Testimonia ex divinis et sacris scripturis · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

Καὶ Μαλαχιας λέγει· Βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει Κύριος παντο κράτωρ, καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἔσται ἐν τοῖς ἔθνεσι. Καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ, λέγει Κύριος ὁ Θεός, ὃν ὑμεῖς θέλετε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς ζητεῖτε· ἰδοὺ ἔρχεται, λέγει Κύριος. Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις αὐτόν· ὄνομα αὐτοῦ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν τοῖς πτέρυξιν αὐτοῦ. 5.22 Ησαϊας λέγει· Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκειναῖς ἐμφανὲς ἔσται τὸ ὄρος Κυρίου καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρου τῶν ὀρέων· ἐκ Σιων ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ιερουσαλημ. Αὐτὸς Κύριος εἰς χρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ. 5.23 Καὶ πάλιν· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς μετὰ δόξης ἐπὶ τῆς γῆς. Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ιεσσαι, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται· καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ. 5.24 Καὶ πάλιν· Βασιλέα μετὰ δόξης ὄψεσθε. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν. Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται. 5.25 Καὶ πάλιν· Εἴπατε τῇ θυγατρὶ Σιων, ἰδοὺ ὁ σωτήρ σου παρα γίνεται ἔχων τὸν ἑαυτοῦ μισθόν. 5.26 Καὶ πάλιν· Γνωσθήσεται ἡ χεὶρ Κυρίου τοῖς φοβουμένοις αὐτόν. 5.27 Καὶ πάλιν· Ἔσται ἡ ῥίζα τοῦ Ιεσσαι, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι. 5.28 Καὶ πάλιν· Ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ ἐροῦσιν οὐκ ἔστι πλὴν σοῦ Θεός· σὺ γὰρ εἶ Θεός, καὶ οὐκ ᾔδειμεν. 5.29 Καὶ Ιερεμιας λέγει· Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος. 5.30 Καὶ πάλιν· Μνήσθητί μου Κύριε καὶ ἐπίσκεψαί με· καὶ ἀθῴωσόν με ἐκ τῶν καταδιωκόντων με. 5.31 Καὶ πάλιν· Ἰδοὺ ἡμέραι ἔρχονται λέγει Κύριος, ἔρχονται, καὶ ἀναστήσω τῷ ∆αυιδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεύς, καὶ συνήσει, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς· ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ιουδας καὶ Ισραηλ κατασκηνώσει πεποιθὼς ἐπ' αὐτόν· καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν Ιωσεδεκ καὶ αὐτὸς ἐν τοῖς προφήταις. 5.32 Καὶ πάλιν· Γνώσονται τὸν προφήτην ὃν ἀπέστειλεν αὐτοῖς Κύριος ἐν πίστει. 5.33 Καὶ πάλιν· Προσεύξασθε πρός με καὶ εἰσακούσομαι ὑμῶν, ἐκζητήσετε καὶ εὑρήσετέ με, ἐὰν ἐκζητήσετέ με ἐξ ὅλης καρδίας ὑμῶν, καὶ ἐπιφανοῦμαι ὑμῖν. 5.34 Καὶ πάλιν· Ἐρχόμενος Κύριος ἐπ' ὄρος δίκαιον τὸ ἅγιον αὐτοῦ. 5.35 Καὶ Ιεζεκϊηλ λέγει· Ἡ ὁμοίωσις τῶν προσώπων αὐτῶν τῶν τεσσάρων, πρόσωπον ἀνθρώπου καὶ πρόσωπον λέοντος καὶ πρόσωπον μόσχου καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι. 5.36 Καὶ πάλιν· Μνησθήσομαι ἐγὼ τῆς διαθήκης μου τῆς μετὰ σοῦ ἐν ἡμέραις νηπιότητός σου, καὶ ἀναστήσω σοι διαθήκην αἰώνιον· καὶ μνησθήσῃ τὴν ὁδόν σου. 5.37 Καὶ πάλιν· Ἐξ ὄρους τοῦ ἁγίου μου, ἐπ' ὄρους ὑψηλοῦ, λέγει Κύριος, ἐκεῖ δουλεύσωσί μοι πᾶς οἶκος Ισραηλ εἰς τέλος. 5.38 Καὶ πάλιν· Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου, καὶ ἐπισκέψομαι αὐτά, ὥσπερ ζητεῖ ὁ ποιμὴν τὸ ποίμνιον. 5.39 Καὶ πάλιν· Γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ Θεὸς αὐτῶν, ἐν τῷ ἐπιφανεῖναί με αὐτοῖς ἐν τοῖς ἔθνεσι. 5.40 Καὶ Βαλααμ λέγει· Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος Ισραηλ, καὶ κυριεύσει ἐθνῶν πολλῶν. 5.41 Καὶ πάλιν· Ἀνατελεῖ ἄστρον ἐξ Ιακωβ καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ισραηλ, καὶ θραύσει τοὺς δυνατοὺς Μωαβ. 5.42 Καὶ ∆ανιηλ λέγει· Ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξηκονταδύο. 5.43 Καὶ ∆αυιδ λέγει· Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ιακωβ καὶ εὐφρανθήσεται Ισραηλ. 5.44 Καὶ πάλιν· Ὁ αὐτὸς ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ· καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν. ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ. 5.45 Καὶ πάλιν· Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλον σου. 5.46 Καὶ πάλιν· Ἔκλινεν οὐρανοὺς καὶ κατέβη. 5.47 Καὶ πάλιν· Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιων. 5.48 Καὶ πάλιν· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. 5.49 Καὶ πάλιν· Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. 5.50 Καὶ πάλιν· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. 5.51 Καὶ πάλιν· Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν. 5.52 Καὶ πάλιν· Ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ'

About this text

Epiphanius of Salamis, Testimonia ex divinis et sacris scripturis (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Epiphanius of Salamis’s Testimonia ex divinis et sacris scripturis — new OET from PG 41–43 Greek.

Witnesses

  • Copy-text PG 41–43 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.