Commentarii in Job · §u02-open

Commentarii in Job Unit 2 opening

Unit 2.

Lemma-led open — ἀντιστῆτε στερεοὶ τῆι πίστει

Greek

"ἀντιστῆτε στερεοὶ τῆι πίστει", καί· "ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς." ὅτι δὲ καὶ τὴν δύναμιν παρέχει ὁ θεὸς εἴρηται, ὃς δώσει "καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν". σημειωτέον, δέ, ὅτι διάφοροι τόποι ἡ γῆ καὶ ἡ ὑπ' οὐρανόν εἰσιν, τῆς μὲν γῆς 17 ὑπὸ τὸν οὐρανὸν οὔσης, τῶν δὲ ὑπ' οὐρανὸν τόπων οὐ πάντως γῆς ὑπαρχόντων. κἀκείνους δὲ περιῄει τοὺς τόπους διάβολος ἐνευφραινόμενος "τοῖς πνευματικοῖς τῆς πονηρίας" δαίμοσιν. τούτους οὖν, φησίν, περιελθὼν πάρειμι, ὅπερ νοητέον οὕτως ὅτι· διὰ πάντων τούτων ἐλθὼν καὶ εὑρὼν τὸν μακάριον Ἰὼβ μὴ δυνάμενον δέξασθαί τι τῶν ἡμετέρων πάρειμι, ὅ ἐστι· δείκνυμι το`̣ κρυπτόν μου τῶι ἀναποδράστωι σου ὀφθαλμῶι βουλόμενος αὐτὸν ἐξαιτήσασθαι. "καὶ εἶπεν αὐτῷ ὁ κύριος· προσέσχες οὖν τῆι διανοίαι σου κατὰ τοῦ παιδός μου Ἰώβ, ὅτι οὐκ ἔστιν κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄμεμπτος, ἀλη̣θινός, θεοσεβής, ἀπεχόμενος̣ ἀπὸ παντὸς πονηροῦ πράγματ̣ος." τό· εἶπεν ὁ κύριος τῶι διαβόλωι ὡσαύτως τοῖς φθάσασιν ἐκλημπτέον, οὐκ ἀπεμφαίνοντος, εἰ ὅπερ ὁ θεὸς βούλεται νοῆσαι τὸν διάβολον, ἐνιῆτ̣α̣ι πρὸς ἔλεγχον αὐτοῦ χαλεπώτατον, ὅτι οὐ παρῆκεν ὁ θεὸς δια̣νοούμενος. οὐ γὰρ ἀγνοητέον μὴ εἰκαίαν εἶναι τὴν τοῦ θεοῦ πρὸς τὸν διάβολον ὁμιλίαν· οὐδὲν γὰρ παρὰ τῷ τὰ ὅλα συστησαμένωι εἰκαῖον, ἀλλὰ καὶ τοῦτο πρὸς τὸ συμφέρον, ὅπως καταισχύνηται τῆι τοῦ δικαίου καὶ ἀμέμπτου ἀνδρὸς πα18 ραθέσει. "παῖδα" τὸν Ἰὼβ ὁ κύριος κέκληκεν κατ' ἀμφότερα τὰ σημαινόμενα· καὶ γὰρ θεράπων αὐτοῦ ὑπῆρχεν κατὰ τὸ εἰρημένον πρὸς τοῦ ψαλμῳδοῦ· "ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου", καὶ υἱὸς ἀπὸ τῆς θεραπείας καὶ γνησίας δουλείας τῆς τοῦ πνεύματος ἀξιωθεὶς χάριτος, καὶ λέγων καὶ αὐτὸς κατὰ τὸν σοφὸν Παῦλον· "αὐτὸ τὸ πνεῦμα συνμαρτυρεῖ τῶι πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα θεοῦ." "ὁ" γὰρ "ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ θεοῦ γεγέννηται". ἐμφατικὸν δὲ καὶ τοῦ λογικὸν εἶναι τὸν διάβολον τὸ ῥηθῆναι· "προσέσχες τῆι διανοίᾳ σου"· λογικοῦ γὰρ οἰκεῖον τὸ διανοεῖσθαι. οὐκ ἐνταῦθα δὲ μόνον τοῦτο π̣ε̣ρὶ τοῦ διαβόλου εἴρηται, ἀλλὰ καὶ ἐν τῷ· 5 "σὺ δὲ εἶπας ἐν τῆι διανοίαι σου· εἰς τὸν οὐρανὸν ἀναβήσομαι", ὅπερ ὡς εἴρηται παραστατικόν ἐστι τοῦ λογικὸν αὐτὸν εἶναι. γίνεται δὲ εἰ δὲ τὸ διανοεῖσθαι ἐπ' αὐτοῦ γίνεται, ζητητέον, μὴ ἄρα καὶ τὸ μετανοεῖν. μετὰ γὰρ τὸ νοεῖν τὸ διανοεῖσθαι καὶ τὸ μετανοεῖν. καὶ ὡς ἐν τῇ βουλήσει αὐτοῦ κεῖται τὸ διανοεῖσθαι, μήποτε καὶ τὸ μετανοεῖν. ὁ δὲ ταῦτα μὴ διδοὺς ὁράτω, μὴ τὸν θεὸν αἴτιον τῆς κακίας αὐτοῦ λάθῃ τιθέμενος–εἰ γὰρ 19 οὐ κέκτηται λόγον καὶ νοῦν. εἰ δὲ καὶ ἐξήλλακται κατά τι, ἀλλὰ τῶι λογικὸς εἶναι κοινωνεῖ τοῖς ταύτης οὖσι φύσεως. εἰ γὰρ καὶ ἄνθρωποι θνητοί, ἀλλ' οὐ κατὰ τὸ θνητὸν τὴν κοινωνίαν εἶναί φαμεν, ἀλλὰ κατὰ τὸ λογικόν, ὅπερ κοινὸν καὶ ἀθανάτοις καὶ θνητοῖς ὑπάρχει. καὶ τὸ διανοεῖσθαι δὲ οὐ μόνοις σπουδαίοις ἢ μόνοις φαύλοις πρόσεστιν. ὡς γὰρ τὸ αἰσθήσει χρῆσθαι καὶ σπουδαίῳ καὶ φαύλωι κοινόν, ὅπερ ὁ μὲν σπουδαῖος καλῶς μεθοδεύων οὐ κέχρηται αὐτῶι κατὰ τὸν φαῦλον ἀναβλέποντα εἰς τὸν οὐρανὸν καὶ θεοποιοῦντα τοῦτον, οὕτω καὶ τὸ διανοεῖσθαι· ἐν σπουδαίωι καὶ φαύλωι εὑρισκόμενον κατὰ τὴν χρῆσιν ἐξήλλακται. "προσέσχες οὖν", φησί, "τῆι διανοίᾳ σου κατὰ τοῦ παιδός μου Ἰώβ, ὅτι οὐκ ἔστι κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς". οὐ μάτην δὴ πρόσκειται· "τῶν ἐπὶ γῆς." εἰσὶν γὰρ κατ' αὐτὸν καὶ ὑπὲρ αὐτὸν λογικὰ ὑπὲρ γῆν τυγχάνοντα. οὐ γὰρ ταὐτὸν τὸ εἰπεῖν· «οὐκ ἔστιν κατ' αὐτόν» τῶι εἰπεῖν· "οὐκ ἔστιν κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς". πῶς γὰρ οὐχ ὑπερβάλλων ἅπαντας τοὺς ἐπὶ γῆς ἐτύγχανε τοῦ θεοῦ τῶν ὅλων αὐτῷ μαρτυροῦντος ἐν τῷ· "ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ 20 πράγματος". ἀπέχεται δὲ

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.