De xii gemmis Unit 1 opening
Unit 1.
Lemma-led open — ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΠΙΦΑΝΙΟΥ Ἐπισκόπου Κύπρου πρὸς ∆ιόδωρον ἐπίσκοπον Τύρου περὶ τῶ
Greek
De xii gemmis ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΠΙΦΑΝΙΟΥ Ἐπισκόπου Κύπρου πρὸς ∆ιόδωρον ἐπίσκοπον Τύρου περὶ τῶν ιβʹ λίθων τῶν ὄντων ἐν τοῖς στολισμοῖς τοῦ Ἀαρὼν βιβλίον. ΠΡΟΛΟΓΟΣ 1.1 Πρῶτος λίθος σάρδιος ὁ Βαβυλώνιος οὕτω καλούμενος· ἔστι δὲ πυρωπὸς τῷ εἴδει καὶ αἱματοειδής, σαρδίῳ τῷ ἰχθύι τεταριχευμένῳ ἐοικώς· διὸ καὶ σαρδίος λέγεται ἀπὸ τοῦ εἴδους λαβὼν τὸ ἐπώνυμον. Ἐν Βαβυλῶνι δὲ τῇ πρὸς Ἀσσυρίαν γίνεται. Ἔστι δὲ διαυγὴς ὁ λίθος· δυνάμεως δέ ἐστι θεραπευτικῆς, ᾧ κέχρηνται οἱ ἰατροὶ πρὸς οἰδήματα καὶ ἄλλας πληγὰς ὑπὸ σιδήρου γιγνομένας. Ἔστι δὲ καὶ ἄλλος σαρδόνυξ ὃς καλεῖται μολοχάς· μαλακτικὸς δέ ἐστι στεατωμάτων, τῆς δὲ αὐτῆς ἰδέας τυγχάνει ὑποχλωρίζων, ἐμβριθέστατος δὲ μᾶλλον παρὰ τὴν ἀρχὴν τοῦ ἔαρος, ὅτε ἡ ἀρχὴ τῶν Παθῶν. 1.2 Λίθος τοπάζιον, ἐρυθρὸς τῷ εἴδει ὑπὲρ τὸν ἄνθρακα· γίνεται δὲ ἐν Τοπάζῃ, πόλει τῆς Ἰνδίας, ὑπὸ τῶν ἐκεῖσέ ποτε λίθους λατομούντων, ἐν καρδίᾳ ἑτέρου λίθου ὃν οἱ λατομοῦντες θεασάμενοι φαιδρόν, καὶ ὑποδείξαντες ἀλάβαστρόν τισιν ἀπέδοντο ὀλίγου τιμήματος. Θηβαῖοι δὲ προσήνεγκαν τῇ κατ' ἐκεῖνον καιρὸν βασιλίσσῃ· ἡ δὲ λαβοῦσα ἐν τῷ αὑτῆς διαδήματι μέσον τοῦ μετώπου περιέθετο. Ἔχει δὲ ὁ λίθος δοκιμὴν τοιάνδε· τριβόμενος ἐν ἰατρικῇ ἀκόνῃ οὐκ ἐρυθρὸν ἀποδίδωσι κατὰ τὸ χρῶμα τὸν χυλόν, ἀλλὰ γαλακτώδη· ἐμπίπλησι δὲ κρατῆρας ὅσους ἂν θέλῃ ὁ ἀποτρίβων, καὶ τοῦ προτέρου σταθμοῦ οὐκ ἐλαττοῦται οὐδ' ὅλως. Χρησιμεύει δὲ καὶ ὁ ἐξ αὐτοῦ οὗτος χυλὸς πρὸς πάθος ὀφθαλμῶν· καὶ πινόμενος δὲ ἀντιπαθεῖ πρὸς ὕδρωπας καὶ τοῖς ἀπὸ σταφυλῆς θαλασσίας μαραινομένοις. 1.3 Λίθος σμάραγδος.Οὗτος καλεῖται καὶ πράσινος· ἔστι δὲ καὶ χλωρὸς τῷ εἴδει, καὶ διαφορά τις ἐν αὐτοῖς· τινὲς μὲν γὰρ αὐτοὺς νερωνιανοὺς καλοῦσιν, ἄλλοι δὲ δομετιανούς. Καὶ ὁ μὲν νερωνιανὸς πικρός ἐστι, τῷ εἴδει σφόδρα χλωρίζων, διειδὴς δὲ καὶ στίλβων. Καλεῖσθαι δὲ νερωνιανὸν εἴτ' οὖν δομετιανὸν διὰ τοιαύτην αἰτίαν, ὅτι φασὶν ἔλαιον Νέρωνα εἴτε ∆ομετιανὸν ἐν σκεύεσι βαλεῖν ἱκανοῖς, καὶ ἐκ τοῦ ἰοῦ τῷ χρόνῳ χλωραίνεσθαι τὸ ἔλαιον, καὶ ἐκ τούτου τὴν πέτραν ποτιζομένην περισσοτέρως ἐξανθεῖν τῇ χροιᾷ. Ἄλλοι δέ φασι Νέρωνά τινα τεχνίτην τῶν παλαιῶν πιναροποιῶν, εἴτ' οὖν λιθουργῶν ἐφευρεῖν τὸ ἀναγκαιότατον τοῦ σμαράγδου, καὶ ἐκ τούτου νερωνιανὸν καλεῖσθαι, οἱ δὲ δομετιανόν. Ἀλλὰ καὶ ἄλλοι εἰσὶ σμάραγδοι, ὁ μὲν πρῶτος ἐν τῇ Ἰουδαίᾳ πάνυ ἐοικὼς τῷ νερωνιανῷ, ὁ δὲ ἕτερος ἐν τῇ Αἰθιοπείᾳ, ὃν καὶ ἐν τῷ Φεισσῶνι ποταμῷ λέγεται γεγενῆσθαι. Φεισσὼν δέ ἐστιν ὁ παρὰ τοῖς Ἕλλησιν Ἰνδὸς καλούμενος, παρὰ τοῖς βαρβάροις δὲ Γάγγης. Λέγουσι δὲ καὶ τὸν ἄνθρακα ἐν αὐτῷ γίνεσθαι· ἐκεῖ γάρ, φησὶν ὁ Μωϋσῆς, ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ
About this text
Epiphanius of Salamis, De xii gemmis (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Epiphanius of Salamis’s De xii gemmis — new OET from PG 41–43 Greek.
Witnesses
- Copy-text PG 41–43 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.