Commentary on the Twelve Prophets · §zephaniah-t2-rem-early

Zephaniah Tomos 2 rem early

Rem early: Zephaniah Tomos 2; historia and theoria toward Christ.

Greek

εῖον οἶμαί που τὸ χρῆμα τιθεὶς τῆς ὁλοτελοῦς ἐρημίας καὶ τοῦ μηδένα κατοικεῖν ἐν αὐτῇ· φύεται μὲν γὰρ οὐκ ἐν ἄστει τὰ ἐν ἀγροῖς. εἰ δὲ δήπου γένοιντο πόαι καὶ ἐν πόλει τυχὸν, ὁμολογία τις ὥσπερ ἐστὶν ἐναργὴς τὸ πρατ- τόμενον τοῦ κένανδρον εἶναι παντελῶς. προστίθησι δὲ καὶ ἑτέρων σημείων οὐ μετρίαν πληθύν. καταλύσειν γὰρ ἐν αὐτῇ φησὶ πάντα τὰ θηρία τῆς γῆς, χαμαιλέοντάς τε καὶ ἐχίνους ἐν τοῖς φατνώμασι κοιτασθήσεσθαι· καὶ μὴν καὶ ἐν τοῖς διορύγμασι, τουτέστιν, ἢ ἐν βόθροις, ἤγουν καὶ σπηλαίοις τοὺς ἀγρίους ἀναφωνήσειν θῆρας, ἐναυλισθήσεσθαι δὲ καὶ 2.208 κόρακας τοῖς πυλῶσιν αὐτῆς. ἔστι δὲ οὐδενὶ τῶν εὖ φρονούν- των ἀμφίβολον, ὡς οὔτ' ἂν ἐν οἴκοις καταλύσειαν ἐχῖνοι, οὔτε μὴν ἐν μέσῃ πόλει καταυλισθήσονται θῆρες, ἀλλ' οὐδ' ἂν ἐμφιλοχωρήσειαν τοῖς πυλῶσιν οἱ νυκτικόρακες, εἰ μὴ πλείστη τις ὅση καὶ ἁνδάνουσα λίαν τοῖς ὧδε φύσεως ἔχουσιν ὑπάρ- χοι σχολή. φιλοῦσι γάρ πως οἱ θῆρες, καὶ μέντοι τὰ ἕτερα περὶ ὧν ὁ λόγος, οὐκ ἀνθρώποις συναυλίζεσθαι· πόθεν; ἀλλ' ᾗπερ ἂν εἴη πολλή τις ἐρημία, σχολαία τε παντελῶς ἡ δίαιτα, καὶ τῆς ἐρημίας τὸ πλάτος μονονουχὶ πρυτανεύῃ τὴν ἀσφάλειαν, ἔξω τε παντὸς ἀποκομίζει δέους. Εἰ δὲ χρή τι τούτοις ἐπειπεῖν ἀναγκαῖον, ἀσφαλιζώμεθα τὰς ἑαυτῶν καρδίας, καὶ τὸ προσκρούειν Θεῷ κατά τι γοῦν ὅλως παντὶ παραιτώμεθα σθένει, ἵνα μὴ γενώμεθα πονηρῶν τε καὶ ἀνημέρων ἐνδιαίτημα θηρίων, φημὶ δὴ τῶν ἀκαθάρτων πνευμάτων, ἐξῃρημένης ἡμῶν ἁπάσης ἀρετῆς. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς Ἱερεμίου πρὸς τὴν Ἱερουσαλὴμ εὖ μάλα καὶ σοφῶς εἰρημένον "Πόνῳ καὶ μάστιγι παιδευθήσῃ "̔Ιερουσαλὴμ, μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω "σε ἄβατον γῆν, ἥτις οὐκ ἀποικηθήσεται." Θεοῦ γὰρ ἡμῶν ἐξέλοντος τὴν ἀρετὴν, εἰσελάσει πάντως εἰς νοῦν καὶ καρδίαν τὰ βδελυρά τε καὶ ἀνόσια πάθη, καὶ οἷά τινες θῆρες ἐνδιαιτήσονται, συνεισφρήσει δὲ καὶ αὐτὴ τῶν ἀκα- θάρτων πνευμάτων ἡ ἀγρία πληθύς. 9∆ιότι κέδρος τὸ ἀνάστημα αὐτῆς. αὕτη ἡ πόλις ἡ φαυλίστρια, ἡ κατοικοῦσα ἐπ' ἐλπίδι, ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς Ἐγώ εἰμι καὶ οὐκ ἔσται μετ' ἐμὲ ἔτι. πῶς ἐγενήθη εἰς ἀφανισμὸν, 2.209 νομὴ θηρίων· πᾶς ὁ διαπορευόμενος δι' αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ.9 Ὡς ἀεὶ μέγα φρονεῖν ᾑρημένη, καὶ ὑπέρφρων καὶ ἀλάζων ἡ Νινευὶ διαβέβληται. καὶ ἦν τοῦτο κατὰ ἀλήθειαν, ὀφρὺν ἀνασπῶσα τὴν ὑπερτάτην κατὰ παντὸς ἔθνους καὶ πάσης ἀρχῆς, καὶ ὀλίγου παντελῶς ἀξιοῦσα λόγου τὴν ἑτέρων ἰσχύν. μεμαρτύρηκε δὲ τοῦτο καὶ ὁ προφήτης Ἀμβακοὺμ περὶ τοῦ βασιλέως Ἀσσυρίων λέγων, ὅτι "Καὶ αὐτὸς ἐν "βασιλεῦσιν ἐντρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ "αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται." ὅτι τοίνυν ὑπερόφρυς ἄγαν, ὑψοῦ τε ἠρμένη, καὶ ἀναφοιτῶσα λίαν εἰς τὸ ἐξήνιον ἡ τῶν Χαλδαίων μητρόπολις, διατρανοῖ πάλιν, ἀναστήματι κέδρου παρεικάζων αὐτὴν, καὶ φαυλίστριαν ὀνομάζων. τοῦτο δ' ἂν μάθοις ὀρθῶς τε καὶ ἀτρεκῶς εἰρημένον ἐκ τῶν τοῦ Ῥαψάκου λόγων· ὃς, ἐπείπερ ἧκεν εἰς τὴν Ἰουδαίαν, εἶτα τοῖς ἐν τῷ τείχει προσέβαλε, τῆς ἀνωτάτω κατεφλυάρει δόξης. ἔφασκε γάρ "Τάδε λέγει ὁ βασιλεύς Μὴ ἀπατάτω "ὑμᾶς Ἐζεκίας λόγοις, οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμᾶς, "καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας ὅτι ῥύσεται ὑμᾶς ὁ Θεός." καὶ μετ' ὀλίγα "Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος "τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων;" αὕτη τοίνυν ἡ φαυλίστρια πόλις, ἡ κατοιομένη τε καὶ λέγουσα Ἐγώ εἰμι καὶ οὐκ ἔσται μετ' ἐμὲ ἔτι. ἐπειδὴ τοίνυν τὴν οὕτως αἰσχρὰν καὶ ἐπάρατον ἀλαζονείαν ἐν καυχήματος τάξει λαμ- προῦ ποιεῖσθαι φιλεῖ, ταύτῃτοι λοιπὸν πρὸς τοῦτο ἀθλιότητος κατοιχήσεται, ὡς καὶ ἐπ' αὐτῇ χρῆναι λέγειν Πῶς ἐγενήθης εἰς ἀφανισμὸν, νομὴ θηρίων· τὸ δὲ πῶς εἴη ἂν οὐκ ἐρωτῶντος καὶ ἀναμαθεῖν ἐθέλοντος, τεθαυμακότος δὲ μᾶλλον τὴν ἐλ- 2.210 πίδος ἐπέκεινα μεταβολήν. τὰ γάρ τοι μεγάλα καὶ ἀδόκητα τῶν κακῶν οὐκ ἔξω θαύματος, φιλεῖ δέ πως καταπλήττειν τοὺς θεωμένους, ἤτοι τοὺς μεμαθηκότας. οὕτω καὶ συριεῖ πᾶς ἐπ' 364 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. αὐτῇ καὶ κινήσει τὰς χεῖρας, συμπλήττων ἀλλήλαις, καθάπερ ἐγᾦμαι, καὶ ἀνακροτῶν ἀπὸ τοῦ θαυμάσαι, καὶ ἠχὴν ἐκ στόματος ἱεὶς, τὴν ἐν συριγμῷ καὶ ἀσημοτέραν. γράφει δὲ ὥσπερ ἡμῖν καὶ διὰ τούτων εὖ μάλα τὸν ἐπ' ἀδοκήτοις συμφοραῖς οἱονεὶ καταπεπληγμένον. "Ὑπερηφάνοις οὖν ἄρα Θεὸς ἀντιτάσσεται·" καὶ σοφὸν εἶναί φημι καὶ ἀξιόληπτον τὸ παράγγελμα "Μὴ ἐξύψου "σεαυτὸν, ἵνα μὴ πέσῃς," καὶ πάλιν "Ὃς ὑψηλὸν ποιεῖ τὸν "ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν." ὅνπερ γὰρ τρόπον τὰ εἰς ὕψος πολὺ καὶ πέρα μέτρου διανιστάμενα τῶν οἰκοδομη- μάτων ἑτοιμότερά πως εἰς κλόνον εἰσὶ, πλείστην τε ὅσην τὴν ὑποψίαν τοῦ σφισιν αὐτοῖς περιθραυσθήσεσθαι νοσεῖ· οὕτω καὶ ἀνθρώπου ψυχὴ τῇ τῶν λογισμῶν ματαιότητι πρὸς ὑπεροψίαν ἐξογκουμένη, σαθρά τε καὶ εὐανάτρεπτος καὶ ῥᾳδία πεσεῖν. εἰ δὲ δὴ πράττοιτο τὸ χρῆμα κατὰ Θεοῦ, τὸ τηνικάδε λοιπὸν τὸ ἀντερεῖδον οὐδέν. 9Ὢ ἡ ἐπιφανὴς καὶ ἀπολελυτρωμένη ἡ πόλις ἡ περιστερά.9 Μέτεισιν εὐθὺς εἰς ἀνάμνησιν τῆς Ἰουδαίων, φημὶ δὴ τῆς Ἱερουσαλὴμ, ἢν ἐπείπερ εἷλον Ἀσσύριοι, τετίκασι δίκας. τετιμώρηνται δὲ καὶ τὰ λοιπὰ τῶν ἐθνῶν ὡς τὴν τοῦ Θεοῦ δόξαν κατακερτομοῦντα, ἐπιστυγνάζει δὲ ὥσπερ αὐτῇ πα- θούσῃ τὰ παρ' ἐλπίδα, καὶ τῆς ἀνηκέστου συμφορᾶς οὐχ ἑτέρῳ τινὶ μᾶλλον ἀναγράφει τὰς αἰτίας, αὐτὴν δὲ μᾶλλον γεγενῆσθαί φησιν ἑαυτῇ προμνήστριαν. σχετλιάζει οὖν καί φησιν Ὢ ἡ ἐπιφανὴς καὶ λελυτρωμένη ἡ πόλις ἡ περιστερά. 2.211 ἵνα τί γὰρ ὅλη, φησὶν, ἀτιμοτάτη γέγονας, οἰκτρά τε καὶ αἰχμάλωτος, ἡ οὕτω λαμπρὰ καὶ διαφανὴς, ἡ παντὸς ἔθνους κρατήσασα, καὶ νικῶσα μὲν ἀμογητὶ τοὺς ἀνθισταμένους, σκληρά τε ἀεὶ καὶ δυσάντητος τοῖς ἀντεξάγειν ἐθέλουσι, καὶ τὸν πολέμου νόμον ἐξωπλισμένοις· ἡ πολλοῖς σημείοις καὶ τέρασι τῆς Αἰγυπτίων θητείας λελυτρωμένη καὶ τῆς ἀφορή- του πλεονεξίας ἐκλύσασα τὸν αὐχένα· δι' ἣν ποταμοὶ μὲν εἰς αἷμα μετακεχωρήκασι, χάλαζα δὲ καὶ σκότος τὴν τῶν Αἰγυπτίων κατεσίνοντο γῆν, ᾗ καὶ θάλασσα συνωπλίζετο, καταπνίγουσα τοὺς διώκοντας, μυρία τε ὅσα πρὸς τούτοις γέγονεν ἀξιάκουστα; ὢ ἡ πόλις ἡ περιστερὰ, τουτέστιν ἡ περικαλλεστάτη. δέχεται γὰρ ἀεί πως ἡ θεόπνευστος γραφὴ τὸ στρουθίον εἰς εὐειδίαν· καθάπερ ἀμέλει καὶ τὴν ἐν τῷ ᾄσματι πλαττομένην νύμφην τῷ τῆς περιστερᾶς ὀνόματι κατασεμνύνειν ἤθελεν ὁ νυμφίος "Ἀνάστα, λέγων, ἐλθὲ ἡ "πλησίον μου, καλή μου, περιστερά μου." περικαλλεστάτη δὲ λίαν ἡ Ἱερουσαλὴμ, διάτοι τὸ τῷ θείῳ λελαμπρύνθαι νόμῳ, καὶ τοῖς τῆς ἱερωσύνης αὐχήμασιν ὁρᾶσθαι διαπρεπὴς, ἐπασκεῖν δὲ καὶ δικαιοσύνην, καὶ Θεῷ τῷ κατὰ φύσιν προσ- κυνεῖν, καὶ αὐτῷ τελεῖν τὰς λατρείας. κάλλος δὲ τοῦτο πνευματικόν. δύναιο δ' ἂν καὶ ἑτέρως περιστερὰν εἰρῆσθαι νοεῖν τὴν Ἱερουσαλήμ. ἔθος γὰρ ἀεὶ τῷ πτηνῷ, κἂν εἴ τις αὐτὸ τῆς φιλτάτης αὐτῷ καλιᾶς ἀποκομίσειεν ἀπωτάτω, εἶτα δοίη τῇ πτήσει καιρὸν, ἀναθεῖν οἴκαδε πάλιν καὶ ἀνακο- μίζεσθαι πρὸς τὰ οἰκεῖα. ὃ δὴ γεγονὸς καὶ ἐπ' αὐτῆς εὑρή- 2.212 σομεν τῆς Ἱερουσαλήμ. ἔχουσα γὰρ ἐκ προγόνων τὸ εὐσεβὲς, καταπεφοίτηκε μὲν εἰς Αἴγυπτον· ἐκβαίνουσα δὲ ὥσπερ τὴν ἐκ πατέρων λατρείαν, ἐκεῖ προσκεκύνηκεν εἰδώ- λοις· ἀλλὰ κέκληται διὰ Μωυσέως, καὶ ἀπέπτη τρόπον τινὰ τῆς ἐν Αἰγύπτῳ πλάνης, παλινδρομήσασα πρὸς Θεόν. ἀλλὰ γὰρ τίς ἡ αἰτία, φησὶ, τοῦ καὶ ὅλως ἁλῶναι τυχὸν, καὶ ὑφ' ἑτέροις γενέσθαι πάλιν τὴν λελυτρωμένην; 9Οὐκ εἰσήκουσε φωνῆς.9 Ἤκουσε γὰρ ἐν τῷ ὄρει Σινᾷ τοῦ Θεοῦ λέγοντος "Ἄκουε "̓Ισραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν. οὐ ποιήσεις "σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ "ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν "ὑποκάτω τῆς γῆς." παρατρέχουσα δὲ τὸ διηγγελμένον, κατώλισθεν ἀμαθῶς εἰς πολύθεον πλάνησιν. οὐκοῦν οὐκ εἰσήκουσ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.