Commentarii in Job Unit 7 opening
Unit 7.
Lemma-led open — μάστιγες
Greek
σπουδαίῳ καὶ φαύλῳ, ἀλλ' ὁ τρόπος τῆς αἰτίας διάφορος. ἀμέλει γοῦν τὰ τοῖς ἁμαρτωλοῖς διὰ τὰς γεγενημένας κακίας ἐπαγόμενα "μάστιγες" λέγονται ἐν τῷ· "πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, τὸν δὲ ἐλπίζοντα ἐπὶ κύριον ἔλεος κυκλώσει." καὶ πάλιν· "ἐὰν ἐνκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου καὶ ἐν τοῖς κρίμασίν μου μὴ πορευθῶσιν, καὶ τὰ δικαιώματά μου μὴ φυλάξωσιν, καὶ τὰς ἐντολάς μου μὴ τηρήσωσιν, ἐπισκέψομαι ἐν ῥάβδωι τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτῶν." τὰ αὐ95 τὰ ταῦτα συμπτώματα καὶ τὰ αὐτὰ ἀνιαρὰ καὶ περιστατικὰ τοῖς δικαίοις ἐπαγόμενα οὐ λέγονται "μάστιγες" ἀλλὰ "θλίψεις"· "πολλαὶ αἱ θλίψεις τῶν δικαίων", καί· "ἐν θλίψει τοῦ κυρίου ἐμνήσθην." ἀλλὰ καὶ περὶ τοῦ δικαίου τοῦ ὡς ἐπὶ τὸ πλεῖστον θλιβομένου κατὰ τὸ εἰρημένον· "ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι" λέγεται· "καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου." τὰ ἐπαγόμενά τινι θλιβηρά, ὡς προείρηται, κατὰ δύο ἀναντιρρήτους ἀρχὰς συμβαίνει, ἢ ἐπιτιμίας ἕνεκα καὶ διορθώσεως ἢ ἵνα τις μεγαλοψύχως ἐνεγκὼν αὐτὰ ἐπὶ καρτερίᾳ καὶ ἀνδρείᾳ στεφάνων τύχῃ. τοῦτο ἀγνοήσαντες οἱ φίλοι τοῦ Ἰὼβ κατὰ τὸν ἕτερον τῶν δύο τούτων τρόπον ᾠήθησαν ὡς παρατρεπόμενος διὰ ἁμαρτήματα θλίβεται. οὐκ ἐντίθεσαν γοῦν τὸν ἕτερον τρόπον, καίτοι μηδὲν συνειδότες τῷ Ἰὼβ ἁμάρτημα. πῶς γὰρ οἷόν τε ἦν, μαρτυρουμένου αὐτοῦ, ὡς καθ' ἡμέραν τῇ πρὸς θεὸν παρεδρίᾳ καρτερῶς προσεῖχεν ἀναφέρων ὑπὲρ τῶν υἱῶν θυσίας "μήποτε κακὰ ἐνενόησαν". οὐδὲν γὰρ φαινόμενον αὐτῶν ἐτύγχανεν ἁμάρτημα. διὸ καὶ 96 ὑπὲρ τῆς ἐννοίας αὐτῶν τὴν προσφορὰν ἐποίει. τοῦτο δὲ καὶ μεῖζον, ὅτι καὶ ὑπὸ θεοῦ ἐμαρτυρεῖτο λέγοντος ὡς "ἀνὴρ δίκαιος ἦν, ἄμεμπτος" καὶ τὰ ἑξῆς. ὅμως δὲ οἱ φίλοι κατὰ μόνον ὡς εἴρηται τὸν ἕτερον τρόπον τὰς ἐπαγωγὰς ἐπιπέμπεσθαι νο μίζοντες δικαίῳ προσθεῖν̣αι ταύτας οὐκ ἐτόλμων, δηλοῦν τὴν πρόνοιαν θέλοντες, ὅτι πρὸς τὰ πεπραγμένα τὰς θλίψεις ἐπάγει. διὰ ταύτην δὲ τὴν ἑαυτῶν ὑπόλημψιν ἀντίθετα πρὸς 27 τὸν Ἰὼβ ἐλάλησαν. διὸ καὶ ὁ θεὸς συγγνώμην αὐτοῖς ἀπένειμεν καὶ ὑπὲρ ἀγνοίας ἐποίησεν προσαγαγεῖν θυσίαν. ὅτι δ' οὐ κακῇ προθέσει τοῦτο ἐποίησαν ἀλλ' ὡς δικαιοῦντες τὴν πρόνοιαν, τοῦτο ἔλεγον, εἰ καὶ τὴν ἀκρίβειαν ἠγνόησαν. ἀπὸ ταύτης γοῦν τῆς διαλήμψεως καὶ τὰς λέξεις ἐπιφέρει ὁ πρῶτος ἀρξάμενος φάσκων· "μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ", ὅπερ δηλοῖ ὅτι· καὶ αὐτὸς σὺ πολλάκις ἐχρήσω λόγοις πρός τινας περιπεπτωκότας θλιβηροῖς, ἵνα τὸ λελάληται ἐνεργητικῶς ἀκούσωμεν ὡς τὸ πέπρακταί σοι. δύναται καὶ παθητικῶς εἰρῆσθαι, ἵν' ᾖ 97 τὸ λεγόμενον· ἦ νῦν πρῶτον ἐν κόποις γεγενημένος ἔσχες τὸν λαλοῦντά σοι τὰ τῆς παρακλήσεως; τοῦ μὴ ἀντὶ τοῦ οὐχὶ λαμβανομένου. οὐδὲ γὰρ τότε μόνον ἐν περιστάσει ἦν ὁ Ἰώβ. εἰκὸς γὰρ αὐτὸν ἐν πλείονι χρόνῳ ἐν τοῖς θλιβηροῖς εἶναι. εἶτα τῶν εἰρημένων πρὸς τοῦ Ἰὼβ ἑτέρως ἐξειληφὼς τὴν διάνοιαν καὶ ὡς παρὰ ὀλιγωροῦντος ἀκούσας αὐτοῦ τὰ ῥήματα ἐπάγει· "ἰσχὺν δὲ ῥημάτων τίς ὑποίσει;" αὐτὸς μὲν πολλοῖς παράκλησιν προσήγαγες, τὰ δὲ σὰ ῥήματα ὀλιγωρίας πεπληρωμένα οὐδεὶς οἷός τέ ἐστι φέρειν. ταῦτα δὲ ἔλεγεν ἀγνοῶν τὸ μέγεθος τῶν παρ' αὐτοῦ εἰρημένων. καὶ δέχεται δῆθεν ἀπ' αὐτοῦ τὴν σύνκρισιν λέγων· "εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς" καὶ τὰ ἑξῆς, δηλῶν ὅτι· ἃ σὺ τοῖς ἄλλοις εἰς παραμυθίαν παρήγαγες διανιστῶν τρόπον τινὰ τοὺς παρεθέντας ὑπὸ λύπης οὐχ ὑπομιμνῃσκόμενος "ἐσπούδασας"–ἀντὶ τοῦ τετάραξαι–, καὶ πρὸς ἐπικουρίαν καὶ παράκλησιν πολλὰ ποιῶν τοῖς θλιβομένοις ὡς δεξιὰν ὀρέγειν αὐτοῖς κατὰ τὸ ἐν Ἠσαίᾳ λεγόμενον πρὸς τοὺς ἄρχον τας· "παρακαλεῖτε τῆι χειρί", τὴν σύνπνοιαν καὶ συνπάθειαν δηλοῦν98 τος τοῦ λόγου. "γόνασιν δὲ ἀδυνατοῦσιν θάρσος περιέθηκας", ἀσθενείᾳ πεπιασμένοις ἀνθρώποις ἰσχὺν παρέχων διὰ τῆς εἰς αὐτοὺς σπουδῆς. κατὰ
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.