De trinitate · §u02-open

De trinitate Unit 2 opening

Unit 2.

Lemma-led open — ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι

Greek

δέ, ἡ ἐξ ἀνάγκης βία μετὰ τοῦ προεπινοεῖσθαι τὴν βούλησιν καὶ πρὸ ἐκείνης τὴν νόησιν τῆς τοῦ πατρὸς ὑποστάσεως τῆς πάντῃ τε καὶ πάντως ἐχούσης συνυφεστὸς τὸ ἀπαύγασμα. 9.21 Πρὸς τούτῳ εἰ πιστεύουσι τὰ πάντα ἐκ τῆς βουλήσεως τοῦ πατρὸς διὰ τοῦ υἱοῦ γεγονέναι, οὐ προϋπάρχει ἡ βούλησις. ἀμήχανον γὰρ καὶ ἀδύνατον μὴ τὸν δημιουργὸν ὑφεστάναι καὶ μετέπειτα δεδόχθαι τὸ δι' αὐτοῦ δημιουργῆσαι. 9.22 Ἀλλὰ καὶ τοῦτο ἀσυνεσίας μεστόν. εἰ γὰρ αὐτός φησιν· «ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι», πῶς ἡ ἀναλλοίωτος φύσις ἀλλοίωσιν ὑποσταίη κατὰ τὰς ὑποστάσεις μὴ ἐν ταυτότητι τῶν προσώπων ἑστῶσα, ἀλλὰ κινουμένη καὶ μεταπίπτουσα; 9.23 Ἔτι καὶ τοῦτο. εἰ ἀληθές, ὥσπερ οὖν ἀληθές, τό «ἅπερ ἂν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ», ποιήσει καὶ ὁ υἱὸς ἄλλον υἱόν, ἵνα πάντα ὁμοίως τῷ πατρὶ ποιήσῃ. 9.24 εἰ δὲ οὐκ ἐποίησεν οὐδὲ ποιεῖ, οὐκ ἔστιν κτίσμα οὐδ' ἡγεῖται αὐτοῦ πατρικὴ βούλησις. 9.25 Εἴποιμι καὶ ἕτερον· εἰ λέγει ὁ σωτήρ· «θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον», οὐκ ἐκ θελήματος ὁ υἱὸς, ἀλλ' ὁ θεωρῶν αὐτόν. 9.26 τὸ γὰρ θέλημα μετὰ τὸν υἱὸν κἀνταῦθα εὑρίσκεται. 9.27 Ἀπεώσαιτο δ' ἂν καθ' ὅλου τις θᾶττον αὐτῶν καὶ τουτονὶ τὸν λόγον οὐκ ἐκ μόνων τῶν προλεχθέντων, ἀλλὰ καὶ τῶν ἐπαχθησομένων πρὸς ἡμῶν· τουτέστιν, εἴγε παραπλήσιον ἀντέρηται αὐτούς· «πότερον ποτὲ ὁ πατὴρ θελήσας ὑπάρχει ἢ οὔ;», τὰ ἴσα γὰρ ὧν ἐμελέτησαν ἀπαντήσει αὐτοῖς· πρὸς μὲν τὸ «οὐ θελήσας», ὅτι παρὰ σκοπὸν αὐτῷ συνέβη τὸ ὑφεστάναι, φύσεως ἀνάγκης εἰς τοῦτο αὐτὸν ἄκοντα περιτρεπούσης· πρὸς δὲ τὸ δεύτερον, ὅτι πρὸ τῆς θελήσεως οὐκ ἦν· ἀναχθήσεται γὰρ ἡ ὕπαρξις αὐτοῦ εἰς τὴν βούλησιν αὐτοῦ· δημιουργικῶς αὐτόν, κατὰ τὰς βαττολογίας αὐτῶν, εἰς ὑπόστασιν περιελαυνούσης. 9.28 Ὁμοίως καὶ ἄλλο, λέξει μόνον διαφέρον τοῦ πρὸ αὐτοῦ· «θελητῶς ὁ θεὸς ἀθάνατός ἐστιν καὶ ἀγαθὸς ἢ ἀνεθελήτως;» ἐπενεχθήσεται γὰρ τὰ αὐτά. 9.29 Κάλλιον δέ τις ποιήσει, εἰ συντόμως ἀποκρίνηται αὐτοῖς, μηδὲν ἐπισυμβαίνειν τῷ παντελείῳ θεῷ μηδέ τι ἀπολιμπάνειν αὐτόν· 9.30 καὶ ὥσπερ οὐ προηγεῖται τῆς πατρικῆς ὑπάρξεως καὶ ἀθανασίας καὶ ἀγαθότητος θέλημα, οὕτως οὐδὲ τῆς γεννήσεως· καὶ ἀπᾴδειν πάντα ὁπόσα τοιαῦτα τῆς περὶ τοῦ θεοῦ ἐνθυμήσεως· 9.31 περὶ δὲ τῶν κτιστῶν τὸν ∆αυῒδ ᾄδειν ἐν ριγʹ ψαλμῷ· 9.31 «ὁ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ· καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἐθέλησεν ἐποίησεν», καί «πάντα ἐν σοφίᾳ ἐποίησας», τουτέστιν ἐν τῷ υἱῷ, οὐχὶ δὲ ἐν θελήματι, 9.32 καὶ ἐν οβʹ ψαλμῷ· «ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐν τῇ βουλῇ 5 σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με», καὶ ἐν κθʹ· «ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ», καί ἐν· «κύριε, ἐν τῷ θελήματί σου παράσχου τῷ κάλλει μου δύναμιν», καὶ ἐν ιζʹ· «ῥύσεταί με, ὅτι ἠθέλησέν με». 9.33 Καὶ γὰρ ὃν τρόπον, ὑπάρχων ὁ πατὴρ ἀθάνατός τε καὶ ἀγαθός, βούλεται εἶναι ταῦτα καὶ βουλόμενός ἐστιν ταῦτα, οὐκ αἰτίαν, ἵν' οὕτω φράσω, τὴν βούλησιν ἔχων οὔτε μὴν ἀνεθελήτως ὤν· οὕτως οὐδὲ τοῦ γεννῆσαι ἡ βούλησις αἰτία. 9.34 περὶ ἡμᾶς δὲ τὸ τινὰ μὲν ἐκ τῆς τοῦ θεοῦ ἐνεργείας, τινὰ δὲ ἐκ τοῦ ἐφ' ἡμῖν θελήματος ἔχειν· 9.35 καὶ γὰρ οὐ βουλήσει μὲν τῇ ἑαυτῶν, ἀλλὰ τῇ τοῦ θεοῦ κτώμεθα τὸ συνεστάναι ἐκ ψυχῆς καὶ σώματος καὶ τὸ εἶναι λογικοί· 9.36 οἱ γὰρ οὔποτε ὄντες πῶς εἴχομεν βούλεσθαι ἢ μὴ βούλεσθαι; 9.37 προαιρέσει δὲ ἰδίᾳ ἔχομεν τὸ εἶναι καλοὺς ἢ κακούς, ἐπιστήμονάς τε κατ' ἐπιτηδειότητα ἢ ἀνεπιστήμονας κατὰ ῥαθυμίαν. 9.38 Ἐληλύθασιν δὲ ἐπὶ τὸ κεφάλαιον τοῦτο οὐκ ἀτρεκεῖ θεωρήματι παραδεχόμενοι τό «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα», ἐπεὶ ἂν αὐτόθεν εἶχον τῆς ὀρθῆς πίστεως ἄγκυραν βεβαίαν. 9.39 νυνὶ δὲ φάσκουσιν, ὅτι τό «ἐν ᾧ εὐδόκησα» δείκνυσι κτίσμα τὸν υἱόν.

About this text

Didymus the Blind, De trinitate (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s De trinitate — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.