Ιωηλ λέγει· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. 26.2 Καὶ Βαλααμ λέγει· Ὁ Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξαν μονοκέρωτος αὐτοῦ. 27.t κζ ὅτι βαπτιζόμενος ἁγιάσει τὰ ὕδατα– 27.1 Ιεζεκιηλ λέγει ἰδών· Ἰδοὺ ὕδωρ καταφερόμενον ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ· καὶ ἐγένετο καθὼς ἔξοδος ἀνδρὸς ἡ ἔξοδος αὐτοῦ. καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἀφέσεως. Καὶ εἶπε Κύριος πρός με· υἱὲ ἀνθρώπου, τοῦτο τὸ ὕδωρ τὸ πορευόμενον ἐπὶ γῆν Γαλιλαίαν ἁγιάσει τὰ ὕδατα· καὶ ἔσται πᾶσα ψυχὴ ἐφ' ἧ ἂν ἐπέλθῃ τὸ ὕδωρ τοῦτο ζησέται καὶ ἰαθήσεται. 28.t κη ὅτι ἐνδόξως ἀπὸ τοῦ βαπτίσματος ἀναβήσεται– 28.1 Ιερεμιας λέγει· Ἰδοὺ ὡς λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ιορδάνου. 29.t κθ ὅτι ἐπὶ θαλάσσης περιπατήσει– 29.1 Ιωβ λέγει· Ὁ τανύσας τὸν οὐρανὸν μόνος, ὁ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους. 30.t l ὅτι τὸ κράσπεδον τοῦ ἱματίου αὐτοῦ θεραπεύσει– 30.1 Μαλαχιας λέγει· Ἀνατελεῖ τοῖς φοβουμένοις τὸ ὄνομα αὐτοῦ ἥλιος δικαιοσύνης ἔχων ἴασιν ἐν ταῖς πτέρυξιν. 31.t λα ὅτι ξηρανεῖ τὴν συκήν– 31.1 Αβακουμ λέγει· ∆ιότι συκῆ οὐ καρποφορήσει. 31.2 Καὶ Ιεζεκιηλ λέγει· Ἐγὼ Κύριος ὁ ξηρῶν ξύλον χλωρόν. 32.t λ ὅτι πειρασθήσεται ὑπὸ τοῦ διαβόλου– 32.1 Ζαχαριας λέγει· Καὶ ἔδειξέ μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπεν αὐτῷ ὁ Κύριος· ἐπιτιμήσαι σοὶ Κύριος, διάβολε, ὁ ἐκλεξάμενος τὴν Ιερουσαλημ. 32.2 Καὶ αὐτὸς δὲ ὁ Κύριος περὶ ἑαυτοῦ λέγων εἶπε πρὸς Ιωβ· Οὐχ ἑώρακας αὐτὸν οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας; οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι; τίς γάρ ἐστιν ὁ ἐμοὶ

About this text

Epiphanius of Salamis, Testimonia ex divinis et sacris scripturis (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Testimonia ex divinis et sacris scripturis — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.