In Genesim Unit 7 opening
Unit 7.
Lemma-led open — 6Μὴ γίνεσθε [ὡ]ς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις
Greek
σπόρον, ἵνα θηρεύοντες αὐτὰ πόρρω αὐτοὺς ἀποπέμπωσιν, ἔτι δὲ καὶ τῶν κτηνωδεστέρων ἀνθρώπων, περὶ ὧν εἴρηται· "6Μὴ γίνεσθε [ὡ]ς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστιν σύνεσις"6, καί· "6Ἵπποι θηλυμαν[εῖ]ς ἐγενήθητε."6 Ἄρχουσι δὲ τούτων ἁπάντων 62 οἱ ἅγιοι μετατιθέντες αὐτοὺς ἀπὸ τῶν χειρόνων ἐπὶ κρείτ- τονα διὰ τοῦ λόγου. Ἀλλὰ καὶ τῶν ἑρπετῶν ἐξουσίαν εἴληφεν ἄνθρωπος, ἅπερ εἰς τὰς ἡδονὰς καὶ τ[ὰ] πάθη ἀναφέρων οὐκ ἂν ἁμάρτοις, ἀπεχόμενος τῶν σαρκικῶν ἐπιθυμιῶν ἐν τῷ κατεξανίστασθαι αὐτῶν καὶ νεκροῦν "6τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν, κακήν"6. Καλῶς δὲ κατὰ τῆς ἀνταποδόσεως ἔχει λεγούσης· "6Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν."6 Τῆς γὰρ προστάξεως περιεχούσης, πρὸς τῷ "6κατ' εἰκόνα"6, "6καὶ καθ' ὁμοίωσιν"6 αὐτὸν γενέσθαι, ἡ ἀνταπόδοσίς φησιν ὅτι "6κατ' εἰκόνα ἐποίησεν αὐτόν"6, οὐ προσθεῖσα τὸ "6καθ' ὁμοίωσιν"6, περὶ οὗ ἐν τοῖς ὀλίγῳ πρότερον διειλήφαμεν. Τὸ δὲ "6ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐ[τ]οὺς"6 ἐξεταστέον, πῶς, περὶ ἑνὸς ἀνθρώπου προστάξαντος τοῦ Θεοῦ, ἡ ἀνταπόδοσις λέγει· "6Ἐποίησεν αὐτούς."6 Καὶ εἴη ἂν κατὰ τὸ ῥητὸν ἀπόδειξις αὕτη τοῦ ὁμοούσιον εἶναι τὴν γυναῖκα τῷ ἀνδρί, ὑπὸ ἓν εἶδος αὐτῶν ταττομένων καὶ διὰ τοῦτο εἰρημένου τοῦ "6ποιήσωμεν ἄνθρωπον"6· τὸ δὲ "6ἄρσεν καὶ θῆλυ"6 παραστατικὸν τῶν τμημάτων <ὧν> τῆς διαδοχῆς ἕνεκεν ὁ Θεὸς ᾠκονόμησεν, ἐμφαῖνον ἅμα ὡς καὶ ἡ γυνὴ "6κατ' εἰκόνα Θεοῦ"6 ἐστιν, τῶν αὐτῶν δεκτικοὶ ἀμφότεροι, μιμήσεώς τε τῆς πρὸς Θεὸν καὶ τῆς τοῦ ἁγίου Πνεύματος μετουσίας καὶ ἀναλήμψεως ἀρετῆς. Καὶ ἐπεὶ ἐλέγομεν δηλοῦσθαι τὴν ἀνθρώπου π[ρο]σηγο- ρίαν καὶ ἐπὶ τοῦ νοῦ καὶ ψυχῆς, νοήσομεν κατ' ἀναγωγὴν οὕτω τὸ "6ἄρσεν καὶ θῆλυ"6, ὡς ὁ μὲν δυνάμενος διδα- σκ[α]λικὸς εἶναι, ὡς τὸν τοῦ λόγου σπόρον εἰσ̣ι̣έναι ταῖς παραδέξ[ασ]θαι δυναμέναις ψυχαῖς, οὕτως ἂν ἄρρην εἴη, 63 ἐκείνων συμβ[ολι]κῶς τὸν θήλεος ἐπεχόντων τόπον τῶν ἀφ' ἑαυτῶν μὲν τίκτειν οὐδὲν δυναμένων, τὰς δὲ παρ' ἑτέρων παιδεύσεις δεχομένων δίκην σπόρου. Καὶ ἐπὶ μὲν τοῦ αἰσθητοῦ παρὰ Θεοῦ τὸ θῆλυ καὶ τὸ ἄρρεν γίνεται, ἐπὶ δὲ τοῦ νοητοῦ ἑαυτῷ τις καὶ ἀπὸ τῆς ἰδίας προαιρέσεως ἢ διδασκάλου χώραν ἐπέχει, ὅς ἐστιν ἄρρην καὶ τῶν ἀγαθῶν σπορεύς, ἢ μαθητὴς τὸν ἑτέρου σπόρον δεχόμενος καὶ θῆλυ κατὰ τοῦτο τυγχάνων. Καὶ οὕτω μὲν ἄν τις νοήσαι τὰ μείζονα πρὸς τὰ ὑποδεέστερα τῶν λογικῶν δεχόμενος. Εἰ δὲ ὡς πρὸς τὸν Λόγον τοῦ Θεοῦ τις ἐκλαβεῖν βούλοιτο, πᾶσα ἡ λογικὴ φύσις θήλεος πρὸς αὐτὸν ἔχοι τάξιν. Νυμφίος ἐστὶν οὗτος τῆς λογικῆς οὐσίας· "6<Ὁ> ἔχων"6 γὰρ "6τὴν νύμφην νυμφί[ος ἐσ]τίν."6 Καὶ ἐν τῷ Ἄισματι δὲ τῶν ᾀσμάτων καὶ ἐπιθαλάμι[ος] ὕμνος ᾄδεται νύμφης πρὸς νυμφίον, τῆς ἐκκλησίας ν[ύ]μφης νοουμένης ἢ τῆς τελείας ψυχῆς τῆς ἤδη δυναμέ[νη]ς ἁρμοσθῆναι τῷ Λόγῳ, ὅστις σπορεὺς ὑπάρχει πάσης λογ[ι]κῆς οὐσίας, ταύτης δεχομένης τὴν παρ' αὐτοῦ 25 ὠφελίαν ἔν τε ἠθικοῖς καὶ τοῖς τῆς ἀληθείας δόγμασιν. Καὶ ἐπὶ μὲν τῶν αἰσθητῶν ἐξαλλαγὴν γενέσθαι τῆς φύσεως ἀδύνατον, ἐπὶ δὲ τῶν νοητῶν ὁ νῦν μαθήματα δεχόμενος καὶ διὰ τοῦτο ἐν τάξει θήλεος ὑπάρχων εἴη ἄν ποτε ἐκ προκοπῆς ἀνὴρ ὡς ἄλλων γενέσθαι διδάσκαλος, ὡς καὶ ἀνάπαλιν ἐκ ῥᾳθυμίας ἀποβαλεῖν τις δύναται τὸ διδάσκαλος εἶναι ὥστε μάλα μόγις δύνασθαι δέξασθαι παρ' ἄλλου ἃ αὐτὸς πρότερον τοὺς [ἄλλο]υς ἐπαίδευεν. Καὶ εἴη ἂν μαρτύ- ριον τῶν δεχομένων τὰς τοῦ Λόγου σπορὰς τὸ "6ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβο<με>ν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας ἐπὶ τῆς γῆς"6. ῾Ο̣ φόβος δὲ τὴν [ἁγί]αν ἐργάζεται σύλληψιν περὶ Θεοῦ· εἴρηται· "6Ὁ φόβος Κυρίου ἁγν[ός], διαμένων εἰς αἰῶνα αἰῶνος"6, 64 καί· "6Φόβος Κυρίου πάντα ὑπερέβαλεν"6, ὅντινα ἔχων τις καὶ ἐν αὐτῷ προκόπτων ὡς καὶ ἀνὴρ γενέσθαι γυναικὸς νοητῆς καὶ διὰ τοῦτο
About this text
Didymus the Blind, In Genesim (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s In Genesim — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.